μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος | 001 | |
οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε, | 002 | |
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν | 003 | |
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν | 004 | |
οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή, | 005 | |
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε | 006 | |
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. | 007 | |
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; | 008 | |
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς | 009 | |
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, | 010 | |
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα | 011 | |
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν | 012 | |
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα, | 013 | |
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος | 014 | |
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, | 015 | |
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· | 016 | |
"Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί, | 017 | |
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες | 018 | |
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι· | 019 | |
παῖδα δ' ἐμοὶ λῦσαί τε φίλην, τὰ τ' ἄποινα δέχεσθαι | 020 | |
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα." | 021 | |
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ | 022 | |
αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· | 023 | |
ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, | 024 | |
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν· | 025 | |
"μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω | 026 | |
ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα, | 027 | |
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο. | 028 | |
τὴν δ' ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν | 029 | |
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, | 030 | |
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. | 031 | |
ἀλλ' ἴθι μή μ' ἐρέθιζε, σαώτερος ὥς κε νέηαι." | 032 | |
ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ. | 033 | |
βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης. | 034 | |
πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὃ γεραιὸς | 035 | |
Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ· | 036 | |
κλῦθί μευ, ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας | 037 | |
Κίλλάν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις, | 038 | |
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα, | 039 | |
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα | 040 | |
ταύρων ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ· | 041 | |
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. | 042 | |
ὧς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων, | 043 | |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ, | 044 | |
τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην. | 045 | |
ἔκλαγξαν δ' ἄρ' ὀιστοὶ ἐπ' ὤμων χωομένοιο, | 046 | |
αὐτοῦ κινηθέντος· ὃ δ' ἤιε νυκτὶ ἐοικώς. | 047 | |
ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκεν· | 048 | |
δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο. | 049 | |
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, | 050 | |
αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς | 051 | |
βάλλ'· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. | 052 | |
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, | 053 | |
τῇ δεκάτῃ δ' ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς· | 054 | |
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ, λευκώλενος Ἥρη· | 055 | |
κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήσκοντας ὁρᾶτο. | 056 | |
οἳ δ' ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, | 057 | |
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 058 | |
Ἀτρεΐδη, νῦν ἄμμε πάλιν πλαγχθέντας ὀίω | 059 | |
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, | 060 | |
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. | 061 | |
ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα | 062 | |
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, | 063 | |
ὅς κ' εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, | 064 | |
εἴ τ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται εἴ θ' ἑκατόμβης, | 065 | |
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων | 066 | |
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. | 067 | |
ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 068 | |
Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ' ἄριστος, | 069 | |
ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, | 070 | |
καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω | 071 | |
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· | 072 | |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 073 | |
ὦ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι | 074 | |
μῆνιν Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· | 075 | |
τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μοι ὄμοσσον | 076 | |
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν. | 077 | |
ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων | 078 | |
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί. | 079 | |
κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι· | 080 | |
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, | 081 | |
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, | 082 | |
ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις. | 083 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 084 | |
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅτι οἶσθα· | 085 | |
οὐ μὰ γὰρ Ἀπόλλωνα Διίφιλον, ᾧ τε σύ, Κάλχαν, | 086 | |
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, | 087 | |
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο | 088 | |
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει | 089 | |
συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, | 090 | |
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. | 091 | |
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· | 092 | |
οὔ τ' ἄρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης, | 093 | |
ἀλλ' ἕνεκ' ἀρητῆρος ὃν ἠτίμησ' Ἀγαμέμνων, | 094 | |
οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα, | 095 | |
τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει· | 096 | |
οὐδ' ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει | 097 | |
πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην | 098 | |
ἀπριάτην ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην | 099 | |
ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. | 100 | |
ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 101 | |
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 102 | |
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι | 103 | |
πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην. | 104 | |
Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπεν· | 105 | |
μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· | 106 | |
αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, | 107 | |
ἐσθλὸν δ' οὔτε τί πω εἶπας ἔπος οὔτε τέλεσσας. | 108 | |
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις, | 109 | |
ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, | 110 | |
οὕνεκ' ἐγὼ κούρης Χρυσηίδος ἀγλά' ἄποινα | 111 | |
οὐκ ἔθελον δέξασθαι, - ἐπεὶ πολὺ βούλομαι αὐτὴν | 112 | |
οἴκοι ἔχειν. καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα, | 113 | |
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, | 114 | |
οὐ δέμας οὐδὲ φυήν οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα. | 115 | |
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ' ἄμεινον· | 116 | |
βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. | 117 | |
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ', ὄφρα μὴ οἶος | 118 | |
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικεν· | 119 | |
λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ. | 120 | |
τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· | 121 | |
Ἀτρεΐδη, κύδιστε, φιλοκτεανώτατε πάντων, | 122 | |
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; | 123 | |
