Vasile Stancu

ILIADA




Cântul XI


ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο001
ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι·002
Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν003
ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν.004
στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, 005
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,006
ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο007
ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας008
εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν009
ἔνθα στᾶσ' ἤϋσε θεὰ μέγα τε δεινόν τε 010
ὄρθι', Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ011
καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.012
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι013
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.014


Ἀτρεΐδης δ' ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν 015
Ἀργείους· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκόν.016
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε017
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·018
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε,019
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. 020
πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ' Ἀχαιοὶ021
ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον·022
τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ.023
τοῦ δ' ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,024
δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· 025
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν026
τρεῖς ἑκάτερθ' ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων027
ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων.028
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι029
χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν 030
ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός.031
ἂν δ' ἕλετ' ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν032
καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν,033
ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο034
λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. 035
τῇ δ' ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο036
δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε.037
τῆς δ' ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ' αὐτοῦ038
κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν039
τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. 040
κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον041
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.042
εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ043
ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ' αὐτόφιν οὐρανὸν εἴσω044
λάμπ'· ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη 045
τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.046


ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος047
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ,048
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες049
ῥώοντ'· ἄσβεστος δὲ βοὴ γένετ' ἠῶθι πρό. 050
φθὰν δὲ μέγ' ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,051
ἱππῆες δ' ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν052
ὦρσε κακὸν Κρονίδης, κατὰ δ' ὑψόθεν ἧκεν ἐέρσας053
αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ' ἔμελλε054
πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. 055


Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο056
Ἕκτορά τ' ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα057
Αἰνείαν θ', ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,058
τρεῖς τ' Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον059
ἠΐθεόν τ' Ἀκάμαντ' ἐπιείκελον ἀθανάτοισιν. 060
Ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην,061
οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ062
παμφαίνων, τοτὲ δ' αὖτις ἔδυ νέφεα σκιόεντα,063
ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,064
ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων· πᾶς δ' ἄρα χαλκῷ 065
λάμφ' ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.066


οἳ δ', ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν067
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν068
πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·069
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες 070
δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο.071
ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς072
θῦνον· Ἔρις δ' ἄρ' ἔχαιρε πολύστονος εἰσορόωσα·073
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,074
οἳ δ' ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι 075
σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ076
δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.077
πάντες δ' ᾐτιόωντο κελαινεφέα Κρονίωνα078
οὕνεκ' ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.079
τῶν μὲν ἄρ' οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς 080
τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων081
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν082
χαλκοῦ τε στεροπήν, ὀλλύντάς τ' ὀλλυμένους τε.083


ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,084
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός· 085
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον086
οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ' ἐκορέσσατο χεῖρας087
τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,088
σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,089
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας 090
κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ' Ἀγαμέμνων091
πρῶτος ὄρουσ', ἕλε δ' ἄνδρα Βιάνορα ποιμένα λαῶν092
αὐτόν, ἔπειτα δ' ἑταῖρον Ὀϊλῆα πλήξιππον.093
ἤτοι ὅ γ' ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·094
τὸν δ' ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ 095
νύξ', οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,096
ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ097
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.098
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων099
στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· 100
αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων101
υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω102
εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,103
Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτ' Ἀχιλλεὺς104
Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, 105
ποιμαίνοντ' ἐπ' ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.106
δὴ τότε γ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων107
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,108
Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων.109
σπερχόμενος δ' ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ 110
γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν111
εἶδεν, ὅτ' ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.112
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα113
ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν114
ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ' ἦτορ ἀπηύρα· 115
ἣ δ' εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι116
χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·117
καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην118
σπεύδουσ' ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς·119
ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον 120
Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' Ἀργείοισι φέβοντο.121


αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην122
υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα123
χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα124
οὐκ εἴασχ' Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, 125
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων126
εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ' ἔχον ὠκέας ἵππους·127
ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,128
τὼ δὲ κυκηθήτην· ὃ δ' ἐναντίον ὦρτο λέων ὣς129
Ἀτρεΐδης· τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην· 130
ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα·131
πολλὰ δ' ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται132
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,133
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα,134
εἰ νῶϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. 135


ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα136
μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δ' ὄπ' ἄκουσαν·137
εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,138
ὅς ποτ' ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν139
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ 140
αὖθι κατακτεῖναι μηδ' ἐξέμεν ἂψ ἐς Ἀχαιούς,141
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.142


ἦ, καὶ Πείσανδρον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε143
δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δ' ὕπτιος οὔδει ἐρείσθη.144
Ἱππόλοχος δ' ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε 145
χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ' αὐχένα κόψας,146
ὅλμον δ' ὣς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου.147
τοὺς μὲν ἔασ'· ὃ δ' ὅθι πλεῖσται κλονέοντο φάλαγγες,148
τῇ ῥ' ἐνόρουσ', ἅμα δ' ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.149
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, 150
ἱππεῖς δ' ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη151
ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων152
χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων153
αἰὲν ἀποκτείνων ἕπετ' Ἀργείοισι κελεύων.154
ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, 155
πάντῃ τ' εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι156
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·157
ὣς ἄρ' ὑπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα158
Τρώων φευγόντων, πολλοὶ δ' ἐριαύχενες ἵπποι159
κείν' ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας 160
ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δ' ἐπὶ γαίῃ161
κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.162


Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης163
ἔκ τ' ἀνδροκτασίης ἔκ θ' αἵματος ἔκ τε κυδοιμοῦ·164
Ἀτρεΐδης δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. 165
οἳ δὲ παρ' Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο166
μέσσον κὰπ πεδίον παρ' ἐρινεὸν ἐσσεύοντο167
ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετ' αἰεὶ168
Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.169
ἀλλ' ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, 170
ἔνθ' ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.171
οἳ δ' ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,172
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ173
πάσας· τῇ δέ τ' ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·174
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι 175
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·176
ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων177
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δ' ἐφέβοντο.178
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων179
Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. 180
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος181
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε182
Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης183
οὐρανόθεν καταβάς· ἔχε δ' ἀστεροπὴν μετὰ χερσίν.184
Ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· 185
βάσκ' ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·186
ὄφρ' ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν187
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,188
τόφρ' ἀναχωρείτω, τὸν δ' ἄλλον λαὸν ἀνώχθω189
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 190
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ191
εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω192
κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται193
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.194


ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, 195
βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.196
εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον197
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·198
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·199
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε 200
Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.201
ὄφρ' ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν202
θύνοντ' ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,203
τόφρ' ὑπόεικε μάχης, τὸν δ' ἄλλον λαὸν ἄνωχθι204
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. 205
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ206
εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει207
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι208
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.209


ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, 210
Ἕκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,211
πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ212
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.213
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν,214
Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. 215
ἀρτύνθη δὲ μάχη, στὰν δ' ἀντίοι· ἐν δ' Ἀγαμέμνων216
πρῶτος ὄρουσ', ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων.217


ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι218
ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν219
ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. 220


Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε221
ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων·222
Κισσῆς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα223
μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον·224
αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, 225
αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν·226
γήμας δ' ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' Ἀχαιῶν227
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο.228
τὰς μὲν ἔπειτ' ἐν Περκώτῃ λίπε νῆας ἐΐσας,229
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· 230
ὅς ῥα τότ' Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν.231
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,232
Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος,233
Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε234
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· 235
οὐδ' ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν236
ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ' αἰχμή.237
καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων238
ἕλκ' ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δ' ἄρα χειρὸς239
σπάσσατο· τὸν δ' ἄορι πλῆξ' αὐχένα, λῦσε δὲ γυῖα. 240
ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον241
οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων,242
κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ' ἔδωκε·243
πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι' ὑπέστη244
αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. 245
δὴ τότε γ' Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε,246
βῆ δὲ φέρων ἀν' ὅμιλον Ἀχαιῶν τεύχεα καλά.247
τὸν δ' ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν248
πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος249
ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. 250
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον,251
νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε,252
ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή.253
ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·254
ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, 255
ἀλλ' ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος.256
ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον257
ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους·258
τὸν δ' ἕλκοντ' ἀν' ὅμιλον ὑπ' ἀσπίδος ὀμφαλοέσσης259
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα· 260
τοῖο δ' ἐπ' Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς.261
ἔνθ' Ἀντήνορος υἷες ὑπ' Ἀτρεΐδῃ βασιλῆϊ262
πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω.263


αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν264
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, 265
ὄφρά οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.266
αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα,267
ὀξεῖαι δ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.268
ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα269
δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι 270
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι,271
ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο.272
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε273
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.274
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· 275
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες276
ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι277
φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς278
εἴασε Τρώεσσι πανημέριον πολεμίζειν.279


ὣς ἔφαθ', ἡνίοχος δ' ἵμασεν καλλίτριχας ἵππους 280
νῆας ἔπι γλαφυράς· τὼ δ' οὐκ ἀέκοντε πετέσθην·281
ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ282
τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες.283


Ἕκτωρ δ' ὡς ἐνόησ' Ἀγαμέμνονα νόσφι κιόντα284
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· 285
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ286
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.287
οἴχετ' ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκε288
Ζεὺς Κρονίδης· ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους289
ἰφθίμων Δαναῶν, ἵν' ὑπέρτερον εὖχος ἄρησθε. 290


ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.291
ὡς δ' ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας292
σεύῃ ἐπ' ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι,293
ὣς ἐπ' Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους294
Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. 295
αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει,296
ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ,297
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει.298


ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν299
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; 300
Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην301
καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ' Ἀγέλαον302
Αἴσυμνόν τ' Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην.303
τοὺς ἄρ' ὅ γ' ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα304
πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ 305
ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων·306
πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη307
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς·308
ὣς ἄρα πυκνὰ καρήαθ' ὑφ' Ἕκτορι δάμνατο λαῶν.309


ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 310
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί,311
εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ' Ὀδυσσεύς·312
Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;313
ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵσταο· δὴ γὰρ ἔλεγχος314
ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. 315


τὸν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·316
ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα317
ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς318
Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν.319


ἦ καὶ Θυμβραῖον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε 320
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς321
ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος.322
τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν·323
τὼ δ' ἀν' ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω324
ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· 325
ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ326
ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον.327
ἔνθ' ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω328
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων329
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε 330
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι331
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.332
τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης333
θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε' ἀπηύρα·334
Ἱππόδαμον δ' Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. 335


ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων336
ἐξ Ἴδης καθορῶν· τοὶ δ' ἀλλήλους ἐνάριζον.337
ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ338
Παιονίδην ἥρωα κατ' ἰσχίον· οὐ δέ οἱ ἵπποι339
ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. 340
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ' ἔχεν, αὐτὰρ ὃ πεζὸς341
θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.342
Ἕκτωρ δ' ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς343
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες.344
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, 345
αἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·346
νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ·347
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.348


ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος349
καὶ βάλεν, οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, 350
ἄκρην κὰκ κόρυθα· πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός,351
οὐδ' ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια352
τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων.353
Ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ,354
στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ 355
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν.356
ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ' ἐρωὴν357
τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης358
τόφρ' Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας359
ἐξέλασ' ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. 360
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης·361
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι362
ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων363
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.364
ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, 365
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.366
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.367
ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.368
αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο369
Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, 370
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ371
Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.372
ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο373
αἴνυτ' ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ' ὤμων374
καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε 375
καὶ βάλεν, οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,376
ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ' ἀμπερὲς ἰὸς377
ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας378
ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·379
βέβληαι οὐδ' ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι 380
νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.381
οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,382
οἵ τέ σε πεφρίκασι λέονθ' ὡς μηκάδες αἶγες.383


τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·384
τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα 385
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,386
οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·387
νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.388
οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·389
κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. 390
ἦ τ' ἄλλως ὑπ' ἐμεῖο, καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ,391
ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.392
τοῦ δὲ γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαί,393
παῖδες δ' ὀρφανικοί· ὃ δέ θ' αἵματι γαῖαν ἐρεύθων394
πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. 395


ὣς φάτο, τοῦ δ' Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν396
ἔστη πρόσθ'· ὃ δ' ὄπισθε καθεζόμενος βέλος ὠκὺ397
ἐκ ποδὸς ἕλκ', ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή.398
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε399
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. 400


οἰώθη δ' Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ401
Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·402
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·403
ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι404
πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω 405
μοῦνος· τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.406
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;407
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,408
ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ409
ἑστάμεναι κρατερῶς, ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον. 410


