ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν | 001 | |
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· | 002 | |
ἀλλ' οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν | 003 | |
ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. | 004 | |
ὡς δ' ὅτ' ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο | 005 | |
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν | 006 | |
ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, | 007 | |
ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, | 008 | |
ὣς πυκίν' ἐν στήθεσσιν ἀνεστενάχιζ' Ἀγαμέμνων | 009 | |
νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. | 010 | |
ἤτοι ὅτ' ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, | 011 | |
θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ | 012 | |
αὐλῶν συρίγγων τ' ἐνοπὴν ὅμαδόν τ' ἀνθρώπων. | 013 | |
αὐτὰρ ὅτ' ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, | 014 | |
πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας | 015 | |
ὑψόθ' ἐόντι Διί, μέγα δ' ἔστενε κυδάλιμον κῆρ. | 016 | |
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ | 017 | |
Νέστορ' ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, | 018 | |
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, | 019 | |
ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. | 020 | |
ὀρθωθεὶς δ' ἔνδυνε περὶ στήθεσσι χιτῶνα, | 021 | |
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, | 022 | |
ἀμφὶ δ' ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος | 023 | |
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος. | 024 | |
ὣς δ' αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ | 025 | |
ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν | 026 | |
Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφ' ὑγρὴν | 027 | |
ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. | 028 | |
παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε | 029 | |
ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας | 030 | |
θήκατο χαλκείην, δόρυ δ' εἵλετο χειρὶ παχείῃ. | 031 | |
βῆ δ' ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων | 032 | |
Ἀργείων ἤνασσε, θεὸς δ' ὣς τίετο δήμῳ. | 033 | |
τὸν δ' εὗρ' ἀμφ' ὤμοισι τιθήμενον ἔντεα καλὰ | 034 | |
νηῒ πάρα πρύμνῃ· τῷ δ' ἀσπάσιος γένετ' ἐλθών. | 035 | |
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· | 036 | |
τίφθ' οὕτως ἠθεῖε κορύσσεαι; ἦ τιν' ἑταίρων | 037 | |
ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλ' αἰνῶς | 038 | |
δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον | 039 | |
ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν | 040 | |
νύκτα δι' ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται. | 041 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 042 | |
χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε | 043 | |
κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει | 044 | |
Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. | 045 | |
Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχ' ἱεροῖσιν· | 046 | |
οὐ γάρ πω ἰδόμην, οὐδ' ἔκλυον αὐδήσαντος | 047 | |
ἄνδρ' ἕνα τοσσάδε μέρμερ' ἐπ' ἤματι μητίσασθαι, | 048 | |
ὅσσ' Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν | 049 | |
αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. | 050 | |
ἔργα δ' ἔρεξ' ὅσα φημὶ μελησέμεν Ἀργείοισι | 051 | |
δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατ' Ἀχαιούς. | 052 | |
ἀλλ' ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον | 053 | |
ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δ' ἐπὶ Νέστορα δῖον | 054 | |
εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κ' ἐθέλῃσιν | 055 | |
ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδ' ἐπιτεῖλαι. | 056 | |
κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς | 057 | |
σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων | 058 | |
Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. | 059 | |
τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· | 060 | |
πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; | 061 | |
αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, | 062 | |
ἦε θέω μετὰ σ' αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω; | 063 | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 064 | |
αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν | 065 | |
ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι. | 066 | |
φθέγγεο δ' ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι | 067 | |
πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον | 068 | |
πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ, | 069 | |
ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι | 070 | |
Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν. | 071 | |
ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· | 072 | |
αὐτὰρ ὃ βῆ ῥ' ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν· | 073 | |
τὸν δ' εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ | 074 | |
εὐνῇ ἔνι μαλακῇ· παρὰ δ' ἔντεα ποικίλ' ἔκειτο | 075 | |
ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. | 076 | |
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥ' ὁ γεραιὸς | 077 | |
ζώννυθ' ὅτ' ἐς πόλεμον φθισήνορα θωρήσσοιτο | 078 | |
λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. | 079 | |
ὀρθωθεὶς δ' ἄρ' ἐπ' ἀγκῶνος κεφαλὴν ἐπαείρας | 080 | |
Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· | 081 | |
τίς δ' οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος | 082 | |
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι, | 083 | |
ἠέ τιν' οὐρήων διζήμενος, ἤ τιν' ἑταίρων; | 084 | |
