Vasile Stancu

ILIADA




Cântul XIII


Ζεὺς δ' ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε,001
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τ' ἐχέμεν καὶ ὀϊζὺν002
νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ003
νόσφιν ἐφ' ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν004
Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν 005
γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων.006
ἐς Τροίην δ' οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ·007
οὐ γὰρ ὅ γ' ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν008
ἐλθόντ' ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν.009


οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· 010
καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε011
ὑψοῦ ἐπ' ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης012
Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη,013
φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν.014
ἔνθ' ἄρ' ὅ γ' ἐξ ἁλὸς ἕζετ' ἰών, ἐλέαιρε δ' Ἀχαιοὺς 015
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.016


αὐτίκα δ' ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος017
κραιπνὰ ποσὶ προβιβάς· τρέμε δ' οὔρεα μακρὰ καὶ ὕλη018
ποσσὶν ὑπ' ἀθανάτοισι Ποσειδάωνος ἰόντος.019
τρὶς μὲν ὀρέξατ' ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ 020
Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης021
χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί.022
ἔνθ' ἐλθὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω023
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,024
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ' ἱμάσθλην 025
χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου,026
βῆ δ' ἐλάαν ἐπὶ κύματ'· ἄταλλε δὲ κήτε' ὑπ' αὐτοῦ027
πάντοθεν ἐκ κευθμῶν, οὐδ' ἠγνοίησεν ἄνακτα·028
γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο029
ῥίμφα μάλ', οὐδ' ὑπένερθε διαίνετο χάλκεος ἄξων· 030
τὸν δ' ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.031


ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης032
μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης·033
ἔνθ' ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων034
λύσας ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ 035
ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας036
ἀρρήκτους ἀλύτους, ὄφρ' ἔμπεδον αὖθι μένοιεν037
νοστήσαντα ἄνακτα· ὃ δ' ἐς στρατὸν ᾤχετ' Ἀχαιῶν.038


Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ039
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο 040
ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν041
αἱρήσειν, κτενέειν δὲ παρ' αὐτόθι πάντας ἀρίστους.042
ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος043
Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν044
εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· 045
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·046
Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν047
ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο.048
ἄλλῃ μὲν γὰρ ἔγωγ' οὐ δείδια χεῖρας ἀάπτους049
Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· 050
ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί·051
τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν,052
ᾗ ῥ' ὅ γ' ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει053
Ἕκτωρ, ὃς Διὸς εὔχετ' ἐρισθενέος πάϊς εἶναι.054
σφῶϊν δ' ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν 055
αὐτώ θ' ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους·056
τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτ' ἀπὸ νηῶν057
ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει.058


ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος059
ἀμφοτέρω κεκόπων πλῆσεν μένεος κρατεροῖο, 060
γυῖα δ' ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν.061
αὐτὸς δ' ὥς τ' ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι,062
ὅς ῥά τ' ἀπ' αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς063
ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο,064
ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. 065
τοῖιν δ' ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας,066
αἶψα δ' ἄρ' Αἴαντα προσέφη Τελαμώνιον υἱόν·067
Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι068
μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι,069
οὐδ' ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· 070
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων071
ῥεῖ' ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ·072
καὶ δ' ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι073
μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι,074
μαιμώωσι δ' ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. 075


τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·076
οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι077
μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν078
ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος079
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. 080


ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον081
χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·082
τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,083
οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.084
τῶν ῥ' ἅμα τ' ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, 085
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι086
Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.087
τοὺς οἵ γ' εἰσορόωντες ὑπ' ὀφρύσι δάκρυα λεῖβον·088
οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ· ἀλλ' ἐνοσίχθων089
ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. 090
Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων091
Πηνέλεών θ' ἥρωα Θόαντά τε Δηΐπυρόν τε092
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·093
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·094
αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε 095
μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·096
εἰ δ' ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,097
νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.098
ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι099
δεινόν, ὃ οὔ ποτ' ἔγωγε τελευτήσεσθαι ἔφασκον, 100
Τρῶας ἐφ' ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ101
φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ' ὕλην102
θώων παρδαλίων τε λύκων τ' ἤϊα πέλονται103
αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ' ἔπι χάρμη·104
ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 105
μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ' ἠβαιόν·106
νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται107
ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν,108
οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι109
νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν' αὐτάς. 110
ἀλλ' εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν111
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων112
οὕνεκ' ἀπητίμησε ποδώκεα Πηλεΐωνα,113
ἡμέας γ' οὔ πως ἔστι μεθιέμεναι πολέμοιο.114
ἀλλ' ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. 115
ὑμεῖς δ' οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς116
πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ' ἂν ἔγωγε117
ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη118
λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι.119
ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον 120
τῇδε μεθημοσύνῃ· ἀλλ' ἐν φρεσὶ θέσθε ἕκαστος121
αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν.122
Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει123
καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.124


ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. 125
ἀμφὶ δ' ἄρ' Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες126
καρτεραί, ἃς οὔτ' ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν127
οὔτε κ' Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι128
κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον,129
φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· 130
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ·131
ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι132
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν·133
ἔγχεα δ' ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν134
σειόμεν'· οἳ δ' ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. 135


Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ' Ἕκτωρ136
ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης,137
ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ138
ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης·139
ὕψι δ' ἀναθρῴσκων πέτεται, κτυπέει δέ θ' ὑπ' αὐτοῦ 140
ὕλη· ὃ δ' ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται141
ἰσόπεδον, τότε δ' οὔ τι κυλίνδεται ἐσσύμενός περ·142
ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης143
ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν144
κτείνων· ἀλλ' ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι 145
στῆ ῥα μάλ' ἐγχριμφθείς· οἳ δ' ἀντίοι υἷες Ἀχαιῶν146
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν147
ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.148
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς·149
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ 150
παρμένετ'· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ151
καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες,152
ἀλλ' ὀΐω χάσσονται ὑπ' ἔγχεος, εἰ ἐτεόν με153
ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης.154


ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 155
Δηΐφοβος δ' ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει156
Πριαμίδης, πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην157
κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων.158
Μηριόνης δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ159
καὶ βάλεν, οὐδ' ἀφάμαρτε, κατ' ἀσπίδα πάντοσ' ἐΐσην 160
ταυρείην· τῆς δ' οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν161
ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ162
ἀσπίδα ταυρείην σχέθ' ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ163
ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γ' ἥρως164
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ' αἰνῶς 165
ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε.166
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν167
οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.168


οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει.169
Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα 170
Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν·171
ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,172
κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην·173
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,174
ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, 175
ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι.176
τόν ῥ' υἱὸς Τελαμῶνος ὑπ' οὔατος ἔγχεϊ μακρῷ177
νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὃ δ' αὖτ' ἔπεσεν μελίη ὣς178
ἥ τ' ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο179
χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· 180
ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.181
Τεῦκρος δ' ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι·182
Ἕκτωρ δ' ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ.183
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος184
τυτθόν· ὃ δ' Ἀμφίμαχον Κτεάτου υἷ' Ἀκτορίωνος 185
νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί·186
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.187
Ἕκτωρ δ' ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν188
κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο·189
Αἴας δ' ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ 190
Ἕκτορος· ἀλλ' οὔ πῃ χροὸς εἴσατο, πᾶς δ' ἄρα χαλκῷ191
σμερδαλέῳ κεκάλυφθ'· ὃ δ' ἄρ' ἀσπίδος ὀμφαλὸν οὖτα,192
ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατ' ὀπίσσω193
νεκρῶν ἀμφοτέρων, τοὺς δ' ἐξείρυσσαν Ἀχαιοί.194
Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς 195
ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν·196
Ἴμβριον αὖτ' Αἴαντε μεμαότε θούριδος ἀλκῆς197
ὥς τε δύ' αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων198
ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ199
ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, 200
ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ201
τεύχεα συλήτην· κεφαλὴν δ' ἁπαλῆς ἀπὸ δειρῆς202
κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο,203
ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος δι' ὁμίλου·204
Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. 205


καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη206
υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι,207
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν208
ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν.209
Ἰδομενεὺς δ' ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν 210
ἐρχόμενος παρ' ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο211
ἦλθε κατ' ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ.212
τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δ' ἰητροῖς ἐπιτείλας213
ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα214
ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων 215
εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι216
ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι217
Αἰτωλοῖσιν ἄνασσε, θεὸς δ' ὣς τίετο δήμῳ·218
Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ219
οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; 220


τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·221
ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γ' αἴτιος, ὅσσον ἔγωγε222
γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν.223
οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ224
εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω 225
μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι226
νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς.227
ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα,228
ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι·229
τὼ νῦν μήτ' ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. 230


τὸν δ' ἠμείβετ' ἔπειτα Ποσειδάων ἐνοσίχθων·231
Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν232
ἐκ Τροίης, ἀλλ' αὖθι κυνῶν μέλπηθρα γένοιτο,233
ὅς τις ἐπ' ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι.234
ἀλλ' ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δ' ἅμα χρὴ 235
σπεύδειν, αἴ κ' ὄφελός τι γενώμεθα καὶ δύ' ἐόντε.236
συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν,237
νῶϊ δὲ καί κ' ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι.238


ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν·239
Ἰδομενεὺς δ' ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε 240
δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε,241
βῆ δ' ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων242
χειρὶ λαβὼν ἐτίναξεν ἀπ' αἰγλήεντος Ὀλύμπου243
δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί·244
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. 245
Μηριόνης δ' ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν246
ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει247
οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος·248
Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθ' ἑταίρων249
τίπτ' ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; 250
ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή,251
ἦέ τευ ἀγγελίης μετ' ἔμ' ἤλυθες; οὐδέ τοι αὐτὸς252
ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι.253


τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·254
Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, 255
ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται256
οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον257
ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος.258


τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·259
δούρατα δ' αἴ κ' ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις 260
ἑσταότ' ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα261
Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω262
ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν.263
τώ μοι δούρατά τ' ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι264
καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. 265


τὸν δ' αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα·266
καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ267
πόλλ' ἔναρα Τρώων· ἀλλ' οὐ σχεδόν ἐστιν ἑλέσθαι.268
οὐδὲ γὰρ οὐδ' ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς,269
ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν 270
ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο.271
ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων272
λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω.273


τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·274
οἶδ' ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; 275
εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι276
ἐς λόχον, ἔνθα μάλιστ' ἀρετὴ διαείδεται ἀνδρῶν,277
ἔνθ' ὅ τε δειλὸς ἀνὴρ ὅς τ' ἄλκιμος ἐξεφαάνθη·278
τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ,279
οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ' ἐν φρεσὶ θυμός, 280
ἀλλὰ μετοκλάζει καὶ ἐπ' ἀμφοτέρους πόδας ἵζει,281
ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει282
κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετ' ὀδόντων·283
τοῦ δ' ἀγαθοῦ οὔτ' ἂρ τρέπεται χρὼς οὔτέ τι λίην284
ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, 285
ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ·286
οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο.287
εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης288
οὐκ ἂν ἐν αὐχέν' ὄπισθε πέσοι βέλος οὐδ' ἐνὶ νώτῳ,289
ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε 290
πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν.291
ἀλλ' ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς292
ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ·293
ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος.294


ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 295
καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος,296
βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.297
οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι,298
τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς299
ἕσπετο, ὅς τ' ἐφόβησε ταλάφρονά περ πολεμιστήν· 300
τὼ μὲν ἄρ' ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον,301
ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδ' ἄρα τώ γε302
ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν·303
τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν304
ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. 305
τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε·306
Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον;307
ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους,308
ἦ ἐπ' ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω309
δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. 310


τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·311
νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι312
Αἴαντές τε δύω Τεῦκρός θ', ὃς ἄριστος Ἀχαιῶν313
τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ·314
οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο 315
Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν.316
αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι317
κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους318
νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων319
ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. 320
ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,321
ὃς θνητός τ' εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν322
χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν.323
οὐδ' ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν324
ἔν γ' αὐτοσταδίῃ· ποσὶ δ' οὔ πως ἔστιν ἐρίζειν. 325
νῶϊν δ' ὧδ' ἐπ' ἀριστέρ' ἔχε στρατοῦ, ὄφρα τάχιστα326
εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν.327
ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ328
ἦρχ' ἴμεν, ὄφρ' ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει,329