οὐδέ τί που ἴδμεν ξυνήια κείμενα πολλά, | 124 | |
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, | 125 | |
λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν. | 126 | |
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ | 127 | |
τριπλῇ τετραπλῇ τ' ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς | 128 | |
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. | 129 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 130 | |
μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ | 131 | |
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. | 132 | |
ἦ ἐθέλεις ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως | 133 | |
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι; | 134 | |
ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ | 135 | |
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· | 136 | |
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι | 137 | |
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος | 138 | |
ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. | 139 | |
ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, | 140 | |
νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, | 141 | |
ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην | 142 | |
θείομεν, ἂν δ' αὐτὴν Χρυσηίδα καλλιπάρῃον | 143 | |
βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, | 144 | |
ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς | 145 | |
ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ' ἀνδρῶν, | 146 | |
ὄφρ' ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας. | 147 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 148 | |
ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον | 149 | |
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν | 150 | |
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; | 151 | |
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων | 152 | |
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· | 153 | |
οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, | 154 | |
οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ | 155 | |
καρπὸν ἐδηλήσαντ', ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ, | 156 | |
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· | 157 | |
ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ' ὄφρα σὺ χαίρῃς, | 158 | |
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα | 159 | |
πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις· | 160 | |
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, | 161 | |
ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. | 162 | |
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ' Ἀχαιοὶ | 163 | |
Τρώων ἐκπέρσωσ' εὖ ναιόμενον πτολίεθρον· | 164 | |
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο | 165 | |
χεῖρες ἐμαὶ διέπουσ'· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, | 166 | |
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε | 167 | |
ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. | 168 | |
νῦν δ' εἶμι Φθίην δ', ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν | 169 | |
οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀίω | 170 | |
ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. | 171 | |
τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 172 | |
φεῦγε μάλ' εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἔγωγε | 173 | |
λίσσομαι εἵνεκ' ἐμεῖο μένειν· πάρ' ἔμοιγε καὶ ἄλλοι | 174 | |
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. | 175 | |
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· | 176 | |
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· | 177 | |
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν· | 178 | |
οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι | 179 | |
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω, | 180 | |
οὐδ' ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· | 181 | |
ὡς ἔμ' ἀφαιρεῖται Χρυσηίδα Φοῖβος Ἀπόλλων, | 182 | |
τὴν μὲν ἐγὼ σὺν νηί τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισι | 183 | |
πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηίδα καλλιπάρῃον | 184 | |
αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ' ἐὺ εἰδῇς | 185 | |
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος | 186 | |
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. | 187 | |
ὣς φάτο· Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ | 188 | |
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, | 189 | |
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ | 190 | |
τοὺς μὲν ἀναστήσειεν, ὃ δ' Ἀτρεΐδην ἐναρίζοι, | 191 | |
ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. | 192 | |
ἧος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, | 193 | |
ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη | 194 | |
οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη | 195 | |
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· | 196 | |
στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα | 197 | |
οἴῳ φαινομένη· τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο. | 198 | |
θάμβησεν δ' Ἀχιλεύς, μετὰ δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω | 199 | |
Παλλάδ' Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· | 200 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 201 | |
τίπτ' αὖτ' αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; | 202 | |
ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; | 203 | |
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· | 204 | |
ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ. | 205 | |
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 206 | |
ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, | 207 | |
οὐρανόθεν· πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη | 208 | |
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· | 209 | |
ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· | 210 | |
ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· | 211 | |
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 212 | |
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα | 213 | |
ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν. | 214 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 215 | |
χρὴ μὲν σφωίτερόν γε θεὰ ἔπος εἰρύσσασθαι | 216 | |
καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· | 217 | |
ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ' ἔκλυον αὐτοῦ. | 218 | |
ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, | 219 | |
ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε | 220 | |
μύθῳ Ἀθηναίης· ἣ δ' Οὔλυμπον δὲ βεβήκει | 221 | |
δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. | 222 | |
Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν | 223 | |
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· | 224 | |
οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο, | 225 | |
οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι | 226 | |
οὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν | 227 | |
τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. | 228 | |
ἦ πολὺ λώιόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν | 229 | |
δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· | 230 | |
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· | 231 | |
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. | 232 | |
ἀλλ' ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· | 233 | |
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους | 234 | |
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, | 235 | |
οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε | 236 | |
φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν | 237 | |
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας | 238 | |
πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· | 239 | |
ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν | 240 | |
σύμπαντας· τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περ | 241 | |
χραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιο | 242 | |
θνήσκοντες πίπτωσι· σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις | 243 | |
χωόμενος ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας. | 244 | |
ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ | 245 | |
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός· | 246 | |
Ἀτρεΐδης δ' ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ | 247 | |
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, | 248 | |
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· | 249 | |
τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων | 250 | |
ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο | 251 | |
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν· | 252 | |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 253 | |
ὦ πόποι ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει· | 254 | |
ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες | 255 | |
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ | 256 | |
εἰ σφῶιν τάδε πάντα πυθοίατο μαρναμένοιιν, | 257 | |
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι. | 258 | |
ἀλλὰ πίθεσθ'· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· | 259 | |
ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν | 260 | |
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον. | 261 | |
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, | 262 | |
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν | 263 | |
Καινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον | 264 | |
[Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·] | 265 | |
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· | 266 | |
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο | 267 | |
φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. | 268 | |
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν | 269 | |
τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· | 270 | |
καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ· κείνοισι δ' ἂν οὔ τις | 271 | |
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· | 272 | |
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· | 273 | |
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· | 274 | |
μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, | 275 | |
ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· | 276 | |
μήτε σὺ Πηλεΐδη, θέλ' ἐριζέμεναι βασιλῆι | 277 | |
ἀντιβίην, ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμῆς | 278 | |
σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. | 279 | |
εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, | 280 | |
ἀλλ' ὅδε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. | 281 | |
Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε | 282 | |
λίσσομ' Ἀχιλλῆι μεθέμεν χόλον, ὃς μέγα πᾶσιν | 283 | |
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο. | 284 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 285 | |
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· | 286 | |
ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, | 287 | |
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν, | 288 | |
πᾶσι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀίω· | 289 | |
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες | 290 | |
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; | 291 | |
τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· | 292 | |
ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην | 293 | |
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· | 294 | |
ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε | 295 | |
[σήμαιν'· οὐ γὰρ ἔγωγ' ἔτι σοὶ πείσεσθαι ὀίω.] | 296 | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 297 | |
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης | 298 | |
οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες· | 299 | |
τῶν δ' ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ μελαίνῃ | 300 | |
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο· | 301 | |
εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· | 302 | |
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. | 303 | |
ὣς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν | 304 | |
ἀνστήτην, λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· | 305 | |
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐίσας | 306 | |
ἤιε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· | 307 | |
Ἀτρεΐδης δ' ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, | 308 | |
ἐς δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην | 309 | |
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηίδα καλλιπάρῃον | 310 | |
εἷσεν ἄγων· ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. | 311 | |
οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, | 312 | |
λαοὺς δ' Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· | 313 | |
οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, | 314 | |
ἔρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας | 315 | |
ταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο· | 316 | |
κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. | 317 | |
ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ' Ἀγαμέμνων | 318 | |
λῆγ' ἔριδος τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆι, | 319 | |
ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, | 320 | |
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· | 321 | |
ἔρχεσθον κλισίην Πηληιάδεω Ἀχιλῆος· | 322 | |
χειρὸς ἑλόντ' ἀγέμεν Βρισηίδα καλλιπάρῃον· | 323 | |
εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι | 324 | |
ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται. | 325 | |
ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 326 | |
τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο, | 327 | |
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, | 328 | |
τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃ | 329 | |
ἥμενον· οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. | 330 | |
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα | 331 | |
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο· | 332 | |
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· | 333 | |
χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, | 334 | |
ἆσσον ἴτ'· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ' Ἀγαμέμνων, | 335 | |
ὃ σφῶι προΐει Βρισηίδος εἵνεκα κούρης. | 336 | |
ἀλλ' ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην | 337 | |
καί σφωιν δὸς ἄγειν· τὼ δ' αὐτὼ μάρτυροι ἔστων | 338 | |
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων | 339 | |
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ' αὖτε | 340 | |
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι | 341 | |
τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ' ὀλοιῇσι φρεσὶ θύει, | 342 | |
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, | 343 | |
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. | 344 | |
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, | 345 | |
ἐκ δ' ἄγαγε κλισίης Βρισηίδα καλλιπάρῃον, | 346 | |
δῶκε δ' ἄγειν· τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· | 347 | |
ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς | 348 | |
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, | 349 | |
θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπ' ἀπείρονα πόντον | 350 | |
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· | 351 | |
μῆτερ ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, | 352 | |
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι | 353 | |
Ζεὺς ὑψιβρεμέτης· νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν· | 354 | |
ἦ γάρ μ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 355 | |
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 356 | |
ὣς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ | 357 | |
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· | 358 | |
καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ' ὀμίχλη, | 359 | |
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος, | 360 | |
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 361 | |
τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; | 362 | |
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. | 363 | |
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 364 | |
οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ' ἀγορεύω; | 365 | |
ᾠχόμεθ' ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, | 366 | |
