Vasile Stancu

ILIADA




Cântul XVII


οὐδ' ἔλαθ' Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον001
Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.002
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,003
ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖν' ὥς τις περὶ πόρτακι μήτηρ004
πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· 005
ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.006
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην,007
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ' ἀντίος ἔλθοι.008
οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε009
Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ' ἄρ' αὐτοῦ 010
ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον·011
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν012
χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ' ἔναρα βροτόεντα·013
οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ' ἐπικούρων014
Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· 015
τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,016
μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.017


τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·018
Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.019
οὔτ' οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος 020
οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος021
θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,022
ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.023
οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο024
ἧς ἥβης ἀπόνηθ', ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε 025
καί μ' ἔφατ' ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν026
ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα027
εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.028
ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα029
στήῃς· ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω 030
ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο031
πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.032
ὣς φάτο, τὸν δ' οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·033
νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις034
γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ' ἀγορεύεις, 035
χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,036
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.037
ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην038
εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας039
Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. 040
ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται041
οὐδ' ἔτ' ἀδήριτος ἤτ' ἀλκῆς ἤτε φόβοιο.042


ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην·043
οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ044
ἀσπίδ' ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ 045
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί·046
ἂψ δ' ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα047
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας·048
ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή,049
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. 050
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι051
πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.052
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης053
χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβροχεν ὕδωρ,054
καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι 055
παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ·056
ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ057
βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ·058
τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον059
Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα. 060


ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς061
βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·062
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι063
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει064
δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ' ἄνδρές τε νομῆες 065
πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν066
ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·067
ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα068
ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.069
ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο 070
Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,071
ὅς ῥά οἱ Ἕκτορ' ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ072
ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·073
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·074
Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων 075
ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ' ἀλεγεινοὶ076
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι077
ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.078
τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς079
Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε 080
Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς.081


ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,082
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας·083
πάπτηνεν δ' ἄρ' ἔπειτα κατὰ στίχας, αὐτίκα δ' ἔγνω084
τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ' ἐπὶ γαίῃ 085
κείμενον· ἔρρει δ' αἷμα κατ' οὐταμένην ὠτειλήν.086
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ087
ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο088
ἀσβέστῳ· οὐδ' υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας·089
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· 090
ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ091
Πάτροκλόν θ', ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς,092
μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.093
εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι094
αἰδεσθείς, μή πώς με περιστήωσ' ἕνα πολλοί· 095
Τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.096
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;097
ὁππότ' ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι098
ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη.099
τώ μ' οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται 100
Ἕκτορι χωρήσαντ', ἐπεὶ ἐκ θεόφιν πολεμίζει.101
εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,102
ἄμφω κ' αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης103
καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν104
Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη. 105


εἷος ὁ ταῦθ' ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν106
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ' ἄρ' Ἕκτωρ.107
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν108
ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,109
ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται 110
ἔγχεσι καὶ φωνῇ· τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ἦτορ111
παχνοῦται, ἀέκων δέ τ' ἔβη ἀπὸ μεσσαύλοιο·112
ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.113
στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων114
παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. 115
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης116
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι·117
θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων·118
βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.119
Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος 120
σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν121
γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.122


ὣς ἔφατ', Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε·123
βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος.124
Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα, 125
ἕλχ' ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ,126
τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη.127
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον·128
Ἕκτωρ δ' ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ' ἑταίρων,129
ἐς δίφρον δ' ἀνόρουσε· δίδου δ' ὅ γε τεύχεα καλὰ 130
Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ.131
Αἴας δ' ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας132
ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν,133
ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλῃ134
ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, 135
πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων·136
ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει.137
Ἀτρεΐδης δ' ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος138
ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων.139


Γλαῦκος δ' Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν 140
Ἕκτορ' ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·141
Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.142
ἦ σ' αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.143
φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς144
οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· 145
οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν146
εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν147
μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί.148
πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ' ὅμιλον149
σχέτλι', ἐπεὶ Σαρπηδόν' ἅμα ξεῖνον καὶ ἑταῖρον 150
κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,151
ὅς τοι πόλλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ152
ζωὸς ἐών· νῦν δ' οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.153
τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν154
οἴκαδ' ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. 155
εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη156
ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης157
ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,158
αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.159
εἰ δ' οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος 160
ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,161
αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ162
λύσειαν, καί κ' αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·163
τοίου γὰρ θεράπων πέφατ' ἀνέρος, ὃς μέγ' ἄριστος164
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. 165
ἀλλὰ σύ γ' Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας166
στήμεναι ἄντα κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,167
οὐδ' ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.168


τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·169
Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; 170
ὢ πόποι ἦ τ' ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων171
τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·172
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,173
ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.174
οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· 175
ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,176
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην177
ῥηϊδίως, ὁτὲ δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι.178
ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον,179
ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, 180
ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα181
σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος.182


ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·183
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί,184
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 185
ὄφρ' ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω186
καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς.187


ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ188
δηΐου ἐκ πολέμοιο· θέων δ' ἐκίχανεν ἑταίρους189
ὦκα μάλ' οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, 190
οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος.191
στὰς δ' ἀπάνευθε μάχης πολυδακρύου ἔντε' ἄμειβεν·192
ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν193
Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ' ἄμβροτα τεύχεα δῦνε194
Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες 195
πατρὶ φίλῳ ἔπορον· ὃ δ' ἄρα ᾧ παιδὶ ὄπασσε196
γηράς· ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα.197


τὸν δ' ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς198
τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο,199
κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· 200
ἆ δείλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν201
ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ' ἄμβροτα τεύχεα δύνεις202
ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι·203
τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε,204
τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων 205
εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω,206
τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι207
δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος.208


ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων.209
Ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης 210
δεινὸς ἐνυάλιος, πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντὸς211
ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους212
βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι213
τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.214
ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι 215
Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε216
Ἀστεροπαῖόν τε Δεισήνορά θ' Ἱππόθοόν τε217
Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν·218
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·219
κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· 220
οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων221
ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον,222
ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα223
προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ' Ἀχαιῶν.224
τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ 225
λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.226
τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω227
ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.228
ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης229
Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, 230
ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς231
ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.232
ὣς ἔφαθ', οἳ δ' ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν233
δούρατ' ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς234
νεκρὸν ὑπ' Αἴαντος ἐρύειν Τελαμωνιάδαο 235
νήπιοι· ἦ τε πολέσσιν ἐπ' αὐτῷ θυμὸν ἀπηύρα.236
καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·237
ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ238
ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.239
οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, 240
ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ' οἰωνούς,241
ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,242
καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει243
Ἕκτωρ, ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος.244
ἀλλ' ἄγ' ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. 245


ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,246
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·247
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες248
οἵ τε παρ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ249
δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος 250
λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.251
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον252
ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·253
ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ' ἐνὶ θυμῷ254
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. 255


ὣς ἔφατ', ὀξὺ δ' ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·256
πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,257
τὸν δὲ μετ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος258
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.259
τῶν δ' ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ' εἴποι, 260
ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;261


Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ' ἄρ' Ἕκτωρ.262
ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο263
βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ' ἄκραι264
ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, 265
τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ266
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες267
φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ' ἄρά σφι268
λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν269
χεῦ', ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, 270
ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·271
μίσησεν δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι272
Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.273


ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·274
νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν' αὐτῶν 275
Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,276
ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ277
μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ' ἐλέλιξεν278
Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο279
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα. 280
ἴθυσεν δὲ διὰ προμάχων συὶ̈ εἴκελος ἀλκὴν281
καπρίῳ, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς282
ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας·283
ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας284
ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας 285
οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα286
ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.287


ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς288
Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην289
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας 290
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ291
ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.292
τὸν δ' υἱὸς Τελαμῶνος ἐπαΐξας δι' ὁμίλου293
πλῆξ' αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου·294
ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ 295
πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,296
ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς297
αἱματόεις· τοῦ δ' αὖθι λύθη μένος, ἐκ δ' ἄρα χειρῶν298
Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε299
κεῖσθαι· ὃ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ 300
τῆλ' ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι301
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν302
ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.303


Ἕκτωρ δ' αὖτ' Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ·304
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος 305
τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν306
Φωκήων ὄχ' ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ307
οἰκία ναιετάασκε πολέσσ' ἄνδρεσσιν ἀνάσσων,308
τὸν βάλ' ὑπὸ κληῖ̈δα μέσην· διὰ δ' ἀμπερὲς ἄκρη309
αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· 310
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.311


Αἴας δ' αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν312
Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε·313
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς314
ἤφυσ'· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. 315
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·316
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς317
Φόρκυν θ' Ἱππόθοόν τε, λύοντο δὲ τεύχε' ἀπ' ὤμων.318


ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν319
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, 320
Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν321
κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ' αὐτὸς Ἀπόλλων322
Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς323
κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι324
κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· 325
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·326
Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε327
Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους328
κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε329
πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· 330
ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι331
νίκην· ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον οὐδὲ μάχεσθε.332
ὣς ἔφατ', Αἰνείας δ' ἑκατηβόλον Ἀπόλλωνα333
ἔγνω ἐς ἄντα ἰδών, μέγα δ' Ἕκτορα εἶπε βοήσας·334
Ἕκτόρ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων 335
αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' Ἀχαιῶν336
Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.337
ἀλλ' ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς338
Ζῆν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·339
τώ ῥ' ἰθὺς Δαναῶν ἴομεν, μηδ' οἵ γε ἕκηλοι 340
Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.341


ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη·342
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.343
ἔνθ' αὖτ' Αἰνείας Λειώκριτον οὔτασε δουρὶ344
υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. 345
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,346
στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,347
καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν348
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν,349
ὅς ῥ' ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, 350
καὶ δὲ μετ' Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.351


τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,352
ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι·353
ἀλλ' οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ354
ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ' ἔχοντο. 355
Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων·356
οὔτέ τιν' ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει357
οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,358
ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι.359
ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν 360
δεύετο πορφυρέῳ, τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον361
νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων362
καὶ Δαναῶν· οὐδ' οἳ γὰρ ἀναιμωτί γε μάχοντο,363
παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ364
ἀλλήλοις ἀν' ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. 365


ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης366
οὔτέ ποτ' ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·367
ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ' ὅσσον ἄριστοι368
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.369
οἳ δ' ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ 370
εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι, πέπτατο δ' αὐγὴ371
ἠελίου ὀξεῖα, νέφος δ' οὐ φαίνετο πάσης372
γαίης οὐδ' ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο373
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα374
πολλὸν ἀφεσταότες. τοὶ δ' ἐν μέσῳ ἄλγε' ἔπασχον 375
ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ376
ὅσσοι ἄριστοι ἔσαν· δύο δ' οὔ πω φῶτε πεπύσθην377
ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε378
Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ' ἔτ' ἔφαντο379
ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. 380
τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων381
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ382
ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.383


τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει384
ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ 385
γούνατά τε κνῆμαί τε πόδες θ' ὑπένερθεν ἑκάστου386
χεῖρές τ' ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν387
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.388
ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην389
λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· 390
δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι391
κυκλόσ', ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφὴ392
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·393
ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ394
εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς 395
Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς396
νῆας ἔπι γλαφυράς· περὶ δ' αὐτοῦ μῶλος ὀρώρει397
ἄγριος· οὐδέ κ' Ἄρης λαοσσόος οὐδέ κ' Ἀθήνη398
τόν γε ἰδοῦσ' ὀνόσαιτ', οὐδ' εἰ μάλα μιν χόλος ἵκοι·399
τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων 400
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ' ἄρα πώ τι401
ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς·402
πολλὸν γὰρ ῥ' ἀπάνευθε νεῶν μάρναντο θοάων403
τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ404
τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν 405
ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν406
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ·407
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,408
ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.409
δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη 410
μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος.411


οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες412
νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον·413
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων·414
ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι 415
νῆας ἔπι γλαφυράς, ἀλλ' αὐτοῦ γαῖα μέλαινα416
πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη417
εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν418
ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.419


ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· 420
ὦ φίλοι, εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι421
πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο.422


ὣς ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑκάστου.423
ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ' ὀρυμαγδὸς424
χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο· 425
ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες426
κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο427
ἐν κονίῃσι πεσόντος ὑφ' Ἕκτορος ἀνδροφόνοιο.428
ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς429
πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, 430
πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειῇ·431
τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον432
ἠθελέτην ἰέναι οὔτ' ἐς πόλεμον μετ' Ἀχαιούς,433
ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ' ἐπὶ τύμβῳ434
ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, 435
ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες436
οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι437
θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν438
ἡνιόχοιο πόθῳ· θαλερὴ δ' ἐμιαίνετο χαίτη439
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. 440


μυρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων,441
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν·442


ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι443
θνητῷ, ὑμεῖς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε;444
ἦ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον; 445
οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς446
πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει.447
ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν448
Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω.449
ἦ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτως; 450
σφῶϊν δ' ἐν γούνεσσι βαλῶ μένος ἠδ' ἐνὶ θυμῷ,451
ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο452
νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω453
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται454
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· 455


ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ.456
τὼ δ' ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε457
ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς.458
τοῖσι δ' ἐπ' Αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου459
ἵπποις ἀΐσσων ὥς τ' αἰγυπιὸς μετὰ χῆνας· 460
ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ Τρώων ὀρυμαγδοῦ,461
ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων.462
ἀλλ' οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν·463
οὐ γάρ πως ἦν οἶον ἐόνθ' ἱερῷ ἐνὶ δίφρῳ464
ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. 465
ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν466
Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο·467
στῆ δ' ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα·468
Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν469
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; 470
οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ471
μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ' Ἕκτωρ472
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο.473


τὸν δ' αὖτ' Αὐτομέδων προσέφη Διώρεος υἱός·474
Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος 475
ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε,476
εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος477
ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.478
ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα479
δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. 480


ὣς ἔφατ', Ἀλκιμέδων δὲ βοηθόον ἅρμ' ἐπορούσας481
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,482
Αὐτομέδων δ' ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ,483
αὐτίκα δ' Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα·484
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 485
ἵππω τώδ' ἐνόησα ποδώκεος Αἰακίδαο486
ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι·487
τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ488
σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ489
τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. 490


ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἐὺ̈ς πάϊς Ἀγχίσαο.491
τὼ δ' ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους492
αὔῃσι στερεῇσι· πολὺς δ' ἐπελήλατο χαλκός.493
τοῖσι δ' ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς494
ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς 495
αὐτώ τε κτενέειν ἐλάαν τ' ἐριαύχενας ἵππους496
νήπιοι, οὐδ' ἄρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι497
αὖτις ἀπ' Αὐτομέδοντος. ὃ δ' εὐξάμενος Διὶ πατρὶ498
ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας·499
αὐτίκα δ' Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· 500
Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους,501
ἀλλὰ μάλ' ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε502
Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω,503
πρίν γ' ἐπ' Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω504
νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν 505
Ἀργείων, ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη.506


ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον·507
Αἴαντ' Ἀργείων ἡγήτορε καὶ Μενέλαε508
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' οἵ περ ἄριστοι509
ἀμφ' αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, 510
νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ·511
τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα512
Ἕκτωρ Αἰνείας θ', οἳ Τρώων εἰσὶν ἄριστοι.513
ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·514
ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. 515


ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,516
καὶ βάλεν Ἀρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην·517
ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,518
νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.519
ὡς δ' ὅτ' ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ 520
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο521
ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,522
ὣς ἄρ' ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος523
νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λύε γυῖα.524
Ἕκτωρ δ' Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· 525
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·526
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν527
οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη528
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης.529
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὁρμηθήτην 530
εἰ μή σφω' Αἴαντε διέκριναν μεμαῶτε,531
οἵ ῥ' ἦλθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντος·532
τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις533
Ἕκτωρ Αἰνείας τ' ἠδὲ Χρομίος θεοειδής,534
Ἄρητον δὲ κατ' αὖθι λίπον δεδαϊγμένον ἦτορ 535
κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ536
τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·537
ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος538
κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.539


ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα 540
θῆκ', ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν541
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.542


ἂψ δ' ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη543
ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη544
οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς 545
ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ.546
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ547
Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο548
ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων549
ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, 550
ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν551
δύσετ' Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.552
πρῶτον δ' Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα553
ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·554
εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· 555
σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος556
ἔσσεται εἴ κ' Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον557
τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.558
ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.559


τὴν δ' αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· 560
Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη561
δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι ἐρωήν·562
τώ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν563
Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.564
ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ' ἀπολήγει 565
χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.566


ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,567
ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.568
ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,569
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, 570
ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο571
ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ' ἀνθρώπου·572
τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,573
βῆ δ' ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.574
ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος 575
ἀφνειός τ' ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ576
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·577
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος578
ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·579
δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος 580
νεκρὸν ὑπ' ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.581


Ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων582
Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων583
ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων·584
τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· 585
Ἕκτορ τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν;586
οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε587
μαλθακὸς αἰχμητής· νῦν δ' οἴχεται οἶος ἀείρας588
νεκρὸν ὑπ' ἐκ Τρώων, σὸν δ' ἔκτανε πιστὸν ἑταῖρον589
ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. 590


ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,591
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.592
καὶ τότ' ἄρα Κρονίδης ἕλετ' αἰγίδα θυσσανόεσσαν593
μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,594
ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δὲ τίναξε, 595
νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' Ἀχαιούς.596


πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.597
βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ598
ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις599
αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥ' ἔβαλε σχεδὸν ἐλθών. 600
Λήϊτον αὖθ' Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ601
υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·602
τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ603
ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.604
Ἕκτορα δ' Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα 605
βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·606
ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν607
Τρῶες· ὃ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο608
δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν·609
αὐτὰρ ὃ Μηριόναο ὀπάονά θ' ἡνίοχόν τε 610
Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ·611
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας612
ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,613
εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·614
καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, 615
αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' Ἕκτορος ἀνδροφόνοιο·616
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ' ἄρ' ὀδόντας617
ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.618
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ἡνία χεῦεν ἔραζε.619
καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι 620
κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·621
μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι·622
γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ' οὐκέτι κάρτος Ἀχαιῶν.623


