Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν, | 001 | |
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος | 002 | |
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· | 003 | |
αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ὑπὸ πάντες ἄκουον· | 004 | |
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, | 005 | |
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. | 006 | |
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην | 007 | |
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ' ἅμα πάντες | 008 | |
αἰνεΐτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. | 009 | |
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω | 010 | |
ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοΐσι | 011 | |
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· | 012 | |
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα | 013 | |
τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, | 014 | |
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, | 015 | |
τόσσον ἔνερθ' Ἀΐδεω ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης· | 016 | |
γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. | 017 | |
εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες· | 018 | |
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες | 019 | |
πάντές τ' ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· | 020 | |
ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίον δὲ | 021 | |
Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε. | 022 | |
ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι, | 023 | |
αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ· | 024 | |
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο | 025 | |
δησαίμην, τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο. | 026 | |
τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν περί τ' εἴμ' ἀνθρώπων. | 027 | |
ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | 028 | |
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν. | 029 | |
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 030 | |
ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων | 031 | |
εὖ νυ καὶ ἡμεΐς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν· | 032 | |
ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων, | 033 | |
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. | 034 | |
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ' ὡς σὺ κελεύεις· | 035 | |
βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει, | 036 | |
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοΐο. | 037 | |
τὴν δ' ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς· | 038 | |
θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ | 039 | |
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι. | 040 | |
ὣς εἰπὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω | 041 | |
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, | 042 | |
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ' ἱμάσθλην | 043 | |
χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου, | 044 | |
μάστιξεν δ' ἐλάαν· τὼ δ' οὐκ ἀέκοντε πετέσθην | 045 | |
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. | 046 | |
Ἴδην δ' ἵκανεν πολυπίδακα μητέρα θηρῶν | 047 | |
Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις. | 048 | |
ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε | 049 | |
λύσας ἐξ ὀχέων, κατὰ δ' ἠέρα πουλὺν ἔχευεν. | 050 | |
αὐτὸς δ' ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων | 051 | |
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν. | 052 | |
οἳ δ' ἄρα δεΐπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ | 053 | |
ῥίμφα κατὰ κλισίας, ἀπὸ δ' αὐτοῦ θωρήσσοντο. | 054 | |
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο | 055 | |
παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμΐνι μάχεσθαι | 056 | |
χρειοΐ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν. | 057 | |
πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαός, | 058 | |
πεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. | 059 | |
οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο | 060 | |
σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν | 061 | |
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι | 062 | |
ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. | 063 | |
ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν | 064 | |
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαΐα. | 065 | |
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, | 066 | |
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πΐπτε δὲ λαός. | 067 | |
ἦμος δ' Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, | 068 | |
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα· | 069 | |
ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο | 070 | |
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, | 071 | |
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ' αἴσιμον ἦμαρ Ἀχαιῶν. | 072 | |
αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ | 073 | |
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν· | 074 | |
αὐτὸς δ' ἐξ Ἴδης μεγάλ' ἔκτυπε, δαιόμενον δὲ | 075 | |
ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες | 076 | |
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν. | 077 | |
ἔνθ' οὔτ' Ἰδομενεὺς τλῆ μίμνειν οὔτ' Ἀγαμέμνων, | 078 | |
οὔτε δύ' Αἴαντες μενέτην θεράποντες Ἄρηος· | 079 | |
Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν | 080 | |
οὔ τι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ | 081 | |
δΐος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο | 082 | |
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων | 083 | |
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. | 084 | |
ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ, | 085 | |
σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ. | 086 | |
ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε | 087 | |
φασγάνῳ ἀΐσσων, τόφρ' Ἕκτορος ὠκέες ἵπποι | 088 | |
ἦλθον ἀν' ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες | 089 | |
Ἕκτορα· καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν | 090 | |
εἰ μὴ ἄρ' ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης· | 091 | |
σμερδαλέον δ' ἐβόησεν ἐποτρύνων Ὀδυσῆα· | 092 | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 093 | |