φθέγγεο, μηδ' ἀκέων ἐπ' ἔμ' ἔρχεο· τίπτε δέ σε χρεώ; | 085 | |
τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 086 | |
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν | 087 | |
γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων | 088 | |
Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κ' ἀϋτμὴ | 089 | |
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ. | 090 | |
πλάζομαι ὧδ' ἐπεὶ οὔ μοι ἐπ' ὄμμασι νήδυμος ὕπνος | 091 | |
ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε' Ἀχαιῶν. | 092 | |
αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ | 093 | |
ἔμπεδον, ἀλλ' ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω | 094 | |
στηθέων ἐκθρῴσκει, τρομέει δ' ὑπὸ φαίδιμα γυῖα. | 095 | |
ἀλλ' εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γ' ὕπνος ἱκάνει, | 096 | |
δεῦρ' ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν | 097 | |
μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ | 098 | |
κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. | 099 | |
δυσμενέες δ' ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν | 100 | |
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. | 101 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 102 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 103 | |
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς | 104 | |
ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω | 105 | |
κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς | 106 | |
ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. | 107 | |
σοὶ δὲ μάλ' ἕψομ' ἐγώ· ποτὶ δ' αὖ καὶ ἐγείρομεν ἄλλους | 108 | |
ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδ' Ὀδυσῆα | 109 | |
ἠδ' Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. | 110 | |
ἀλλ' εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν | 111 | |
ἀντίθεόν τ' Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· | 112 | |
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλ' ἐγγύς. | 113 | |
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον | 114 | |
νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδ' ἐπικεύσω | 115 | |
ὡς εὕδει, σοὶ δ' οἴῳ ἐπέτρεψεν πονέεσθαι. | 116 | |
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι | 117 | |
λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός. | 118 | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 119 | |
ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· | 120 | |
πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι | 121 | |
οὔτ' ὄκνῳ εἴκων οὔτ' ἀφραδίῃσι νόοιο, | 122 | |
ἀλλ' ἐμέ τ' εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. | 123 | |
νῦν δ' ἐμέο πρότερος μάλ' ἐπέγρετο καί μοι ἐπέστη· | 124 | |
τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. | 125 | |
ἀλλ' ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων | 126 | |
ἐν φυλάκεσσ', ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. | 127 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 128 | |
οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδ' ἀπιθήσει | 129 | |
Ἀργείων, ὅτε κέν τιν' ἐποτρύνῃ καὶ ἀνώγῃ. | 130 | |
ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, | 131 | |
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, | 132 | |
ἀμφὶ δ' ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν | 133 | |
διπλῆν ἐκταδίην, οὔλη δ' ἐπενήνοθε λάχνη. | 134 | |
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, | 135 | |
βῆ δ' ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. | 136 | |
πρῶτον ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον | 137 | |
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ | 138 | |
φθεγξάμενος· τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή, | 139 | |
ἐκ δ' ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· | 140 | |
τίφθ' οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε | 141 | |
νύκτα δι' ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; | 142 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 143 | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 144 | |
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. | 145 | |
ἀλλ' ἕπε', ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τ' ἐπέοικε | 146 | |
βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. | 147 | |
ὣς φάθ', ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς | 148 | |
ποικίλον ἀμφ' ὤμοισι σάκος θέτο, βῆ δὲ μετ' αὐτούς. | 149 | |
βὰν δ' ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον | 150 | |
ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δ' ἑταῖροι | 151 | |
εὗδον, ὑπὸ κρασὶν δ' ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν | 152 | |
ὄρθ' ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς | 153 | |
λάμφ' ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γ' ἥρως | 154 | |
εὗδ', ὑπὸ δ' ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, | 155 | |
αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. | 156 | |
τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, | 157 | |
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τ' ἄντην· | 158 | |
ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; | 159 | |
οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο | 160 | |
εἵαται ἄγχι νεῶν, ὀλίγος δ' ἔτι χῶρος ἐρύκει; | 161 | |
ὣς φάθ', ὃ δ' ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, | 162 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 163 | |
σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. | 164 | |
οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν | 165 | |
οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων | 166 | |