οἳ δ' ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν 330
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι,331
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν·332
τῶν δ' ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν.333
ὡς δ' ὅθ' ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι334
ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, 335
οἵ τ' ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην,336
ὣς ἄρα τῶν ὁμόσ' ἦλθε μάχη, μέμασαν δ' ἐνὶ θυμῷ337
ἀλλήλους καθ' ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ.338
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι339
μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δ' ἄμερδεν 340
αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων341
θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν342
ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη343
ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδ' ἀκάχοιτο.344


τὼ δ' ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ 345
ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά.346
Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην347
κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν348
ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό,349
ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. 350
Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν351
λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα352
Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα.353
ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδ' ἴα πάτρη,354
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. 355
τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε,356
λάθρῃ δ' αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς.357
τοὶ δ' ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο358
πεῖραρ ἐπαλλάξαντες ἐπ' ἀμφοτέροισι τάνυσσαν359
ἄρρηκτόν τ' ἄλυτόν τε, τὸ πολλῶν γούνατ' ἔλυσεν. 360


ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας361
Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε.362
πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα,363
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει,364
ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην 365
Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον,366
ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν.367
τῷ δ' ὁ γέρων Πρίαμος ὑπό τ' ἔσχετο καὶ κατένευσε368
δωσέμεναι· ὃ δὲ μάρναθ' ὑποσχεσίῃσι πιθήσας.369
Ἰδομενεὺς δ' αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, 370
καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδ' ἤρκεσε θώρηξ371
χάλκεος, ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξε.372
δούπησεν δὲ πεσών· ὃ δ' ἐπεύξατο φώνησέν τε·373
Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομ' ἁπάντων374
εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσ' ὑπέστης 375
Δαρδανίδῃ Πριάμῳ· ὃ δ' ὑπέσχετο θυγατέρα ἥν.376
καί κέ τοι ἡμεῖς ταῦτά γ' ὑποσχόμενοι τελέσαιμεν,377
δοῖμεν δ' Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην378
Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν379
Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. 380
ἀλλ' ἕπε', ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν381
ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν.382


ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην383
ἥρως Ἰδομενεύς· τῷ δ' Ἄσιος ἦλθ' ἐπαμύντωρ384
πεζὸς πρόσθ' ἵππων· τὼ δὲ πνείοντε κατ' ὤμων 385
αἰὲν ἔχ' ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ386
Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ387
λαιμὸν ὑπ' ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.388
ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς389
ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες 390
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·391
ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς392
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.393
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν,394
οὐδ' ὅ γ' ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας 395
ἂψ ἵππους στρέψαι, τὸν δ' Ἀντίλοχος μενεχάρμης396
δουρὶ μέσον περόνησε τυχών· οὐδ' ἤρκεσε θώρηξ397
χάλκεος ὃν φορέεσκε, μέσῃ δ' ἐν γαστέρι πῆξεν.398
αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,399
ἵππους δ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς 400
ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς.401


Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος402
Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.403
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος404
Ἰδομενεύς· κρύφθη γὰρ ὑπ' ἀσπίδι πάντοσ' ἐΐσῃ, 405
τὴν ἄρ' ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ406
δινωτὴν φορέεσκε, δύω κανόνεσσ' ἀραρυῖαν·407
τῇ ὕπο πᾶς ἐάλη, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος,408
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν409
ἔγχεος· οὐδ' ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, 410
ἀλλ' ἔβαλ' Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν411
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσε.412
Δηΐφοβος δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·413
οὐ μὰν αὖτ' ἄτιτος κεῖτ' Ἄσιος, ἀλλά ἕ φημι414
εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο 415
γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.416


ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο,417
Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·418
ἀλλ' οὐδ' ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,419
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 420
τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταῖροι421
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,422
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.423