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ; | 094 | |
μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· | 095 | |
ἀλλὰ μέν' ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα. | 096 | |
ὣς ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας δΐος Ὀδυσσεύς, | 097 | |
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν. | 098 | |
Τυδεΐδης δ' αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη, | 099 | |
στῆ δὲ πρόσθ' ἵππων Νηληϊάδαο γέροντος, | 100 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 101 | |
ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, | 102 | |
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει, | 103 | |
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. | 104 | |
ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι | 105 | |
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο | 106 | |
κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, | 107 | |
οὕς ποτ' ἀπ' Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. | 108 | |
τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ | 109 | |
Τρωσὶν ἐφ' ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ | 110 | |
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν. | 111 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. | 112 | |
Νεστορέας μὲν ἔπειθ' ἵππους θεράποντε κομείτην | 113 | |
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. | 114 | |
τὼ δ' εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· | 115 | |
Νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία σιγαλόεντα, | 116 | |
μάστιξεν δ' ἵππους· τάχα δ' Ἕκτορος ἄγχι γένοντο. | 117 | |
τοῦ δ' ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· | 118 | |
καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν, ὃ δ' ἡνίοχον θεράποντα | 119 | |
υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα | 120 | |
ἵππων ἡνί' ἔχοντα βάλε στῆθος παρὰ μαζόν. | 121 | |
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι | 122 | |
ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε. | 123 | |
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· | 124 | |
τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου | 125 | |
κεΐσθαι, ὃ δ' ἡνίοχον μέθεπε θρασύν· οὐδ' ἄρ' ἔτι δὴν | 126 | |
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν | 127 | |
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ' ἵππων | 128 | |
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν. | 129 | |
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, | 130 | |
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες, | 131 | |
εἰ μὴ ἄρ' ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε· | 132 | |
βροντήσας δ' ἄρα δεινὸν ἀφῆκ' ἀργῆτα κεραυνόν, | 133 | |
κὰδ δὲ πρόσθ' ἵππων Διομήδεος ἧκε χαμᾶζε· | 134 | |
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, | 135 | |
τὼ δ' ἵππω δείσαντε καταπτήτην ὑπ' ὄχεσφι· | 136 | |
Νέστορα δ' ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα, | 137 | |
δεΐσε δ' ὅ γ' ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε· | 138 | |
Τυδεΐδη ἄγε δ' αὖτε φόβον δ' ἔχε μώνυχας ἵππους. | 139 | |
ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ' ἀλκή; | 140 | |
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει | 141 | |
σήμερον· ὕστερον αὖτε καὶ ἡμΐν, αἴ κ' ἐθέλῃσι, | 142 | |
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο | 143 | |
οὐδὲ μάλ' ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι. | 144 | |
τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· | 145 | |
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοΐραν ἔειπες· | 146 | |
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· | 147 | |
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ' ἀγορεύων· | 148 | |
Τυδεΐδης ὑπ' ἐμεΐο φοβεύμενος ἵκετο νῆας. | 149 | |
ὥς ποτ' ἀπειλήσει· τότε μοι χάνοι εὐρεΐα χθών. | 150 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 151 | |
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. | 152 | |
εἴ περ γάρ σ' Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, | 153 | |
ἀλλ' οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες | 154 | |
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, | 155 | |
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. | 156 | |
ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους | 157 | |
αὖτις ἀν' ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ | 158 | |
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο. | 159 | |
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· | 160 | |
Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι | 161 | |
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι· | 162 | |
νῦν δέ σ' ἀτιμήσουσι· γυναικὸς ἄρ' ἀντὶ τέτυξο. | 163 | |
ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεΐο | 164 | |
πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναΐκας | 165 | |
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω. | 166 | |
ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν | 167 | |
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι. | 168 | |
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν, | 169 | |
τρὶς δ' ἄρ' ἀπ' Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς | 170 | |
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην. | 171 | |
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· | 172 | |
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ | 173 | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. | 174 | |
γιγνώσκω δ' ὅτι μοι πρόφρων κατένευσε Κρονίων | 175 | |
νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοΐσί γε πῆμα· | 176 | |
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο | 177 | |
ἀβλήχρ' οὐδενόσωρα· τὰ δ' οὐ μένος ἁμὸν ἐρύξει· | 178 | |
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν. | 179 | |
ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, | 180 | |
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, | 181 | |
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς | 182 | |
Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ. | 183 | |
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· | 184 | |
Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δΐε | 185 | |
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν | 186 | |
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος | 187 | |
ὑμΐν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν | 188 | |
