ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο· | 001 | |
Πάτροκλος δ' Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν | 002 | |
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος, | 003 | |
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. | 004 | |
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, | 005 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 006 | |
τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη | 007 | |
νηπίη, ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει | 008 | |
εἱανοῦ ἁπτομένη, καί τ' ἐσσυμένην κατερύκει, | 009 | |
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ' ἀνέληται· | 010 | |
τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις. | 011 | |
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ, | 012 | |
ἦέ τιν' ἀγγελίην Φθίης ἐξέκλυες οἶος; | 013 | |
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν, | 014 | |
ζώει δ' Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; | 015 | |
τῶν κε μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων. | 016 | |
ἦε σύ γ' Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται | 017 | |
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς; | 018 | |
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. | 019 | |
τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· | 020 | |
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν | 021 | |
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. | 022 | |
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, | 023 | |
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. | 024 | |
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, | 025 | |
οὔτασται δ' Ὀδυσεὺς δουρικλυτὸς ἠδ' Ἀγαμέμνων, | 026 | |
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. | 027 | |
τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται | 028 | |
ἕλκε' ἀκειόμενοι· σὺ δ' ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. | 029 | |
μὴ ἐμέ γ' οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις | 030 | |
αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ | 031 | |
αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς; | 032 | |
νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, | 033 | |
οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα | 034 | |
πέτραι τ' ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. | 035 | |
εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις | 036 | |
καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, | 037 | |
ἀλλ' ἐμέ περ πρόες ὦχ', ἃμα δ' ἄλλον λαὸν ὄπασσον | 038 | |
Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. | 039 | |
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, | 040 | |
αἴ κ' ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο | 041 | |
Τρῶες, ἀναπνεύσωσι δ' Ἀρήϊοι υἷες Ἀχαιῶν | 042 | |
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. | 043 | |
ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ | 044 | |
ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. | 045 | |
ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν | 046 | |
οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. | 047 | |
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 048 | |
ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες· | 049 | |
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, | 050 | |
οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ· | 051 | |
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει, | 052 | |
ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι | 053 | |
καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ· | 054 | |
αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. | 055 | |
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν, | 056 | |
δουρὶ δ' ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας, | 057 | |
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων | 058 | |
Ἀτρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην. | 059 | |
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ' ἄρα πως ἦν | 060 | |
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε | 061 | |
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ' ὁπότ' ἂν δὴ | 062 | |
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε. | 063 | |
τύνη δ' ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι, | 064 | |
ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, | 065 | |
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε | 066 | |
νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης | 067 | |
κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες | 068 | |
Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε | 069 | |
θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον | 070 | |
ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους | 071 | |
πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων | 072 | |
ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται. | 073 | |
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι | 074 | |
μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι· | 075 | |
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος | 076 | |
ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ' Ἕκτορος ἀνδροφόνοιο | 077 | |
Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ' ἀλαλητῷ | 078 | |
πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς. | 079 | |
ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων | 080 | |
ἔμπεσ' ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο | 081 | |
νῆας ἐνιπρήσωσι, φίλον δ' ἀπὸ νόστον ἕλωνται. | 082 | |
πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω, | 083 | |
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι | 084 | |
πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην | 085 | |
ἂψ ἀπονάσσωσιν, ποτὶ δ' ἀγλαὰ δῶρα πόρωσιν. | 086 | |
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι | 087 | |
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης, | 088 | |
μὴ σύ γ' ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν | 089 | |
Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις· | 090 | |
μὴ δ' ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι | 091 | |
Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν, | 092 | |
μή τις ἀπ' Οὐλύμποιο θεῶν αἰειγενετάων | 093 | |
ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων· | 094 | |
ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι | 095 | |
θήῃς, τοὺς δ' ἔτ' ἐᾶν πεδίον κάτα δηριάασθαι. | 096 | |
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον | 097 | |
μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι, | 098 | |
μήτέ τις Ἀργείων, νῶϊν δ' ἐκδῦμεν ὄλεθρον, | 099 | |
ὄφρ' οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν. | 100 | |
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, | 101 | |
Αἴας δ' οὐκ ἔτ' ἔμιμνε· βιάζετο γὰρ βελέεσσι· | 102 | |
δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ | 103 | |
βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ | 104 | |
πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ' αἰεὶ | 105 | |
κὰπ φάλαρ' εὐποίηθ'· ὃ δ' ἀριστερὸν ὦμον ἔκαμνεν | 106 | |
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο | 107 | |
ἀμφ' αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν. | 108 | |
αἰεὶ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς | 109 | |
