ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ | 001 | |
ἱδρῶ ἀπεψύχοντο πίον τ' ἀκέοντό τε δίψαν | 002 | |
κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ | 003 | |
τείχεος ἆσσον ἴσαν σάκε' ὤμοισι κλίναντες. | 004 | |
Ἕκτορα δ' αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν | 005 | |
Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. | 006 | |
αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· | 007 | |
τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις | 008 | |
αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με | 009 | |
ἔγνως ὡς θεός εἰμι, σὺ δ' ἀσπερχὲς μενεαίνεις. | 010 | |
ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, | 011 | |
οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. | 012 | |
οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. | 013 | |
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 014 | |
ἔβλαψάς μ' ἑκάεργε θεῶν ὀλοώτατε πάντων | 015 | |
ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κ' ἔτι πολλοὶ | 016 | |
γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. | 017 | |
νῦν δ' ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας | 018 | |
ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γ' ἔδεισας ὀπίσσω. | 019 | |
ἦ σ' ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. | 020 | |
ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, | 021 | |
σευάμενος ὥς θ' ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, | 022 | |
ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· | 023 | |
ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα. | 024 | |
τὸν δ' ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι | 025 | |
παμφαίνονθ' ὥς τ' ἀστέρ' ἐπεσσύμενον πεδίοιο, | 026 | |
ὅς ῥά τ' ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ | 027 | |
φαίνονται πολλοῖσι μετ' ἀστράσι νυκτὸς ἀμολγῷ, | 028 | |
ὅν τε κύν' Ὠρίωνος ἐπίκλησιν καλέουσι. | 029 | |
λαμπρότατος μὲν ὅ γ' ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, | 030 | |
καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· | 031 | |
ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. | 032 | |
ᾤμωξεν δ' ὃ γέρων, κεφαλὴν δ' ὅ γε κόψατο χερσὶν | 033 | |
ὑψόσ' ἀνασχόμενος, μέγα δ' οἰμώξας ἐγεγώνει | 034 | |
λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων | 035 | |
ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι· | 036 | |
τὸν δ' ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· | 037 | |
Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον | 038 | |
οἶος ἄνευθ' ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς | 039 | |
Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι | 040 | |
σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο | 041 | |
ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν | 042 | |
κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι· | 043 | |
ὅς μ' υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε | 044 | |
κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. | 045 | |
καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον | 046 | |
οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, | 047 | |
τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν. | 048 | |
ἀλλ' εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τ' ἂν ἔπειτα | 049 | |
χαλκοῦ τε χρυσοῦ τ' ἀπολυσόμεθ', ἔστι γὰρ ἔνδον· | 050 | |
πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. | 051 | |
εἰ δ' ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, | 052 | |
ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· | 053 | |
λαοῖσιν δ' ἄλλοισι μινυνθαδιώτερον ἄλγος | 054 | |
ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. | 055 | |
ἀλλ' εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς | 056 | |
Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς | 057 | |
Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. | 058 | |
πρὸς δ' ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον | 059 | |
δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ | 060 | |
αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ' ἐπιδόντα | 061 | |
υἷάς τ' ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, | 062 | |
καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα | 063 | |
βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι, | 064 | |
ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. | 065 | |
αὐτὸν δ' ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν | 066 | |
ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ | 067 | |
τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, | 068 | |
οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, | 069 | |
οἵ κ' ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ | 070 | |
κείσοντ' ἐν προθύροισι. νέῳ δέ τε πάντ' ἐπέοικεν | 071 | |
ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ | 072 | |
κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ· | 073 | |
ἀλλ' ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον | 074 | |
αἰδῶ τ' αἰσχύνωσι κύνες κταμένοιο γέροντος, | 075 | |
τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. | 076 | |
ἦ ῥ' ὃ γέρων, πολιὰς δ' ἄρ' ἀνὰ τρίχας ἕλκετο χερσὶ | 077 | |
τίλλων ἐκ κεφαλῆς· οὐδ' Ἕκτορι θυμὸν ἔπειθε. | 078 | |
μήτηρ δ' αὖθ' ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα | 079 | |
κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· | 080 | |
καί μιν δάκρυ χέουσ' ἔπεα πτερόεντα προσηύδα· | 081 | |
Ἕκτορ τέκνον ἐμὸν τάδε τ' αἴδεο καί μ' ἐλέησον | 082 | |
αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· | 083 | |
τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα | 084 | |
τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ | 085 | |
σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σ' ἔτ' ἔγωγε | 086 | |
κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, | 087 | |
οὐδ' ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν | 088 | |
Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται. | 089 | |
ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν | 090 | |
πολλὰ λισσομένω· οὐδ' Ἕκτορι θυμὸν ἔπειθον, | 091 | |
ἀλλ' ὅ γε μίμν' Ἀχιλῆα πελώριον ἆσσον ἰόντα. | 092 | |
ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι | 093 | |
βεβρωκὼς κακὰ φάρμακ', ἔδυ δέ τέ μιν χόλος αἰνός, | 094 | |
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ· | 095 | |
ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει | 096 | |
πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ' ἐρείσας· | 097 | |
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· | 098 | |
ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, | 099 | |
Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, | 100 | |
ὅς μ' ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι | 101 | |
νύχθ' ὕπο τήνδ' ὀλοὴν ὅτε τ' ὤρετο δῖος Ἀχιλλεύς. | 102 | |
ἀλλ' ἐγὼ οὐ πιθόμην· ἦ τ' ἂν πολὺ κέρδιον ἦεν. | 103 | |
νῦν δ' ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, | 104 | |
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, | 105 | |
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· | 106 | |
Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν. | 107 | |
ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότ' ἂν πολὺ κέρδιον εἴη | 108 | |
ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, | 109 | |
ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος. | 110 | |
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν | 111 | |
καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας | 112 | |
αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω | 113 | |
καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ, | 114 | |
