Vasile Stancu

ILIADA




Cântul IX


ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς001
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,002
πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.003
ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα004
Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον 005
ἐλθόντ' ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν006
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·007
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.008


Ἀτρεΐδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ009
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων 010
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,011
μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.012
ἷζον δ' εἰν ἀγορῇ τετιηότες· ἂν δ' Ἀγαμέμνων013
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος014
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· 015
ὣς ὃ βαρὺ στενάχων ἔπε' Ἀργείοισι μετηύδα·016
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες017
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ018
σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν019
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, 020
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει021
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.022
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,023
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα024
ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. 025
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·026
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·027
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.028


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.029
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· 030
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·031
Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι,032
ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.033
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι034
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα 035
ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.036
σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω·037
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων,038
ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον.039
δαιμόνι' οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν 040
ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;041
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι042
ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης043
ἑστᾶσ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.044
ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ 045
εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ046
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·047
νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθ' εἰς ὅ κε τέκμωρ048
Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.049


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν 050
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.051
τοῖσι δ' ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·052
Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,053
καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.054
οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, 055
οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.056
ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης057
ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις058
Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.059
ἀλλ' ἄγ' ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, 060
ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι061
μῦθον ἀτιμήσει', οὐδὲ κρείων Ἀγαμέμνων.062
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος063
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.064
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ 065
δόρπά τ' ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι066
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.067
κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα068
Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.069
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. 070
πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν071
ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι·072
πᾶσά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις.073
πολλῶν δ' ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην074
βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς 075
ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν076
καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;077
νὺξ δ' ἧδ' ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.078


ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.079
ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο 080
ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν,081
ἠδ' ἀμφ' Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος082
ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε,083
ἠδ' ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον.084
ἕπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ 085
κοῦροι ἅμα στεῖχον δολίχ' ἔγχεα χερσὶν ἔχοντες·086
κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες·087
ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος.088


Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν089
ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. 090
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.091
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,092
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν093
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·094
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· 095
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον096
ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν097
λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε098
σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα.099
τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι, 100
κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ' ἄν τινα θυμὸς ἀνώγῃ101
εἰπεῖν εἰς ἀγαθόν· σέο δ' ἕξεται ὅττί κεν ἄρχῃ.102
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.103
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει104
οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νῦν 105
ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην106
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας107
οὔ τι καθ' ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε108
πόλλ' ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ109
εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, 110
ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ' ἔτι καὶ νῦν111
φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν112
δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι.113


τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·114
ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· 115
ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν116
λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ,117
ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.118
ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας,119
ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα. 120
ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω121
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,122
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους123
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.124
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, 125
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,126
ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι.127
δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας128
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς129
ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. 130
τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων131
κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι132
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι,133
ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν.134
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε 135
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,136
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω137
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί,138
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω,139
αἴ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. 140
εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης141
γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ,142
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ.143
τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ144
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, 145
τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω146
πρὸς οἶκον Πηλῆος· ἐγὼ δ' ἐπὶ μείλια δώσω147
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί·148
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα149
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν 150
Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον151
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.152
πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος·153
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,154
οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι 155
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.156
ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο.157
δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδ' ἀδάμαστος,158
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων·159
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι 160
ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι.161


τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·162
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον163
δῶρα μὲν οὐκέτ' ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι·164
ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα 165
ἔλθωσ' ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος.166
εἰ δ' ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων.167
Φοῖνιξ μὲν πρώτιστα Διὶ φίλος ἡγησάσθω,168
αὐτὰρ ἔπειτ' Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς·169
κηρύκων δ' Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ' ἑπέσθων. 170
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε,171
ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ', αἴ κ' ἐλεήσῃ.172


ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν.173
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,174
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, 175
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.176
αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός,177
ὁρμῶντ' ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο.178
τοῖσι δὲ πόλλ' ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ179
δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, 180
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα.181


τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης182
πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ183
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο.184
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, 185
τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ186
καλῇ δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἦεν,187
τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας·188
τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν.189
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, 190
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων,191
τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς,192
στὰν δὲ πρόσθ' αὐτοῖο· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς193
αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν.194
ὣς δ' αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. 195
τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·196
χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ,197
οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον.198


ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς,199
εἷσεν δ' ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. 200
αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα·201
μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα,202
ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ·203
οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ.204


ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ. 205
αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ,206
ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγός,207
ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.208
τῷ δ' ἔχεν Αὐτομέδων, τάμνεν δ' ἄρα δῖος Ἀχιλλεύς.209
καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε, 210
πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς.211
αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη,212
ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε,213
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας.214
αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, 215
Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ216
καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.217
αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο218
τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει219
Πάτροκλον ὃν ἑταῖρον· ὃ δ' ἐν πυρὶ βάλλε θυηλάς. 220
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.221
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,222
νεῦσ' Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς,223
πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλῆα·224
χαῖρ' Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς 225
ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο226
ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ227
δαίνυσθ'· ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν,228
ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες229
δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι 230
νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν.231
ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο232
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι233
κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ' ἔτι φασὶ234
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. 235
Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων236
ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων237
μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει238
ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν.239
ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· 240
στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα241
αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς242
δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ.243
ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς244
ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη 245
φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.246
ἀλλ' ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν247
τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ.248
αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μῆχος249
ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν 250
φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ.251
ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς252
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε·253
τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη254
δώσουσ' αἴ κ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν 255
ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων·256
ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον257
τίωσ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες.258
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν259
παύε', ἔα δὲ χόλον θυμαλγέα· σοὶ δ' Ἀγαμέμνων 260
ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο.261
εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω262
ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ' Ἀγαμέμνων·263
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα,264
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους 265
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο.266
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο267
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο,268
ὅσσ' Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο.269
δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 270
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς271
ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν.272
τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρα273
κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται274
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι 275
ἣ θέμις ἐστὶν ἄναξ ἤτ' ἀνδρῶν ἤτε γυναικῶν.276
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε277
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι,278
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι279
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί, 280
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι,281
αἵ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν.282
εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης283
γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ,284
ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. 285
τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ286
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα,287
τάων ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι288
πρὸς οἶκον Πηλῆος· ὃ δ' αὖτ' ἐπὶ μείλια δώσει289
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· 290
ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα291
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν292
Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον293
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν.294
πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· 295
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται,296
οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι297
καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας.298
ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο.299
εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον 300
αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ Παναχαιοὺς301
τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς302
τίσουσ'· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο·303
νῦν γάρ χ' Ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι304
λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον 305
οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν.306


τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·307
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ308
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν,309
ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, 310
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος.311
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν312
ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ.313
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα·314
οὔτ' ἔμεγ' Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω 315
οὔτ' ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν316
μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί.317
ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι·318
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός·319
κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. 320
οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ321
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν.322
ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι323
μάστακ' ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ,324
ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, 325
ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων326
ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων.327
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων,328
πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον·329
τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ 330
ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον331
Ἀτρεΐδῃ· ὃ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι332
δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν.333
ἄλλα δ' ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι·334
τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν 335
εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα· τῇ παριαύων336
τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν337
Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας338
Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο;339
ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων 340
Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων341
τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν342
ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν.343
νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ' ἀπάτησε344
μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. 345
ἀλλ' Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι346
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ.347
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο,348
καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ349
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· 350
ἀλλ' οὐδ' ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο351
ἴσχειν· ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσιν πολέμιζον352
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ,353
ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν·354
ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. 355
νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ356
αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι357
νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω,358
ὄψεαι, αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,359
ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας 360
νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας·361
εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος362
ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην.363
ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων·364
ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν 365
ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον366
ἄξομαι, ἅσσ' ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν,367
αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων368
Ἀτρεΐδης· τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω369
ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ 370
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν371
αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ' ἂν ἔμοιγε372
τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι·373
οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον·374
ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν· οὐδ' ἂν ἔτ' αὖτις 375
ἐξαπάφοιτ' ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος376
ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς.377
ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ.378
οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη379
ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, 380
οὐδ' ὅσ' ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ' ὅσα Θήβας381
Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,382
αἵ θ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἀν' ἑκάστας383
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·384
οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, 385
οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει' Ἀγαμέμνων386
πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.387
κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,388
οὐδ' εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,389
ἔργα δ' Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· 390
οὐδέ μιν ὧς γαμέω· ὃ δ' Ἀχαιῶν ἄλλον ἑλέσθω,391
ὅς τις οἷ τ' ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.392
ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ' ἵκωμαι,393
Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.394
πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν' Ἑλλάδα τε Φθίην τε 395
κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,396
τάων ἥν κ' ἐθέλωμι φίλην ποιήσομ' ἄκοιτιν.397
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ398
γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν399
κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· 400
οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ' ὅσα φασὶν401
Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον402
τὸ πρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,403
οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει404
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. 405
ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,406
κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,407
ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ408
οὔθ' ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.409
μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα 410
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.411
εἰ μέν κ' αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,412
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·413
εἰ δέ κεν οἴκαδ' ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,414
ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν 415
ἔσσεται, οὐδέ κέ μ' ὦκα τέλος θανάτοιο κιχείη.416
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην417
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ418
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς419
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. 420
ἀλλ' ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν421
ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων·422
ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω,423
ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν424
νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ' ἑτοίμη 425
ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος·426
Φοῖνιξ δ' αὖθι παρ' ἄμμι μένων κατακοιμηθήτω,427
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται428
αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξω.429