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν | 110 | |
ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο. | 111 | |
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι, | 112 | |
ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν. | 113 | |
Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς | 114 | |
πλῆξ' ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, | 115 | |
ἀντικρὺ δ' ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας | 116 | |
πῆλ' αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ' ἀπ' αὐτοῦ | 117 | |
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα. | 118 | |
γνῶ δ' Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε | 119 | |
ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε | 120 | |
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην· | 121 | |
χάζετο δ' ἐκ βελέων. τοὶ δ' ἔμβαλον ἀκάματον πῦρ | 122 | |
νηῒ θοῇ· τῆς δ' αἶψα κατ' ἀσβέστη κέχυτο φλόξ. | 123 | |
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς | 124 | |
μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· | 125 | |
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε· | 126 | |
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν· | 127 | |
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται· | 128 | |
δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω. | 129 | |
ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. | 130 | |
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε | 131 | |
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· | 132 | |
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε | 133 | |
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο. | 134 | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον | 135 | |
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· | 136 | |
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν | 137 | |
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. | 138 | |
εἵλετο δ' ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει. | 139 | |
ἔγχος δ' οὐχ ἕλετ' οἶον ἀμύμονος Αἰακίδαο | 140 | |
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν | 141 | |
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς | 142 | |
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων | 143 | |
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν. | 144 | |
ἵππους δ' Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, | 145 | |
τὸν μετ' Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα, | 146 | |
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν. | 147 | |
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους | 148 | |
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην, | 149 | |
τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη | 150 | |
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο. | 151 | |
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει, | 152 | |
τόν ῥά ποτ' Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ' Ἀχιλλεύς, | 153 | |
ὃς καὶ θνητὸς ἐὼν ἕπεθ' ἵπποις ἀθανάτοισι. | 154 | |
Μυρμιδόνας δ' ἄρ' ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς | 155 | |
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς | 156 | |
ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, | 157 | |
οἵ τ' ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες | 158 | |
δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν· | 159 | |
καί τ' ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου | 160 | |
λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ | 161 | |
ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς | 162 | |
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ· | 163 | |
τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες | 164 | |
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο | 165 | |
ῥώοντ'· ἐν δ' ἄρα τοῖσιν ἀρήϊος ἵστατ' Ἀχιλλεύς, | 166 | |
ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. | 167 | |
πεντήκοντ' ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς | 168 | |
ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ | 169 | |
πεντήκοντ' ἔσαν ἄνδρες ἐπὶ κληῖσιν ἑταῖροι· | 170 | |
πέντε δ' ἄρ' ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει | 171 | |
σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. | 172 | |
τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ | 173 | |
υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· | 174 | |
ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη | 175 | |
Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, | 176 | |
αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, | 177 | |
ὅς ῥ' ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. | 178 | |
τῆς δ' ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε | 179 | |
παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη | 180 | |
Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης | 181 | |
ἠράσατ', ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν | 182 | |
ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. | 183 | |
αὐτίκα δ' εἰς ὑπερῷ' ἀναβὰς παρελέξατο λάθρῃ | 184 | |
Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν | 185 | |
Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. | 186 | |
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια | 187 | |
ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, | 188 | |
τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο | 189 | |
ἠγάγετο πρὸς δώματ', ἐπεὶ πόρε μυρία ἕδνα, | 190 | |
τὸν δ' ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ' ἀτίταλλεν | 191 | |
ἀμφαγαπαζόμενος ὡς εἴ θ' ἑὸν υἱὸν ἐόντα. | 192 | |
τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε | 193 | |
Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν | 194 | |
ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. | 195 | |
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, | 196 | |
πέμπτης δ' Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. | 197 | |
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ' ἡγεμόνεσσιν Ἀχιλλεὺς | 198 | |
στῆσεν ἐῢ κρίνας, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 199 | |
Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, | 200 | |
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι | 201 | |
πάνθ' ὑπὸ μηνιθμόν, καί μ' ᾐτιάασθε ἕκαστος· | 202 | |
σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ' ἔτρεφε μήτηρ, | 203 | |
νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους· | 204 | |
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν | 205 | |
αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ. | 206 | |
ταῦτά μ' ἀγειρόμενοι θάμ' ἐβάζετε· νῦν δὲ πέφανται | 207 | |
φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ' ἐράασθε. | 208 | |
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω. | 209 | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 210 | |
μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν. | 211 | |
ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι | 212 | |
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων, | 213 | |
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι. | 214 | |
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ· | 215 | |
ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι | 216 | |
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι. | 217 | |
πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσοντο | 218 | |
