Vasile Stancu

ILIADA




Cântul XVIII


ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,001
Ἀντίλοχος δ' Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.002
τὸν δ' εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων003
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν·004
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 005
ὤ μοι ἐγώ, τί τ' ἄρ' αὖτε κάρη κομόωντες Ἀχαιοὶ006
νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;007
μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,008
ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε009
Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο 010
χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.011
ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς012
σχέτλιος· ἦ τ' ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ013
ἂψ ἐπὶ νῆας ἴμεν, μηδ' Ἕκτορι ἶφι μάχεσθαι.014


εἷος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, 015
τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς016
δάκρυα θερμὰ χέων, φάτο δ' ἀγγελίην ἀλεγεινήν·017
ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς018
πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.019
κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται 020
γυμνοῦ· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.021


ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·022
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν023
χεύατο κὰκ κεφαλῆς, χαρίεν δ' ᾔσχυνε πρόσωπον·024
νεκταρέῳ δὲ χιτῶνι μέλαιν' ἀμφίζανε τέφρη. 025
αὐτὸς δ' ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς026
κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.027
δμῳαὶ δ' ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε028
θυμὸν ἀκηχέμεναι μεγάλ' ἴαχον, ἐκ δὲ θύραζε029
ἔδραμον ἀμφ' Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι 030
στήθεα πεπλήγοντο, λύθεν δ' ὑπὸ γυῖα ἑκάστης.031
Ἀντίλοχος δ' ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων032
χεῖρας ἔχων Ἀχιλῆος· ὃ δ' ἔστενε κυδάλιμον κῆρ·033
δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.034
σμερδαλέον δ' ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ 035
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,036
κώκυσέν τ' ἄρ' ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο037
πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.038
ἔνθ' ἄρ' ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε039
Νησαίη Σπειώ τε Θόη θ' Ἁλίη τε βοῶπις 040
Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια041
καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ042
Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε043
Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα044
Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια 045
Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·046
ἔνθα δ' ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα047
Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ' Ἀμάθεια048
ἄλλαι θ' αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.049
τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ' ἅμα πᾶσαι 050
στήθεα πεπλήγοντο, Θέτις δ' ἐξῆρχε γόοιο·051
κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ' ἐῢ πᾶσαι052
εἴδετ' ἀκούουσαι ὅσ' ἐμῷ ἔνι κήδεα θυμῷ.053
ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,054
ἥ τ' ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε 055
ἔξοχον ἡρώων· ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος·056
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς057
νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω058
Τρωσὶ μαχησόμενον· τὸν δ' οὐχ ὑποδέξομαι αὖτις059
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. 060
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο061
ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.062
ἀλλ' εἶμ', ὄφρα ἴδωμι φίλον τέκος, ἠδ' ἐπακούσω063
ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.064


ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ 065
δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης066
ῥήγνυτο· ταὶ δ' ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο067
ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ068
Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ' Ἀχιλῆα.069
τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, 070
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,071
καί ῥ' ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·072
τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;073
ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται074
ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ' εὔχεο χεῖρας ἀνασχὼν 075
πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν076
σεῦ ἐπιδευομένους, παθέειν τ' ἀεκήλια ἔργα.077


τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·078
μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·079
ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ' ἑταῖρος 080
Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων081
ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ' Ἕκτωρ082
δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι083
καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα084
ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. 085
αἴθ' ὄφελες σὺ μὲν αὖθι μετ' ἀθανάτῃς ἁλίῃσι086
ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.087
νῦν δ' ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη088
παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις089
οἴκαδε νοστήσαντ', ἐπεὶ οὐδ' ἐμὲ θυμὸς ἄνωγε 090
ζώειν οὐδ' ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ091
πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,092
Πατρόκλοιο δ' ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.093


τὸν δ' αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·094
ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ' ἀγορεύεις· 095
αὐτίκα γάρ τοι ἔπειτα μεθ' Ἕκτορα πότμος ἑτοῖμος.096