οἶνόν τ' ἐγκεράσασα πιεΐν, ὅτε θυμὸς ἀνώγοι, | 189 | |
ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. | 190 | |
ἀλλ' ἐφομαρτεΐτον καὶ σπεύδετον ὄφρα λάβωμεν | 191 | |
ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει | 192 | |
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν, | 193 | |
αὐτὰρ ἀπ' ὤμοιιν Διομήδεος ἱπποδάμοιο | 194 | |
δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. | 195 | |
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς | 196 | |
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων. | 197 | |
ὣς ἔφατ' εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη, | 198 | |
σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον, | 199 | |
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· | 200 | |
ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οὐδέ νυ σοί περ | 201 | |
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός. | 202 | |
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσι | 203 | |
πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην. | 204 | |
εἴ περ γάρ κ' ἐθέλοιμεν, ὅσοι Δαναοΐσιν ἀρωγοί, | 205 | |
Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν, | 206 | |
αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ. | 207 | |
τὴν δὲ μέγ' ὀχθήσας προσέφη κρείων ἐνοσίχθων· | 208 | |
Ἥρη ἀπτοεπὲς ποΐον τὸν μῦθον ἔειπες. | 209 | |
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι | 210 | |
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν. | 211 | |
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· | 212 | |
τῶν δ' ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε | 213 | |
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων | 214 | |
εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ | 215 | |
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε. | 216 | |
καί νύ κ' ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας, | 217 | |
εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' Ἀγαμέμνονι πότνια Ἥρη | 218 | |
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς. | 219 | |
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν | 220 | |
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ, | 221 | |
στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, | 222 | |
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, | 223 | |
ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο | 224 | |
ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας | 225 | |
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν· | 226 | |
ἤϋσεν δὲ διαπρύσιον Δαναοΐσι γεγωνώς· | 227 | |
αἰδὼς Ἀργεΐοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί· | 228 | |
πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, | 229 | |
ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, | 230 | |
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων | 231 | |
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο, | 232 | |
Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος | 233 | |
στήσεσθ' ἐν πολέμῳ· νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν | 234 | |
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. | 235 | |
Ζεῦ πάτερ, ἦ ῥά τιν' ἤδη ὑπερμενέων βασιλήων | 236 | |
τῇδ' ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας; | 237 | |
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν | 238 | |
νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων, | 239 | |
ἀλλ' ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί' ἔκηα | 240 | |
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι. | 241 | |
ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ· | 242 | |
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι, | 243 | |
μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. | 244 | |
ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, | 245 | |
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ' ἀπολέσθαι. | 246 | |
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν, | 247 | |
νεβρὸν ἔχοντ' ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης· | 248 | |
πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν, | 249 | |
ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. | 250 | |
οἳ δ' ὡς οὖν εἴδονθ' ὅ τ' ἄρ' ἐκ Διὸς ἤλυθεν ὄρνις, | 251 | |
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. | 252 | |
ἔνθ' οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων | 253 | |
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους | 254 | |
τάφρου τ' ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, | 255 | |
ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν | 256 | |
Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδ' ἔτραπεν ἵππους· | 257 | |
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν | 258 | |
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· | 259 | |
ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 260 | |
τὸν δὲ μετ' Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος, | 261 | |
τοΐσι δ' ἐπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, | 262 | |
τοΐσι δ' ἐπ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος | 263 | |
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, | 264 | |
τοΐσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· | 265 | |
Τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων, | 266 | |
στῆ δ' ἄρ' ὑπ' Αἴαντος σάκεϊ Τελαμωνιάδαο. | 267 | |
ἔνθ' Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ' ἥρως | 268 | |
παπτήνας, ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλῳ | 269 | |
βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, | 270 | |
αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν | 271 | |
εἰς Αἴανθ'· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. | 272 | |
ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; | 273 | |
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ' Ὀφελέστην | 274 | |
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην | 275 | |
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, | 276 | |
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. | 277 | |
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 278 | |
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· | 279 | |
στῆ δὲ παρ' αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· | 280 | |
Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν | 281 | |
βάλλ' οὕτως, αἴ κέν τι φόως Δαναοΐσι γένηαι | 282 | |