εἷος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,411
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,412
ἔλσαν δ' ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.413
ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ414
σεύωνται, ὃ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο 415
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,416
ἀμφὶ δέ τ' ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων417
γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,418
ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο419
Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην 420
οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,421
αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.422
Χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα423
δουρὶ κατὰ πρότμησιν ὑπ' ἀσπίδος ὀμφαλοέσσης424
νύξεν· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 425
τοὺς μὲν ἔασ', ὃ δ' ἄρ' Ἱππασίδην Χάροπ' οὔτασε δουρὶ426
αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.427
τῷ δ' ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,428
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν429
ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ' ἠδὲ πόνοιο 430
σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι431
τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας,432
ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.433


ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην.434
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, 435
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,436
πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ' ἔτ' ἔασε437
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.438
γνῶ δ' Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,439
ἂψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· 440
ἆ δείλ' ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.441
ἤτοι μέν ῥ' ἔμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·442
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν443
ἤματι τῷδ' ἔσσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα444
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. 445


ἦ, καὶ ὃ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει,446
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν447
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,448
δούπησεν δὲ πεσών· ὃ δ' ἐπεύξατο δῖος Ὀδυσσεύς·449
ὦ Σῶχ' Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο 450
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξας.451
ἆ δείλ' οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ452
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ453
ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.454
αὐτὰρ ἔμ', εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. 455


ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος456
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·457
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.458
Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ' Ὀδυσῆος459
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν. 460
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, αὖε δ' ἑταίρους.461
τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,462
τρὶς δ' ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.463
αἶψα δ' ἄρ' Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·464
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 465
ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτὴ466
τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα467
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.468
ἀλλ' ἴομεν καθ' ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.469
δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς 470
ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.471


ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς.472
εὗρον ἔπειτ' Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δ' ἄρ' αὐτὸν473
Τρῶες ἕπονθ' ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν474
ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ 475
ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ' ἤλυξε πόδεσσι476
φεύγων, ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ·477
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,478
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν479
ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων 480
σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·481
ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην482
Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ' ἥρως483
ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.484
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, 485
στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.486
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου487
χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.488


Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον489
Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, 490
οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.491
ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι492
χειμάρρους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,493
πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας494
ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει, 495
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,496
δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ497
πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης498
ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα499
ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει 500
Νέστορά τ' ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.501
Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων502
ἔγχεΐ θ' ἱπποσύνῃ τε, νέων δ' ἀλάπαζε φάλαγγας·503
οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ504
εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο 505
παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,506
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.507
τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ508
μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.509
αὐτίκα δ' Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· 510
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν511
ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων512
βαινέτω, ἐς νῆας δὲ τάχιστ' ἔχε μώνυχας ἵππους·513
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων514
ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν. 515


ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.516
αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων517
βαῖν' Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·518
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην519
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. 520


Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν521
Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·522
Ἕκτορ νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοῖσιν523
ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι524
Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. 525
Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·526
εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς527
κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα528
ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες529
ἀλλήλους ὀλέκουσι, βοὴ δ' ἄσβεστος ὄρωρεν. 530


ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους531
μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες532
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς533
στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ' ἄξων534
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, 535
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον536
αἵ τ' ἀπ' ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον537
ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν538
ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.539
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν 540
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,541
Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο.542


Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ὦρσε·543
στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,544
τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου θηρὶ ἐοικὼς 545
ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.546
ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο547
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,548
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι549
πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων 550
ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες551
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν552
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·553
ἠῶθεν δ' ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·554
ὣς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ἦτορ 555
ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.556
ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας557
νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγῃ,558
κείρει τ' εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες559
τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· 560
σπουδῇ τ' ἐξήλασσαν, ἐπεί τ' ἐκορέσσατο φορβῆς·561
ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱὸν562
Τρῶες ὑπέρθυμοι πολυηγερέες τ' ἐπίκουροι563
νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.564
Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς 565
αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας566
Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.567
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,568
αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ569
ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν 570
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,571
πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,572
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.573


τὸν δ' ὡς οὖν ἐνόησ' Εὐαίμονος ἀγλαὸς υἱὸς574
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, 575
στῆ ῥα παρ' αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,576
καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν577
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν·578
Εὐρύπυλος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων.579
τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 580
τεύχε' ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον581
ἕλκετ' ἐπ' Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ582
δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.583
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων,584
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· 585
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες586
στῆτ' ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ587
Αἴανθ', ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι588
φεύξεσθ' ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ' ἄντην589
ἵστασθ' ἀμφ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν. 590