τὴν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·097
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἑταίρῳ098
κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης099
ἔφθιτ', ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. 100
νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,101
οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ' ἑτάροισι102
τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,103
ἀλλ' ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,104
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων 105
ἐν πολέμῳ· ἀγορῇ δέ τ' ἀμείνονές εἰσι καὶ ἄλλοι.106
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ' ἀνθρώπων ἀπόλοιτο107
καὶ χόλος, ὅς τ' ἐφέηκε πολύφρονά περ χαλεπῆναι,108
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο109
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· 110
ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.111
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,112
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·113
νῦν δ' εἶμ' ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω114
Ἕκτορα· κῆρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ 115
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι.116
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,117
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι·118
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.119
ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, 120
κείσομ' ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,121
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων122
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων123
δάκρυ' ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,124
γνοῖεν δ' ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· 125
μὴ δέ μ' ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις.126


τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·127
ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι128
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.129
ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται 130
χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ131
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι132
δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.133
ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος134
πρίν γ' ἐμὲ δεῦρ' ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· 135
ἠῶθεν γὰρ νεῦμαι ἅμ' ἠελίῳ ἀνιόντι136
τεύχεα καλὰ φέρουσα παρ' Ἡφαίστοιο ἄνακτος.137


ὣς ἄρα φωνήσασα πάλιν τράπεθ' υἷος ἑοῖο,138
καὶ στρεφθεῖσ' ἁλίῃσι κασιγνήτῃσι μετηύδα·139
ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον 140
ὀψόμεναί τε γέρονθ' ἅλιον καὶ δώματα πατρός,141
καί οἱ πάντ' ἀγορεύσατ'· ἐγὼ δ' ἐς μακρὸν Ὄλυμπον142
εἶμι παρ' Ἥφαιστον κλυτοτέχνην, αἴ κ' ἐθέλῃσιν143
υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.144


ὣς ἔφαθ', αἳ δ' ὑπὸ κῦμα θαλάσσης αὐτίκ' ἔδυσαν· 145
ἣ δ' αὖτ' Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα146
ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε' ἐνείκαι.147


τὴν μὲν ἄρ' Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ148
θεσπεσίῳ ἀλαλητῷ ὑφ' Ἕκτορος ἀνδροφόνοιο149
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. 150
οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ151
ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ' Ἀχιλῆος·152
αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι153
Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.154
τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ 155
ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·156
τρὶς δὲ δύ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν157
νεκροῦ ἀπεστυφέλιξαν· ὃ δ' ἔμπεδον ἀλκὶ πεποιθὼς158
ἄλλοτ' ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δ' αὖτε159
στάσκε μέγα ἰάχων· ὀπίσω δ' οὐ χάζετο πάμπαν. 160
ὡς δ' ἀπὸ σώματος οὔ τι λέοντ' αἴθωνα δύνανται161
ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,162
ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ163
Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.164
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, 165
εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις166
ἄγγελος ἦλθε θέουσ' ἀπ' Ὀλύμπου θωρήσσεσθαι167
κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη.168
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·169
ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν· 170
Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ171
ἕστηκε πρὸ νεῶν· οἳ δ' ἀλλήλους ὀλέκουσιν172
οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,173
οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν174
Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ 175
ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε176
πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ' ἁπαλῆς ἀπὸ δειρῆς.177
ἀλλ' ἄνα μηδ' ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω178
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι·179
σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ. 180


τὴν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·181
Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;182


τὸν δ' αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·183
Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις·184
οὐδ' οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος 185
ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.186


τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·187
πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχε' ἐκεῖνοι·188
μήτηρ δ' οὔ με φίλη πρίν γ' εἴα θωρήσσεσθαι189
πρίν γ' αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· 190
στεῦτο γὰρ Ἡφαίστοιο πάρ' οἰσέμεν ἔντεα καλά.191
ἄλλου δ' οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,192
εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.193
ἀλλὰ καὶ αὐτὸς ὅ γ' ἔλπομ' ἐνὶ πρώτοισιν ὁμιλεῖ194
ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. 195


τὸν δ' αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις·196
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε' ἔχονται·197
ἀλλ' αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,198
αἴ κέ σ' ὑποδείσαντες ἀπόσχωνται πολέμοιο199
Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν 200
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.201


ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις,202
αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δ' Ἀθήνη203
ὤμοις ἰφθίμοισι βάλ' αἰγίδα θυσσανόεσσαν,204
ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων 205
χρύσεον, ἐκ δ' αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.206
ὡς δ' ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ' ἵκηται207
τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται,208
οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ209
ἄστεος ἐκ σφετέρου· ἅμα δ' ἠελίῳ καταδύντι 210
πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δ' αὐγὴ211
γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,212
αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται·213
ὣς ἀπ' Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ' ἵκανε·214
στῆ δ' ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδ' ἐς Ἀχαιοὺς 215
μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετ' ἐφετμήν.216
ἔνθα στὰς ἤϋσ', ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη217
φθέγξατ'· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.218
ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ219
ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, 220
ὣς τότ' ἀριζήλη φωνὴ γένετ' Αἰακίδαο.221
οἳ δ' ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,222
πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι223
ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.224
ἡνίοχοι δ' ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ 225
δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος226
δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.227
τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ' ἴαχε δῖος Ἀχιλλεύς,228
τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ' ἐπίκουροι.229
ἔνθα δὲ καὶ τότ' ὄλοντο δυώδεκα φῶτες ἄριστοι 230
ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ231
ἀσπασίως Πάτροκλον ὑπ' ἐκ βελέων ἐρύσαντες232
κάτθεσαν ἐν λεχέεσσι· φίλοι δ' ἀμφέσταν ἑταῖροι233
μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετ' Ἀχιλλεὺς234
δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον 235
κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,236
τόν ῥ' ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν237
ἐς πόλεμον, οὐδ' αὖτις ἐδέξατο νοστήσαντα.238


Ἠέλιον δ' ἀκάμαντα βοῶπις πότνια Ἥρη239
πέμψεν ἐπ' Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι· 240
ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ241
φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.242


Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης243
χωρήσαντες ἔλυσαν ὑφ' ἅρμασιν ὠκέας ἵππους,244
ἐς δ' ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι. 245
ὀρθῶν δ' ἑσταότων ἀγορὴ γένετ', οὐδέ τις ἔτλη246
ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκ' Ἀχιλλεὺς247
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς.248
τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ' ἀγορεύειν249
Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· 250
Ἕκτορι δ' ἦεν ἑταῖρος, ἰῇ δ' ἐν νυκτὶ γένοντο,251
ἀλλ' ὃ μὲν ἂρ μύθοισιν, ὃ δ' ἔγχεϊ πολλὸν ἐνίκα·252
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·253
ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε254
ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν 255
ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δ' ἀπὸ τείχεός εἰμεν.256
ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ257
τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·258
χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων259
ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. 260
νῦν δ' αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·261
οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει262
μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ263
ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,264
ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. 265
ἀλλ' ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·266
νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα267
ἀμβροσίη· εἰ δ' ἄμμε κιχήσεται ἐνθάδ' ἐόντας268
αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν269
γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν 270
ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται271
Τρώων· αἲ γὰρ δή μοι ἀπ' οὔατος ὧδε γένοιτο.272
εἰ δ' ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,273
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι274
ὑψηλαί τε πύλαι σανίδες τ' ἐπὶ τῇς ἀραρυῖαι 275
μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·276
πρῶϊ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες277
στησόμεθ' ἂμ πύργους· τῷ δ' ἄλγιον, αἴ κ' ἐθέλῃσιν278
ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.279
ἂψ πάλιν εἶσ' ἐπὶ νῆας, ἐπεί κ' ἐριαύχενας ἵππους 280
παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·281
εἴσω δ' οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,282
οὐδέ ποτ' ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.283


τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·284
Πουλυδάμα σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις, 285
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.286
ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;287
πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι288
πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·289
νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, 290
πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν291
κτήματα περνάμεν' ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.292
νῦν δ' ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω293
κῦδος ἀρέσθ' ἐπὶ νηυσί, θαλάσσῃ τ' ἔλσαι Ἀχαιούς,294
νήπιε μηκέτι ταῦτα νοήματα φαῖν' ἐνὶ δήμῳ· 295
οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.296
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.297
νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,298
καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·299
Τρώων δ' ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, 300
συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι·301
τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.302
πρῶϊ δ' ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες303
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.304
εἰ δ' ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, 305
ἄλγιον αἴ κ' ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε306
φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλ' ἄντην307
στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην.308
ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα.309