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες | 219 | |
πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς | 220 | |
βῆ ῥ' ἴμεν ἐς κλισίην, χηλοῦ δ' ἀπὸ πῶμ' ἀνέῳγε | 221 | |
καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα | 222 | |
θῆκ' ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων | 223 | |
χλαινάων τ' ἀνεμοσκεπέων οὔλων τε ταπήτων. | 224 | |
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος | 225 | |
οὔτ' ἀνδρῶν πίνεσκεν ἀπ' αὐτοῦ αἴθοπα οἶνον, | 226 | |
οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί. | 227 | |
τό ῥα τότ' ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ | 228 | |
πρῶτον, ἔπειτα δ' ἔνιψ' ὕδατος καλῇσι ῥοῇσι, | 229 | |
νίψατο δ' αὐτὸς χεῖρας, ἀφύσσατο δ' αἴθοπα οἶνον. | 230 | |
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον | 231 | |
οὐρανὸν εἰσανιδών· Δία δ' οὐ λάθε τερπικέραυνον· | 232 | |
Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων | 233 | |
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ | 234 | |
σοὶ ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, | 235 | |
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο, | 236 | |
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν, | 237 | |
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ· | 238 | |
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι, | 239 | |
ἀλλ' ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι | 240 | |
μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ, | 241 | |
θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ | 242 | |
εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν | 243 | |
ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι | 244 | |
μαίνονθ', ὁππότ' ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. | 245 | |
αὐτὰρ ἐπεί κ' ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται, | 246 | |
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο | 247 | |
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν. | 248 | |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεύς. | 249 | |
τῷ δ' ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ' ἀνένευσε· | 250 | |
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε | 251 | |
δῶκε, σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι. | 252 | |
ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ | 253 | |
ἂψ κλισίην εἰσῆλθε, δέπας δ' ἀπέθηκ' ἐνὶ χηλῷ, | 254 | |
στῆ δὲ πάροιθ' ἐλθὼν κλισίης, ἔτι δ' ἤθελε θυμῷ | 255 | |
εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν. | 256 | |
οἳ δ' ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες | 257 | |
ἔστιχον, ὄφρ' ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν. | 258 | |
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο | 259 | |
εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες | 260 | |
αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί' ἔχοντας | 261 | |
νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. | 262 | |
τοὺς δ' εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης | 263 | |
κινήσῃ ἀέκων, οἳ δ' ἄλκιμον ἦτορ ἔχοντες | 264 | |
πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. | 265 | |
τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες | 266 | |
ἐκ νηῶν ἐχέοντο· βοὴ δ' ἄσβεστος ὀρώρει. | 267 | |
Πάτροκλος δ' ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας· | 268 | |
Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος | 269 | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, | 270 | |
ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ' ἄριστος | 271 | |
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, | 272 | |
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 273 | |
ἣν ἄτην, ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. | 274 | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, | 275 | |
ἐν δ' ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες | 276 | |
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν. | 277 | |
Τρῶες δ' ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν | 278 | |
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, | 279 | |
πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες | 280 | |
ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα | 281 | |
μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ' ἑλέσθαι· | 282 | |
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. | 283 | |
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ | 284 | |
ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, | 285 | |
νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, | 286 | |
καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς | 287 | |
ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος· | 288 | |
τὸν βάλε δεξιὸν ὦμον· ὃ δ' ὕπτιος ἐν κονίῃσι | 289 | |
κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν | 290 | |
Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν | 291 | |
ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι. | 292 | |
ἐκ νηῶν δ' ἔλασεν, κατὰ δ' ἔσβεσεν αἰθόμενον πῦρ. | 293 | |
ἡμιδαὴς δ' ἄρα νηῦς λίπετ' αὐτόθι· τοὶ δὲ φόβηθεν | 294 | |
Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ' ἐπέχυντο | 295 | |
νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ' ἀλίαστος ἐτύχθη. | 296 | |
ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο | 297 | |
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, | 298 | |
ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι | 299 | |
καὶ νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ, | 300 | |
ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ | 301 | |
τυτθὸν ἀνέπνευσαν, πολέμου δ' οὐ γίγνετ' ἐρωή· | 302 | |
οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν | 303 | |
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, | 304 | |
ἀλλ' ἔτ' ἄρ' ἀνθίσταντο, νεῶν δ' ὑπόεικον ἀνάγκῃ. | 305 | |
ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης | 306 | |
ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς | 307 | |
αὐτίκ' ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν | 308 | |
ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· | 309 | |
ῥῆξεν δ' ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ | 310 | |
κάππεσ'· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα | 311 | |
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα. | 312 | |
Φυλεΐδης δ' Ἄμφικλον ἐφορμηθέντα δοκεύσας | 313 | |
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος | 314 | |
μυὼν ἀνθρώπου πέλεται· περὶ δ' ἔγχεος αἰχμῇ | 315 | |
νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. | 316 | |
Νεστορίδαι δ' ὃ μὲν οὔτασ' Ἀτύμνιον ὀξέϊ δουρὶ | 317 | |
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· | 318 | |
ἤριπε δὲ προπάροιθε. Μάρις δ' αὐτοσχεδὰ δουρὶ | 319 | |
Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς | 320 | |
στὰς πρόσθεν νέκυος· τοῦ δ' ἀντίθεος Θρασυμήδης | 321 | |
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ' ἀφάμαρτεν, | 322 | |
ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ | 323 | |
δρύψ' ἀπὸ μυώνων, ἀπὸ δ' ὀστέον ἄχρις ἄραξε· | 324 | |
δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. | 325 | |
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε | 326 | |
βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι | 327 | |
υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν | 328 | |
θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν. | 329 | |
Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας | 330 | |
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι | 331 | |
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι. | 332 | |
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ' ὄσσε | 333 | |
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. | 334 | |
Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ | 335 | |
ἤμβροτον ἀλλήλων, μέλεον δ' ἠκόντισαν ἄμφω· | 336 | |
τὼ δ' αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν | 337 | |
ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν | 338 | |
φάσγανον ἐρραίσθη· ὃ δ' ὑπ' οὔατος αὐχένα θεῖνε | 339 | |
Πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχεθε δ' οἶον | 340 | |
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα. | 341 | |
Μηριόνης δ' Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι | 342 | |
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· | 343 | |
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς. | 344 | |
Ἰδομενεὺς δ' Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ | 345 | |
νύξε· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε | 346 | |
νέρθεν ὑπ' ἐγκεφάλοιο, κέασσε δ' ἄρ' ὀστέα λευκά· | 347 | |
ἐκ δ' ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω | 348 | |
αἵματος ὀφθαλμοί· τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥῖνας | 349 | |
πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. | 350 | |
οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. | 351 | |
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι | 352 | |
σίνται ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσσι | 353 | |
ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες | 354 | |
αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· | 355 | |
ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο | 356 | |
δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. | 357 | |
Αἴας δ' ὃ μέγας αἰὲν ἐφ' Ἕκτορι χαλκοκορυστῇ | 358 | |
ἵετ' ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο | 359 | |
ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους | 360 | |
σκέπτετ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων. | 361 | |
ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην· | 362 | |
ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρους. | 363 | |
ὡς δ' ὅτ' ἀπ' Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω | 364 | |
αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, | 365 | |
ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε, | 366 | |
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ' ἵπποι | 367 | |
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν | 368 | |
Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε. | 369 | |
πολλοὶ δ' ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι | 370 | |
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ' ἀνάκτων, | 371 | |
Πάτροκλος δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων | 372 | |
Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε | 373 | |
πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ' ἀέλλη | 374 | |
σκίδναθ' ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι | 375 | |
ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. | 376 | |
Πάτροκλος δ' ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν, | 377 | |
τῇ ῥ' ἔχ' ὁμοκλήσας· ὑπὸ δ' ἄξοσι φῶτες ἔπιπτον | 378 | |
πρηνέες ἐξ ὀχέων, δίφροι δ' ἀνακυμβαλίαζον. | 379 | |
ἀντικρὺ δ' ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι | 380 | |
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα, | 381 | |
πρόσσω ἱέμενοι, ἐπὶ δ' Ἕκτορι κέκλετο θυμός· | 382 | |
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι. | 383 | |
ὡς δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν | 384 | |
ἤματ' ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ | 385 | |
Ζεύς, ὅτε δή ῥ' ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ, | 386 | |
οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας, | 387 | |
ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες· | 388 | |
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες, | 389 | |
πολλὰς δὲ κλιτῦς τότ' ἀποτμήγουσι χαράδραι, | 390 | |
ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι | 391 | |
ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ' ἀνθρώπων· | 392 | |
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι. | 393 | |
Πάτροκλος δ' ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας, | 394 | |
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος | 395 | |
εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ | 396 | |
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο | 397 | |
κτεῖνε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν. | 398 | |
ἔνθ' ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ | 399 | |
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα· | 400 | |
δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν | 401 | |
δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ | 402 | |
ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ' ἄρα χειρῶν | 403 | |
ἡνία ἠΐχθησαν· ὃ δ' ἔγχεϊ νύξε παραστὰς | 404 | |
γναθμὸν δεξιτερόν, διὰ δ' αὐτοῦ πεῖρεν ὀδόντων, | 405 | |
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς | 406 | |
πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν | 407 | |
ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ· | 408 | |
ὣς ἕλκ' ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ, | 409 | |
κὰδ δ' ἄρ' ἐπὶ στόμ' ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. | 410 | |
αὐτὰρ ἔπειτ' Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ | 411 | |
μέσσην κὰκ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη | 412 | |
ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ | 413 | |
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. | 414 | |
αὐτὰρ ἔπειτ' Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην | 415 | |
Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε | 416 | |
Ἰφέα τ' Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον | 417 | |
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. | 418 | |
Σαρπηδὼν δ' ὡς οὖν ἴδ' ἀμιτροχίτωνας ἑταίρους | 419 | |
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, | 420 | |
κέκλετ' ἄρ' ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν· | 421 | |
αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε. | 422 | |
ἀντήσω γὰρ ἐγὼ τοῦδ' ἀνέρος, ὄφρα δαείω | 423 | |
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε | 424 | |
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν. | 425 | |
ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. | 426 | |
Πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου. | 427 | |
οἳ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι | 428 | |
πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται, | 429 | |
ὣς οἳ κεκλήγοντες ἐπ' ἀλλήλοισιν ὄρουσαν. | 430 | |
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω, | 431 | |
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε· | 432 | |
ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν | 433 | |
μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι. | 434 | |
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, | 435 | |