ὣς ἔφατ' Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρ' αὐτὸν591
πλησίοι ἔστησαν σάκε' ὤμοισι κλίναντες592
δούρατ' ἀνασχόμενοι· τῶν δ' ἀντίος ἤλυθεν Αἴας.593
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.594


ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· 595
Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι596
ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.597
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·598
ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ599
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. 600
αἶψα δ' ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε601
φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας602
ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή.603
τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·604
τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; 605
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·606
δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ607
νῦν ὀΐω περὶ γούνατ' ἐμὰ στήσεσθαι Ἀχαιοὺς608
λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός.609
ἀλλ' ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ' ἔρειο 610
ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·611
ἤτοι μὲν τά γ' ὄπισθε Μαχάονι πάντα ἔοικε612
τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·613
ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.614


ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, 615
βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.616
οἳ δ' ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,617
αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,618
ἵππους δ' Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος619
ἐξ ὀχέων· τοὶ δ' ἱδρῶ ἀπεψύχοντο χιτώνων 620
στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλός· αὐτὰρ ἔπειτα621
ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.622
τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,623
τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,624
θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ 625
ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.626
ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν627
καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ' αὐτῆς628
χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,629
ἠδὲ μέλι χλωρόν, παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν, 630
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ' ὁ γεραιός,631
χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ' αὐτοῦ632
τέσσαρ' ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον633
χρύσειαι νεμέθοντο, δύω δ' ὑπὸ πυθμένες ἦσαν.634
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης 635
πλεῖον ἐόν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν.636
ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν637
οἴνῳ Πραμνείῳ, ἐπὶ δ' αἴγειον κνῆ τυρὸν638
κνήστι χαλκείῃ, ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε,639
πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισσε κυκειῶ. 640
τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν641
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,642
Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.643
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,644
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε. 645
Πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·646
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.647
αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι648
ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς649
γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. 650
νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ' Ἀχιλῆϊ.651
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος652
δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.653


τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·654
τίπτε τὰρ ὧδ' Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, 655
ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε656
πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι657
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.658
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,659
οὔτασται δ' Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ' Ἀγαμέμνων· 660
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·661
τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο662
ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς663
ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ' ἐλεαίρει.664
ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης 665
Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,666
αὐτοί τε κτεινώμεθ' ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς667
ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.668
εἴθ' ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη669
ὡς ὁπότ' Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη 670
ἀμφὶ βοηλασίῃ, ὅτ' ἐγὼ κτάνον Ἰτυμονῆα671
ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,672
ῥύσι' ἐλαυνόμενος· ὃ δ' ἀμύνων ᾗσι βόεσσιν673
ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,674
κὰδ δ' ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. 675
ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν676
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,677
τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν,678
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα679
πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. 680
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω681
ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,682
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.683
κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι684
τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ' ἐν Ἤλιδι δίῃ· 685
οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες686
δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,687
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·688
ἐλθὼν γάρ ῥ' ἐκάκωσε βίη Ἡρακληείη689
τῶν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν ὅσσοι ἄριστοι· 690
δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·691
τῶν οἶος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὄλοντο.692
ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες693
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.694
ἐκ δ' ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν 695
εἵλετο κρινάμενος τριηκόσι' ἠδὲ νομῆας.696
καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν Ἤλιδι δίῃ697
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν698
ἐλθόντες μετ' ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον699
θεύσεσθαι· τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν Αὐγείας 700
κάσχεθε, τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων.701
τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων702
ἐξέλετ' ἄσπετα πολλά· τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε703
δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.704
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ 705
ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες706
ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι707
πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο708
παῖδ' ἔτ' ἐόντ', οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.709
ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη 710
τηλοῦ ἐπ' Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·711
τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.712
ἀλλ' ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ' Ἀθήνη713
ἄγγελος ἦλθε θέουσ' ἀπ' Ὀλύμπου θωρήσσεσθαι714
ἔννυχος, οὐδ' ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν 715
ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς716
εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·717
οὐ γάρ πώ τί μ' ἔφη ἴδμεν πολεμήϊα ἔργα.718
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι719
καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. 720
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων721
ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν722
ἱππῆες Πυλίων, τὰ δ' ἐπέρρεον ἔθνεα πεζῶν.723
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες724
ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο. 725
ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,726
ταῦρον δ' Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,727
αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,728
δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,729
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος 730
ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ731
ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·732
ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·733
εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,734
συμφερόμεσθα μάχῃ Διί τ' εὐχόμενοι καὶ Ἀθήνῃ. 735
ἀλλ' ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,736
πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,737
Μούλιον αἰχμητήν· γαμβρὸς δ' ἦν Αὐγείαο,738
πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν Ἀγαμήδην,739
ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. 740
τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,741
ἤριπε δ' ἐν κονίῃσιν· ἐγὼ δ' ἐς δίφρον ὀρούσας742
στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ743
ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα744
ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. 745
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,746
πεντήκοντα δ' ἕλον δίφρους, δύο δ' ἀμφὶς ἕκαστον747
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.748
καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ' ἀλάπαξα,749
εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων 750
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.751
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·752
τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο753
κτείνοντές τ' αὐτοὺς ἀνά τ' ἔντεα καλὰ λέγοντες,754
ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους 755
πέτρης τ' Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη756
κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.757
ἔνθ' ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ758
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ' ἔχον ὠκέας ἵππους,759
πάντες δ' εὐχετόωντο θεῶν Διὶ Νέστορί τ' ἀνδρῶν. 760
ὣς ἔον, εἴ ποτ' ἔον γε, μετ' ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς761
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω762
πολλὰ μετακλαύσεσθαι ἐπεί κ' ἀπὸ λαὸς ὄληται.763
ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν764
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, 765
νῶϊ δέ τ' ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς766
πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.767
Πηλῆος δ' ἱκόμεσθα δόμους εὖ ναιετάοντας768
λαὸν ἀγείροντες κατ' Ἀχαιΐδα πουλυβότειραν.769
ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον 770
ἠδὲ σέ, πὰρ δ' Ἀχιλῆα· γέρων δ' ἱππηλάτα Πηλεὺς771
πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ772
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον773
σπένδων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱεροῖσι.774
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ' ἔπειτα 775
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς,776
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε,777
ξείνιά τ' εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.778
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,779
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι· 780
σφὼ δὲ μάλ' ἠθέλετον, τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον.781
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' Ἀχιλῆϊ782
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·783
σοὶ δ' αὖθ' ὧδ' ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·784
τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, 785
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ' ὅ γε πολλὸν ἀμείνων.786
ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ' ὑποθέσθαι787
καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.788
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν789
ταῦτ' εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. 790
τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις791
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.792
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει793
καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,794
ἀλλὰ σέ περ προέτω, ἅμα δ' ἄλλος λαὸς ἑπέσθω 795
Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·796
καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,797
αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο798
Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν799
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. 800
ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ801
ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.802


ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,803
βῆ δὲ θέειν παρὰ νῆας ἐπ' Αἰακίδην Ἀχιλῆα.804
ἀλλ' ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο 805
ἷξε θέων Πάτροκλος, ἵνά σφ' ἀγορή τε θέμις τε806
ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,807
ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε808
διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ809
σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς 810
ὤμων καὶ κεφαλῆς, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο811
αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.812
τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,813
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·814
ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες 815
ὣς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης816
ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.817
ἀλλ' ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ' ἥρως,818
ἤ ῥ' ἔτι που σχήσουσι πελώριον Ἕκτορ' Ἀχαιοί,819
ἦ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες; 820


τὸν δ' αὖτ' Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·821
οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν822
ἔσσεται, ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.823
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,824
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε 825
χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.826
ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,827
μηροῦ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν828
νίζ' ὕδατι λιαρῷ, ἐπὶ δ' ἤπια φάρμακα πάσσε829
ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, 830
ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.831
ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων832
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα833
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος834
κεῖσθαι· ὃ δ' ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. 835


τὸν δ' αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·836
πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ' ἥρως;837
ἔρχομαι ὄφρ' Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω838
ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·839
ἀλλ' οὐδ' ὧς περ σεῖο μεθήσω τειρομένοιο. 840


ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν841
ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.842
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ843
ὀξὺ βέλος περιπευκές, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν844
νίζ' ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν 845
χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας846
ἔσχ' ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα.847