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· | 367 | |
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, | 368 | |
ἐκ δ' ἕλον Ἀτρεΐδῃ Χρυσηίδα καλλιπάρῃον. | 369 | |
Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος | 370 | |
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων | 371 | |
λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα, | 372 | |
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος | 373 | |
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, | 374 | |
Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. | 375 | |
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ | 376 | |
αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· | 377 | |
ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, | 378 | |
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 379 | |
χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ' Ἀπόλλων | 380 | |
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, | 381 | |
ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ | 382 | |
θνῇσκον ἐπασσύτεροι, τὰ δ' ἐπῴχετο κῆλα θεοῖο | 383 | |
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις | 384 | |
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. | 385 | |
αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· | 386 | |
Ἀτρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰς | 387 | |
ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· | 388 | |
τὴν μὲν γὰρ σὺν νηὶ θοῇ ἑλίκωπες Ἀχαιοὶ | 389 | |
ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· | 390 | |
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες | 391 | |
κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. | 392 | |
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· | 393 | |
ἐλθοῦσ' Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι | 394 | |
ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. | 395 | |
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα | 396 | |
εὐχομένης ὅτ' ἔφησθα κελαινεφέι Κρονίωνι | 397 | |
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, | 398 | |
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι | 399 | |
Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· | 400 | |
ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, | 401 | |
ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν Ὄλυμπον, | 402 | |
ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες | 403 | |
Αἰγαίων', ὃ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων· | 404 | |
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· | 405 | |
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν. | 406 | |
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων | 407 | |
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, | 408 | |
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι Ἀχαιοὺς | 409 | |
κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, | 410 | |
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 411 | |
ἣν ἄτην ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. | 412 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· | 413 | |
ὤ μοι τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα; | 414 | |
αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων | 415 | |
ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· | 416 | |
νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων | 417 | |
ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. | 418 | |
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ | 419 | |
εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. | 420 | |
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι | 421 | |
μήνι' Ἀχαιοῖσιν, πολέμου δ' ἀποπαύεο πάμπαν· | 422 | |
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας | 423 | |
χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες ἕποντο· | 424 | |
δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, | 425 | |
καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, | 426 | |
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. | 427 | |
ὣς ἄρα φωνήσασ' ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦ | 428 | |
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς | 429 | |
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς | 430 | |
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. | 431 | |
οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο | 432 | |
ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηὶ μελαίνῃ, | 433 | |
ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες | 434 | |
καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. | 435 | |
ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν· | 436 | |
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, | 437 | |
ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· | 438 | |
ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο. | 439 | |
τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς | 440 | |
πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· | 441 | |
ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 442 | |
παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην | 443 | |
ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ' ἱλασόμεσθα ἄνακτα, | 444 | |
ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν. | 445 | |
ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων | 446 | |
παῖδα φίλην· τοὶ δ' ὦκα θεῷ ἱερὴν ἑκατόμβην | 447 | |
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, | 448 | |
χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. | 449 | |
τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών· | 450 | |
κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας | 451 | |
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· | 452 | |
ἦ μὲν δή ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, | 453 | |
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν· | 454 | |
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ· | 455 | |
ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. | 456 | |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων. | 457 | |
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, | 458 | |
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, | 459 | |
μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν | 460 | |
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν· | 461 | |
καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον | 462 | |
λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. | 463 | |
αὐτὰρ ἐπεὶ κατὰ μῆρα κάη καὶ σπλάγχνα πάσαντο, | 464 | |
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, | 465 | |
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 466 | |
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα | 467 | |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. | 468 | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 469 | |
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, | 470 | |
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· | 471 | |
οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο | 472 | |
καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν | 473 | |
μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ' ἀκούων. | 474 | |
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, | 475 | |
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· | 476 | |
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, | 477 | |
καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· | 478 | |
τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· | 479 | |
οἳ δ' ἱστὸν στήσαντ' ἀνά θ' ἱστία λευκὰ πέτασσαν, | 480 | |
ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα | 481 | |
στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης· | 482 | |
ἣ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. | 483 | |
αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, | 484 | |
νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν | 485 | |
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν· | 486 | |
αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. | 487 | |
αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι | 488 | |
διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· | 489 | |
οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν | 490 | |