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης | 436 | |
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ, | 437 | |
ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω. | 438 | |
τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· | 439 | |
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. | 440 | |
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ | 441 | |
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; | 442 | |
ἔρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. | 443 | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 444 | |
αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, | 445 | |
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος | 446 | |
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης· | 447 | |
πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται | 448 | |
υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις. | 449 | |
ἀλλ' εἴ τοι φίλος ἐστί, τεὸν δ' ὀλοφύρεται ἦτορ, | 450 | |
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ | 451 | |
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι· | 452 | |
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών, | 453 | |
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον | 454 | |
εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, | 455 | |
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε | 456 | |
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. | 457 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· | 458 | |
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε | 459 | |
παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε | 460 | |
φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. | 461 | |
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 462 | |
ἔνθ' ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον, | 463 | |
ὅς ῥ' ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος, | 464 | |
τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. | 465 | |
Σαρπηδὼν δ' αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ | 466 | |
δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον | 467 | |
ἔγχεϊ δεξιὸν ὦμον· ὃ δ' ἔβραχε θυμὸν ἀΐσθων, | 468 | |
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός. | 469 | |
τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι | 470 | |
σύγχυτ', ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι. | 471 | |
τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ· | 472 | |
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ | 473 | |
ἀΐξας ἀπέκοψε παρήορον οὐδ' ἐμάτησε· | 474 | |
τὼ δ' ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· | 475 | |
τὼ δ' αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο. | 476 | |
ἔνθ' αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ, | 477 | |
Πατρόκλου δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ | 478 | |
ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν· ὃ δ' ὕστερος ὄρνυτο χαλκῷ | 479 | |
Πάτροκλος· τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, | 480 | |
ἀλλ' ἔβαλ' ἔνθ' ἄρα τε φρένες ἔρχαται ἀμφ' ἁδινὸν κῆρ. | 481 | |
ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς | 482 | |
ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες | 483 | |
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· | 484 | |
ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς | 485 | |
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. | 486 | |
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν | 487 | |
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, | 488 | |
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, | 489 | |
ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων | 490 | |
κτεινόμενος μενέαινε, φίλον δ' ὀνόμηνεν ἑταῖρον· | 491 | |
Γλαῦκε πέπον πολεμιστὰ μετ' ἀνδράσι νῦν σε μάλα χρὴ | 492 | |
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· | 493 | |
νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. | 494 | |
πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας | 495 | |
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· | 496 | |
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. | 497 | |
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος | 498 | |
ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ' Ἀχαιοὶ | 499 | |
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. | 500 | |
ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. | 501 | |
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν | 502 | |
ὀφθαλμοὺς ῥῖνάς θ'· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων | 503 | |
ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο· | 504 | |
τοῖο δ' ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ' αἰχμήν. | 505 | |
Μυρμιδόνες δ' αὐτοῦ σχέθον ἵππους φυσιόωντας | 506 | |
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ' ἀνάκτων. | 507 | |
Γλαύκῳ δ' αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι· | 508 | |
ὠρίνθη δέ οἱ ἦτορ ὅ τ' οὐ δύνατο προσαμῦναι. | 509 | |
χειρὶ δ' ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν | 510 | |
ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ | 511 | |
τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων. | 512 | |
εὐχόμενος δ' ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι· | 513 | |
κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ | 514 | |
εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσ' ἀκούειν | 515 | |
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει. | 516 | |
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ | 517 | |
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα | 518 | |
τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ· | 519 | |
ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι | 520 | |
ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ' ὤριστος ὄλωλε | 521 | |
Σαρπηδὼν Διὸς υἱός· ὃ δ' οὐ οὗ παιδὸς ἀμύνει. | 522 | |
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, | 523 | |
κοίμησον δ' ὀδύνας, δὸς δὲ κράτος, ὄφρ' ἑτάροισι | 524 | |
κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, | 525 | |
αὐτός τ' ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι. | 526 | |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων. | 527 | |
αὐτίκα παῦσ' ὀδύνας ἀπὸ δ' ἕλκεος ἀργαλέοιο | 528 | |
αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ. | 529 | |
Γλαῦκος δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε | 530 | |
ὅττί οἱ ὦκ' ἤκουσε μέγας θεὸς εὐξαμένοιο. | 531 | |
πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας | 532 | |
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· | 533 | |
αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων | 534 | |
Πουλυδάμαντ' ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, | 535 | |
βῆ δὲ μετ' Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν, | 536 | |
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· | 537 | |
Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων, | 538 | |
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης | 539 | |
θυμὸν ἀποφθινύθουσι· σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν. | 540 | |
κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων, | 541 | |
ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ· | 542 | |
τὸν δ' ὑπὸ Πατρόκλῳ δάμασ' ἔγχεϊ χάλκεος Ἄρης. | 543 | |
ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ, | 544 | |