πατρί τε σῷ Τελαμῶνι, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα, | 283 | |
καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ· | 284 | |
τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον. | 285 | |
σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται· | 286 | |
αἴ κέν μοι δώῃ Ζεύς τ' αἰγίοχος καὶ Ἀθήνη | 287 | |
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον, | 288 | |
πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω, | 289 | |
ἢ τρίποδ' ἠὲ δύω ἵππους αὐτοΐσιν ὄχεσφιν | 290 | |
ἠὲ γυναΐχ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι. | 291 | |
τὸν δ' ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων· | 292 | |
Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν | 293 | |
ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι | 294 | |
παύομαι, ἀλλ' ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ' αὐτοὺς | 295 | |
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω. | 296 | |
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς, | 297 | |
πάντες δ' ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν· | 298 | |
τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα. | 299 | |
ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν | 300 | |
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός· | 301 | |
καὶ τοῦ μέν ῥ' ἀφάμαρθ', ὃ δ' ἀμύμονα Γοργυθίωνα | 302 | |
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ, | 303 | |
τόν ῥ' ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ | 304 | |
καλὴ Καστιάνειρα δέμας ἐϊκυΐα θεῇσι. | 305 | |
μήκων δ' ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ' ἐνὶ κήπῳ | 306 | |
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν, | 307 | |
ὣς ἑτέρωσ' ἤμυσε κάρη πήληκι βαρυνθέν. | 308 | |
Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν | 309 | |
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. | 310 | |
ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων· | 311 | |
ἀλλ' Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα | 312 | |
ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν· | 313 | |
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι | 314 | |
ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε. | 315 | |
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο· | 316 | |
τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου, | 317 | |
Κεβριόνην δ' ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα | 318 | |
ἵππων ἡνί' ἑλεΐν· ὃ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσας. | 319 | |
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος | 320 | |
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί, | 321 | |
βῆ δ' ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει. | 322 | |
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, | 323 | |
θῆκε δ' ἐπὶ νευρῇ· τὸν δ' αὖ κορυθαίολος Ἕκτωρ | 324 | |
αὐερύοντα παρ' ὦμον, ὅθι κληῒς ἀποέργει | 325 | |
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, | 326 | |
τῇ ῥ' ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, | 327 | |
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, | 328 | |
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός. | 329 | |
Αἴας δ' οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, | 330 | |
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. | 331 | |
τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταΐροι | 332 | |
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δΐος Ἀλάστωρ | 333 | |
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. | 334 | |
ἂψ δ' αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· | 335 | |
οἳ δ' ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· | 336 | |
Ἕκτωρ δ' ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. | 337 | |
ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος | 338 | |
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων | 339 | |
ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, | 340 | |
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς, | 341 | |
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο. | 342 | |
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν | 343 | |
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν, | 344 | |
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, | 345 | |
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοΐσι | 346 | |
χεΐρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος· | 347 | |
Ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους | 348 | |
Γοργοῦς ὄμματ' ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος. | 349 | |
τοὺς δὲ ἰδοῦσ' ἐλέησε θεὰ λευκώλενος Ἥρη, | 350 | |
αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· | 351 | |
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ | 352 | |
ὀλλυμένων Δαναῶν κεκαδησόμεθ' ὑστάτιόν περ; | 353 | |
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται | 354 | |
ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς | 355 | |
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε. | 356 | |
τὴν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 357 | |
καὶ λίην οὗτός γε μένος θυμόν τ' ὀλέσειε | 358 | |
χερσὶν ὑπ' Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ· | 359 | |
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι | 360 | |
σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς· | 361 | |
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν | 362 | |
τειρόμενον σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων. | 363 | |
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς | 364 | |
τῷ ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν. | 365 | |
εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσὶ πευκαλίμῃσιν | 366 | |
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν | 367 | |
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, | 368 | |
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. | 369 | |
νῦν δ' ἐμὲ μὲν στυγέει, Θέτιδος δ' ἐξήνυσε βουλάς, | 370 | |
ἥ οἱ γούνατ' ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, | 371 | |
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. | 372 | |
ἔσται μὰν ὅτ' ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ. | 373 | |
ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, | 374 | |
ὄφρ' ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο | 375 | |