πάντῃ ἐποιχόμενοι; σὺ δ' ἀμήχανός ἐσσι γεραιέ. | 167 | |
τὸν δ' αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· | 168 | |
ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. | 169 | |
εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ | 170 | |
καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· | 171 | |
ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. | 172 | |
νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς | 173 | |
ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. | 174 | |
ἀλλ' ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν | 175 | |
ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μ' ἐλεαίρεις. | 176 | |
ὣς φάθ', ὃ δ' ἀμφ' ὤμοισιν ἑέσσατο δέρμα λέοντος | 177 | |
αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δ' ἔγχος. | 178 | |
βῆ δ' ἰέναι, τοὺς δ' ἔνθεν ἀναστήσας ἄγεν ἥρως. | 179 | |
οἳ δ' ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, | 180 | |
οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, | 181 | |
ἀλλ' ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. | 182 | |
ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ | 183 | |
θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθ' ὕλην | 184 | |
ἔρχηται δι' ὄρεσφι· πολὺς δ' ὀρυμαγδὸς ἐπ' αὐτῷ | 185 | |
ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· | 186 | |
ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει | 187 | |
νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ | 188 | |
τετράφαθ', ὁππότ' ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. | 189 | |
τοὺς δ' ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ | 190 | |
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 191 | |
οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τιν' ὕπνος | 192 | |
αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. | 193 | |
ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δ' ἅμ' ἕποντο | 194 | |
Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. | 195 | |
τοῖς δ' ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς | 196 | |
ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. | 197 | |
τάφρον δ' ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο | 198 | |
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος | 199 | |
πιπτόντων· ὅθεν αὖτις ἀπετράπετ' ὄβριμος Ἕκτωρ | 200 | |
ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. | 201 | |
ἔνθα καθεζόμενοι ἔπε' ἀλλήλοισι πίφαυσκον· | 202 | |
τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· | 203 | |
ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθ' ἑῷ αὐτοῦ | 204 | |
θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους | 205 | |
ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, | 206 | |
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, | 207 | |
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν | 208 | |
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ | 209 | |
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς. | 210 | |
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι | 211 | |
ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη | 212 | |
πάντας ἐπ' ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· | 213 | |
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι | 214 | |
τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν | 215 | |
θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, | 216 | |
αἰεὶ δ' ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται. | 217 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 218 | |
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 219 | |
Νέστορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ | 220 | |
ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων | 221 | |
Τρώων· ἀλλ' εἴ τίς μοι ἀνὴρ ἅμ' ἕποιτο καὶ ἄλλος | 222 | |
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται. | 223 | |
σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν | 224 | |
ὅππως κέρδος ἔῃ· μοῦνος δ' εἴ πέρ τε νοήσῃ | 225 | |
ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις. | 226 | |
ὣς ἔφαθ', οἳ δ' ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. | 227 | |
ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, | 228 | |
ἤθελε Μηριόνης, μάλα δ' ἤθελε Νέστορος υἱός, | 229 | |
ἤθελε δ' Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, | 230 | |
ἤθελε δ' ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον | 231 | |
Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. | 232 | |
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 233 | |
Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ | 234 | |
τὸν μὲν δὴ ἕταρόν γ' αἱρήσεαι ὅν κ' ἐθέλῃσθα, | 235 | |
φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. | 236 | |
μηδὲ σύ γ' αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω | 237 | |
καλλείπειν, σὺ δὲ χείρον' ὀπάσσεαι αἰδοῖ εἴκων | 238 | |
ἐς γενεὴν ὁρόων, μηδ' εἰ βασιλεύτερός ἐστιν. | 239 | |
ὣς ἔφατ', ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. | 240 | |
τοῖς δ' αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 241 | |
εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μ' αὐτὸν ἑλέσθαι, | 242 | |
πῶς ἂν ἔπειτ' Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, | 243 | |
οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ | 244 | |
ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. | 245 | |
τούτου γ' ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο | 246 | |
ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. | 247 | |
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· | 248 | |
Τυδεΐδη μήτ' ἄρ με μάλ' αἴνεε μήτέ τι νείκει· | 249 | |
εἰδόσι γάρ τοι ταῦτα μετ' Ἀργείοις ἀγορεύεις. | 250 | |