Ἰδομενεὺς δ' οὐ λῆγε μένος μέγα, ἵετο δ' αἰεὶ424
ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι 425
ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.426
ἔνθ' Αἰσυήταο διοτρεφέος φίλον υἱὸν427
ἥρω' Ἀλκάθοον, γαμβρὸς δ' ἦν Ἀγχίσαο,428
πρεσβυτάτην δ' ὤπυιε θυγατρῶν Ἱπποδάμειαν429
τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ 430
ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο431
κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν432
γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ·433
τὸν τόθ' ὑπ' Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε434
θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· 435
οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ' οὔτ' ἀλέασθαι,436
ἀλλ' ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον437
ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ438
ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα439
χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· 440
δὴ τότε γ' αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί.441
δούπησεν δὲ πεσών, δόρυ δ' ἐν κραδίῃ ἐπεπήγει,442
ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν443
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης·444
Ἰδομενεὺς δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας 445
Δηΐφοβ' ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι446
τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω.447
δαιμόνι' ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασ' ἐμεῖο,448
ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδ' ἱκάνω,449
ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· 450
Μίνως δ' αὖ τέκεθ' υἱὸν ἀμύμονα Δευκαλίωνα,451
Δευκαλίων δ' ἐμὲ τίκτε πολέσσ' ἄνδρεσσιν ἄνακτα452
Κρήτῃ ἐν εὐρείῃ· νῦν δ' ἐνθάδε νῆες ἔνεικαν453
σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.454


ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν 455
ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων456
ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος.457
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι458
βῆναι ἐπ' Αἰνείαν· τὸν δ' ὕστατον εὗρεν ὁμίλου459
ἑσταότ'· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ 460
οὕνεκ' ἄρ' ἐσθλὸν ἐόντα μετ' ἀνδράσιν οὔ τι τίεσκεν.461
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·462
Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ463
γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει.464
ἀλλ' ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε 465
γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα·466
τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν.467
ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,468
βῆ δὲ μετ' Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς.469
ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, 470
ἀλλ' ἔμεν' ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς,471
ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν472
χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν·473
ὀφθαλμὼ δ' ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας474
θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· 475
ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδ' ὑπεχώρει,476
Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δ' ἑταίρους477
Ἀσκάλαφόν τ' ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε478
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·479
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· 480
δεῦτε φίλοι, καί μ' οἴῳ ἀμύνετε· δείδια δ' αἰνῶς481
Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν,482
ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν·483
καὶ δ' ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον.484
εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδ' ἐπὶ θυμῷ 485
αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην.486


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες487
πλησίοι ἔστησαν, σάκε' ὤμοισι κλίναντες.488
Αἰνείας δ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι489
Δηΐφοβόν τε Πάριν τ' ἐσορῶν καὶ Ἀγήνορα δῖον, 490
οἵ οἱ ἅμ' ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα491
λαοὶ ἕπονθ', ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα492
πιόμεν' ἐκ βοτάνης· γάνυται δ' ἄρα τε φρένα ποιμήν·493
ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει494
ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. 495


οἳ δ' ἀμφ' Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν496
μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς497
σμερδαλέον κονάβιζε τιτυσκομένων καθ' ὅμιλον498
ἀλλήλων· δύο δ' ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων499
Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ 500
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.501
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος·502
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος,503
αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης504
ᾤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 505
Ἰδομενεὺς δ' ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην,506
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς507
ἤφυσ'· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.508
Ἰδομενεὺς δ' ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος509
ἐσπάσατ', οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ 510
ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν.511
οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι,512
οὔτ' ἄρ' ἐπαΐξαι μεθ' ἑὸν· βέλος οὔτ' ἀλέασθαι.513
τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ,514
τρέσσαι δ' οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. 515
τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ516
Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί.517
ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτεν, ὃ δ' Ἀσκάλαφον βάλε δουρὶ518
υἱὸν Ἐνυαλίοιο· δι' ὤμου δ' ὄβριμον ἔγχος519
ἔσχεν· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 520
οὐδ' ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης521
υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ,522
ἀλλ' ὅ γ' ἄρ' ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν523
ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι524
ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. 525


