Ἠὼς μὲν κροκόπεπλος ἀπ' Ὠκεανοῖο ῥοάων | 001 | |
ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· | 002 | |
ἣ δ' ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. | 003 | |
εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν | 004 | |
κλαίοντα λιγέως· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι | 005 | |
μύρονθ'· ἣ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων, | 006 | |
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 007 | |
τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ | 008 | |
κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· | 009 | |
τύνη δ' Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο | 010 | |
καλὰ μάλ', οἷ' οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. | 011 | |
ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε' ἔθηκε | 012 | |
πρόσθεν Ἀχιλλῆος· τὰ δ' ἀνέβραχε δαίδαλα πάντα. | 013 | |
Μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη | 014 | |
ἄντην εἰσιδέειν, ἀλλ' ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς | 015 | |
ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε | 016 | |
δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· | 017 | |
τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. | 018 | |
αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων | 019 | |
αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· | 020 | |
μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ' ἐπιεικὲς | 021 | |
ἔργ' ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι. | 022 | |
νῦν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ' αἰνῶς | 023 | |
δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν | 024 | |
μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς | 025 | |
εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν, | 026 | |
ἐκ δ' αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ. | 027 | |
τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· | 028 | |
τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. | 029 | |
τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα | 030 | |
μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν· | 031 | |
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν, | 032 | |
αἰεὶ τῷ γ' ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων. | 033 | |
ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς | 034 | |
μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν | 035 | |
αἶψα μάλ' ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν. | 036 | |
ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε, | 037 | |
Πατρόκλῳ δ' αὖτ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν | 038 | |
στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη. | 039 | |
αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς | 040 | |
σμερδαλέα ἰάχων, ὦρσεν δ' ἥρωας Ἀχαιούς. | 041 | |
καί ῥ' οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον | 042 | |
οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν | 043 | |
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, | 044 | |
καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν, οὕνεκ' Ἀχιλλεὺς | 045 | |
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς. | 046 | |
τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε | 047 | |
Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς | 048 | |
ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· | 049 | |
κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. | 050 | |
αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 051 | |
ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ | 052 | |
οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. | 053 | |
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, | 054 | |
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 055 | |
Ἀτρεΐδη ἦ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον | 056 | |
ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ | 057 | |
θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; | 058 | |
τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ | 059 | |
ἤματι τῷ ὅτ' ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· | 060 | |
τώ κ' οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας | 061 | |
δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος. | 062 | |
Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς | 063 | |
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω. | 064 | |
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ | 065 | |
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· | 066 | |
νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ | 067 | |
ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ' ἄγε θᾶσσον | 068 | |
ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς, | 069 | |
ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν | 070 | |
αἴ κ' ἐθέλωσ' ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν' οἴω | 071 | |
ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι | 072 | |
δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο. | 073 | |
ὣς ἔφαθ', οἳ δ' ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ | 074 | |
μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος. | 075 | |
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 076 | |
αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσσοισιν ἀναστάς· | 077 | |
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος | 078 | |
ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν | 079 | |
ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι. | 080 | |
ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι | 081 | |
ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής. | 082 | |
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι | 083 | |
σύνθεσθ' Ἀργεῖοι, μῦθόν τ' εὖ γνῶτε ἕκαστος. | 084 | |
πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον | 085 | |
καί τέ με νεικείεσκον· ἐγὼ δ' οὐκ αἴτιός εἰμι, | 086 | |
ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς, | 087 | |
οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην, | 088 | |
ἤματι τῷ ὅτ' Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων. | 089 | |
ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. | 090 | |
πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται, | 091 | |
οὐλομένη· τῇ μέν θ' ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ' οὔδει | 092 | |
πίλναται, ἀλλ' ἄρα ἥ γε κατ' ἀνδρῶν κράατα βαίνει | 093 | |
βλάπτουσ' ἀνθρώπους· κατὰ δ' οὖν ἕτερόν γε πέδησε. | 094 | |
καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον | 095 | |
ἀνδρῶν ἠδὲ θεῶν φασ' ἔμμεναι· ἀλλ' ἄρα καὶ τὸν | 096 | |
Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν, | 097 | |
ἤματι τῷ ὅτ' ἔμελλε βίην Ἡρακληείην | 098 | |
Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ. | 099 | |
ἤτοι ὅ γ' εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· | 100 | |
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, | 101 | |
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει. | 102 | |
σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια | 103 | |
ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, | 104 | |
τῶν ἀνδρῶν γενεῆς οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσί. | 105 | |
