Vasile Stancu

ILIADA




Cântul IV


οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο001
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη002
νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι003
δειδέχατ' ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες·004
αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην005
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων·006
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων007
Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη.008
ἀλλ' ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι009
τέρπεσθον· τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη010
αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει·011
καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι.012
ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου·013
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα,014
ἤ ῥ' αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν015
ὄρσομεν, ἦ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν.016
εἰ δ' αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο,017
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος,018
αὖτις δ' Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο.019


ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·020
πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.021
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε022
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·023
Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·024
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες·025
πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον,026
ἱδρῶ θ' ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι027
λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν.028
ἕρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.029


τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·030
δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες031
τόσσα κακὰ ῥέζουσιν, ὅ τ' ἀσπερχὲς μενεαίνεις032
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον;033
εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ034
ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας035
ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο.036
ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω037
σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται.038
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·039
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι040
τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,041
μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι·042
καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ·043
αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι044
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων,045
τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ046
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.047
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης048
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.049


τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη·050
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες051
Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη·052
τὰς διαπέρσαι ὅτ' ἄν τοι ἀπέχθωνται περὶ κῆρι·053
τάων οὔ τοι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω.054
εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι,055
οὐκ ἀνύω φθονέουσ' ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι.056
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·057
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί,058
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης,059
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις060
κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις.061
ἀλλ' ἤτοι μὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι,062
σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί· ἐπὶ δ' ἕψονται θεοὶ ἄλλοι063
ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι064
ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν,065
πειρᾶν δ' ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς066
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.067
ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·068
αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·069
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς,070
πειρᾶν δ' ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς071
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι.072


ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην,073
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.074
οἷον δ' ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω075
ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν076
λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται·077
τῷ ἐϊκυῖ' ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη,078
κὰδ δ' ἔθορ' ἐς μέσσον· θάμβος δ' ἔχεν εἰσορόωντας079
Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς·080
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·081
ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ082
ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι083
Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.084


ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε.085
ἣ δ' ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ' ὅμιλον086
Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ,087
Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι.088
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε089
ἑσταότ'· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων090
λαῶν, οἵ οἱ ἕποντο ἀπ' Αἰσήποιο ῥοάων·091
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·092
ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον.093
τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν,094
πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,095
ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆι.096
τοῦ κεν δὴ πάμπρωτα παρ' ἀγλαὰ δῶρα φέροιο,097
αἴ κεν ἴδῃ Μενέλαον ἀρήιον Ἀτρέος υἱὸν098
σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς.099
ἀλλ' ἄγ' ὀΐστευσον Μενελάου κυδαλίμοιο,100
εὔχεο δ' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ101
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην102
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.103


ὣς φάτ' Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν·104
αὐτίκ' ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς105
ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας106
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι107
βεβλήκει πρὸς στῆθος· ὃ δ' ὕπτιος ἔμπεσε πέτρῃ.108
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει·109
καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,110
πᾶν δ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.111
καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ112
ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι113
μὴ πρὶν ἀναΐξειαν ἀρήιοι υἷες Ἀχαιῶν114
πρὶν βλῆσθαι Μενέλαον ἀρήιον Ἀτρέος υἱόν.115
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν116
ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ' ὀδυνάων·117
αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν,118
εὔχετο δ' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ119
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην120
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης.121
ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια·122
νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον.123
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε,124
λίγξε βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς125
ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων.126


οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο127
ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη,128
ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν.129
ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ130
παιδὸς ἐέργῃ μυῖαν ὅθ' ἡδέϊ λέξεται ὕπνῳ,131
αὐτὴ δ' αὖτ' ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες132
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ.133
ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός·134
διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο,135
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο136
μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων,137
ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς.138
ἀκρότατον δ' ἄρ' ὀϊστὸς ἐπέγραψε χρόα φωτός·139
αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.140


ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ141
Μῃονὶς ἠὲ Κάειρα παρήιον ἔμμεναι ἵππων·142
κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο143
ἱππῆες φορέειν· βασιλῆι δὲ κεῖται ἄγαλμα,144
ἀμφότερον κόσμός θ' ἵππῳ ἐλατῆρί τε κῦδος·145
τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ146
εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ' ὑπένερθε.147
ῥίγησεν δ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων148
ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς·149
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος.150
ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας151
ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη.152
τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων153
χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ' ἑταῖροι·154
φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι' ἔταμνον155
οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι,156
ὥς σ' ἔβαλον Τρῶες, κατὰ δ' ὅρκια πιστὰ πάτησαν.157
οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν158
σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν.159
εἴ περ γάρ τε καὶ αὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν,160
ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν161
σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν.162
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·163
ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ164
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο,165
Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων166
αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι167
τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα·168
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε169
αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο.170
καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην·171
αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης·172
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν173
Ἀργείην Ἑλένην· σέο δ' ὀστέα πύσει ἄρουρα174
κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ.175
καί κέ τις ὧδ' ἐρέει Τρώων ὑπερηνορεόντων176
τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο·177
αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσει' Ἀγαμέμνων,178
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' Ἀχαιῶν,179
καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν180
σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον.181
ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών.182


τὸν δ' ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος·183
θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν·184
οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν185
εἰρύσατο ζωστήρ τε παναίολος ἠδ' ὑπένερθε186
ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες.187
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·188
αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε·189
ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται ἠδ' ἐπιθήσει190
φάρμαχ' ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων.191


ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα·192
Ταλθύβι' ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον193
φῶτ' Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος,194
ὄφρα ἴδῃ Μενέλαον ἀρήιον Ἀτρέος υἱόν,195
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς196
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.197


ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας,198
βῆ δ' ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων199
παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν200
ἑσταότ'· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων201
λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο.202
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·203
ὄρσ' Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων,204
ὄφρα ἴδῃς Μενέλαον ἀρήιον ἀρχὸν Ἀχαιῶν,205
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς206
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος.207
ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε·208
βὰν δ' ἰέναι καθ' ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν.209
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι ξανθὸς Μενέλαος210
βλήμενος ἦν, περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι211
κυκλόσ', ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς,212
αὐτίκα δ' ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν·213
τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι.214
λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ' ὑπένερθε215
ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες.216
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστός,217
αἷμ' ἐκμυζήσας ἐπ' ἄρ' ἤπια φάρμακα εἰδὼς218
πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων.219


ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον,220
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων·221
οἳ δ' αὖτις κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης.222


ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον223
οὐδὲ καταπτώσσοντ' οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι,224
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν.225
ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ·226
καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας227
Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο·228
τῷ μάλα πόλλ' ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν229
γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα·230
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν·231
καί ῥ' οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων,232
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν·233
Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς·234
οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός,235
ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο236
τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται,237
ἡμεῖς αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα238
ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν.239


οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο,240
τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν·241


Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε;242
τίφθ' οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί,243
αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι244
ἑστᾶσ', οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή·245
ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε.246
ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες247
εἰρύατ' εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης,248
ὄφρα ἴδητ' αἴ κ' ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων;249


ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν·250
ἦλθε δ' ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν.251
οἳ δ' ἀμφ' Ἰδομενῆα δαΐφρονα θωρήσσοντο·252
Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν,253
Μηριόνης δ' ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας.254
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,255
αὐτίκα δ' Ἰδομενῆα προσηύδα μειλιχίοισιν·256
Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων257
ἠμὲν ἐνὶ πτολέμῳ ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ258
ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον259
Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται.260
εἴ περ γάρ τ' ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ261
δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ262
ἕστηχ', ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι.263
ἀλλ' ὄρσευ πόλεμον δ' οἷος πάρος εὔχεαι εἶναι.264


τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα·265
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος266
ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα·267
ἀλλ' ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς268
ὄφρα τάχιστα μαχώμεθ', ἐπεὶ σύν γ' ὅρκι' ἔχευαν269
Τρῶες· τοῖσιν δ' αὖ θάνατος καὶ κήδε' ὀπίσσω270
ἔσσετ' ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο.271


ὣς ἔφατ', Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ·272
ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·273
τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν.274
ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ275
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς·276
τῷ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα277
φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν,278
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα·279
τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν280
δήιον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες281
κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι.282
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,283
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·284
Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων,285
σφῶι μέν· οὐ γὰρ ἔοικ' ὀτρυνέμεν· οὔ τι κελεύω·286
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι.287
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον288
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο·289
τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος290
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.291


ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ' ἄλλους·292
ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν293
οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι294
ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε295
Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν·296
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι,297
πεζοὺς δ' ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς298
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ' ἐς μέσσον ἔλασσεν,299
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.300
ἱππεῦσιν μὲν πρῶτ' ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει301
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ·302
μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς303
οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι,304
μηδ' ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε.305
ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ' ἅρμαθ' ἵκηται306
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω.307
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε' ἐπόρθεον308
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες.309


ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς·310
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων,311
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·312
ὦ γέρον εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν313
ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη·314
ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις315
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι.316


τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·317
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς318
ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν.319
ἀλλ' οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν·320
εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει.321
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω322
βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων.323
αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο324
ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν.325


ὣς ἔφατ', Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ.326
εὗρ' υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον327
ἑσταότ'· ἀμφὶ δ' Ἀθηναῖοι μήστωρες ἀϋτῆς·328
αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς,329
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ330
ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς,331
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες332
Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες333
ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν334
Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο.335
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,336
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·337
ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος,338
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον339
τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλους;340
σφῶιν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας341
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι·342
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο,343
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί.344
ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα345
οἴνου πινέμεναι μελιηδέος ὄφρ' ἐθέλητον·346
νῦν δὲ φίλως χ' ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν347
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ.348


τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·349
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;350
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ' Ἀχαιοὶ351
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα;352
ὄψεαι αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ353
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα354
Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις.355


τὸν δ' ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων356
ὡς γνῶ χωομένοιο· πάλιν δ' ὅ γε λάζετο μῦθον·357
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ358
οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·359
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν360
ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ' ἐγώ περ.361
ἀλλ' ἴθι ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθ' εἴ τι κακὸν νῦν362
εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.363


ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ' ἄλλους.364
εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα365
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·366
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήιος υἱός.367
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,368
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·369
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο370
τί πτώσσεις, τί δ' ὀπιπεύεις πολέμοιο γεφύρας;371
οὐ μὲν Τυδέϊ γ' ὧδε φίλον πτωσκαζέμεν ἦεν,372
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,373
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε374
ἤντησ' οὐδὲ ἴδον· περὶ δ' ἄλλων φασὶ γενέσθαι.375
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας376
ξεῖνος ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·377
οἳ δὲ τότ' ἐστρατόωνθ' ἱερὰ πρὸς τείχεα Θήβης,378
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·379
οἳ δ' ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·380
ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.381
οἳ δ' ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο,382
Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον λεχεποίην,383
ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί.384
αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας385
δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης.386
ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς387
τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν,388
ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο, πάντα δ' ἐνίκα389
ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη.390
οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων391
ἂψ ἄρ' ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες392
κούρους πεντήκοντα· δύω δ' ἡγήτορες ἦσαν,393
Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν,394
υἱός τ' Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης.395
Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε·396
πάντας ἔπεφν', ἕνα δ' οἶον ἵει οἶκον δὲ νέεσθαι·397
Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας.398
τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν399
γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω.400


ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κρατερὸς Διομήδης401
αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο·402
τὸν δ' υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο·403
Ἀτρεΐδη μὴ ψεύδε' ἐπιστάμενος σάφα εἰπεῖν·404
ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι·405
ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο406
παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τεῖχος ἄρειον,407
πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ·408
κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο·409
τὼ μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ.410


τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·411
τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ·412
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν413
ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς·414
τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται εἴ κεν Ἀχαιοὶ415
Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν,416
τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων.417
ἀλλ' ἄγε δὴ καὶ νῶι μεδώμεθα θούριδος ἀλκῆς.418


ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε·419
δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος420
ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν.421


ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης422
ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος·423
πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα424
χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας425
κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ' ἁλὸς ἄχνην·426
ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες427
νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος428
ἡγεμόνων· οἳ δ' ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης429
τόσσον λαὸν ἕπεσθαι ἔχοντ' ἐν στήθεσιν αὐδήν,430
σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι431
τεύχεα ποικίλ' ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο.432
Τρῶες δ', ὥς τ' ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ433
μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν434
ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν,435
ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει·436
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ' ἴα γῆρυς,437
ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες.438
ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη439
Δεῖμός τ' ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα,440
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε,441
ἥ τ' ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα442
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει·443
ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ444
ἐρχομένη καθ' ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν.445


οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο,446
σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν447
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι448
ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.449
ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν450
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαῖα.451
ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες452
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ453
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης,454
τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν·455
ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε.456


πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν457
ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον·458
τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,459
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω460
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν,461
ἤριπε δ' ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ.462
τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ463
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων,464
ἕλκε δ' ὑπ' ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα465
τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ' ὁρμή.466
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ467
πλευρά, τά οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη,468
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα.469
ὣς τὸν μὲν λίπε θυμός, ἐπ' αὐτῷ δ' ἔργον ἐτύχθη470
ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς471
ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν.472


ἔνθ' ἔβαλ' Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας473
ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ474
Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσιν Σιμόεντος475
γείνατ', ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλα ἰδέσθαι·476
τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι477
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν478
ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.479
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν480
δεξιόν· ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος481
ἦλθεν· ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς482
ἥ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει483
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασι·484
τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ485
ἐξέταμ', ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ·486
ἣ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας.487
τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν488
Αἴας διογενής· τοῦ δ' Ἄντιφος αἰολοθώρηξ489
Πριαμίδης καθ' ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί.490
τοῦ μὲν ἅμαρθ', ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον491
βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ' ἐρύοντα·492
ἤριπε δ' ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός.493
τοῦ δ' Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη,494
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,495
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ496
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο497
ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ' οὐχ ἅλιον βέλος ἧκεν,498
ἀλλ' υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα499
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων.500
τόν ῥ' Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ501
κόρσην· ἣ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν502
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε,503
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.504
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ·505
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς,506
ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ' Ἀπόλλων507
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ' ἀΰσας·508
ὄρνυσθ' ἱππόδαμοι Τρῶες μηδ' εἴκετε χάρμης509
Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος510
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν·511
οὐ μὰν οὐδ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο512
μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει.513


ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς514
ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια515
ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο.516


ἔνθ' Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε·517
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι518
κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν519
Πείρως Ἰμβρασίδης ὃς ἄρ' Αἰνόθεν εἰληλούθει.520
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς521
ἄχρις ἀπηλοίησεν· ὃ δ' ὕπτιος ἐν κονίῃσι522
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας523
θυμὸν ἀποπνείων· ὃ δ' ἐπέδραμεν ὅς ῥ' ἔβαλέν περ524
Πείροος, οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν· ἐκ δ' ἄρα πᾶσαι525
χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε.526


τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ527
στέρνον ὑπὲρ μαζοῖο, πάγη δ' ἐν πνεύμονι χαλκός·528
ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ' ὄβριμον ἔγχος529
ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ,530
τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν.531
τεύχεα δ' οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι532
Θρήικες ἀκρόκομοι δολίχ' ἔγχεα χερσὶν ἔχοντες,533
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν534
ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.535
ὣς τώ γ' ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην,536
ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ' Ἐπειῶν χαλκοχιτώνων537
ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι.538


ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών,539
ὅς τις ἔτ' ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ540
δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη541
χειρὸς ἑλοῦσ', αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν·542
πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ543
πρηνέες ἐν κονίῃσι παρ' ἀλλήλοισι τέταντο.544