οἳ δ' ἀμφ' Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν·526
Δηΐφοβος μὲν ἀπ' Ἀσκαλάφου πήληκα φαεινὴν527
ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ528
δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δ' ἄρα χειρὸς529
αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. 530
Μηριόνης δ' ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς531
ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος,532
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης533
αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας534
ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρ' ἵκεθ' ἵππους 535
ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο536
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες·537
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα538
τειρόμενον· κατὰ δ' αἷμα νεουτάτου ἔρρεε χειρός.539


οἳ δ' ἄλλοι μάρναντο, βοὴ δ' ἄσβεστος ὀρώρει. 540
ἔνθ' Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας541
λαιμὸν τύψ' ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί·542
ἐκλίνθη δ' ἑτέρωσε κάρη, ἐπὶ δ' ἀσπὶς ἑάφθη543
καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής.544
Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας 545
οὔτασ' ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν,546
ἥ τ' ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν' ἱκάνει·547
τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δ' ὕπτιος ἐν κονίῃσι548
κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας.549
Ἀντίλοχος δ' ἐπόρουσε, καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων 550
παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος551
οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο552
εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ553
Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων554
Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. 555
οὐ μὲν γάρ ποτ' ἄνευ δηΐων ἦν, ἀλλὰ κατ' αὐτοὺς556
στρωφᾶτ'· οὐδέ οἱ ἔγχος ἔχ' ἀτρέμας, ἀλλὰ μάλ' αἰεὶ557
σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν558
ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι.559


ἀλλ' οὐ λῆθ' Ἀδάμαντα τιτυσκόμενος καθ' ὅμιλον 560
Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ561
ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν562
κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας.563
καὶ τὸ μὲν αὐτοῦ μεῖν' ὥς τε σκῶλος πυρίκαυστος564
ἐν σάκει Ἀντιλόχοιο, τὸ δ' ἥμισυ κεῖτ' ἐπὶ γαίης· 565
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων·566
Μηριόνης δ' ἀπιόντα μετασπόμενος βάλε δουρὶ567
αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα568
γίγνετ' Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.569
ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δ' ἑσπόμενος περὶ δουρὶ 570
ἤσπαιρ' ὡς ὅτε βοῦς τόν τ' οὔρεσι βουκόλοι ἄνδρες571
ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν·572
ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν,573
ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατ' ἐγγύθεν ἐλθὼν574
ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. 575


Δηΐπυρον δ' Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην576
Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν.577
ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν578
μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε·579
τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. 580


Ἀτρεΐδην δ' ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον·581
βῆ δ' ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι582
ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε.583
τὼ δ' ἄρ' ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι584
ἵετ' ἀκοντίσσαι, ὃ δ' ἀπὸ νευρῆφιν ὀϊστῷ. 585
Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ586
θώρηκος γύαλον, ἀπὸ δ' ἔπτατο πικρὸς ὀϊστός.587
ὡς δ' ὅτ' ἀπὸ πλατέος πτυόφιν μεγάλην κατ' ἀλωὴν588
θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι589
πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, 590
ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο591
πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός.592
Ἀτρεΐδης δ' ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος593
τὴν βάλεν ᾗ ῥ' ἔχε τόξον ἐΰξοον· ἐν δ' ἄρα τόξῳ594
ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. 595
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων596
χεῖρα παρακρεμάσας· τὸ δ' ἐφέλκετο μείλινον ἔγχος.597
καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ,598
αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ599
σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. 600


Πείσανδρος δ' ἰθὺς Μενελάου κυδαλίμοιο601
ἤϊε· τὸν δ' ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ602
σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι.603
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες604
Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος, 605
Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο606
οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι·607
ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ' ἐνὶ καυλῷ608
ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην.609
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον 610
ἆλτ' ἐπὶ Πεισάνδρῳ· ὃ δ' ὑπ' ἀσπίδος εἵλετο καλὴν611
ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ612
μακρῷ ἐϋξέστῳ· ἅμα δ' ἀλλήλων ἐφίκοντο.613
ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης614
ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον 615
ῥινὸς ὕπερ πυμάτης· λάκε δ' ὀστέα, τὼ δέ οἱ ὄσσε616
πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν,617
ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων618
τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·619
λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων 620
Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς,621
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς622
ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ623
Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν624
ξεινίου, ὅς τέ ποτ' ὔμμι διαφθέρσει πόλιν αἰπήν· 625
οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ626
μὰψ οἴχεσθ' ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ' αὐτῇ·627
νῦν αὖτ' ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι628
πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ' ἥρωας Ἀχαιούς.629
ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. 630
Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων631
ἀνδρῶν ἠδὲ θεῶν· σέο δ' ἐκ τάδε πάντα πέλονται·632
οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι633
Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται634
φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. 635
πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος636
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο,637
τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι638
ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν.639


