Vasile Stancu

ILIADA




Cântul XIV


Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,001
ἀλλ' Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·002
φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·003
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.004
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον 005
εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη006
θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα·007
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.008


ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο009
κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο 010
χαλκῷ παμφαῖνον· ὃ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο.011
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,012
στῆ δ' ἐκτὸς κλισίης, τάχα δ' εἴσιδεν ἔργον ἀεικὲς013
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε014
Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. 015
ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ016
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα017
αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε,018
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,019
ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν 020
διχθάδι', ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,021
ἦε μετ' Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.022
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι023
βῆναι ἐπ' Ἀτρεΐδην. οἳ δ' ἀλλήλους ἐνάριζον024
μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς 025
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.026


Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες027
πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ028
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.029
πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο νῆες 030
θῖν' ἔφ' ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ031
εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.032
οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας033
αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί·034
τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης 035
ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι.036
τώ ῥ' οἵ γ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο037
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι038
θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς039
Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. 040
τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·041
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν042
τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις;043
δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,044
ὥς ποτ' ἐπηπείλησεν ἐνὶ Τρώεσσ' ἀγορεύων 045
μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι046
πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.047
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.048
ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ049
ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς 050
οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.051


τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·052
ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως053
Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.054
τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν 055
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·056
οἳ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι057
νωλεμές· οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων058
ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,059
ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ' οὐρανὸν ἵκει. 060
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα061
εἴ τι νόος ῥέξει· πόλεμον δ' οὐκ ἄμμε κελεύω062
δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.063


τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·064
Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, 065
τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,066
ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ067
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·068
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι069
νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς. 070
ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,071
οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι072
κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.073
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.074
νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης 075
ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,076
ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ077
νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο078
Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.079
οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα. 080
βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.081


τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·082
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·083
οὐλόμεν' αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου084
σημαίνειν, μὴ δ' ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς 085
ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν086
ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.087
οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν088
καλλείψειν, ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά;089
σίγα, μή τίς τ' ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ 090
μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο091
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν092
σκηπτοῦχός τ' εἴη, καί οἱ πειθοίατο λαοὶ093
τοσσοίδ' ὅσσοισιν σὺ μετ' Ἀργείοισιν ἀνάσσεις·094
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· 095
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς096
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν, ὄφρ' ἔτι μᾶλλον097
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,098
ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ099
σχήσουσιν πόλεμον νηῶν ἅλα δ' ἑλκομενάων, 100
ἀλλ' ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.101
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.102


τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·103
ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ104
ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα 105
νῆας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν υἷας Ἀχαιῶν.106
νῦν δ' εἴη ὃς τῆσδέ γ' ἀμείνονα μῆτιν ἐνίσποι107
ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.108


τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·109
ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κ' ἐθέλητε 110
πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος111
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν·112
πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι113
Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.114
Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, 115
οἴκεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι116
Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεὺς117
πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν.118
ἀλλ' ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη119
πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. 120
Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα121
ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι122
πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,123
πολλὰ δέ οἱ πρόβατ' ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς124
ἐγχείῃ· τὰ δὲ μέλλετ' ἀκουέμεν, εἰ ἐτεόν περ. 125
τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες126
μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ' ἐῢ εἴπω.127
δεῦτ' ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.128
ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος129
ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται· 130
ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ131
θυμῷ ἦρα φέροντες ἀφεστᾶσ' οὐδὲ μάχονται.132


ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·133
βὰν δ' ἴμεν, ἦρχε δ' ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.134


οὐδ' ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, 135
ἀλλὰ μετ' αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,136
δεξιτερὴν δ' ἕλε χεῖρ' Ἀγαμέμνονος Ἀτρεΐδαο,137
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·138
Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ139
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν 140
δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί.141
ἀλλ' ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·142
σοὶ δ' οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,143
ἀλλ' ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες144
εὐρὺ κονίσουσιν πεδίον, σὺ δ' ἐπόψεαι αὐτὸς 145
φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.146


ὣς εἰπὼν μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο.147
ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι148
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,149
τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 150
ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ151
καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.152


Ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι153
στᾶσ' ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ' ἔγνω154
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν 155
αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·156
Ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης157
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.158
μερμήριξε δ' ἔπειτα βοῶπις πότνια Ἥρη159
ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· 160
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ161
ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,162
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι163
ᾗ χροιῇ, τῷ δ' ὕπνον ἀπήμονά τε λιαρόν τε164
χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. 165
βῆ δ' ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν166
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε167
κληΐδι κρυπτῇ, τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν·168
ἔνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.169
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος 170
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ171
ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·172
τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ173
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή.174
τῷ ῥ' ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας 175
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς176
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.177
ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ', ὅν οἱ Ἀθήνη178
ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά·179
χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο. 180
ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,181
ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι182
τρίγληνα μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή.183
κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων184
καλῷ νηγατέῳ· λευκὸν δ' ἦν ἠέλιος ὥς· 185
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.186
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον187
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' Ἀφροδίτην188
τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·189
ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, 190
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,191
οὕνεκ' ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;192


