ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ | 001 | |
ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο, | 002 | |
οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος, | 003 | |
Μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς, | 004 | |
ἀλλ' ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· | 005 | |
Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι | 006 | |
μὴ δή πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους, | 007 | |
ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες | 008 | |
Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. | 009 | |
αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο, | 010 | |
ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες. | 011 | |
ὣς ἔφαθ', οἳ δ' ᾤμωξαν ἀολλέες, ἦρχε δ' Ἀχιλλεύς. | 012 | |
οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους | 013 | |
μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε. | 014 | |
δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν | 015 | |
δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο. | 016 | |
τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο | 017 | |
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου· | 018 | |
χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· | 019 | |
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην | 020 | |
Ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι, | 021 | |
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν | 022 | |
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. | 023 | |
ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα | 024 | |
πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας | 025 | |
ἐν κονίῃς· οἳ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστος | 026 | |
χάλκεα μαρμαίροντα, λύον δ' ὑψηχέας ἵππους, | 027 | |
κὰδ δ' ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο | 028 | |
μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ. | 029 | |
πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ | 030 | |
σφαζόμενοι, πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες· | 031 | |
πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ | 032 | |
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο· | 033 | |
πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα. | 034 | |
αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα | 035 | |
εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν | 036 | |
σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ. | 037 | |
οἳ δ' ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες, | 038 | |
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν | 039 | |
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν | 040 | |
Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα. | 041 | |
αὐτὰρ ὅ γ' ἠρνεῖτο στερεῶς, ἐπὶ δ' ὅρκον ὄμοσσεν· | 042 | |
οὐ μὰ Ζῆν', ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος, | 043 | |
οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι | 044 | |
πρίν γ' ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι | 045 | |
κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε | 046 | |
ἵξετ' ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω. | 047 | |
ἀλλ' ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί· | 048 | |
ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 049 | |
ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὅσσ' ἐπιεικὲς | 050 | |
νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα, | 051 | |
ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ | 052 | |
θᾶσσον ἀπ' ὀφθαλμῶν, λαοὶ δ' ἐπὶ ἔργα τράπωνται. | 053 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. | 054 | |
ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι | 055 | |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. | 056 | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 057 | |
οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος, | 058 | |
Πηλεΐδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης | 059 | |
κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν | 060 | |
ἐν καθαρῷ, ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον· | 061 | |
εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ | 062 | |
νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα | 063 | |
Ἕκτορ' ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν· | 064 | |
ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο | 065 | |
πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυῖα | 066 | |
καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο· | 067 | |
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· | 068 | |
εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ. | 069 | |
οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· | 070 | |
θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω. | 071 | |
τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων, | 072 | |
οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν, | 073 | |
ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ. | 074 | |
καί μοι δὸς τὴν χεῖρ'· ὀλοφύρομαι, οὐ γὰρ ἔτ' αὖτις | 075 | |
νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε. | 076 | |
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων | 077 | |
βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμὲ μὲν κὴρ | 078 | |
ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ· | 079 | |
καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, | 080 | |
τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι. | 081 | |
ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι· | 082 | |
μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' Ἀχιλλεῦ, | 083 | |
ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν, | 084 | |
εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος | 085 | |
ἤγαγεν ὑμέτερόνδ' ἀνδροκτασίης ὕπο λυγρῆς, | 086 | |
ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος | 087 | |
νήπιος οὐκ ἐθέλων ἀμφ' ἀστραγάλοισι χολωθείς· | 088 | |
ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς | 089 | |
ἔτραφέ τ' ἐνδυκέως καὶ σὸν θεράποντ' ὀνόμηνεν· | 090 | |
ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι | 091 | |
χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ. | 092 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 093 | |
τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ' εἰλήλουθας | 094 | |
καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι | 095 | |
πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις. | 096 | |
ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε | 097 | |
ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο. | 098 | |
ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν | 099 | |
οὐδ' ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς | 100 | |
ᾤχετο τετριγυῖα· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς | 101 | |
χερσί τε συμπλατάγησεν, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν· | 102 | |
ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι | 103 | |
ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν· | 104 | |
παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο | 105 | |
ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε, | 106 | |
καί μοι ἕκαστ' ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ. | 107 | |
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο· | 108 | |
μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς | 109 | |
ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων | 110 | |
οὐρῆάς τ' ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην | 111 | |
πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει | 112 | |