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι | 376 | |
ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ | 377 | |
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, | 378 | |
ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ' οἰωνοὺς | 379 | |
δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. | 380 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη. | 381 | |
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους | 382 | |
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο· | 383 | |
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο | 384 | |
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει | 385 | |
ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν, | 386 | |
ἣ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο | 387 | |
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα. | 388 | |
ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος | 389 | |
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν | 390 | |
ἡρώων, τοΐσίν τε κοτέσσεται ὀβριμοπάτρη. | 391 | |
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους· | 392 | |
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι, | 393 | |
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε | 394 | |
ἠμὲν ἀνακλΐναι πυκινὸν νέφος ἠδ' ἐπιθεΐναι. | 395 | |
τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους. | 396 | |
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ' ἄρ' αἰνῶς, | 397 | |
Ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· | 398 | |
βάσκ' ἴθι Ἶρι ταχεΐα, πάλιν τρέπε μηδ' ἔα ἄντην | 399 | |
ἔρχεσθ'· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. | 400 | |
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 401 | |
γυιώσω μέν σφωϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους, | 402 | |
αὐτὰς δ' ἐκ δίφρου βαλέω κατά θ' ἅρματα ἄξω· | 403 | |
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς | 404 | |
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· | 405 | |
ὄφρα ἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται. | 406 | |
Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι· | 407 | |
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω. | 408 | |
ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, | 409 | |
βῆ δ' ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. | 410 | |
πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο | 411 | |
ἀντομένη κατέρυκε, Διὸς δέ σφ' ἔννεπε μῦθον· | 412 | |
πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ; | 413 | |
οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν. | 414 | |
ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, | 415 | |
γυιώσειν μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους, | 416 | |
αὐτὰς δ' ἐκ δίφρου βαλέειν κατά θ' ἅρματα ἄξειν· | 417 | |
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς | 418 | |
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· | 419 | |
ὄφρα ἰδῇς γλαυκῶπι ὅτ' ἂν σῷ πατρὶ μάχηαι. | 420 | |
Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται· | 421 | |
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ· | 422 | |
ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε | 423 | |
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεΐραι. | 424 | |
ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, | 425 | |
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· | 426 | |
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ' ἔγωγε | 427 | |
νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν· | 428 | |
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω, | 429 | |
ὅς κε τύχῃ· κεΐνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ | 430 | |
Τρωσί τε καὶ Δαναοΐσι δικαζέτω, ὡς ἐπιεικές. | 431 | |
ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους· | 432 | |
τῇσιν δ' Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους, | 433 | |
καὶ τοὺς μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν, | 434 | |
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· | 435 | |
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοΐσι κάθιζον | 436 | |
μίγδ' ἄλλοισι θεοΐσι, φίλον τετιημέναι ἦτορ. | 437 | |
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους | 438 | |
Οὔλυμπον δὲ δίωκε, θεῶν δ' ἐξίκετο θώκους. | 439 | |
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, | 440 | |
ἅρματα δ' ἂμ βωμοΐσι τίθει κατὰ λΐτα πετάσσας· | 441 | |
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς | 442 | |
ἕζετο, τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' Ὄλυμπος. | 443 | |
αἳ δ' οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη | 444 | |
ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο· | 445 | |
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· | 446 | |
τίφθ' οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη; | 447 | |
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ | 448 | |
ὀλλῦσαι Τρῶας, τοΐσιν κότον αἰνὸν ἔθεσθε. | 449 | |
πάντως, οἷον ἐμόν γε μένος καὶ χεΐρες ἄαπτοι, | 450 | |
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ. | 451 | |
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυΐα | 452 | |
πρὶν πόλεμόν τε ἰδεΐν πολέμοιό τε μέρμερα ἔργα. | 453 | |
ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν· | 454 | |
οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ | 455 | |
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν' ἀθανάτων ἕδος ἐστίν. | 456 | |
ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· | 457 | |
πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. | 458 | |
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε | 459 | |
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· | 460 | |
Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· | 461 | |
αἰνότατε Κρονίδη ποΐον τὸν μῦθον ἔειπες. | 462 | |
εὖ νυ καὶ ἡμεΐς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· | 463 | |
ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων, | 464 | |
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. | 465 | |
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις· | 466 | |
βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει, | 467 | |
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοΐο. | 468 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 469 | |
ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα | 470 | |
ὄψεαι, αἴ κ' ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη | 471 | |