ὣς εἰπὼν τὰ μὲν ἔντε' ἀπὸ χροὸς αἱματόεντα 640
συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων,641
αὐτὸς δ' αὖτ' ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.642


ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος643
Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων644
ἐς Τροίην, οὐδ' αὖτις ἀφίκετο πατρίδα γαῖαν· 645
ὅς ῥα τότ' Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ646
ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι647
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων648
πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ.649
Μηριόνης δ' ἀπιόντος ἵει χαλκήρε' ὀϊστόν, 650
καί ῥ' ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς651
ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἐξεπέρησεν.652
ἑζόμενος δὲ κατ' αὖθι φίλων ἐν χερσὶν ἑταίρων653
θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ654
κεῖτο ταθείς· ἐκ δ' αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. 655
τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο,656
ἐς δίφρον δ' ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν657
ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων,658
ποινὴ δ' οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος.659


τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· 660
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι·661
τοῦ ὅ γε χωόμενος προΐει χαλκήρε' ὀϊστόν.662
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς663
ἀφνειός τ' ἀγαθός τε Κορινθόθι οἰκία ναίων,664
ὅς ῥ' εὖ εἰδὼς κῆρ' ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· 665
πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος666
νούσῳ ὑπ' ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν,667
ἢ μετ' Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι·668
τώ ῥ' ἅμα τ' ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν669
νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. 670
τὸν βάλ' ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς671
ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν.672


ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·673
Ἕκτωρ δ' οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη674
ὅττί ῥά οἱ νηῶν ἐπ' ἀριστερὰ δηϊόωντο 675
λαοὶ ὑπ' Ἀργείων. τάχα δ' ἂν καὶ κῦδος Ἀχαιῶν676
ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος677
ὄτρυν' Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν·678
ἀλλ' ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο679
ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, 680
ἔνθ' ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου681
θῖν' ἔφ' ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε682
τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα683
ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι.684


ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες 685
Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ686
σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο687
ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον688
οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δ' ἄρα τοῖσιν689
ἦρχ' υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δ' ἅμ' ἕποντο 690
Φείδας τε Στιχίος τε Βίας τ' ἐΰς· αὐτὰρ Ἐπειῶν691
Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε,692
πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης.693
ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο694
ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν 695
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς696
γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς·697
αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο.698
οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες699
ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο· 700
Αἴας δ' οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς701
ἵστατ' ἀπ' Αἴαντος Τελαμωνίου οὐδ' ἠβαιόν,702
ἀλλ' ὥς τ' ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον703
ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δ' ἄρά σφι704
πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· 705
τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει706
ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης·707
ὣς τὼ παρβεβαῶτε μάλ' ἕστασαν ἀλλήλοιιν.708
ἀλλ' ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ709
λαοὶ ἕπονθ' ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο 710
ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθ' ἵκοιτο.711
οὐδ' ἄρ' Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο·712
οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ·713
οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας,714
οὐδ' ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, 715
ἀλλ' ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ716
Ἴλιον εἰς ἅμ' ἕποντο πεποιθότες, οἷσιν ἔπειτα717
ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας·718
δή ῥα τόθ' οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι719
μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, 720
οἳ δ' ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης721
Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί.722


ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων723
Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν,724
εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· 725
Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι.726
οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα727
τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων·728
ἀλλ' οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι.729
ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, 730
ἄλλῳ δ' ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν,731
ἄλλῳ δ' ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς732
ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ' ἄνθρωποι,733
καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω.734
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· 735
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε·736
Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν737
οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται738
παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.739
ἀλλ' ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· 740
ἔνθεν δ' ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν741
ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν742
αἴ κ' ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα743
πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε744
δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ 745
χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο746
μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω.747
ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων,748
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε749
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 750
Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους,751
αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο·752
αἶψα δ' ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω.753


ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς754
κεκλήγων, διὰ δὲ Τρώων πέτετ' ἠδ' ἐπικούρων. 755
οἳ δ' ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα756
πάντες ἐπεσσεύοντ', ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν.757
αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θ' Ἑλένοιο ἄνακτος758
Ἀσιάδην τ' Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν759
φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. 760
τοὺς δ' εὗρ' οὐκέτι πάμπαν ἀπήμονας οὐδ' ἀνολέθρους·761
ἀλλ' οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν762
χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες,763
οἳ δ' ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε.764
τὸν δὲ τάχ' εὗρε μάχης ἐπ' ἀριστερὰ δακρυοέσσης 765
δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο766
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,767
ἀγχοῦ δ' ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι·768
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ769
ποῦ τοι Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος 770
Ἀσιάδης τ' Ἀδάμας ἠδ' Ἄσιος Ὑρτάκου υἱός;771
ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατ' ἄκρης772
Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.773


τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·774
Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, 775
ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο776
μέλλω, ἐπεὶ οὐδ' ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ·777
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων,778
ἐκ τοῦ δ' ἐνθάδ' ἐόντες ὁμιλέομεν Δαναοῖσι779
νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. 780
οἴω Δηΐφοβός τε βίη θ' Ἑλένοιο ἄνακτος781
οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν782
ἀμφοτέρω κατὰ χεῖρα· φόνον δ' ἤμυνε Κρονίων.783
νῦν δ' ἄρχ' ὅππῃ σε κραδίη θυμός τε κελεύει·784
ἡμεῖς δ' ἐμμεμαῶτες ἅμ' ἑψόμεθ', οὐδέ τί φημι 785
ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.786
πὰρ δύναμιν δ' οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν.787
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως·788
βὰν δ' ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν789
ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα 790
Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην791
Πάλμύν τ' Ἀσκάνιόν τε Μόρυν θ' υἷ' Ἱπποτίωνος,792
οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ793
ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.794
οἳ δ' ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, 795
ἥ ῥά θ' ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ,796
θεσπεσίῳ δ' ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ797
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης798
κυρτὰ φαληριόωντα, πρὸ μέν τ' ἄλλ', αὐτὰρ ἐπ' ἄλλα·799
ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ' ἄλλοι, 800
χαλκῷ μαρμαίροντες ἅμ' ἡγεμόνεσσιν ἕποντο.801
Ἕκτωρ δ' ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ802
Πριαμίδης· πρόσθεν δ' ἔχεν ἀσπίδα πάντοσ' ἐΐσην803
ῥινοῖσιν πυκινήν, πολλὸς δ' ἐπελήλατο χαλκός·804
ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. 805
πάντῃ δ' ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων,806
εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι·807
ἀλλ' οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.808
Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων·809
δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως 810
Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν,811
ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί.812
ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν813
νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν.814
ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ 815
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.816
σοὶ δ' αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων817
ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι818
θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους,819
οἵ σε πόλιν δ' οἴσουσι κονίοντες πεδίοιο. 820


ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις821
αἰετὸς ὑψιπέτης· ἐπὶ δ' ἴαχε λαὸς Ἀχαιῶν822
θάρσυνος οἰωνῷ· ὃ δ' ἀμείβετο φαίδιμος Ἕκτωρ·823
Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες·824
εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο 825
εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη,826
τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων,827
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι828
πᾶσι μάλ', ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς829
μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα 830
δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδ' οἰωνοὺς831
δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.832


ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δ' ἅμ' ἕποντο833
ἠχῇ θεσπεσίῃ, ἐπὶ δ' ἴαχε λαὸς ὄπισθεν.834
Ἀργεῖοι δ' ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο 835
ἀλκῆς, ἀλλ' ἔμενον Τρώων ἐπιόντας ἀρίστους.836
ἠχὴ δ' ἀμφοτέρων ἵκετ' αἰθέρα καὶ Διὸς αὐγάς.837