ἀλλ' ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δ' ἠώς, | 251 | |
ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ | 252 | |
τῶν δύο μοιράων, τριτάτη δ' ἔτι μοῖρα λέλειπται. | 253 | |
ὣς εἰπόνθ' ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. | 254 | |
Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης | 255 | |
φάσγανον ἄμφηκες· τὸ δ' ἑὸν παρὰ νηῒ λέλειπτο· | 256 | |
καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε | 257 | |
ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ | 258 | |
κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. | 259 | |
Μηριόνης δ' Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην | 260 | |
καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε | 261 | |
ῥινοῦ ποιητήν· πολέσιν δ' ἔντοσθεν ἱμᾶσιν | 262 | |
ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες | 263 | |
ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα | 264 | |
εὖ καὶ ἐπισταμένως· μέσσῃ δ' ἐνὶ πῖλος ἀρήρει. | 265 | |
τήν ῥά ποτ' ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο | 266 | |
ἐξέλετ' Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, | 267 | |
Σκάνδειαν δ' ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· | 268 | |
Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, | 269 | |
αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· | 270 | |
δὴ τότ' Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. | 271 | |
τὼ δ' ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, | 272 | |
βάν ῥ' ἰέναι, λιπέτην δὲ κατ' αὐτόθι πάντας ἀρίστους. | 273 | |
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο | 274 | |
Παλλὰς Ἀθηναίη· τοὶ δ' οὐκ ἴδον ὀφθαλμοῖσι | 275 | |
νύκτα δι' ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. | 276 | |
χαῖρε δὲ τῷ ὄρνιθ' Ὀδυσεύς, ἠρᾶτο δ' Ἀθήνῃ· | 277 | |
κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ | 278 | |
ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω | 279 | |
κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, | 280 | |
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι | 281 | |
ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ. | 282 | |
δεύτερος αὖτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· | 283 | |
κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· | 284 | |
σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμ' ἕσπεο Τυδέϊ δίῳ | 285 | |
ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. | 286 | |
τοὺς δ' ἄρ' ἐπ' Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, | 287 | |
αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι | 288 | |
κεῖσ'· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα | 289 | |
σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. | 290 | |
ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. | 291 | |
σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον | 292 | |
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· | 293 | |
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. | 294 | |
ὣς ἔφαν εὐχόμενοι, τῶν δ' ἔκλυε Παλλὰς Ἀθήνη. | 295 | |
οἳ δ' ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, | 296 | |
βάν ῥ' ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν | 297 | |
ἂμ φόνον, ἂν νέκυας, διά τ' ἔντεα καὶ μέλαν αἷμα. | 298 | |
οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ | 299 | |
εὕδειν, ἀλλ' ἄμυδις κικλήσκετο πάντας ἀρίστους, | 300 | |
ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· | 301 | |
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· | 302 | |
τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε | 303 | |
δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. | 304 | |
δώσω γὰρ δίφρόν τε δύω τ' ἐριαύχενας ἵππους | 305 | |
οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν | 306 | |
ὅς τίς κε τλαίη, οἷ τ' αὐτῷ κῦδος ἄροιτο, | 307 | |
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι | 308 | |
ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, | 309 | |
ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες | 310 | |
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι | 311 | |
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. | 312 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 313 | |
ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς | 314 | |
κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, | 315 | |
ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· | 316 | |
αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. | 317 | |
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· | 318 | |
Ἕκτορ ἔμ' ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ | 319 | |
νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. | 320 | |
ἀλλ' ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον | 321 | |
ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ | 322 | |
δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, | 323 | |
σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδ' ἀπὸ δόξης· | 324 | |
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρ' ἂν ἵκωμαι | 325 | |
νῆ' Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι | 326 | |
βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι. | 327 | |
ὣς φάθ', ὃ δ' ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· | 328 | |
ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης | 329 | |
μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος | 330 | |
Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. | 331 | |
ὣς φάτο καί ῥ' ἐπίορκον ἐπώμοσε, τὸν δ' ὀρόθυνεν· | 332 | |
αὐτίκα δ' ἀμφ' ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, | 333 | |