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. | 113 | |
οἳ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες | 114 | |
σειράς τ' εὐπλέκτους· πρὸ δ' ἄρ' οὐρῆες κίον αὐτῶν. | 115 | |
πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον· | 116 | |
ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης, | 117 | |
αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ | 118 | |
τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι | 119 | |
πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ | 120 | |
ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο | 121 | |
ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά. | 122 | |
πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει | 123 | |
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. | 124 | |
κὰδ δ' ἄρ' ἐπ' ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ' ἄρ' Ἀχιλλεὺς | 125 | |
φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. | 126 | |
αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην | 127 | |
ἥατ' ἄρ' αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς | 128 | |
αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε | 129 | |
χαλκὸν ζώννυσθαι, ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον | 130 | |
ἵππους· οἳ δ' ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, | 131 | |
ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, | 132 | |
πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν | 133 | |
μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. | 134 | |
θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον | 135 | |
κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς | 136 | |
ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ' Ἄϊδος δέ. | 137 | |
οἳ δ' ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ' Ἀχιλλεὺς | 138 | |
κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. | 139 | |
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· | 140 | |
στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην, | 141 | |
τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν· | 142 | |
ὀχθήσας δ' ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον· | 143 | |
Σπερχεί' ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς | 144 | |
κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν | 145 | |
σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερὴν ἑκατόμβην, | 146 | |
πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν | 147 | |
ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις. | 148 | |
ὣς ἠρᾶθ' ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας. | 149 | |
νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν | 150 | |
Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι. | 151 | |
ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο | 152 | |
θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο. | 153 | |
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο | 154 | |
εἰ μὴ Ἀχιλλεὺς αἶψ' Ἀγαμέμνονι εἶπε παραστάς· | 155 | |
Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν | 156 | |
πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι, | 157 | |
νῦν δ' ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι | 158 | |
ὅπλεσθαι· τάδε δ' ἀμφὶ πονησόμεθ' οἷσι μάλιστα | 159 | |
κήδεός ἐστι νέκυς· παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων. | 160 | |
αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 161 | |
αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας, | 162 | |
κηδεμόνες δὲ παρ' αὖθι μένον καὶ νήεον ὕλην, | 163 | |
ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα, | 164 | |
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. | 165 | |
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς | 166 | |
πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων | 167 | |
δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς | 168 | |
ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει. | 169 | |
ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας | 170 | |
πρὸς λέχεα κλίνων· πίσυρας δ' ἐριαύχενας ἵππους | 171 | |
ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων. | 172 | |
ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν, | 173 | |
καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας, | 174 | |
δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς | 175 | |
χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα· | 176 | |
ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο. | 177 | |
ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον· | 178 | |
χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι· | 179 | |
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, | 180 | |
δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς | 181 | |
τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δ' οὔ τι | 182 | |
δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν. | 183 | |
ὣς φάτ' ἀπειλήσας· τὸν δ' οὐ κύνες ἀμφεπένοντο, | 184 | |
ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη | 185 | |
ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ | 186 | |
ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. | 187 | |
τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων | 188 | |
οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα | 189 | |
ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο | 190 | |
σκήλει' ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν. | 191 | |
οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος· | 192 | |
ἔνθ' αὖτ' ἀλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· | 193 | |
στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι | 194 | |
Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· | 195 | |
πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν | 196 | |
ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί, | 197 | |
ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις | 198 | |
ἀράων ἀΐουσα μετάγγελος ἦλθ' ἀνέμοισιν. | 199 | |
οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον | 200 | |
εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη | 201 | |
βηλῷ ἔπι λιθέῳ· τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι | 202 | |
πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος· | 203 | |
ἣ δ' αὖθ' ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον· | 204 | |
οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ' Ὠκεανοῖο ῥέεθρα | 205 | |
Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ' ἑκατόμβας | 206 | |
ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν. | 207 | |
ἀλλ' Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν | 208 | |
ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά, | 209 | |
ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται | 210 | |
Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί. | 211 | |
ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπεβήσετο, τοὶ δ' ὀρέοντο | 212 | |
ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν. | 213 | |
αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα | 214 | |
πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ' ἐρίβωλον ἱκέσθην, | 215 | |
ἐν δὲ πυρῇ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ. | 216 | |
παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον | 217 | |
φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς | 218 | |
χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον | 219 | |
οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν | 220 | |
ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο. | 221 | |
ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων | 222 | |
νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, | 223 | |
ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, | 224 | |
ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. | 225 | |
ἦμος δ' ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, | 226 | |
ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, | 227 | |
τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. | 228 | |
οἳ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι | 229 | |
Θρηΐκιον κατὰ πόντον· ὃ δ' ἔστενεν οἴδματι θύων. | 230 | |
Πηλεΐδης δ' ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς | 231 | |
κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· | 232 | |
οἳ δ' ἀμφ' Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· | 233 | |
τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, | 234 | |
ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· | 235 | |
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, | 236 | |
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ | 237 | |
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα | 238 | |
ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν | 239 | |
εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· | 240 | |
ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ' ἄλλοι ἄνευθεν | 241 | |
ἐσχατιῇ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες. | 242 | |
καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ | 243 | |
θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι. | 244 | |
τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, | 245 | |
ἀλλ' ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ | 246 | |
εὐρύν θ' ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο | 247 | |
δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε. | 248 | |
ὣς ἔφαθ', οἳ δ' ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι. | 249 | |
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ | 250 | |
ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη· | 251 | |
κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκὰ | 252 | |
ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν, | 253 | |
ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν· | 254 | |
τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο | 255 | |
ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν, | 256 | |
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς | 257 | |
αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα, | 258 | |
νηῶν δ' ἔκφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε | 259 | |
ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα, | 260 | |
ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον. | 261 | |
ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα | 262 | |
θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν | 263 | |
καὶ τρίποδ' ὠτώεντα δυωκαιεικοσίμετρον | 264 | |
τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν | 265 | |
ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν· | 266 | |
αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα | 267 | |
καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτως· | 268 | |
τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα, | 269 | |
πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. | 270 | |
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 271 | |
Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ | 272 | |
ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι. | 273 | |
εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ | 274 | |
ἦ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. | 275 | |
ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι· | 276 | |
ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ' αὐτοὺς | 277 | |
πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν. | 278 | |
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι· | 279 | |
τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο | 280 | |
ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον | 281 | |
χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ. | 282 | |
τὸν τώ γ' ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι | 283 | |
χαῖται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κῆρ. | 284 | |
ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν | 285 | |
ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν. | 286 | |
ὣς φάτο Πηλεΐδης, ταχέες δ' ἱππῆες ἄγερθεν. | 287 | |
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος | 288 | |
Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· | 289 | |
τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, | 290 | |
ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ' ἀπηύρα | 291 | |
Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων. | 292 | |
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος | 293 | |
διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους | 294 | |
Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· | 295 | |
τὴν Ἀγαμέμνονι δῶκ' Ἀγχισιάδης Ἐχέπωλος | 296 | |
δῶρ', ἵνα μή οἱ ἕποιθ' ὑπὸ Ἴλιον ἠνεμόεσσαν, | 297 | |
ἀλλ' αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε | 298 | |
Ζεὺς ἄφενος, ναῖεν δ' ὅ γ' ἐν εὐρυχόρῳ Σικυῶνι· | 299 | |
τὴν ὅ γ' ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. | 300 | |
Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ' ἵππους, | 301 | |
Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος | 302 | |
τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι | 303 | |
ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς | 304 | |
μυθεῖτ' εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· | 305 | |
Ἀντίλοχ' ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησαν | 306 | |
Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν | 307 | |
παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· | 308 | |
οἶσθα γὰρ εὖ περὶ τέρμαθ' ἑλισσέμεν· ἀλλά τοι ἵπποι | 309 | |
βάρδιστοι θείειν· τώ τ' οἴω λοίγι' ἔσεσθαι. | 310 | |
τῶν δ' ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ | 311 | |
πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι. | 312 | |
ἀλλ' ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ | 313 | |
παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα. | 314 | |
μήτι τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίηφι· | 315 | |
μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ | 316 | |
νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· | 317 | |
μήτι δ' ἡνίοχος περιγίγνεται ἡνιόχοιο. | 318 | |
ἀλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς | 319 | |
ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, | 320 | |
ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει· | 321 | |
ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, | 322 | |
αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει | 323 | |
ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, | 324 | |
ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. | 325 | |
σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει. | 326 | |
ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης | 327 | |
ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, | 328 | |
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ | 329 | |
ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ' ἱππόδρομος ἀμφὶς | 330 | |
ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, | 331 | |
ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, | 332 | |
καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς. | 333 | |
τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, | 334 | |
αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ | 335 | |
ἦκ' ἐπ' ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον | 336 | |