τὴν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·193
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο194
αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, 195
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.196


τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·197
δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας198
δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.199
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, 200
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,201
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον202
δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς203
γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·204
τοὺς εἶμ' ὀψομένη, καί σφ' ἄκριτα νείκεα λύσω· 205
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται206
εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.207
εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ208
εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,209
αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην. 210


τὴν δ' αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·211
οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·212
Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.213


ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα214
ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο· 215
ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστὺς216
πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων.217
τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·218
τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ219
ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι 220
ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.221


ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,222
μειδήσασα δ' ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.223


ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,224
Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, 225
Πιερίην δ' ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν226
σεύατ' ἐφ' ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα227
ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·228
ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,229
Λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντος. 230
ἔνθ' Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,231
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·232
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων,233
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες, ἠδ' ἔτι καὶ νῦν234
πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. 235
κοίμησόν μοι Ζηνὸς ὑπ' ὀφρύσιν ὄσσε φαεινὼ236
αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.237
δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ238
χρύσεον· Ἥφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις239
τεύξει' ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, 240
τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.241


τὴν δ' ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·242
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο243
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων244
ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα 245
Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·246
Ζηνὸς δ' οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην247
οὐδὲ κατευνήσαιμ', ὅτε μὴ αὐτός γε κελεύοι.248
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ249
ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς 250
ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.251
ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο252
νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ253
ὄρσασ' ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,254
καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας 255
νόσφι φίλων πάντων. ὃ δ' ἐπεγρόμενος χαλέπαινε256
ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ' ἔξοχα πάντων257
ζήτει· καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντῳ,258
εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·259
τὴν ἱκόμην φεύγων, ὃ δ' ἐπαύσατο χωόμενός περ. 260
ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.261
νῦν αὖ τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.262


τὸν δ' αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·263
Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;264
ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν 265
ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;266
ἀλλ' ἴθ', ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων267
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.268


ὣς φάτο, χήρατο δ' Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·269
ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, 270
χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,271
τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες272
μάρτυροι ὦσ' οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,273
ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων274
Πασιθέην, ἧς τ' αὐτὸς ἐέλδομαι ἤματα πάντα. 275


ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,276
ὄμνυε δ' ὡς ἐκέλευε, θεοὺς δ' ὀνόμηνεν ἅπαντας277
τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.278
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,279
τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε 280
ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.281
Ἴδην δ' ἱκέσθην πολυπίδακα μητέρα θηρῶν282
Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δ' ἐπὶ χέρσου283
βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.284
ἔνθ' Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι 285
εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ286
μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν·287
ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν288
ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι289
χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. 290


Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον291
Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.292
ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,293
οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι294
εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. 295
στῆ δ' αὐτῆς προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·296
Ἥρη πῇ μεμαυῖα κατ' Οὐλύμπου τόδ' ἱκάνεις;297
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίης.298


τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·299
ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, 300
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,301
οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον·302
τοὺς εἶμ' ὀψομένη, καί σφ' ἄκριτα νείκεα λύσω·303
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται304
εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. 305
ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης306
ἑστᾶσ', οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.307
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' Οὐλύμπου τόδ' ἱκάνω,308
μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ309
οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. 310


τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·311
Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,312
νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε.313
οὐ γάρ πώ ποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς314
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, 315
οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο,316
ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον·317
οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,318
ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·319
οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, 320
ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·321
οὐδ' ὅτε περ Σεμέλης οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ,322
ἥ ῥ' Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα·323
ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν·324
οὐδ' ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, 325
οὐδ' ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς,326
ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.327


τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·328
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.329
εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι 330
Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·331
πῶς κ' ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων332
εὕδοντ' ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν333
πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην334
ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. 335
ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ,336
ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν337
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν·338
ἔνθ' ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.339


τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 340
Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν' ἀνδρῶν341
ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω342
χρύσεον· οὐδ' ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,343
οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.344


ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· 345
τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,346
λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον347
πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε.348
τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο349
καλὴν χρυσείην· στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι. 350


ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,351
ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ' ἀγκὰς ἄκοιτιν·352
βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος353
ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ·354
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· 355
πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε,356
καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ' ἔτι εὕδει357
Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ' ἐκάλυψα·358
Ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.359


ὣς εἰπὼν ὃ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων, 360
τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.361
αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·362
Ἀργεῖοι καὶ δ' αὖτε μεθίεμεν Ἕκτορι νίκην363
Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται;364
ἀλλ' ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ' Ἀχιλλεὺς 365
νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ·366
κείνου δ' οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι367
ἡμεῖς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισιν.368
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·369
ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται 370
ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι371
κρύψαντες, χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες372
ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ' ἔτι φημὶ373
Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα.374
ὃς δέ κ' ἀνὴρ μενέχαρμος, ἔχει δ' ὀλίγον σάκος ὤμῳ, 375
χείρονι φωτὶ δότω, ὃ δ' ἐν ἀσπίδι μείζονι δύτω.376


ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·377
τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ378
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·379
οἰχόμενοι δ' ἐπὶ πάντας ἀρήϊα τεύχε' ἄμειβον· 380
ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.381
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν382
βάν ῥ' ἴμεν· ἦρχε δ' ἄρά σφι Ποσειδάων ἐνοσίχθων383
δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ384
εἴκελον ἀστεροπῇ· τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι 385
ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.386


Τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.387
δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν388
κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,389
ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ' Ἀργείοισιν ἀρήγων. 390
ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε391
Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.392
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον393
ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·394
οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο 395
οὔρεος ἐν βήσσῃς, ὅτε τ' ὤρετο καιέμεν ὕλην·396
οὔτ' ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι397
ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,398
ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ399
δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν. 400


Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ401
ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε,402
τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,403
ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·404
τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ' Ἕκτωρ, 405
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,406
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.407
τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας Τελαμώνιος Αἴας408
χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν409
πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας 410
στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,411
στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντῃ.412
ὡς δ' ὅθ' ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς413
πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ414
ἐξ αὐτῆς, τὸν δ' οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται 415
ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,416
ὣς ἔπεσ' Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·417
χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἑάφθη418
καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.419
οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν 420
ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς421
αἰχμάς· ἀλλ' οὔ τις ἐδυνήσατο ποιμένα λαῶν422
οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι423
Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ424
Σαρπηδών τ' ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. 425
τῶν δ' ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν426
ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ' ἄρ' ἑταῖροι427
χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ' ἵκεθ' ἵππους428
ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο429
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες· 430
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.431


ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο432
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,433
ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ434
χεῦαν· ὃ δ' ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, 435
ἑζόμενος δ' ἐπὶ γοῦνα κελαινεφὲς αἷμ' ἀπέμεσσεν·436
αὖτις δ' ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε437
νὺξ ἐκάλυψε μέλαινα· βέλος δ' ἔτι θυμὸν ἐδάμνα.438


Ἀργεῖοι δ' ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα439
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. 440
ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας441
Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι442
Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων443
Ἤνοπι βουκολέοντι παρ' ὄχθας Σατνιόεντος.444
τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν 445
οὖτα κατὰ λαπάρην· ὃ δ' ἀνετράπετ', ἀμφὶ δ' ἄρ' αὐτῷ446
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.447
τῷ δ' ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ448
Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον449
υἱὸν Ἀρηϊλύκοιο, δι' ὤμου δ' ὄβριμον ἔγχος 450
ἔσχεν, ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.451
Πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·452
οὐ μὰν αὖτ' ὀΐω μεγαθύμου Πανθοΐδαο453
χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,454
ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω 455
αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.456


ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο·457
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε458
τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.459
καρπαλίμως δ' ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. 460
Πουλυδάμας δ' αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν461
λικριφὶς ἀΐξας, κόμισεν δ' Ἀντήνορος υἱὸς462
Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.463
τόν ῥ' ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,464
νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε· 465
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε466
οὔδεϊ πλῆντ' ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.467
Αἴας δ' αὖτ' ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·468
φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες469
ἦ ῥ' οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι 470
ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,471
ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο472
ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.473


ἦ ῥ' εὖ γιγνώσκων, Τρῶας δ' ἄχος ἔλλαβε θυμόν.474
ἔνθ' Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ 475
ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δ' ὕφελκε ποδοῖιν.476
τῷ δ' Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·477
Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι478
οὔ θην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς479
ἡμῖν, ἀλλά ποθ' ὧδε κατακτενέεσθε καὶ ὔμμες. 480
φράζεσθ' ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει481
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ482
δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ483
γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.484


ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο· 485
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·486
ὁρμήθη δ' Ἀκάμαντος· ὃ δ' οὐχ ὑπέμεινεν ἐρωὴν487
Πηνελέωο ἄνακτος· ὃ δ' οὔτασεν Ἰλιονῆα488
υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα489
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· 490
τῷ δ' ἄρ' ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.491
τὸν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα,492
ἐκ δ' ὦσε γλήνην· δόρυ δ' ὀφθαλμοῖο διὰ πρὸ493
καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ' ἕζετο χεῖρε πετάσσας494
ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ 495
αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε496
αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ' ὄβριμον ἔγχος497
ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν498
πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·499
εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος 500
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·501
οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο502
ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ503
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.504


ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, 505
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.506


ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι507
ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' Ἀχαιῶν508
ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.509
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα 510
Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·511
Φάλκην δ' Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·512
Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,513
Τεῦκρος δὲ Προθόωνά τ' ἐνήρατο καὶ Περιφήτην·514
Ἀτρεΐδης δ' ἄρ' ἔπειθ' Ὑπερήνορα ποιμένα λαῶν 515
οὖτα κατὰ λαπάρην, διὰ δ' ἔντερα χαλκὸς ἄφυσσε516
δῃώσας· ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν517
ἔσσυτ' ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.518
πλείστους δ' Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·519
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν 520
ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.521