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ 430
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν·431
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ432
δάκρυ' ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν·433
εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ' Ἀχιλλεῦ434
βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι 435
πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,436
πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην437
οἶος; σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς438
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε439
νήπιον οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο 440
οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι.441
τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα,442
μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων.443
ὡς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι444
λείπεσθ', οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς 445
γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα,446
οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα447
φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο,448
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο,449
τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν 450
μητέρ' ἐμήν· ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων451
παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα.452
τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς453
πολλὰ κατηρᾶτο, στυγερὰς δ' ἐπεκέκλετ' Ἐρινῦς,454
μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν 455
ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ' ἐτέλειον ἐπαρὰς456
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια.457
<τὸν μὲν ἐγὼ βούλευσα κατακτάμεν ὀξέι χαλκῷ·458
ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὅς ῥ' ἐνὶ θυμῷ459
δήμου θῆκε φάτιν καὶ ὀνείδεια πόλλ' ἀνθρώπων,460
ὡς μὴ πατροφόνος μετ' Ἀχαιοῖσιν καλεοίμην.>461
ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς462
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.463
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες 464
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,465
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς466
ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ467
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,468
πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. 469
εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ἴαυον·470
οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη471
πῦρ, ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς,472
ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.473
ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, 474
καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας475
ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς476
ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας δμῳάς τε γυναῖκας.477
φεῦγον ἔπειτ' ἀπάνευθε δι' Ἑλλάδος εὐρυχόροιο,478
Φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων 479
ἐς Πηλῆα ἄναχθ'· ὃ δέ με πρόφρων ὑπέδεκτο,480
καί μ' ἐφίλησ' ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ481
μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,482
καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·483
ναῖον δ' ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. 484
καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ,485
ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλῳ486
οὔτ' ἐς δαῖτ' ἰέναι οὔτ' ἐν μεγάροισι πάσασθαι,487
πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας488
ὄψου τ' ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. 489
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα490
οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.491
ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,492
τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον493
ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ 494
ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς.495
ἀλλ' Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ496
νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,497
τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.498
καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι 499
λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι500
λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.501
καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο502
χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ,503
αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι. 504
ἣ δ' ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας505
πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν506
βλάπτουσ' ἀνθρώπους· αἳ δ' ἐξακέονται ὀπίσσω.507
ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,508
τὸν δὲ μέγ' ὤνησαν καί τ' ἔκλυον εὐχομένοιο· 509
ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,510
λίσσονται δ' ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι511
τῷ ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.512
ἀλλ' Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι513
τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. 514
εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ' ὄπισθ' ὀνομάζοι515
Ἀτρεΐδης, ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,516
οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην517
Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·518
νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ τὰ δ' ὄπισθεν ὑπέστη, 519
ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους520
κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ521
φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς522
μηδὲ πόδας· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι.523
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν 524
ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι·525
δωρητοί τε πέλοντο παράρρητοί τ' ἐπέεσσι.526
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε527
ὡς ἦν· ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι.528
Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι 529
ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,530
Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,531
Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.532
καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε533
χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς 534
Οἰνεὺς ῥέξ'· ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβας,535
οἴῃ δ' οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.536
ἢ λάθετ' ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.537
ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα538
ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, 539
ὃς κακὰ πόλλ' ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·540
πολλὰ δ' ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ541
αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.542
τὸν δ' υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος543
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας 544
καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·545
τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς.546
ἣ δ' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν547
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,548
Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. 549
ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,550
τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο551
τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·552
ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων553
οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, 554
ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ555
κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ556
κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης557
Ἴδεώ θ', ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν558
τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον 559
Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,560
τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ561
Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ' ἄρ' αὐτῆς562
μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα563
κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· 564
τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων565
ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι566
πόλλ' ἀχέουσ' ἠρᾶτο κασιγνήτοιο φόνοιο,567
πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία568
κικλήσκουσ' Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν 569
πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι,570
παιδὶ δόμεν θάνατον· τῆς δ' ἠεροφοῖτις Ἐρινὺς571
ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα.572
τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει573
πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες 574
Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους,575
ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον·576
ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς,577
ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι578
πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, 579
ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι.580
πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς581
οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο582
σείων κολλητὰς σανίδας γουνούμενος υἱόν·583
πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ 584
ἐλλίσσονθ'· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δ' ἑταῖροι,585
οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων·586
ἀλλ' οὐδ' ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον,587
πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο, τοὶ δ' ἐπὶ πύργων588
βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. 589
καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις590
λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα591
κήδε', ὅσ' ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ·592
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει,593
τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. 594
τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα,595
βῆ δ' ἰέναι, χροῒ δ' ἔντε' ἐδύσετο παμφανόωντα.596
ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ597
εἴξας ᾧ θυμῷ· τῷ δ' οὐκέτι δῶρα τέλεσσαν598
πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτως. 599
ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων600
ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη601
νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ' ἐπὶ δώρων602
ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.603
εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς 604
οὐκέθ' ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών,605


τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·606
Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης607
χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,608
ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ' ἀϋτμὴ 609
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ.610
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι·611
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων612
Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ613
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. 614
καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ' ἐμὲ κήδῃ·615
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.616
οὗτοι δ' ἀγγελέουσι, σὺ δ' αὐτόθι λέξεο μίμνων617
εὐνῇ ἔνι μαλακῇ· ἅμα δ' ἠοῖ φαινομένηφι618
φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἦ κε μένωμεν. 619


ἦ καὶ Πατρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ620
Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα621
ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ' ἄρ' Αἴας622
ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·623
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ 624
ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ625
τῇδέ γ' ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα626
χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα627
οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς628
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν 629
σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων630
τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων631
νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος632
ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος·633
καί ῥ' ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας, 634
τοῦ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ635
ποινὴν δεξαμένῳ· σοὶ δ' ἄληκτόν τε κακόν τε636
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης637
οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας,638
ἄλλά τε πόλλ' ἐπὶ τῇσι· σὺ δ' ἵλαον ἔνθεο θυμόν, 639
αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν640
πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων641
κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί.642


τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·643
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν 644
πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·645
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων646
μνήσομαι ὥς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν647
Ἀτρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην.648
ἀλλ' ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· 649
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος650
πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον651
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι652
κτείνοντ' Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.653
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ 654
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.655


ὣς ἔφαθ', οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον656
σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δ' Ὀδυσσεύς.657
Πάτροκλος δ' ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε658
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. 659
αἳ δ' ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε660
κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.661
ἔνθ' ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.662
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·663
τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, 664
Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.665
Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο· πὰρ δ' ἄρα καὶ τῷ666
Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς667
Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.668


οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. 669
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν670
δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο·671
πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·672
εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν673
ἤ ῥ' ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, 674
ἦ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν;675


τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·676
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον677
κεῖνός γ' οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ' ἔτι μᾶλλον678
πιμπλάνεται μένεος, σὲ δ' ἀναίνεται ἠδὲ σὰ δῶρα. 679
αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν680
ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·681
αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι682
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας.683
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι 684
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ685
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς686
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.687
ὣς ἔφατ'· εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο,688
Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. 689
Φοῖνιξ δ' αὖθ' ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,690
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται691
αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξει.692


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ693
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε. 694
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·695
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·696
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον697
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα698
μυρία δῶρα διδούς· ὃ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως· 699
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.700
ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν701
ἦ κε μένῃ· τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν702
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.703
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· 704
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ705
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·706
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,707
καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους708
ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. 709


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες710
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.711
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,712
ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.713