Vasile Stancu

ILIADA




Cântul VII


ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,001
τῷ δ' ἅμ' Ἀλέξανδρος κί' ἀδελφεός· ἐν δ' ἄρα θυμῷ002
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.003
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν004
οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι 005
πόντον ἐλαύνοντες, καμάτῳ δ' ὑπὸ γυῖα λέλυνται,006
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.007


ἔνθ' ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος008
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης009
γείνατ' Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· 010
Ἕκτωρ δ' Ἠϊονῆα βάλ' ἔγχεϊ ὀξυόεντι011
αὐχέν' ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.012
Γλαῦκος δ' Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν013
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην014
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων 015
ὦμον· ὃ δ' ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.016


τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη017
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,018
βῆ ῥα κατ' Οὐλύμποιο καρήνων ἀΐξασα019
Ἴλιον εἰς ἱερήν· τῇ δ' ἀντίος ὄρνυτ' Ἀπόλλων 020
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·021
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.022
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·023
τίπτε σὺ δ' αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο024
ἦλθες ἀπ' Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; 025
ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην026
δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.027
ἀλλ' εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·028
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα029
σήμερον· ὕστερον αὖτε μαχήσοντ' εἰς ὅ κε τέκμωρ 030
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ031
ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.032


τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·033
ὧδ' ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ034
ἦλθον ἀπ' Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. 035
ἀλλ' ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;036
τὴν δ' αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·037
Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,038
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος039
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, 040
οἳ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ041
οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.042
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.043
τῶν δ' Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ044
βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· 045
στῆ δὲ παρ' Ἕκτορ' ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·046
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε047
ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·048
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,049
αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος 050
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·051
οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·052
ὣς γὰρ ἐγὼ ὄπ' ἄκουσα θεῶν αἰειγενετάων.053


ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτε χάρη μέγα μῦθον ἀκούσας,054
καί ῥ' ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, 055
μέσσου δουρὸς ἑλών· οἳ δ' ἱδρύνθησαν ἅπαντες.056
κὰδ δ' Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·057
κὰδ δ' ἄρ' Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων058
ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι059
φηγῷ ἐφ' ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο 060
ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ061
ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.062
οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ063
ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτῆς,064
τοῖαι ἄρα στίχες εἵατ' Ἀχαιῶν τε Τρώων τε 065
ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε·066
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ067
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.068
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,069
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν 070
εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε071
ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.072
ὑμῖν δ' ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·073
τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει074
δεῦρ' ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. 075
ὧδε δὲ μυθέομαι, Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω·076
εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,077
τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,078
σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με079
Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. 080
εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,081
τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,082
καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,083
τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,084
ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, 085
σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.086
καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων087
νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·088
ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,089
ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. 090
ὥς ποτέ τις ἐρέει· τὸ δ' ἐμὸν κλέος οὔ ποτ' ὀλεῖται.091


ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·092
αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι·093
ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε094
νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· 095
ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί·096
ἦ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνῶς097
εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.098
ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε099
ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως· 100
τῷδε δ' ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε101
νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.102
ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.103
ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ104
Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, 105
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,106
αὐτός τ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων107
δεξιτερῆς ἕλε χειρὸς ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·108
ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ109
ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ, 110
μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι111
Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.112
καὶ δ' Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ113
ἔρριγ' ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.114
ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, 115
τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.116
εἴ περ ἀδειής τ' ἐστὶ καὶ εἰ μόθου ἔστ' ἀκόρητος,117
φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι118
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.119


ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως 120
αἴσιμα παρειπών, ὃ δ' ἐπείθετο· τοῦ μὲν ἔπειτα121
γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο·122
Νέστωρ δ' Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·123
ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.124
ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς 125
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ' ἀγορητής,126
ὅς ποτέ μ' εἰρόμενος μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ127
πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.128
τοὺς νῦν εἰ πτώσσοντας ὑφ' Ἕκτορι πάντας ἀκούσαι,129
πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι 130
θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.131
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον132
ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόῳ Κελάδοντι μάχοντο133
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι134
Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. 135
τοῖσι δ' Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς136
τεύχε' ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος137
δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην138
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες139
οὕνεκ' ἄρ' οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, 140
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.141
τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,142
στεινωπῷ ἐν ὁδῷ ὅθ' ἄρ' οὐ κορύνη οἱ ὄλεθρον143
χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς144
δουρὶ μέσον περόνησεν, ὃ δ' ὕπτιος οὔδει ἐρείσθη· 145
τεύχεα δ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.146
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·147
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,148
δῶκε δ' Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·149
τοῦ ὅ γε τεύχε' ἔχων προκαλίζετο πάντας ἀρίστους. 150
οἳ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·151
ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν152
θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·153
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.154
τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· 155
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.156
εἴθ' ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·157
τώ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.158
ὑμέων δ' οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν159
οὐδ' οἳ προφρονέως μέμαθ' Ἕκτορος ἀντίον ἐλθεῖν. 160