ὣς ἔφατ', Ἰδομενεὺς δ' ἵμασεν καλλίτριχας ἵππους624
νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. 625


οὐδ' ἔλαθ' Αἴαντα μεγαλήτορα καὶ Μενέλαον626
Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.627
τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας·628
ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι629
γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. 630
τῶν μὲν γὰρ πάντων βέλε' ἅπτεται ὅς τις ἀφήῃ631
ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δ' ἔμπης πάντ' ἰθύνει·632
ἡμῖν δ' αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.633
ἀλλ' ἄγετ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,634
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ 635
χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,636
οἵ που δεῦρ' ὁρόωντες ἀκηχέδατ', οὐδ' ἔτι φασὶν637
Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους638
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.639
εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα 640
Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι641
λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος.642
ἀλλ' οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν·643
ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.644
Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν, 645
ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι·646
ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως.647


ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα·648
αὐτίκα δ' ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,649
ἠέλιος δ' ἐπέλαμψε, μάχη δ' ἐπὶ πᾶσα φαάνθη· 650
καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·651
σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι652
ζωὸν ἔτ' Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,653
ὄτρυνον δ' Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα654
εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος. 655


ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,656
βῆ δ' ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,657
ὅς τ' ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων,658
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι659
πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων 660
ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες661
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,662
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·663
ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ·664
ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος 665
ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ666
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.667
πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ' ἐπέτελλεν·668
Αἴαντ' Ἀργείων ἡγήτορε Μηριόνη τε669
νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο 670
μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι671
ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.672
ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,673
πάντοσε παπταίνων ὥς τ' αἰετός, ὅν ῥά τέ φασιν674
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, 675
ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ676
θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος, ἀλλά τ' ἐπ' αὐτῷ677
ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.678
ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ679
πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, 680
εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.681
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης682
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,683
ἀγχοῦ δ' ἱστάμενος προσέφη ξανθὸς Μενέλαος·684
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι 685
λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι.686
ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα687
γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,688
νίκη δὲ Τρώων· πέφαται δ' ὤριστος Ἀχαιῶν689
Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. 690
ἀλλὰ σύ γ' αἶψ' Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν691
εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ692
γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ.693


ὣς ἔφατ', Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας·694
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε 695
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.696
ἀλλ' οὐδ' ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,697
βῆ δὲ θέειν, τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ698
Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.699


τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο 700
Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.701
οὐδ' ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς702
τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν703
Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη·704
ἀλλ' ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, 705
αὐτὸς δ' αὖτ' ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,706
στῆ δὲ παρ' Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα·707
κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν708
ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω709
νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· 710
οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.711
ἡμεῖς δ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,712
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ713
Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.714


τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας· 715
πάντα κατ' αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε·716
ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ' ὦκα717
νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου· αὐτὰρ ὄπισθε718
νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ719
ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ 720
μίμνομεν ὀξὺν Ἄρηα παρ' ἀλλήλοισι μένοντες.721


ὣς ἔφαθ', οἳ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο722
ὕψι μάλα μεγάλως· ἐπὶ δ' ἴαχε λαὸς ὄπισθε723
Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.724
ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ' ἐπὶ κάπρῳ 725
βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων·726
ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,727
ἀλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,728
ἄψ τ' ἀνεχώρησαν διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος.729
ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο 730
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·731
ἀλλ' ὅτε δή ῥ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς732
σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη733
πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.734


ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο 735
νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν736
ἄγριος ἠΰτε πῦρ, τό τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν737
ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι738
ἐν σέλαϊ μεγάλῳ· τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο.739
ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων 740
ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν·741
οἳ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες742
ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν743
ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς744
τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· 745
ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν746
Αἴαντ' ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ747
ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,748
ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα749
ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι 750
πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες·751
ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω752
Τρώων· οἳ δ' ἅμ' ἕποντο, δύω δ' ἐν τοῖσι μάλιστα753
Αἰνείας τ' Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ.754
τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν 755
οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα756
κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν,757
ὣς ἄρ' ὑπ' Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν758
οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης.759
πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον 760
φευγόντων Δαναῶν· πολέμου δ' οὐ γίγνετ' ἐρωή.761