ὀλλύντ' Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· | 472 | |
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ | 473 | |
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, | 474 | |
ἤματι τῷ ὅτ' ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται | 475 | |
στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· | 476 | |
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω | 477 | |
χωομένης, οὐδ' εἴ κε τὰ νείατα πείραθ' ἵκηαι | 478 | |
γαίης καὶ πόντοιο, ἵν' Ἰάπετός τε Κρόνος τε | 479 | |
ἥμενοι οὔτ' αὐγῇς Ὑπερίονος Ἠελίοιο | 480 | |
τέρποντ' οὔτ' ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς· | 481 | |
οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε | 482 | |
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο. | 483 | |
ὣς φάτο, τὸν δ' οὔ τι προσέφη λευκώλενος Ἥρη. | 484 | |
ἐν δ' ἔπεσ' Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο | 485 | |
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν. | 486 | |
Τρωσὶν μέν ῥ' ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοΐς | 487 | |
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή. | 488 | |
Τρώων αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ | 489 | |
νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, | 490 | |
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος. | 491 | |
ἐξ ἵππων δ' ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον | 492 | |
τόν ῥ' Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ' ἄρα χειρὶ | 493 | |
ἔγχος ἔχ' ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς | 494 | |
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, | 495 | |
τῷ ὅ γ' ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα· | 496 | |
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι· | 497 | |
νῦν ἐφάμην νῆάς τ' ὀλέσας καὶ πάντας Ἀχαιοὺς | 498 | |
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· | 499 | |
ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα | 500 | |
Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμΐνι θαλάσσης. | 501 | |
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ | 502 | |
δόρπά τ' ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους | 503 | |
λύσαθ' ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδωδήν· | 504 | |
ἐκ πόλιος δ' ἄξεσθε βόας καὶ ἴφια μῆλα | 505 | |
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε | 506 | |
σΐτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε, | 507 | |
ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης | 508 | |
καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἵκῃ, | 509 | |
μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ | 510 | |
φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης. | 511 | |
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαΐεν ἕκηλοι, | 512 | |
ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ | 513 | |
βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι | 514 | |
νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος | 515 | |
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα. | 516 | |
κήρυκες δ' ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων | 517 | |
παΐδας πρωθήβας πολιοκροτάφους τε γέροντας | 518 | |
λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων· | 519 | |
θηλύτεραι δὲ γυναΐκες ἐνὶ μεγάροισιν ἑκάστη | 520 | |
πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω | 521 | |
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων. | 522 | |
ὧδ' ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω· | 523 | |
μῦθος δ' ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω, | 524 | |
τὸν δ' ἠοῦς Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω. | 525 | |
ἔλπομαι εὐχόμενος Διί τ' ἄλλοισίν τε θεοΐσιν | 526 | |
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους, | 527 | |
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν. | 528 | |
ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς, | 529 | |
πρῶϊ δ' ὑπηοΐοι σὺν τεύχεσι θωρηχθέντες | 530 | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. | 531 | |
εἴσομαι εἴ κέ μ' ὁ Τυδεΐδης κρατερὸς Διομήδης | 532 | |
πὰρ νηῶν πρὸς τεΐχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν | 533 | |
χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι. | 534 | |
αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ' ἐμὸν ἔγχος | 535 | |
μείνῃ ἐπερχόμενον· ἀλλ' ἐν πρώτοισιν ὀΐω | 536 | |
κείσεται οὐτηθείς, πολέες δ' ἀμφ' αὐτὸν ἑταΐροι | 537 | |
ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς | 538 | |
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα, | 539 | |
τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων, | 540 | |
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν. | 541 | |
ὣς Ἕκτωρ ἀγόρευ', ἐπὶ δὲ Τρῶες κελάδησαν. | 542 | |
οἳ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, | 543 | |
δῆσαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος· | 544 | |
ἐκ πόλιος δ' ἄξοντο βόας καὶ ἴφια μῆλα | 545 | |
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο, | 546 | |
σΐτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο. | 547 | |
[ἔρδον δ' ἀθανάτοισι τεληέσσας ἑκατόμβας] | 548 | |
κνίσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω. | 549 | |
[ἡδεΐαν· τῆς δ' οὔ τι θεοὶ μάκαρες δατέοντο, | 550 | |
οὐδ' ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρὴ | 551 | |
καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο.] | 552 | |
οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας | 553 | |
εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά. | 554 | |
ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην | 555 | |
φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ· | 556 | |
ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι | 557 | |
καὶ νάπαι· οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ, | 558 | |
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν· | 559 | |
τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων | 560 | |
Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. | 561 | |
χίλι' ἄρ' ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ | 562 | |
εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. | 563 | |
ἵπποι δὲ κρΐ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας | 564 | |
ἑσταότες παρ' ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. | 565 | |