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν. | 337 | |
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, | 338 | |
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι | 339 | |
κύκλου ποιητοῖο· λίθου δ' ἀλέασθαι ἐπαυρεῖν, | 340 | |
μή πως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς· | 341 | |
χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ | 342 | |
ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι. | 343 | |
εἰ γάρ κ' ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, | 344 | |
οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, | 345 | |
οὐδ' εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι | 346 | |
Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, | 347 | |
ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ' ἔτραφεν ἐσθλοί. | 348 | |
ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ | 349 | |
ἕζετ', ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε. | 350 | |
Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ' ἵππους. | 351 | |
ἂν δ' ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· | 352 | |
πάλλ' Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο | 353 | |
Ἀντιλόχου· μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλος· | 354 | |
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, | 355 | |
τῷ δ' ἐπὶ Μηριόνης λάχ' ἐλαυνέμεν· ὕστατος αὖτε | 356 | |
Τυδεΐδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππους. | 357 | |
στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' Ἀχιλλεὺς | 358 | |
τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν | 359 | |
ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, | 360 | |
ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι. | 361 | |
οἳ δ' ἅμα πάντες ἐφ' ἵπποιιν μάστιγας ἄειραν, | 362 | |
πέπληγόν θ' ἱμᾶσιν, ὁμόκλησάν τ' ἐπέεσσιν | 363 | |
ἐσσυμένως· οἳ δ' ὦκα διέπρησσον πεδίοιο | 364 | |
νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη | 365 | |
ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, | 366 | |
χαῖται δ' ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. | 367 | |
ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, | 368 | |
ἄλλοτε δ' ἀΐξασκε μετήορα· τοὶ δ' ἐλατῆρες | 369 | |
ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου | 370 | |
νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος | 371 | |
ἵπποις, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο. | 372 | |
ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι | 373 | |
ἂψ ἐφ' ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου | 374 | |
φαίνετ', ἄφαρ δ' ἵπποισι τάθη δρόμος· ὦκα δ' ἔπειτα | 375 | |
αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. | 376 | |
τὰς δὲ μετ' ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι | 377 | |
Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ' ἔσαν, ἀλλὰ μάλ' ἐγγύς· | 378 | |
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, | 379 | |
πνοιῇ δ' Εὐμήλοιο μετάφρενον εὐρέε τ' ὤμω | 380 | |
θέρμετ'· ἐπ' αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην. | 381 | |
καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν, | 382 | |
εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, | 383 | |
ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. | 384 | |
τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, | 385 | |
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, | 386 | |
οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. | 387 | |
οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων | 388 | |
Τυδεΐδην, μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν, | 389 | |
δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνῆκεν· | 390 | |
ἣ δὲ μετ' Ἀδμήτου υἱὸν κοτέουσ' ἐβεβήκει, | 391 | |
ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι | 392 | |
ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη. | 393 | |
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, | 394 | |
ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, | 395 | |
θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι· τὼ δέ οἱ ὄσσε | 396 | |
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. | 397 | |
Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, | 398 | |
πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη | 399 | |
ἵπποις ἧκε μένος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε. | 400 | |
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος. | 401 | |
Ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· | 402 | |
ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. | 403 | |
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω | 404 | |
Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη | 405 | |
νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν· | 406 | |
ἵππους δ' Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, | 407 | |
καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ | 408 | |
Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι; | 409 | |
ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· | 410 | |
οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν | 411 | |
ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, | 412 | |
αἴ κ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. | 413 | |
ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· | 414 | |
ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω | 415 | |
στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. | 416 | |
ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν | 417 | |
μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ' ἔπειτα | 418 | |
στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. | 419 | |
ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ | 420 | |
ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· | 421 | |
τῇ ῥ' εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων. | 422 | |
Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους | 423 | |
ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. | 424 | |
Ἀτρεΐδης δ' ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· | 425 | |
Ἀντίλοχ' ἀφραδέως ἱππάζεαι, ἀλλ' ἄνεχ' ἵππους· | 426 | |
στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρη παρελάσσαι· | 427 | |
μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. | 428 | |
ὣς ἔφατ', Ἀντίλοχος δ' ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε | 429 | |
κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. | 430 | |
ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, | 431 | |
ὅν τ' αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, | 432 | |
τόσσον ἐπιδραμέτην· αἳ δ' ἠρώησαν ὀπίσσω | 433 | |
Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν | 434 | |
μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, | 435 | |
δίφρους τ' ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ | 436 | |
ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. | 437 | |
τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· | 438 | |
Ἀντίλοχ' οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· | 439 | |
ἔρρ', ἐπεὶ οὔ σ' ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. | 440 | |
ἀλλ' οὐ μὰν οὐδ' ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον. | 441 | |
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· | 442 | |
μή μοι ἐρύκεσθον μὴ δ' ἕστατον ἀχνυμένω κῆρ. | 443 | |
φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα | 444 | |
ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. | 445 | |
ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν | 446 | |
μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. | 447 | |
Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο | 448 | |
ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. | 449 | |
πρῶτος δ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ' ἵππους· | 450 | |
ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· | 451 | |
τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας | 452 | |
ἔγνω, φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα, | 453 | |
ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ | 454 | |
λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. | 455 | |
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 456 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 457 | |
οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς; | 458 | |
ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, | 459 | |
ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ | 460 | |
ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· | 461 | |
ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, | 462 | |
νῦν δ' οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε | 463 | |
Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· | 464 | |
ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη | 465 | |
εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· | 466 | |
ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι, | 467 | |
αἳ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. | 468 | |
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε | 469 | |
εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ | 470 | |
Αἰτωλὸς γενεήν, μετὰ δ' Ἀργείοισιν ἀνάσσει | 471 | |
Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. | 472 | |
τὸν δ' αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· | 473 | |
Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τ' ἄνευθεν | 474 | |
ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. | 475 | |
οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον, | 476 | |
οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· | 477 | |
ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ | 478 | |
λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι. | 479 | |
ἵπποι δ' αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, | 480 | |
Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε. | 481 | |
τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· | 482 | |
Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα | 483 | |
δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. | 484 | |
δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, | 485 | |
ἴστορα δ' Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, | 486 | |
ὁππότεραι πρόσθ' ἵπποι, ἵνα γνώῃς ἀποτίνων. | 487 | |
ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας | 488 | |
χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· | 489 | |
καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν, | 490 | |
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· | 491 | |
μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν | 492 | |
Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. | 493 | |
καὶ δ' ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. | 494 | |
ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε | 495 | |
ἵππους· οἳ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης | 496 | |
ἐνθάδ' ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος | 497 | |
ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν. | 498 | |
ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, | 499 | |
μάστι δ' αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι | 500 | |
ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. | 501 | |
αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, | 502 | |
ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε | 503 | |
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ | 504 | |
γίγνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν | 505 | |
ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. | 506 | |
στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ' ἀνεκήκιεν ἱδρὼς | 507 | |
ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. | 508 | |
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, | 509 | |
κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν | 510 | |
ἴφθιμος Σθένελος, ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον, | 511 | |
δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα | 512 | |
καὶ τρίποδ' ὠτώεντα φέρειν· ὃ δ' ἔλυεν ὑφ' ἵππους. | 513 | |
τῷ δ' ἄρ' ἐπ' Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους | 514 | |
κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· | 515 | |
ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους. | 516 | |
ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα | 517 | |
ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· | 518 | |
τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι | 519 | |
οὐραῖαι· ὃ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ | 520 | |
χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· | 521 | |
τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο | 522 | |
λείπετ'· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, | 523 | |
ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ | 524 | |
ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· | 525 | |
εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, | 526 | |
τώ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν. | 527 | |
αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος | 528 | |
λείπετ' ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· | 529 | |
βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, | 530 | |
ἤκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι. | 531 | |
υἱὸς δ' Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων | 532 | |
ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους. | 533 | |
τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς, | 534 | |
στὰς δ' ἄρ' ἐν Ἀργείοις ἔπεα πτερόεντ' ἀγόρευε· | 535 | |
λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους· | 536 | |
ἀλλ' ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς | 537 | |
δεύτερ'· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός. | 538 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε. | 539 | |
καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, | 540 | |
εἰ μὴ ἄρ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς | 541 | |
Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ' ἀναστάς· | 542 | |
ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς | 543 | |
τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον | 544 | |
τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω | 545 | |
αὐτός τ' ἐσθλὸς ἐών· ἀλλ' ὤφελεν ἀθανάτοισιν | 546 | |
εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων. | 547 | |
εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ | 548 | |
ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς | 549 | |
καὶ πρόβατ', εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· | 550 | |
τῶν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον | 551 | |
ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ' αἰνήσωσιν Ἀχαιοί. | 552 | |
τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω | 553 | |
ἀνδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι. | 554 | |
ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς | 555 | |
χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος· | 556 | |
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· | 557 | |
Ἀντίλοχ', εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο | 558 | |
Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω. | 559 | |
δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων | 560 | |
χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο | 561 | |
ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται. | 562 | |
ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ | 563 | |
οἰσέμεναι κλισίηθεν· ὃ δ' ᾤχετο καί οἱ ἔνεικεν, | 564 | |
Εὐμήλῳ δ' ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων. | 565 | |
τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων | 566 | |
Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ' ἄρα κῆρυξ | 567 | |
χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν | 568 | |
Ἀργείους· ὃ δ' ἔπειτα μετηύδα ἰσόθεος φώς· | 569 | |
Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. | 570 | |
ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους | 571 | |
τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. | 572 | |
ἀλλ' ἄγετ' Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 573 | |
ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ' ἐπ' ἀρωγῇ, | 574 | |
μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· | 575 | |
Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος | 576 | |
οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν | 577 | |
ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε. | 578 | |
εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινά φημι | 579 | |
ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. | 580 | |
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί, | 581 | |
στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην | 582 | |
χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες, | 583 | |
ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον | 584 | |
ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι. | 585 | |
τὸν δ' αὖτ' Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα· | 586 | |
ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι | 587 | |
σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων. | 588 | |
οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι· | 589 | |
κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. | 590 | |
τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς | 591 | |
δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο | 592 | |
μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι | 593 | |
βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα | 594 | |
ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. | 595 | |
ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς | 596 | |
ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς | 597 | |
ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση | 598 | |
ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι· | 599 | |
ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. | 600 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 601 | |
Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς | 602 | |
χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων | 603 | |
ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη. | 604 | |
δεύτερον αὖτ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. | 605 | |
οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν. | 606 | |
ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας | 607 | |
σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο· | 608 | |
τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον | 609 | |
δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε | 610 | |
ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. | 611 | |
ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ | 612 | |
ἵππον ἄγειν· ὃ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα. | 613 | |
Μηριόνης δ' ἀνάειρε δύω χρυσοῖο τάλαντα | 614 | |
τέτρατος, ὡς ἔλασεν. πέμπτον δ' ὑπελείπετ' ἄεθλον, | 615 | |
ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς | 616 | |
Ἀργείων ἀν' ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς· | 617 | |
τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω | 618 | |
Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γὰρ ἔτ' αὐτὸν | 619 | |
ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ' ἄεθλον | 620 | |
αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις, | 621 | |
οὐδ' ἔτ' ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι | 622 | |
θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει. | 623 | |
ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δ' ἐδέξατο χαίρων, | 624 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 625 | |
ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες· | 626 | |
οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες | 627 | |
ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί. | 628 | |
εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη | 629 | |
ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ | 630 | |
Βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα· | 631 | |
ἔνθ' οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ', οὔτ' ἄρ' Ἐπειῶν | 632 | |
οὔτ' αὐτῶν Πυλίων οὔτ' Αἰτωλῶν μεγαθύμων. | 633 | |
πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν, | 634 | |
Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· | 635 | |
Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα, | 636 | |
δουρὶ δ' ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. | 637 | |
οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε | 638 | |
πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης, | 639 | |
οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα. | 640 | |
οἳ δ' ἄρ' ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν, | 641 | |
ἔμπεδον ἡνιόχευ', ὃ δ' ἄρα μάστιγι κέλευεν. | 642 | |
ὥς ποτ' ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων | 643 | |
ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ | 644 | |
πείθεσθαι, τότε δ' αὖτε μετέπρεπον ἡρώεσσιν. | 645 | |
ἀλλ' ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. | 646 | |
τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, | 647 | |
ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, | 648 | |
τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' Ἀχαιοῖς. | 649 | |
σοὶ δὲ θεοὶ τῶνδ' ἀντὶ χάριν μενοεικέα δοῖεν. | 650 | |
ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον Ἀχαιῶν | 651 | |
ᾤχετ', ἐπεὶ πάντ' αἶνον ἐπέκλυε Νηλεΐδαο. | 652 | |
αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα· | 653 | |
ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι | 654 | |
ἑξέτε' ἀδμήτην, ἥ τ' ἀλγίστη δαμάσασθαι· | 655 | |
τῷ δ' ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. | 656 | |
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 657 | |
Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ | 658 | |
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, | 659 | |
πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ' Ἀπόλλων | 660 | |
δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί, | 661 | |
ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω· | 662 | |
αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον. | 663 | |
ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε | 664 | |
εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, | 665 | |
ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε· | 666 | |
ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· | 667 | |
ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον Ἀχαιῶν | 668 | |
πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος. | 669 | |
ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ' ἄρα πως ἦν | 670 | |
ἐν πάντεσσ' ἔργοισι δαήμονα φῶτα γενέσθαι. | 671 | |
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 672 | |
ἀντικρὺ χρόα τε ῥήξω σύν τ' ὀστέ' ἀράξω. | 673 | |
κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων, | 674 | |
οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. | 675 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 676 | |
Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς | 677 | |
Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, | 678 | |
ὅς ποτε Θήβας δ' ἦλθε δεδουπότος Οἰδιπόδαο | 679 | |
ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. | 680 | |
τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο | 681 | |
θαρσύνων ἔπεσιν, μέγα δ' αὐτῷ βούλετο νίκην. | 682 | |
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα | 683 | |
δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. | 684 | |
τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, | 685 | |
ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ' ἄμφω | 686 | |
σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. | 687 | |
δεινὸς δὲ χρόμαδος γενύων γένετ', ἔρρεε δ' ἱδρὼς | 688 | |
πάντοθεν ἐκ μελέων· ἐπὶ δ' ὄρνυτο δῖος Ἐπειός, | 689 | |
κόψε δὲ παπτήναντα παρήϊον· οὐδ' ἄρ' ἔτι δὴν | 690 | |
ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. | 691 | |
ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς | 692 | |
θίν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, | 693 | |
ὣς πληγεὶς ἀνέπαλτ'· αὐτὰρ μεγάθυμος Ἐπειὸς | 694 | |
χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ' ἀμφέσταν ἑταῖροι, | 695 | |
οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν | 696 | |
αἷμα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε· | 697 | |
κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, | 698 | |
αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. | 699 | |
Πηλεΐδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα | 700 | |
δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς, | 701 | |
τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην, | 702 | |
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί· | 703 | |
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσσον ἔθηκε, | 704 | |
πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. | 705 | |
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 706 | |
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον. | 707 | |
ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας, | 708 | |
ἂν δ' Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς. | 709 | |
ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, | 710 | |
ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν | 711 | |
ὡς ὅτ' ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων | 712 | |
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων. | 713 | |
τετρίγει δ' ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν | 714 | |
ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, | 715 | |
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους | 716 | |
αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλ' αἰεὶ | 717 | |
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο· | 718 | |
οὔτ' Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι, | 719 | |
οὔτ' Αἴας δύνατο, κρατερὴ δ' ἔχεν ἲς Ὀδυσῆος. | 720 | |
ἀλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς, | 721 | |
δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας· | 722 | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 723 | |
ἤ μ' ἀνάειρ', ἢ ἐγὼ σέ· τὰ δ' αὖ Διὶ πάντα μελήσει. | 724 | |
ὣς εἰπὼν ἀνάειρε· δόλου δ' οὐ λήθετ' Ὀδυσσεύς· | 725 | |
κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, | 726 | |
κὰδ δ' ἔβαλ' ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς | 727 | |
κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε. | 728 | |
δεύτερος αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, | 729 | |
κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ' ἔτ' ἄειρεν, | 730 | |
ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω | 731 | |
πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ. | 732 | |
καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ' ἐπάλαιον, | 733 | |
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε· | 734 | |
μηκέτ' ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· | 735 | |
νίκη δ' ἀμφοτέροισιν· ἀέθλια δ' ἶσ' ἀνελόντες | 736 | |
ἔρχεσθ', ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί. | 737 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο, | 738 | |
καί ῥ' ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας. | 739 | |
Πηλεΐδης δ' αἶψ' ἄλλα τίθει ταχυτῆτος ἄεθλα | 740 | |
ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δ' ἄρα μέτρα | 741 | |
χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν | 742 | |
πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν, | 743 | |
Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον, | 744 | |
στῆσαν δ' ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· | 745 | |
υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε | 746 | |
Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος. | 747 | |
καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, | 748 | |
ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· | 749 | |
δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, | 750 | |
ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ' ἔθηκε. | 751 | |
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 752 | |
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. | 753 | |
ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας, | 754 | |
ἂν δ' Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς | 755 | |
Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. | 756 | |
στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ' Ἀχιλλεύς. | 757 | |
τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ' ἔπειτα | 758 | |
ἔκφερ' Ὀϊλιάδης· ἐπὶ δ' ὄρνυτο δῖος Ὀδυσσεὺς | 759 | |
ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο | 760 | |
στήθεός ἐστι κανών, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ | 761 | |
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ' ἴσχει | 762 | |
στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν | 763 | |
ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι· | 764 | |
κὰδ δ' ἄρα οἱ κεφαλῆς χέ' ἀϋτμένα δῖος Ὀδυσσεὺς | 765 | |
αἰεὶ ῥίμφα θέων· ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοὶ | 766 | |
νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον. | 767 | |
ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' Ὀδυσσεὺς | 768 | |
εὔχετ' Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· | 769 | |
κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. | 770 | |
ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη, | 771 | |
γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. | 772 | |
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξασθαι ἄεθλον, | 773 | |
ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, | 774 | |
τῇ ῥα βοῶν κέχυτ' ὄνθος ἀποκταμένων ἐριμύκων, | 775 | |
οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· | 776 | |
ἐν δ' ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· | 777 | |
κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, | 778 | |
ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. | 779 | |
στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο | 780 | |
ὄνθον ἀποπτύων, μετὰ δ' Ἀργείοισιν ἔειπεν· | 781 | |
ὢ πόποι ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ | 782 | |
μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ' ἐπαρήγει. | 783 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν. | 784 | |
Ἀντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον | 785 | |
μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 786 | |
εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν | 787 | |
ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους. | 788 | |
Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν, | 789 | |
οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων· | 790 | |
ὠμογέροντα δέ μίν φασ' ἔμμεναι· ἀργαλέον δὲ | 791 | |
ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ. | 792 | |
ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα. | 793 | |
τὸν δ' Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν· | 794 | |
Ἀντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, | 795 | |
ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω. | 796 | |
ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων. | 797 | |
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος | 798 | |
θῆκ' ἐς ἀγῶνα φέρων, κατὰ δ' ἀσπίδα καὶ τρυφάλειαν | 799 | |
τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. | 800 | |
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 801 | |
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, | 802 | |
τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε | 803 | |
ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι. | 804 | |
ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, | 805 | |
ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα, | 806 | |
τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον | 807 | |
καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων· | 808 | |
τεύχεα δ' ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων· | 809 | |
καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. | 810 | |
ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας, | 811 | |
ἂν δ' ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης. | 812 | |
οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, | 813 | |
ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι | 814 | |
δεινὸν δερκομένω· θάμβος δ' ἔχε πάντας Ἀχαιούς. | 815 | |
ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 816 | |
τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν. | 817 | |
ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσ' ἐΐσην | 818 | |
νύξ', οὐδὲ χρό' ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ· | 819 | |
Τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο | 820 | |
αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ. | 821 | |
καὶ τότε δή ῥ' Αἴαντι περιδείσαντες Ἀχαιοὶ | 822 | |
παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ' ἀνελέσθαι. | 823 | |
αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως | 824 | |
σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. | 825 | |
αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον | 826 | |
ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· | 827 | |
ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, | 828 | |
τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. | 829 | |
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· | 830 | |
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. | 831 | |
εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, | 832 | |
ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς | 833 | |
χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου | 834 | |
ποιμὴν οὐδ' ἀροτὴρ εἶσ' ἐς πόλιν, ἀλλὰ παρέξει. | 835 | |
ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μενεπτόλεμος Πολυποίτης, | 836 | |
ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, | 837 | |
ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. | 838 | |
ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός, | 839 | |
ἧκε δὲ δινήσας· γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί. | 840 | |
δεύτερος αὖτ' ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος· | 841 | |
τὸ τρίτον αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας | 842 | |
χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων. | 843 | |
ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης, | 844 | |
ὅσσόν τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, | 845 | |
ἣ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας, | 846 | |
τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν. | 847 | |
ἀνστάντες δ' ἕταροι Πολυποίταο κρατεροῖο | 848 | |
νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον. | 849 | |
αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, | 850 | |
κὰδ δ' ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ' ἡμιπέλεκκα, | 851 | |
ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρῴροιο | 852 | |
τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν | 853 | |
λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ' ἀνώγει | 854 | |
τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, | 855 | |
πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω· | 856 | |
ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών, | 857 | |
ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ' οἴσεται ἡμιπέλεκκα. | 858 | |
ὣς ἔφατ', ὦρτο δ' ἔπειτα βίη Τεύκροιο ἄνακτος, | 859 | |
ἂν δ' ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. | 860 | |
κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, | 861 | |
Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δ' ἰὸν | 862 | |
ἧκεν ἐπικρατέως, οὐδ' ἠπείλησεν ἄνακτι | 863 | |
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. | 864 | |
ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ' Ἀπόλλων· | 865 | |
αὐτὰρ ὃ μήρινθον (Perseus: βάλε πὰρ πόδα, τῇ δέδετ' ὄρνις·)(Gaza: τάμε πικρὸς ὀϊστός.) | 866 | |
ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. (La Gaza, lispește). | 867 | |
ἣ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη | 868 | |
μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. | 869 | |
σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε χειρὸς | 870 | |
τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. | 871 | |
αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι | 872 | |
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. | 873 | |
ὕψι δ' ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· | 874 | |
τῇ ῥ' ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, | 875 | |
ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ | 876 | |
πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις | 877 | |
ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο | 878 | |
αὐχέν' ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. | 879 | |
ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ' ἀπ' αὐτοῦ | 880 | |
κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε. | 881 | |
ἂν δ' ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, | 882 | |
Τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. | 883 | |
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, | 884 | |
κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα | 885 | |
θῆκ' ἐς ἀγῶνα φέρων· καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν· | 886 | |
ἂν μὲν ἄρ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, | 887 | |
ἂν δ' ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. | 888 | |
τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς· | 889 | |
Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων | 890 | |
ἠδ' ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος· | 891 | |
ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας | 892 | |
ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, | 893 | |
εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε. | 894 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 895 | |
δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γ' ἥρως | 896 | |
Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον. | 897 | |