ἕσσατο δ' ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, | 334 | |
κρατὶ δ' ἐπὶ κτιδέην κυνέην, ἕλε δ' ὀξὺν ἄκοντα, | 335 | |
βῆ δ' ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδ' ἄρ' ἔμελλεν | 336 | |
ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. | 337 | |
ἀλλ' ὅτε δή ῥ' ἵππων τε καὶ ἀνδρῶν κάλλιφ' ὅμιλον, | 338 | |
βῆ ῥ' ἀν' ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα | 339 | |
διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· | 340 | |
οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, | 341 | |
οὐκ οἶδ' ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, | 342 | |
ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. | 343 | |
ἀλλ' ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο | 344 | |
τυτθόν· ἔπειτα δέ κ' αὐτὸν ἐπαΐξαντες ἕλοιμεν | 345 | |
καρπαλίμως· εἰ δ' ἄμμε παραφθαίησι πόδεσσιν, | 346 | |
αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν | 347 | |
ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ. | 348 | |
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι | 349 | |
κλινθήτην· ὃ δ' ἄρ' ὦκα παρέδραμεν ἀφραδίῃσιν. | 350 | |
ἀλλ' ὅτε δή ῥ' ἀπέην ὅσσόν τ' ἐπὶ οὖρα πέλονται | 351 | |
ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν | 352 | |
ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· | 353 | |
τὼ μὲν ἐπεδραμέτην, ὃ δ' ἄρ' ἔστη δοῦπον ἀκούσας. | 354 | |
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους | 355 | |
ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. | 356 | |
ἀλλ' ὅτε δή ῥ' ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, | 357 | |
γνῶ ῥ' ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατ' ἐνώμα | 358 | |
φευγέμεναι· τοὶ δ' αἶψα διώκειν ὁρμήθησαν. | 359 | |
ὡς δ' ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης | 360 | |
ἢ κεμάδ' ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ | 361 | |
χῶρον ἀν' ὑλήενθ', ὃ δέ τε προθέῃσι μεμηκώς, | 362 | |
ὣς τὸν Τυδεΐδης ἠδ' ὃ πτολίπορθος Ὀδυσσεὺς | 363 | |
λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. | 364 | |
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλε μιγήσεσθαι φυλάκεσσι | 365 | |
φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλ' Ἀθήνη | 366 | |
Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων | 367 | |
φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. | 368 | |
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· | 369 | |
ἠὲ μέν' ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι | 370 | |
δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον. | 371 | |
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δ' ἡμάρτανε φωτός· | 372 | |
δεξιτερὸν δ' ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ | 373 | |
ἐν γαίῃ ἐπάγη· ὃ δ' ἄρ' ἔστη τάρβησέν τε | 374 | |
βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετ' ὀδόντων· | 375 | |
χλωρὸς ὑπαὶ δείους· τὼ δ' ἀσθμαίνοντε κιχήτην, | 376 | |
χειρῶν δ' ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα· | 377 | |
ζωγρεῖτ', αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον | 378 | |
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, | 379 | |
τῶν κ' ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα | 380 | |
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. | 381 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 382 | |
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω. | 383 | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· | 384 | |
πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἷος | 385 | |
νύκτα δι' ὀρφναίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι; | 386 | |
ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; | 387 | |
ἦ σ' Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα | 388 | |
νῆας ἔπι γλαφυράς; ἦ σ' αὐτὸν θυμὸς ἀνῆκε; | 389 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων, ὑπὸ δ' ἔτρεμε γυῖα· | 390 | |
πολλῇσίν μ' ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, | 391 | |
ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους | 392 | |
δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, | 393 | |
ἠνώγει δέ μ' ἰόντα θοὴν διὰ νύκτα μέλαιναν | 394 | |
ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι | 395 | |
ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, | 396 | |
ἦ ἤδη χείρεσσιν ὑφ' ἡμετέρῃσι δαμέντες | 397 | |
φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδ' ἐθέλουσι | 398 | |
νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. | 399 | |
τὸν δ' ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· | 400 | |
ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς | 401 | |
ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δ' ἀλεγεινοὶ | 402 | |
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι | 403 | |
ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. | 404 | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· | 405 | |
ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; | 406 | |
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; | 407 | |
πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; | 408 | |
ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν | 409 | |
αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ | 410 | |
ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γ' Ἀχαιούς. | 411 | |
τὸν δ' αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· | 412 | |
τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλ' ἀτρεκέως καταλέξω. | 413 | |
Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, | 414 | |
βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου | 415 | |
νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δ' ἃς εἴρεαι ἥρως | 416 | |