ὣς Ἕκτωρ ἀγόρευ', ἐπὶ δὲ Τρῶες κελάδησαν 310
νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.311
Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,312
Πουλυδάμαντι δ' ἄρ' οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.313
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ314
παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. 315
τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο316
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου317
πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,318
ᾧ ῥά θ' ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ319
ὕλης ἐκ πυκινῆς· ὃ δέ τ' ἄχνυται ὕστερος ἐλθών, 320
πολλὰ δέ τ' ἄγκε' ἐπῆλθε μετ' ἀνέρος ἴχνι' ἐρευνῶν321
εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ·322
ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν·323
ὢ πόποι ἦ ῥ' ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ324
θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· 325
φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν326
Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν.327
ἀλλ' οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ·328
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι329
αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδ' ἐμὲ νοστήσαντα 330
δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς331
οὐδὲ Θέτις μήτηρ, ἀλλ' αὐτοῦ γαῖα καθέξει.332
νῦν δ' ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ' ὑπὸ γαῖαν,333
οὔ σε πρὶν κτεριῶ πρίν γ' Ἕκτορος ἐνθάδ' ἐνεῖκαι334
τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· 335
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω336
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.337
τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,338
ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι339
κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, 340
τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ341
πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.342


ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς343
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα344
Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα. 345
οἳ δὲ λοετροχόον τρίποδ' ἵστασαν ἐν πυρὶ κηλέῳ,346
ἐν δ' ἄρ' ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.347
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ' ὕδωρ·348
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,349
καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ' ἐλαίῳ, 350
ἐν δ' ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·351
ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν352
ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.353
παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ' Ἀχιλῆα354
Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες· 355
Ζεὺς δ' Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·356
ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη357
ἀνστήσασ' Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο358
ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.359


τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· 360
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.361
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,362
ὅς περ θνητός τ' ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·363
πῶς δὴ ἔγωγ', ἥ φημι θεάων ἔμμεν ἀρίστη,364
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις 365
κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις,366
οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;367


ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·368
Ἡφαίστου δ' ἵκανε δόμον Θέτις ἀργυρόπεζα369
ἄφθιτον ἀστερόεντα μεταπρεπέ' ἀθανάτοισι 370
χάλκεον, ὅν ῥ' αὐτὸς ποιήσατο κυλλοποδίων.371
τὸν δ' εὗρ' ἱδρώοντα ἑλισσόμενον περὶ φύσας372
σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν373
ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,374
χρύσεα δέ σφ' ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, 375
ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ' ἀγῶνα376
ἠδ' αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.377
οἳ δ' ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δ' οὔ πω378
δαιδάλεα προσέκειτο· τά ῥ' ἤρτυε, κόπτε δὲ δεσμούς.379
ὄφρ' ὅ γε ταῦτ' ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, 380
τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.381
τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος382
καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·383
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·384
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ 385
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.386
ἀλλ' ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.387


ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.388
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου389
καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· 390
κέκλετο δ' Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·391
Ἥφαιστε πρόμολ' ὧδε· Θέτις νύ τι σεῖο χατίζει.392
τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις·393
ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,394
ἥ μ' ἐσάωσ' ὅτε μ' ἄλγος ἀφίκετο τῆλε πεσόντα 395
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μ' ἐθέλησε396
κρύψαι χωλὸν ἐόντα· τότ' ἂν πάθον ἄλγεα θυμῷ,397
εἰ μή μ' Εὐρυνόμη τε Θέτις θ' ὑπεδέξατο κόλπῳ398
Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.399
τῇσι παρ' εἰνάετες χάλκευον δαίδαλα πολλά, 400
πόρπας τε γναμπτάς θ' ἕλικας κάλυκάς τε καὶ ὅρμους401
ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο402
ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος403
ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,404
ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μ' ἐσάωσαν. 405
ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ406
πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.407
ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,408
ὄφρ' ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.409


ἦ, καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη 410
χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.411
φύσας μέν ῥ' ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα412
λάρνακ' ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο·413
σπόγγῳ δ' ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ' ἀπομόργνυ414
αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, 415
δῦ δὲ χιτῶν', ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε416
χωλεύων· ὑπὸ δ' ἀμφίπολοι ῥώοντο ἄνακτι417
χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.418
τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ419
καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. 420
αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων421
πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ,422
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·423
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ424
αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. 425
αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,426
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.427


τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·428
Ἥφαιστ', ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσ' ἐν Ὀλύμπῳ,429
τοσσάδ' ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ 430
ὅσσ' ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν;431
ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν432
Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν433
πολλὰ μάλ' οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ434
κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν, 435
υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε436
ἔξοχον ἡρώων· ὃ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος·437
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς438
νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω439
Τρωσὶ μαχησόμενον· τὸν δ' οὐχ ὑποδέξομαι αὖτις 440
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.441
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο442
ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.443
κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,444
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. 445
ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς446
Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε447
εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες448
Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρ' ὀνόμαζον.449
ἔνθ' αὐτὸς μὲν ἔπειτ' ἠναίνετο λοιγὸν ἀμῦναι, 450
αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,451
πέμπε δέ μιν πόλεμον δέ, πολὺν δ' ἅμα λαὸν ὄπασσε.452
πᾶν δ' ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι·453
καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων454
πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν 455
ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.456
τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι, αἴ κ' ἐθέλῃσθα457
υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν458
καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας459
καὶ θώρηχ'· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος 460
Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.461


τὴν δ' ἠμείβετ' ἔπειτα περικλυτὸς ἀμφιγυήεις·462
θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.463
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην464
νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, 465
ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε466
ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.467


ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δ' ἐπὶ φύσας·468
τὰς δ' ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.469
φῦσαι δ' ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων 470
παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,471
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δ' αὖτε,472
ὅππως Ἥφαιστός τ' ἐθέλοι καὶ ἔργον ἄνοιτο.473
χαλκὸν δ' ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε474
καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα 475
θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ476
ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.477


ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε478
πάντοσε δαιδάλλων, περὶ δ' ἄντυγα βάλλε φαεινὴν479
τρίπλακα μαρμαρέην, ἐκ δ' ἀργύρεον τελαμῶνα. 480
πέντε δ' ἄρ' αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ481
ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.482


ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν,483
ἠέλιόν τ' ἀκάμαντα σελήνην τε πλήθουσαν,484
ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται, 485
Πληϊάδας θ' Ὑάδας τε τό τε σθένος Ὠρίωνος486
Ἄρκτόν θ', ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,487
ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει,488
οἴη δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.489


ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων 490
καλάς. ἐν τῇ μέν ῥα γάμοι τ' ἔσαν εἰλαπίναι τε,491
νύμφας δ' ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων492
ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δ' ὑμέναιος ὀρώρει·493
κοῦροι δ' ὀρχηστῆρες ἐδίνεον, ἐν δ' ἄρα τοῖσιν494
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες 495
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.496
λαοὶ δ' εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος497
ὠρώρει, δύο δ' ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς498
ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντ' ἀποδοῦναι499
δήμῳ πιφαύσκων, ὃ δ' ἀναίνετο μηδὲν ἑλέσθαι· 500
ἄμφω δ' ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.501
λαοὶ δ' ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί·502
κήρυκες δ' ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες503
εἵατ' ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,504
σκῆπτρα δὲ κηρύκων ἐν χέρσ' ἔχον ἠεροφώνων· 505
τοῖσιν ἔπειτ' ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον.506
κεῖτο δ' ἄρ' ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,507
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.508