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· | 106 | |
ψευστήσεις, οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις. | 107 | |
εἰ δ' ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, | 108 | |
ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν | 109 | |
ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς | 110 | |
τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. | 111 | |
ὣς ἔφατο· Ζεὺς δ' οὔ τι δολοφροσύνην ἐνόησεν, | 112 | |
ἀλλ' ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. | 113 | |
Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, | 114 | |
καρπαλίμως δ' ἵκετ' Ἄργος Ἀχαιικόν, ἔνθ' ἄρα ᾔδη | 115 | |
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. | 116 | |
ἣ δ' ἐκύει φίλον υἱόν, ὃ δ' ἕβδομος ἑστήκει μείς· | 117 | |
ἐκ δ' ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, | 118 | |
Ἀλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' Εἰλειθυίας. | 119 | |
αὐτὴ δ' ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· | 120 | |
Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω· | 121 | |
ἤδη ἀνὴρ γέγον' ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει | 122 | |
Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο | 123 | |
σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. | 124 | |
ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· | 125 | |
αὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο | 126 | |
χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον | 127 | |
μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα | 128 | |
αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. | 129 | |
ὣς εἰπὼν ἔρριψεν ἀπ' οὐρανοῦ ἀστερόεντος | 130 | |
χειρὶ περιστρέψας· τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων. | 131 | |
τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο | 132 | |
ἔργον ἀεικὲς ἔχοντα ὑπ' Εὐρυσθῆος ἀέθλων. | 133 | |
ὣς καὶ ἐγών, ὅτε δ' αὖτε μέγας κορυθαίολος Ἕκτωρ | 134 | |
Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, | 135 | |
οὐ δυνάμην λελαθέσθ' Ἄτης ᾗ πρῶτον ἀάσθην. | 136 | |
ἀλλ' ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, | 137 | |
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα· | 138 | |
ἀλλ' ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. | 139 | |
δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν | 140 | |
χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς. | 141 | |
εἰ δ' ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος, | 142 | |
δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες | 143 | |
οἴσουσ', ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω. | 144 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 145 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 146 | |
δῶρα μὲν αἴ κ' ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές, | 147 | |
ἤ τ' ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης | 148 | |
αἶψα μάλ'· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας | 149 | |
οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· | 150 | |
ὥς κέ τις αὖτ' Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται | 151 | |
ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας. | 152 | |
ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω. | 153 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 154 | |
μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ | 155 | |
νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν | 156 | |
Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται | 157 | |
φύλοπις, εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες | 158 | |
ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν. | 159 | |
ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς | 160 | |
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή. | 161 | |
οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα | 162 | |
ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι· | 163 | |
εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν, | 164 | |
ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει | 165 | |
δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ' ἰόντι. | 166 | |
ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς | 167 | |
ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, | 168 | |
θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα | 169 | |
πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. | 170 | |
ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι | 171 | |
ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 172 | |
οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ | 173 | |
ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς. | 174 | |
ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς | 175 | |
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι· | 176 | |
ἣ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρῶν ἤ τε γυναικῶν· | 177 | |
καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω. | 178 | |
αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω | 179 | |
πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. | 180 | |
Ἀτρεΐδη σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ | 181 | |
ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα | 182 | |
ἄνδρ' ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ. | 183 | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 184 | |
χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας· | 185 | |
ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας. | 186 | |
ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός, | 187 | |
οὐδ' ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς | 188 | |
μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος· | 189 | |
μίμνετε δ' ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα | 190 | |
ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν. | 191 | |
σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω· | 192 | |
κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν | 193 | |
δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ' Ἀχιλῆϊ | 194 | |
χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας. | 195 | |
Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν | 196 | |
κάπρον ἑτοιμασάτω ταμέειν Διί τ' Ἠελίῳ τε. | 197 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 198 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 199 | |
ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, | 200 | |
ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται | 201 | |
καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι. | 202 | |
νῦν δ' οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν | 203 | |
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν, | 204 | |
ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον· ἦ τ' ἂν ἔγωγε | 205 | |
νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν | 206 | |
νήστιας ἀκμήνους, ἅμα δ' ἠελίῳ καταδύντι | 207 | |
τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην. | 208 | |
πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη | 209 | |
οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος | 210 | |
ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ | 211 | |
κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ' ἑταῖροι | 212 | |
μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν, | 213 | |
ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν. | 214 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· | 215 | |
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν, | 216 | |
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ | 217 | |
ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην | 218 | |
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. | 219 | |
τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. | 220 | |
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, | 221 | |
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, | 222 | |
ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα | 223 | |
Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. | 224 | |
γαστέρι δ' οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· | 225 | |
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα | 226 | |
πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; | 227 | |
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι | 228 | |
νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντας· | 229 | |
ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται | 230 | |
μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ' ἔτι μᾶλλον | 231 | |
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ | 232 | |
ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην | 233 | |
λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· | 234 | |
ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται | 235 | |
νηυσὶν ἐπ' Ἀργείων· ἀλλ' ἀθρόοι ὁρμηθέντες | 236 | |
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα. | 237 | |
ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο | 238 | |
Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε | 239 | |
καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· | 240 | |
βὰν δ' ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο. | 241 | |
αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον· | 242 | |
ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη, | 243 | |
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους· | 244 | |
ἐκ δ' ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 245 | |
ἕπτ', ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον. | 246 | |
χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα | 247 | |
ἦρχ', ἅμα δ' ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν. | 248 | |
καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ' Ἀγαμέμνων | 249 | |
ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν | 250 | |
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν. | 251 | |
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, | 252 | |
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο, | 253 | |
κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν | 254 | |
εὔχετο· τοὶ δ' ἄρα πάντες ἐπ' αὐτόφιν εἵατο σιγῇ | 255 | |
Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος. | 256 | |
εὐξάμενος δ' ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· | 257 | |
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος | 258 | |
Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ' ὑπὸ γαῖαν | 259 | |
ἀνθρώπους τίνυνται, ὅτις κ' ἐπίορκον ὀμόσσῃ, | 260 | |
μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ' ἐπένεικα, | 261 | |
οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου. | 262 | |
ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν. | 263 | |
εἰ δέ τι τῶνδ' ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν | 264 | |
πολλὰ μάλ', ὅσσα διδοῦσιν ὅτίς σφ' ἀλίτηται ὀμόσσας. | 265 | |
ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ. | 266 | |
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα | 267 | |
ῥῖψ' ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς | 268 | |
ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα· | 269 | |
Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· | 270 | |
οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν | 271 | |
Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην | 272 | |
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς | 273 | |
ἤθελ' Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι. | 274 | |
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. | 275 | |
ὣς ἄρ' ἐφώνησεν, λῦσεν δ' ἀγορὴν αἰψηρήν. | 276 | |
οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, | 277 | |
δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο, | 278 | |
βὰν δ' ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο. | 279 | |
καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, | 280 | |
ἵππους δ' εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί. | 281 | |
Βρισηῒς δ' ἄρ' ἔπειτ' ἰκέλη χρυσέῃ Ἀφροδίτῃ | 282 | |
ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, | 283 | |
ἀμφ' αὐτῷ χυμένη λίγ' ἐκώκυε, χερσὶ δ' ἄμυσσε | 284 | |
στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. | 285 | |
εἶπε δ' ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· | 286 | |
Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ | 287 | |
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, | 288 | |
νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν | 289 | |
ἂψ ἀνιοῦσ'· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. | 290 | |
ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ | 291 | |
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, | 292 | |
τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, | 293 | |
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. | 294 | |
οὐδὲ μὲν οὐδέ μ' ἔασκες, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς Ἀχιλλεὺς | 295 | |
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, | 296 | |
κλαίειν, ἀλλά μ' ἔφασκες Ἀχιλλῆος θείοιο | 297 | |
κουριδίην ἄλοχον θήσειν, ἄξειν τ' ἐνὶ νηυσὶν | 298 | |
ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. | 299 | |
τώ σ' ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. | 300 | |
ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες | 301 | |
Πάτροκλον πρόφασιν, σφῶν δ' αὐτῶν κήδε' ἑκάστη. | 302 | |
αὐτὸν δ' ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο | 303 | |
λισσόμενοι δειπνῆσαι· ὃ δ' ἠρνεῖτο στεναχίζων· | 304 | |
λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων, | 305 | |
μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος | 306 | |
ἄσασθαι φίλον ἦτορ, ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει· | 307 | |
δύντα δ' ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης. | 308 | |
ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας, | 309 | |
δοιὼ δ' Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς | 310 | |
Νέστωρ Ἰδομενεύς τε γέρων θ' ἱππηλάτα Φοῖνιξ | 311 | |
τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ | 312 | |
τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος. | 313 | |
μνησάμενος δ' ἁδινῶς ἀνενείκατο φώνησέν τε· | 314 | |
ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ' ἑταίρων | 315 | |
αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας | 316 | |
αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ' Ἀχαιοὶ | 317 | |
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. | 318 | |
νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ | 319 | |
ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων | 320 | |
σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι, | 321 | |
οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην, | 322 | |
ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει | 323 | |
χήτεϊ τοιοῦδ' υἷος· ὃ δ' ἀλλοδαπῷ ἐνὶ δήμῳ | 324 | |
εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω· | 325 | |
ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός, | 326 | |
εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής. | 327 | |
πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει | 328 | |
οἶον ἐμὲ φθίσεσθαι ἀπ' Ἄργεος ἱπποβότοιο | 329 | |
αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, | 330 | |
ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ | 331 | |
Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα | 332 | |
κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. | 333 | |
ἤδη γὰρ Πηλῆά γ' ὀΐομαι ἢ κατὰ πάμπαν | 334 | |
τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκάχησθαι | 335 | |
γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ | 336 | |
λυγρὴν ἀγγελίην, ὅτ' ἀποφθιμένοιο πύθηται. | 337 | |
ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, | 338 | |
μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον· | 339 | |
μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, | 340 | |
αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· | 341 | |
τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος. | 342 | |
ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ' Ἀχιλλεύς; | 343 | |
κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων | 344 | |
ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι | 345 | |
οἴχονται μετὰ δεῖπνον, ὃ δ' ἄκμηνος καὶ ἄπαστος. | 346 | |
ἀλλ' ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν | 347 | |
στάξον ἐνὶ στήθεσσ', ἵνα μή μιν λιμὸς ἵκηται. | 348 | |
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· | 349 | |
ἣ δ' ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ | 350 | |
οὐρανοῦ ἐκκατεπᾶλτο δι' αἰθέρος. αὐτὰρ Ἀχαιοὶ | 351 | |
αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δ' Ἀχιλῆϊ | 352 | |
νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν | 353 | |
στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκοιτο· | 354 | |
αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ | 355 | |
ᾤχετο, τοὶ δ' ἀπάνευθε νεῶν ἐχέοντο θοάων. | 356 | |
ὡς δ' ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται | 357 | |
ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, | 358 | |
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι | 359 | |
νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι | 360 | |
θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα. | 361 | |
αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν | 362 | |
χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν | 363 | |
ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς. | 364 | |
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε | 365 | |
λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ | 366 | |
δῦν' ἄχος ἄτλητον· ὃ δ' ἄρα Τρωσὶν μενεαίνων | 367 | |
δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων. | 368 | |
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε | 369 | |
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· | 370 | |
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν. | 371 | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον | 372 | |
χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε | 373 | |
εἵλετο, τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης. | 374 | |
ὡς δ' ὅτ' ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ | 375 | |
καιομένοιο πυρός, τό τε καίεται ὑψόθ' ὄρεσφι | 376 | |
σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δ' οὐκ ἐθέλοντας ἄελλαι | 377 | |
πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν· | 378 | |
ὣς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανε | 379 | |
καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας | 380 | |
κρατὶ θέτο βριαρήν· ἣ δ' ἀστὴρ ὣς ἀπέλαμπεν | 381 | |
ἵππουρις τρυφάλεια, περισσείοντο δ' ἔθειραι | 382 | |
χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. | 383 | |
πειρήθη δ' ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, | 384 | |
εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· | 385 | |
τῷ δ' εὖτε πτερὰ γίγνετ', ἄειρε δὲ ποιμένα λαῶν. | 386 | |
ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος | 387 | |
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν | 388 | |
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς· | 389 | |
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων | 390 | |
Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· | 391 | |
ἵππους δ' Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες | 392 | |
ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν' ἕσαν, ἐν δὲ χαλινοὺς | 393 | |
γαμφηλῇς ἔβαλον, κατὰ δ' ἡνία τεῖναν ὀπίσσω | 394 | |
κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν | 395 | |
χειρὶ λαβὼν ἀραρυῖαν ἐφ' ἵπποιιν ἀνόρουσεν | 396 | |
Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς | 397 | |
τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ Ὑπερίων, | 398 | |
σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· | 399 | |
Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης | 400 | |
ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα | 401 | |
ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ' ἕωμεν πολέμοιο, | 402 | |
μηδ' ὡς Πάτροκλον λίπετ' αὐτόθι τεθνηῶτα. | 403 | |
τὸν δ' ἄρ' ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος | 404 | |
Ξάνθος, ἄφαρ δ' ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη | 405 | |
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν· | 406 | |
αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος Ἥρη· | 407 | |
καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν ὄβριμ' Ἀχιλλεῦ· | 408 | |
ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς | 409 | |
αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. | 410 | |
οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε | 411 | |
Τρῶες ἀπ' ὤμοιιν Πατρόκλου τεύχε' ἕλοντο· | 412 | |
ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ, | 413 | |
ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. | 414 | |
νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, | 415 | |
ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ | 416 | |
μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι. | 417 | |
ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν. | 418 | |
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 419 | |
Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή. | 420 | |
εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι | 421 | |
νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης | 422 | |
οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο. | 423 | |
ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους. | 424 | |