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. | 417 | |
ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη | 418 | |
οἷ δ' ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται | 419 | |
ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι | 420 | |
εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· | 421 | |
οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες. | 422 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 423 | |
πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν | 424 | |
εὕδουσ' ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. | 425 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Δόλων Εὐμήδεος υἱός· | 426 | |
τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλ' ἀτρεκέως καταλέξω. | 427 | |
πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι | 428 | |
καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, | 429 | |
πρὸς Θύμβρης δ' ἔλαχον Λύκιοι Μυσοί τ' ἀγέρωχοι | 430 | |
καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. | 431 | |
ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; | 432 | |
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον | 433 | |
Θρήϊκες οἷδ' ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· | 434 | |
ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. | 435 | |
τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· | 436 | |
λευκότεροι χιόνος, θείειν δ' ἀνέμοισιν ὁμοῖοι· | 437 | |
ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· | 438 | |
τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι | 439 | |
ἤλυθ' ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν | 440 | |
ἄνδρεσσιν φορέειν, ἀλλ' ἀθανάτοισι θεοῖσιν. | 441 | |
ἀλλ' ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, | 442 | |
ἠέ με δήσαντες λίπετ' αὐτόθι νηλέϊ δεσμῷ, | 443 | |
ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο | 444 | |
ἠὲ κατ' αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. | 445 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· | 446 | |
μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· | 447 | |
ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. | 448 | |
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, | 449 | |
ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν | 450 | |
ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· | 451 | |
εἰ δέ κ' ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, | 452 | |
οὐκέτ' ἔπειτα σὺ πῆμά ποτ' ἔσσεαι Ἀργείοισιν. | 453 | |
ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ | 454 | |
ἁψάμενος λίσσεσθαι, ὃ δ' αὐχένα μέσσον ἔλασσε | 455 | |
φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἄμφω κέρσε τένοντε· | 456 | |
φθεγγομένου δ' ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. | 457 | |
τοῦ δ' ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο | 458 | |
καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· | 459 | |
καὶ τά γ' Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς | 460 | |
ὑψόσ' ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· | 461 | |
χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ | 462 | |
πάντων ἀθανάτων ἐπιδωσόμεθ'· ἀλλὰ καὶ αὖτις | 463 | |
πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. | 464 | |
ὣς ἄρ' ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσ' ἀείρας | 465 | |
θῆκεν ἀνὰ μυρίκην· δέελον δ' ἐπὶ σῆμά τ' ἔθηκε | 466 | |
συμμάρψας δόνακας μυρίκης τ' ἐριθηλέας ὄζους, | 467 | |
μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. | 468 | |
τὼ δὲ βάτην προτέρω διά τ' ἔντεα καὶ μέλαν αἷμα, | 469 | |
αἶψα δ' ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. | 470 | |
οἳ δ' εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν | 471 | |
καλὰ παρ' αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον | 472 | |
τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. | 473 | |
Ῥῆσος δ' ἐν μέσῳ εὗδε, παρ' αὐτῷ δ' ὠκέες ἵπποι | 474 | |
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. | 475 | |
τὸν δ' Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· | 476 | |
οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, | 477 | |
οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. | 478 | |
ἀλλ' ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ | 479 | |
ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύ' ἵππους· | 480 | |
ἠὲ σύ γ' ἄνδρας ἔναιρε, μελήσουσιν δ' ἐμοὶ ἵπποι. | 481 | |
ὣς φάτο, τῷ δ' ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, | 482 | |
κτεῖνε δ' ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ' ἀεικὴς | 483 | |
ἄορι θεινομένων, ἐρυθαίνετο δ' αἵματι γαῖα. | 484 | |
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν | 485 | |
αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, | 486 | |
ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς | 487 | |
ὄφρα δυώδεκ' ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς | 488 | |
ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς | 489 | |
τὸν δ' Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, | 490 | |
τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι | 491 | |
ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ | 492 | |
νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτ' αὐτῶν. | 493 | |
ἀλλ' ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, | 494 | |
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα | 495 | |
ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη | 496 | |
τὴν νύκτ' Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. | 497 | |
τόφρα δ' ἄρ' ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, | 498 | |