μὴ ἀπὸ τεύχε' ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν | 545 | |
Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο, | 546 | |
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν. | 547 | |
ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος | 548 | |
ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος | 549 | |
ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ' αὐτῷ | 550 | |
λαοὶ ἕποντ', ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι· | 551 | |
βὰν δ' ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ' ἄρά σφιν | 552 | |
Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς | 553 | |
ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ· | 554 | |
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· | 555 | |
Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω, | 556 | |
οἷοί περ πάρος ἦτε μετ' ἀνδράσιν ἢ καὶ ἀρείους. | 557 | |
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν | 558 | |
Σαρπηδών· ἀλλ' εἴ μιν ἀεικισσαίμεθ' ἑλόντες, | 559 | |
τεύχεά τ' ὤμοιιν ἀφελοίμεθα, καί τιν' ἑταίρων | 560 | |
αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ. | 561 | |
ὣς ἔφαθ', οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον. | 562 | |
οἳ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας | 563 | |
Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί, | 564 | |
σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι | 565 | |
δεινὸν ἀΰσαντες· μέγα δ' ἔβραχε τεύχεα φωτῶν. | 566 | |
Ζεὺς δ' ἐπὶ νύκτ' ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ, | 567 | |
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη. | 568 | |
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· | 569 | |
βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν | 570 | |
υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς, | 571 | |
ὅς ῥ' ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε | 572 | |
τὸ πρίν· ἀτὰρ τότε γ' ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας | 573 | |
ἐς Πηλῆ' ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν· | 574 | |
οἳ δ' ἅμ' Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι | 575 | |
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. | 576 | |
τόν ῥα τόθ' ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ | 577 | |
χερμαδίῳ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη | 578 | |
ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνὴς ἐπὶ νεκρῷ | 579 | |
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. | 580 | |
Πατρόκλῳ δ' ἄρ' ἄχος γένετο φθιμένου ἑτάροιο, | 581 | |
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς | 582 | |
ὠκέϊ, ὅς τ' ἐφόβησε κολοιούς τε ψῆράς τε· | 583 | |
ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε | 584 | |
ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. | 585 | |
καί ῥ' ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν | 586 | |
αὐχένα χερμαδίῳ, ῥῆξεν δ' ἀπὸ τοῖο τένοντας. | 587 | |
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. | 588 | |
ὅσση δ' αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, | 589 | |
ἥν ῥά τ' ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ | 590 | |
ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, | 591 | |
τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ' Ἀχαιοί. | 592 | |
Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων | 593 | |
ἐτράπετ', ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον | 594 | |
Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων | 595 | |
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. | 596 | |
τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ | 597 | |
στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων· | 598 | |
δούπησεν δὲ πεσών· πυκινὸν δ' ἄχος ἔλλαβ' Ἀχαιούς, | 599 | |
ὡς ἔπεσ' ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο, | 600 | |
στὰν δ' ἀμφ' αὐτὸν ἰόντες ἀολλέες· οὐδ' ἄρ' Ἀχαιοὶ | 601 | |
ἀλκῆς ἐξελάθοντο, μένος δ' ἰθὺς φέρον αὐτῶν. | 602 | |
ἔνθ' αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν | 603 | |
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς | 604 | |
Ἰδαίου ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ. | 605 | |
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς | 606 | |
ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν. | 607 | |
Αἰνείας δ' ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν· | 608 | |
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος. | 609 | |
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· | 610 | |
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν | 611 | |
οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη | 612 | |
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης. | 613 | |
αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης | 614 | |
ᾤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. | 615 | |
Αἰνείας δ' ἄρα θυμὸν ἐχώσατο φώνησέν τε· | 616 | |
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα | 617 | |
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ' ἔβαλόν περ. | 618 | |
τὸν δ' αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα· | 619 | |
Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα | 620 | |
πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα | 621 | |
ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι. | 622 | |
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ, | 623 | |
αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς | 624 | |
εὖχος ἐμοὶ δοίης, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. | 625 | |
ὣς φάτο, τὸν δ' ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός· | 626 | |
Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις; | 627 | |
ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι | 628 | |
νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει. | 629 | |
ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ· | 630 | |
τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι. | 631 | |
ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς. | 632 | |
τῶν δ' ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει | 633 | |
οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετ' ἀκουή, | 634 | |
ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης | 635 | |
χαλκοῦ τε ῥινοῦ τε βοῶν τ' εὐποιητάων, | 636 | |
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν. | 637 | |
οὐδ' ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον | 638 | |
ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν | 639 | |
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. | 640 | |
οἳ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι | 641 | |
σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας | 642 | |
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει· | 643 | |
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς | 644 | |
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, | 645 | |
ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ, | 646 | |
πολλὰ μάλ' ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων, | 647 | |
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ | 648 | |
αὐτοῦ ἐπ' ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ | 649 | |
χαλκῷ δῃώσῃ, ἀπό τ' ὤμων τεύχε' ἕληται, | 650 | |
ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν. | 651 | |
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι | 652 | |