οὔτέ ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ | 491 | |
αὖθι μένων, ποθέεσκε δ' ἀϋτήν τε πτόλεμόν τε. | 492 | |
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς, | 493 | |
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες | 494 | |
πάντες ἅμα, Ζεὺς δ' ἦρχε· Θέτις δ' οὐ λήθετ' ἐφετμέων | 495 | |
παιδὸς ἑοῦ, ἀλλ' ἥ γ' ἀνεδύσετο κῦμα θαλάσσης. | 496 | |
ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. | 497 | |
εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων | 498 | |
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· | 499 | |
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνων | 500 | |
σκαιῇ, δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα | 501 | |
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· | 502 | |
Ζεῦ πάτερ εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα | 503 | |
ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· | 504 | |
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων | 505 | |
ἔπλετ'· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 506 | |
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 507 | |
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· | 508 | |
τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ' ἂν Ἀχαιοὶ | 509 | |
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. | 510 | |
ὣς φάτο· τὴν δ' οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, | 511 | |
ἀλλ' ἀκέων δὴν ἧστο· Θέτις δ' ὡς ἥψατο γούνων | 512 | |
ὣς ἔχετ' ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· | 513 | |
νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον | 514 | |
ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδέω | 515 | |
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. | 516 | |
τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· | 517 | |
ἦ δὴ λοίγια ἔργ' ὅ τέ μ' ἐχθοδοπῆσαι ἐφήσεις | 518 | |
Ἥρῃ ὅτ' ἄν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· | 519 | |
ἣ δὲ καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι | 520 | |
νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. | 521 | |
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ | 522 | |
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· | 523 | |
εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· | 524 | |
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον | 525 | |
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν | 526 | |
οὐδ' ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. | 527 | |
ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων· | 528 | |
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος | 529 | |
κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον. | 530 | |
τώ γ' ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα | 531 | |
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου, | 532 | |
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ' ἅμα πάντες ἀνέσταν | 533 | |
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη | 534 | |
μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες. | 535 | |
ὣς ὃ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη | 536 | |
ἠγνοίησεν ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰς | 537 | |
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. | 538 | |
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· | 539 | |
τίς δ' αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; | 540 | |
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα | 541 | |
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι | 542 | |
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. | 543 | |
τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· | 544 | |
Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους | 545 | |
εἰδήσειν· χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ· | 546 | |
ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα | 547 | |
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ' ἀνθρώπων· | 548 | |
ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι | 549 | |
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. | 550 | |
τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· | 551 | |
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; | 552 | |
καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε μεταλλῶ, | 553 | |
ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεαι ἅσσ' ἐθέλῃσθα. | 554 | |
νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ | 555 | |
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· | 556 | |
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· | 557 | |
τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα | 558 | |
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. | 559 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 560 | |
δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· | 561 | |
πρῆξαι δ' ἔμπης οὔ τι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ | 562 | |
μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. | 563 | |
εἰ δ' οὕτω τοῦτ' ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· | 564 | |
ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ, | 565 | |
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ | 566 | |
ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. | 567 | |
ὣς ἔφατ' ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, | 568 | |
καί ῥ' ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· | 569 | |
ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· | 570 | |
τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν | 571 | |
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· | 572 | |
ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά, | 573 | |
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, | 574 | |
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς | 575 | |
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. | 576 | |
μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ | 577 | |
πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διί, ὄφρα μὴ αὖτε | 578 | |
νεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ. | 579 | |
εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς | 580 | |
ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. | 581 | |
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· | 582 | |
αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. | 583 | |
ὣς ἄρ' ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον | 584 | |
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· | 585 | |
τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, | 586 | |
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι | 587 | |
θεινομένην, τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ | 588 | |
χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· | 589 | |
ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα | 590 | |
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, | 591 | |
πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι | 592 | |
κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν· | 593 | |
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. | 594 | |
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, | 595 | |
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· | 596 | |
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν | 597 | |
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· | 598 | |
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν | 599 | |
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. | 600 | |
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα | 601 | |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐίσης, | 602 | |
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' Ἀπόλλων, | 603 | |
Μουσάων θ' αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. | 604 | |
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, | 605 | |
οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, | 606 | |
ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις | 607 | |
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· | 608 | |
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤι' Ὀλύμπιος ἀστεροπητής, | 609 | |
ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· | 610 | |
ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. | 611 | |