ὣς νείκεσσ' ὃ γέρων, οἳ δ' ἐννέα πάντες ἀνέσταν.161
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,162
τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,163
τοῖσι δ' ἐπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,164
τοῖσι δ' ἐπ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος 165
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,166
τοῖσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,167
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·168
πάντες ἄρ' οἵ γ' ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.169
τοῖς δ' αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· 170
κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·171
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,172
καὶ δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι173
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.174


ὣς ἔφαθ', οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, 175
ἐν δ' ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.176
λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·177
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·178
Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,179
ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. 180


ὣς ἄρ' ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,181
ἐκ δ' ἔθορε κλῆρος κυνέης ὃν ἄρ' ἤθελον αὐτοὶ182
Αἴαντος· κῆρυξ δὲ φέρων ἀν' ὅμιλον ἁπάντῃ183
δεῖξ' ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.184
οἳ δ' οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. 185
ἀλλ' ὅτε δὴ τὸν ἵκανε φέρων ἀν' ὅμιλον ἁπάντῃ186
ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,187
ἤτοι ὑπέσχεθε χεῖρ', ὃ δ' ἄρ' ἔμβαλεν ἄγχι παραστάς,188
γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.189
τὸν μὲν πὰρ πόδ' ἑὸν χαμάδις βάλε φώνησέν τε· 190
ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς191
θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.192
ἀλλ' ἄγετ' ὄφρ' ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,193
τόφρ' ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι194
σιγῇ ἐφ' ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, 195
ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·196
οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται197
οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ' ἐμὲ νήϊδά γ' οὕτως198
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.199


ὣς ἔφαθ', οἳ δ' εὔχοντο Διὶ Κρονίωνι ἄνακτι· 200
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·201
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε202
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·203
εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,204
ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. 205


ὣς ἄρ' ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.206
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,207
σεύατ' ἔπειθ' οἷός τε πελώριος ἔρχεται Ἄρης,208
ὅς τ' εἶσιν πόλεμον δὲ μετ' ἀνέρας οὕς τε Κρονίων209
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. 210
τοῖος ἄρ' Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν211
μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν212
ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.213
τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,214
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, 215
Ἕκτορί τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·216
ἀλλ' οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ' ἀναδῦναι217
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.218
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠύ̈τε πύργον219
χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων 220
σκυτοτόμων ὄχ' ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,221
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον222
ταύρων ζατρεφέων, ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν.223
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας224
στῆ ῥα μάλ' Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· 225
Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος226
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι227
καὶ μετ' Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.228
ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι229
κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· 230
ἡμεῖς δ' εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν231
καὶ πολέες· ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο.232


τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·233
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν234
μή τί μευ ἠύ̈τε παιδὸς ἀφαυροῦ πειρήτιζε 235
ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.236
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ' ἀνδροκτασίας τε·237
οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν238
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·239
οἶδα δ' ἐπαΐξαι μόθον ἵππων ὠκειάων· 240
οἶδα δ' ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.241
ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα242
λάθρῃ ὀπιπεύσας, ἀλλ' ἀμφαδόν, αἴ κε τύχωμι.243


ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,244
καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 245
ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ.246
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,247
ἐν τῇ δ' ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε248
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,249
καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην. 250
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,251
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·252
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα253
ἔγχος· ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.254
τὼ δ' ἐκσπασσαμένω δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω 255
σύν ῥ' ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν256
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.257
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,258
οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.259
Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ 260
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,261
τμήδην δ' αὐχέν' ἐπῆλθε, μέλαν δ' ἀνεκήκιεν αἷμα,262
ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,263
ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ264
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· 265
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον266
μέσσον ἐπομφάλιον· περιήχησεν δ' ἄρα χαλκός.267
δεύτερος αὖτ' Αἴας πολὺ μείζονα λᾶαν ἀείρας268
ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον,269
εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, 270
βλάψε δέ οἱ φίλα γούναθ'· ὃ δ' ὕπτιος ἐξετανύσθη271
ἀσπίδι ἐγχριμφθείς· τὸν δ' αἶψ' ὤρθωσεν Ἀπόλλων.272
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο,273
εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν274
ἦλθον, ὃ μὲν Τρώων, ὃ δ' Ἀχαιῶν χαλκοχιτώνων, 275
Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·276
μέσσῳ δ' ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον277
κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·278
μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·279
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, 280
ἄμφω δ' αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.281
νὺξ δ' ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.282
τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·283
Ἰδαῖ' Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·284
αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. 285
ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.286


τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·287
Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε288
καὶ πινυτήν, περὶ δ' ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,289
νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος 290
σήμερον· ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων291
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.292
νὺξ δ' ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,293
ὡς σύ τ' ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,294
σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· 295
αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος296
Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,297
αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.298
δῶρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,299
ὄφρά τις ὧδ' εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· 300
ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,301
ἠδ' αὖτ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.302
ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον303
σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·304
Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. 305
τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν306
ἤϊ', ὃ δ' ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,307
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,308
Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·309
καί ῥ' ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. 310
Αἴαντ' αὖθ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ311
εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.312


οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,313
τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων314
ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. 315
τὸν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα,316
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν,317
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.318
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,319
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· 320
νώτοισιν δ' Αἴαντα διηνεκέεσσι γέραιρεν321
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.322
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,323
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν324
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· 325
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·326
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,327
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,328
τῶν νῦν αἷμα κελαινὸν ἐύ̈ρροον ἀμφὶ Σκάμανδρον329
ἐσκέδασ' ὀξὺς Ἄρης, ψυχαὶ δ' Ἄϊδος δὲ κατῆλθον· 330
τώ σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν,331
αὐτοὶ δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς332
βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς333
τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ' ὀστέα παισὶν ἕκαστος334
οἴκαδ' ἄγῃ ὅτ' ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. 335
τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες336
ἄκριτον ἐκ πεδίου· ποτὶ δ' αὐτὸν δείμομεν ὦκα337
πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.338
ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,339
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη· 340
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,341
ἥ χ' ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,342
μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.343


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες.344
Τρώων αὖτ' ἀγορὴ γένετ' Ἰλίου ἐν πόλει ἄκρῃ 345
δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·346
τοῖσιν δ' Ἀντήνωρ πεπνυμένος ἦρχ' ἀγορεύειν·347
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι,348
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.349
δεῦτ' ἄγετ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ 350
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ' ὅρκια πιστὰ351
ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν352
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.353


ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη354
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, 355
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·356
Ἀντῆνορ σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις·357
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.358
εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,359
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. 360
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω·361
ἀντικρὺ δ' ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·362
κτήματα δ' ὅσσ' ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ363
πάντ' ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθεῖναι.364


ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη 365
Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,366
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·367
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι,368
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.369
νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, 370
καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·371
ἠῶθεν δ' Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας372
εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ373
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·374
καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ' ἐθέλωσι 375
παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς376
κήομεν· ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων377
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.378


ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο·379
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν· 380
ἠῶθεν δ' Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·381
τοὺς δ' εὗρ' εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος382
νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι383
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·384
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν 385
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ386
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,387
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·388
κτήματα μὲν ὅσ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν389
ἠγάγετο Τροίηνδ'· ὡς πρὶν ὤφελλ' ἀπολέσθαι· 390
πάντ' ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθεῖναι·391
κουριδίην δ' ἄλοχον Μενελάου κυδαλίμοιο392
οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.393
καὶ δὲ τόδ' ἠνώγεον εἰπεῖν ἔπος αἴ κ' ἐθέλητε394
παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς 395
κήομεν· ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων396
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην.397


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·398
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·399
μήτ' ἄρ τις νῦν κτήματ' Ἀλεξάνδροιο δεχέσθω 400
μήθ' Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν401
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται.402
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν403
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·404
καὶ τότ' ἄρ' Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· 405
Ἰδαῖ' ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις406
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ' ἐπιανδάνει οὕτως407
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·408
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων409
γίγνετ' ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. 410
ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.411


ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,412
ἄψορρον δ' Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.413
οἳ δ' ἕατ' εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες414
πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ' ἄρ' ἔλθοι 415
Ἰδαῖος· ὃ δ' ἄρ' ἦλθε καὶ ἀγγελίην ἀπέειπε416
στὰς ἐν μέσσοισιν· τοὶ δ' ὁπλίζοντο μάλ' ὦκα,417
ἀμφότερον νέκυάς τ' ἀγέμεν ἕτεροι δὲ μεθ' ὕλην·418
Ἀργεῖοι δ' ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν419
ὀτρύνοντο νέκυς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην. 420


Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας421
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο422
οὐρανὸν εἰσανιών· οἳ δ' ἤντεον ἀλλήλοισιν.423
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·424
ἀλλ' ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα 425
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.426
οὐδ' εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ427
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,428
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.429
ὣς δ' αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ 430
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,431
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.432


ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ,433
τῆμος ἄρ' ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,434
τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες 435
ἄκριτον ἐκ πεδίου, ποτὶ δ' αὐτὸν τεῖχος ἔδειμαν436
πύργους θ' ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.437
ἐν δ' αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,438
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη·439
ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αὐτῷ τάφρον ὄρυξαν 440
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.441


ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·442
οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ443
θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.444
τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· 445
Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν446
ὅς τις ἔτ' ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;447
οὐχ ὁράᾳς ὅτι δ' αὖτε κάρη κομόωντες Ἀχαιοὶ448
τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον449
ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; 450
τοῦ δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς·451
τοῦ δ' ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων452
ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.453


τὸν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·454
ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οἷον ἔειπες. 455
ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,456
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·457
σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς.458
ἄγρει μὰν ὅτ' ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ459
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν 460
τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,461
αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,462
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.463


ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,464
δύσετο δ' ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, 465
βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.466
νῆες δ' ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι467
πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,468
τόν ῥ' ἔτεχ' Ὑψιπύλη ὑπ' Ἰήσονι ποιμένι λαῶν.469
χωρὶς δ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 470
δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.471
ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,472
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ,473
ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτῇσι βόεσσιν,474
ἄλλοι δ' ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. 475
παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ476
δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ' ἐπίκουροι·477
παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς478
σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·479
οἶνον δ' ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη 480
πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.481
κοιμήσαντ' ἄρ' ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.482