ὄφρ' ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος | 653 | |
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν | 654 | |
ὤσαιτο προτὶ ἄστυ, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο. | 655 | |
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν· | 656 | |
ἐς δίφρον δ' ἀναβὰς φύγαδ' ἔτραπε, κέκλετο δ' ἄλλους | 657 | |
Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα. | 658 | |
ἔνθ' οὐδ' ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν | 659 | |
πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ | 660 | |
κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ' αὐτῷ | 661 | |
κάππεσον, εὖτ' ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων. | 662 | |
οἳ δ' ἄρ' ἀπ' ὤμοιιν Σαρπηδόνος ἔντε' ἕλοντο | 663 | |
χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας | 664 | |
δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. | 665 | |
καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· | 666 | |
εἰ δ' ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον | 667 | |
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα | 668 | |
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι | 669 | |
χρῖσόν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσον· | 670 | |
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι | 671 | |
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα | 672 | |
θήσουσ' ἐν Λυκίης εὐρείης πίονι δήμῳ, | 673 | |
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε | 674 | |
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. | 675 | |
ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων. | 676 | |
βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν, | 677 | |
αὐτίκα δ' ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας | 678 | |
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι | 679 | |
χρῖσέν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσε· | 680 | |
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι, | 681 | |
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα | 682 | |
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ. | 683 | |
Πάτροκλος δ' ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας | 684 | |
Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ' ἀάσθη | 685 | |
νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν | 686 | |
ἦ τ' ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο. | 687 | |
ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν· | 688 | |
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην | 689 | |
ῥηϊδίως, ὅτε δ' αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· | 690 | |
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν. | 691 | |
ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξας | 692 | |
Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν; | 693 | |
Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον | 694 | |
καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, | 695 | |
αὐτὰρ ἔπειτ' Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην· | 696 | |
τοὺς ἕλεν· οἳ δ' ἄλλοι φύγαδε μνώοντο ἕκαστος. | 697 | |
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν | 698 | |
Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν, | 699 | |
εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου | 700 | |
ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ' ἀρήγων. | 701 | |
τρὶς μὲν ἐπ' ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο | 702 | |
Πάτροκλος, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων | 703 | |
χείρεσσ' ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων. | 704 | |
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, | 705 | |
δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· | 706 | |
χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα | 707 | |
σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, | 708 | |
οὐδ' ὑπ' Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων. | 709 | |
ὣς φάτο, Πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω | 710 | |
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. | 711 | |
Ἕκτωρ δ' ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους· | 712 | |
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, | 713 | |
ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. | 714 | |
ταῦτ' ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων | 715 | |
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε | 716 | |
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο | 717 | |
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, | 718 | |
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· | 719 | |
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· | 720 | |
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή. | 721 | |
αἴθ' ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην· | 722 | |
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας. | 723 | |
ἀλλ' ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους, | 724 | |
αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων. | 725 | |
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, | 726 | |
Κεβριόνῃ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ | 727 | |
ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων | 728 | |
δύσεθ' ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν | 729 | |
ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. | 730 | |
Ἕκτωρ δ' ἄλλους μὲν Δαναοὺς ἔα οὐδ' ἐνάριζεν· | 731 | |
αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους. | 732 | |
Πάτροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε | 733 | |
σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον | 734 | |
μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, | 735 | |
ἧκε δ' ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός, | 736 | |
οὐδ' ἁλίωσε βέλος, βάλε δ' Ἕκτορος ἡνιοχῆα | 737 | |
Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο | 738 | |
ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ. | 739 | |
ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν | 740 | |
ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν | 741 | |
αὐτοῦ πρόσθε ποδῶν· ὃ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς | 742 | |
κάππεσ' ἀπ' εὐεργέος δίφρου, λίπε δ' ὀστέα θυμός. | 743 | |
τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ· | 744 | |
ὢ πόποι ἦ μάλ' ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. | 745 | |
εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο, | 746 | |
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν | 747 | |
νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη, | 748 | |
ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ. | 749 | |
ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν. | 750 | |
ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει | 751 | |
οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων | 752 | |
ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή· | 753 | |
ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς. | 754 | |
Ἕκτωρ δ' αὖθ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε. | 755 | |
τὼ περὶ Κεβριόναο λέονθ' ὣς δηρινθήτην, | 756 | |
ὥ τ' ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο | 757 | |
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον· | 758 | |
ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς | 759 | |
Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ | 760 | |
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. | 761 | |
Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει· | 762 | |
Πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι | 763 | |
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. | 764 | |
ὡς δ' Εὖρός τε Νότος τ' ἐριδαίνετον ἀλλήλοιιν | 765 | |
οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην | 766 | |
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν, | 767 | |
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους | 768 | |
ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων, | 769 | |
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες | 770 | |
δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο. | 771 | |
πολλὰ δὲ Κεβριόνην ἀμφ' ὀξέα δοῦρα πεπήγει | 772 | |
ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες, | 773 | |
πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξαν | 774 | |
μαρναμένων ἀμφ' αὐτόν· ὃ δ' ἐν στροφάλιγγι κονίης | 775 | |
κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. | 776 | |
ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, | 777 | |
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός· | 778 | |
ἦμος δ' Ἠέλιος μετενίσετο βουλυτὸν δέ, | 779 | |
καὶ τότε δή ῥ' ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν. | 780 | |
ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν | 781 | |
Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο, | 782 | |
Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε. | 783 | |
τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ | 784 | |
σμερδαλέα ἰάχων, τρὶς δ' ἐννέα φῶτας ἔπεφνεν. | 785 | |
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, | 786 | |
ἔνθ' ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή· | 787 | |
ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ | 788 | |
δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, | 789 | |
ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε· | 790 | |
στῆ δ' ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω | 791 | |
χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. | 792 | |
τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων· | 793 | |
ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων | 794 | |
αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι | 795 | |
αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν | 796 | |
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, | 797 | |
ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον | 798 | |
ῥύετ' Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν | 799 | |
ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος. | 800 | |
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος | 801 | |
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ' ὤμων | 802 | |
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα. | 803 | |
λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων. | 804 | |
τὸν δ' ἄτη φρένας εἷλε, λύθεν δ' ὑπὸ φαίδιμα γυῖα, | 805 | |
στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ | 806 | |
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ | 807 | |
Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο | 808 | |
ἔγχεΐ θ' ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι· | 809 | |
καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων | 810 | |
πρῶτ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο· | 811 | |
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ | 812 | |
οὐδὲ δάμασσ'· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δ' ὁμίλῳ, | 813 | |
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ' ὑπέμεινε | 814 | |
Πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηϊοτῆτι. | 815 | |
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς | 816 | |
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων. | 817 | |
Ἕκτωρ δ' ὡς εἶδεν Πατροκλῆα μεγάθυμον | 818 | |
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ, | 819 | |
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ | 820 | |
νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· | 821 | |
δούπησεν δὲ πεσών, μέγα δ' ἤκαχε λαὸν Ἀχαιῶν· | 822 | |
ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ, | 823 | |
ὥ τ' ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον | 824 | |
πίδακος ἀμφ' ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· | 825 | |
πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν· | 826 | |
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν | 827 | |
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα, | 828 | |
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα· | 829 | |
Πάτροκλ' ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, | 830 | |
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας | 831 | |
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν | 832 | |
νήπιε· τάων δὲ πρόσθ' Ἕκτορος ὠκέες ἵπποι | 833 | |
ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ' αὐτὸς | 834 | |
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω | 835 | |
ἦμαρ ἀναγκαῖον· σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται. | 836 | |
ἆ δείλ', οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς, | 837 | |
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ' ἰόντι· | 838 | |
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε | 839 | |
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο | 840 | |
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι. | 841 | |
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε. | 842 | |
τὸν δ' ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ· | 843 | |
ἤδη νῦν Ἕκτορ μεγάλ' εὔχεο· σοὶ γὰρ ἔδωκε | 844 | |
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν | 845 | |
ῥηιδίως· αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο. | 846 | |
τοιοῦτοι δ' εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν, | 847 | |
πάντές κ' αὐτόθ' ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες. | 848 | |
ἀλλά με μοῖρ' ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός, | 849 | |
ἀνδρῶν δ' Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις. | 850 | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 851 | |
οὔ θην οὐδ' αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη | 852 | |
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ | 853 | |
χερσὶ δαμέντ' Ἀχιλῆος ἀμύμονος Αἰακίδαο. | 854 | |
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· | 855 | |
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει | 856 | |
ὃν πότμον γοόωσα λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην. | 857 | |
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ· | 858 | |
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον; | 859 | |
τίς δ' οἶδ' εἴ κ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο | 860 | |
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι; | 861 | |
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς | 862 | |
εἴρυσε λὰξ προσβάς, τὸν δ' ὕπτιον ὦσ' ἀπὸ δουρός. | 863 | |
αὐτίκα δὲ ξὺν δουρὶ μετ' Αὐτομέδοντα βεβήκει | 864 | |
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· | 865 | |
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι | 866 | |
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα. | 867 | |