τὴν δ' ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν509
τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, 510
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι511
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν·512
οἳ δ' οὔ πω πείθοντο, λόχῳ δ' ὑπεθωρήσσοντο.513
τεῖχος μέν ῥ' ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα514
ῥύατ' ἐφεσταότες, μετὰ δ' ἀνέρες οὓς ἔχε γῆρας· 515
οἳ δ' ἴσαν· ἦρχε δ' ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη516
ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην,517
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ518
ἀμφὶς ἀριζήλω· λαοὶ δ' ὑπολίζονες ἦσαν.519
οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι 520
ἐν ποταμῷ, ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,521
ἔνθ' ἄρα τοί γ' ἵζοντ' εἰλυμένοι αἴθοπι χαλκῷ.522
τοῖσι δ' ἔπειτ' ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν523
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.524
οἳ δὲ τάχα προγένοντο, δύω δ' ἅμ' ἕποντο νομῆες 525
τερπόμενοι σύριγξι· δόλον δ' οὔ τι προνόησαν.526
οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δ' ἔπειτα527
τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ528
ἀργεννέων οἰῶν, κτεῖνον δ' ἐπὶ μηλοβοτῆρας.529
οἳ δ' ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν 530
εἰράων προπάροιθε καθήμενοι, αὐτίκ' ἐφ' ἵππων531
βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δ' ἵκοντο.532
στησάμενοι δ' ἐμάχοντο μάχην ποταμοῖο παρ' ὄχθας,533
βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.534
ἐν δ' Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δ' ὀλοὴ Κήρ, 535
ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,536
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·537
εἷμα δ' ἔχ' ἀμφ' ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.538
ὡμίλευν δ' ὥς τε ζωοὶ βροτοὶ ἠδ' ἐμάχοντο,539
νεκρούς τ' ἀλλήλων ἔρυον κατατεθνηῶτας. 540


ἐν δ' ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν541
εὐρεῖαν τρίπολον· πολλοὶ δ' ἀροτῆρες ἐν αὐτῇ542
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.543
οἳ δ' ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,544
τοῖσι δ' ἔπειτ' ἐν χερσὶ δέπας μελιηδέος οἴνου 545
δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀν' ὄγμους,546
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.547
ἣ δὲ μελαίνετ' ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει,548
χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο.549


ἐν δ' ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δ' ἔριθοι 550
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.551
δράγματα δ' ἄλλα μετ' ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,552
ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.553
τρεῖς δ' ἄρ' ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε554
παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες 555
ἀσπερχὲς πάρεχον· βασιλεὺς δ' ἐν τοῖσι σιωπῇ556
σκῆπτρον ἔχων ἑστήκει ἐπ' ὄγμου γηθόσυνος κῆρ.557
κήρυκες δ' ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,558
βοῦν δ' ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες559
δεῖπνον ἐρίθοισιν λεύκ' ἄλφιτα πολλὰ πάλυνον. 560


ἐν δ' ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν561
καλὴν χρυσείην· μέλανες δ' ἀνὰ βότρυες ἦσαν,562
ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.563
ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ' ἕρκος ἔλασσε564
κασσιτέρου· μία δ' οἴη ἀταρπιτὸς ἦεν ἐπ' αὐτήν, 565
τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.566
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες567
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.568
τοῖσιν δ' ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ569
ἱμερόεν κιθάριζε, λίνον δ' ὑπὸ καλὸν ἄειδε 570
λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ571
μολπῇ τ' ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.572


ἐν δ' ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων·573
αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,574
μυκηθμῷ δ' ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ 575
πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα.576
χρύσειοι δὲ νομῆες ἅμ' ἐστιχόωντο βόεσσι577
τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.578
σμερδαλέω δὲ λέοντε δύ' ἐν πρώτῃσι βόεσσι579
ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς 580
ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδ' αἰζηοί.581
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην582
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες583
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.584
οἳ δ' ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, 585
ἱστάμενοι δὲ μάλ' ἐγγὺς ὑλάκτεον ἔκ τ' ἀλέοντο.586


ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις587
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,588
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.589


ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, 590
τῷ ἴκελον οἷόν ποτ' ἐνὶ Κνωσῷ εὐρείῃ591
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.592
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι593
ὀρχεῦντ' ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.594
τῶν δ' αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας 595
εἵατ' ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ·596
καί ῥ' αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας597
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.598
οἳ δ' ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι599
ῥεῖα μάλ', ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν 600
ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν·601
ἄλλοτε δ' αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.602
πολλὸς δ' ἱμερόεντα χορὸν περιίσταθ' ὅμιλος603
τερπόμενοι· [τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεοῖς ἀοιδὸς]604
δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς [φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς] 605
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.606


ἐν δ' ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο607
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.608


αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,609
τεῦξ' ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, 610
τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν611
καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε,612
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.613


αὐτὰρ ἐπεὶ πάνθ' ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,614
μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. 615
ἣ δ' ἴρηξ ὣς ἆλτο κατ' Οὐλύμπου νιφόεντος616
τεύχεα μαρμαίροντα παρ' Ἡφαίστοιο φέρουσα.617