σὺν δ' ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου | 499 | |
τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν | 500 | |
ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· | 501 | |
ῥοίζησεν δ' ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. | 502 | |
αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, | 503 | |
ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχε' ἔκειτο, | 504 | |
ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσ' ἀείρας, | 505 | |
ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. | 506 | |
εἷος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα, τόφρα δ' Ἀθήνη | 507 | |
ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· | 508 | |
νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ | 509 | |
νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, | 510 | |
μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. | 511 | |
ὣς φάθ', ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, | 512 | |
καρπαλίμως δ' ἵππων ἐπεβήσετο· κόψε δ' Ὀδυσσεὺς | 513 | |
τόξῳ· τοὶ δ' ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | 514 | |
οὐδ' ἀλαοσκοπιὴν εἶχ' ἀργυρότοξος Ἀπόλλων | 515 | |
ὡς ἴδ' Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· | 516 | |
τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, | 517 | |
ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα | 518 | |
Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δ' ἐξ ὕπνου ἀνορούσας | 519 | |
ὡς ἴδε χῶρον ἐρῆμον, ὅθ' ἕστασαν ὠκέες ἵπποι, | 520 | |
ἄνδράς τ' ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, | 521 | |
ᾤμωξέν τ' ἄρ' ἔπειτα φίλον τ' ὀνόμηνεν ἑταῖρον. | 522 | |
Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς | 523 | |
θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα | 524 | |
ὅσσ' ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. | 525 | |
οἳ δ' ὅτε δή ῥ' ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, | 526 | |
ἔνθ' Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, | 527 | |
Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα | 528 | |
ἐν χείρεσσ' Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δ' ἵππων· | 529 | |
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην | 530 | |
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. | 531 | |
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· | 532 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 533 | |
ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. | 534 | |
ἵππων μ' ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. | 535 | |
αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης | 536 | |
ὧδ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· | 537 | |
ἀλλ' αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν | 538 | |
Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. | 539 | |
οὔ πω πᾶν εἴρητο ἔπος ὅτ' ἄρ' ἤλυθον αὐτοί. | 540 | |
καί ῥ' οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες | 541 | |
δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· | 542 | |
πρῶτος δ' ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· | 543 | |
εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν | 544 | |
ὅππως τοῦσδ' ἵππους λάβετον καταδύντες ὅμιλον | 545 | |
Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. | 546 | |
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. | 547 | |
αἰεὶ μὲν Τρώεσσ' ἐπιμίσγομαι, οὐδέ τί φημι | 548 | |
μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· | 549 | |
ἀλλ' οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. | 550 | |
ἀλλά τιν' ὔμμ' ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· | 551 | |
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς | 552 | |
κούρη τ' αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη. | 553 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 554 | |
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν | 555 | |
ῥεῖα θεός γ' ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε | 556 | |
ἵππους δωρήσαιτ', ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. | 557 | |
ἵπποι δ' οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις | 558 | |
Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτ' ἀγαθὸς Διομήδης | 559 | |
ἔκτανε, πὰρ δ' ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. | 560 | |
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, | 561 | |
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο | 562 | |
Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί. | 563 | |
ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους | 564 | |
καγχαλόων· ἅμα δ' ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. | 565 | |
οἳ δ' ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, | 566 | |
ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι | 567 | |
φάτνῃ ἐφ' ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι | 568 | |
ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες· | 569 | |
νηῒ δ' ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος | 570 | |
θῆκ' Ὀδυσεύς, ὄφρ' ἱρὸν ἑτοιμασσαίατ' Ἀθήνῃ. | 571 | |
αὐτοὶ δ' ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ | 572 | |
ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. | 573 | |
αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν | 574 | |
νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, | 575 | |
ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. | 576 | |
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ' ἐλαίῳ | 577 | |
δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ | 578 | |
πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον. | 579 | |