πάντα μάλ' ὅσσά τ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν | 115 | |
ἠγάγετο Τροίηνδ', ἥ τ' ἔπλετο νείκεος ἀρχή, | 116 | |
δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δ' ἀμφὶς Ἀχαιοῖς | 117 | |
ἄλλ' ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε· | 118 | |
Τρωσὶν δ' αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι | 119 | |
μή τι κατακρύψειν, ἀλλ' ἄνδιχα πάντα δάσασθαι | 120 | |
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· | 121 | |
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; | 122 | |
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μ' οὐκ ἐλεήσει | 123 | |
οὐδέ τί μ' αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα | 124 | |
αὔτως ὥς τε γυναῖκα, ἐπεί κ' ἀπὸ τεύχεα δύω. | 125 | |
οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ' ἀπὸ πέτρης | 126 | |
τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε | 127 | |
παρθένος ἠΐθεός τ' ὀαρίζετον ἀλλήλοιιν. | 128 | |
βέλτερον αὖτ' ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα· | 129 | |
εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ. | 130 | |
ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς | 131 | |
ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ | 132 | |
σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον | 133 | |
δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ | 134 | |
ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. | 135 | |
Ἕκτορα δ', ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδ' ἄρ' ἔτ' ἔτλη | 136 | |
αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς· | 137 | |
Πηλεΐδης δ' ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς. | 138 | |
ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν | 139 | |
ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, | 140 | |
ἣ δέ θ' ὕπαιθα φοβεῖται, ὃ δ' ἐγγύθεν ὀξὺ λεληκὼς | 141 | |
ταρφέ' ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει· | 142 | |
ὣς ἄρ' ὅ γ' ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δ' Ἕκτωρ | 143 | |
τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατ' ἐνώμα. | 144 | |
οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα | 145 | |
τείχεος αἰὲν ὑπ' ἐκ κατ' ἀμαξιτὸν ἐσσεύοντο, | 146 | |
κρουνὼ δ' ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ | 147 | |
δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. | 148 | |
ἣ μὲν γάρ θ' ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς | 149 | |
γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· | 150 | |
ἣ δ' ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, | 151 | |
ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. | 152 | |
ἔνθα δ' ἐπ' αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι | 153 | |
καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα | 154 | |
πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες | 155 | |
τὸ πρὶν ἐπ' εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν. | 156 | |
τῇ ῥα παραδραμέτην φεύγων ὃ δ' ὄπισθε διώκων· | 157 | |
πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ' ἀμείνων | 158 | |
καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην | 159 | |
ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, | 160 | |
ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. | 161 | |
ὡς δ' ὅτ' ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι | 162 | |
ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον | 163 | |
ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος· | 164 | |
ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην | 165 | |
καρπαλίμοισι πόδεσσι· θεοὶ δ' ἐς πάντες ὁρῶντο· | 166 | |
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· | 167 | |
ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος | 168 | |
ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δ' ὀλοφύρεται ἦτορ | 169 | |
Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρί' ἔκηεν | 170 | |
Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δ' αὖτε | 171 | |
ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς | 172 | |
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. | 173 | |
ἀλλ' ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε | 174 | |
ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη | 175 | |
Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. | 176 | |
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 177 | |
ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες· | 178 | |
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ | 179 | |
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; | 180 | |
ἔρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. | 181 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 182 | |
θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ | 183 | |
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι· | 184 | |
ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δ' ἔτ' ἐρώει. | 185 | |
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· | 186 | |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα. | 187 | |
Ἕκτορα δ' ἀσπερχὲς κλονέων ἔφεπ' ὠκὺς Ἀχιλλεύς. | 188 | |
ὡς δ' ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται | 189 | |
ὄρσας ἐξ εὐνῆς διά τ' ἄγκεα καὶ διὰ βήσσας· | 190 | |
τὸν δ' εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, | 191 | |
ἀλλά τ' ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ· | 192 | |
ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα. | 193 | |
ὁσσάκι δ' ὁρμήσειε πυλάων Δαρδανιάων | 194 | |
ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, | 195 | |
εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, | 196 | |
τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς | 197 | |
πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετ' αἰεί. | 198 | |
ὡς δ' ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν· | 199 | |
οὔτ' ἄρ' ὃ τὸν δύναται ὑποφεύγειν οὔθ' ὃ διώκειν· | 200 | |
ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδ' ὃς ἀλύξαι. | 201 | |
πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, | 202 | |
εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετ' Ἀπόλλων | 203 | |
ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα; | 204 | |
λαοῖσιν δ' ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, | 205 | |
οὐδ' ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, | 206 | |
μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι. | 207 | |
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, | 208 | |
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, | 209 | |
ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, | 210 | |
τὴν μὲν Ἀχιλλῆος, τὴν δ' Ἕκτορος ἱπποδάμοιο, | 211 | |
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ' Ἕκτορος αἴσιμον ἦμαρ, | 212 | |
ᾤχετο δ' εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. | 213 | |
Πηλεΐωνα δ' ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, | 214 | |
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· | 215 | |
νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ' Ἀχιλλεῦ | 216 | |
οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας | 217 | |
Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα. | 218 | |
οὔ οἱ νῦν ἔτι γ' ἔστι πεφυγμένον ἄμμε γενέσθαι, | 219 | |
οὐδ' εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων | 220 | |
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο. | 221 | |
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δ' ἐγώ τοι | 222 | |
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι. | 223 | |
ὣς φάτ' Ἀθηναίη, ὃ δ' ἐπείθετο, χαῖρε δὲ θυμῷ, | 224 | |
στῆ δ' ἄρ' ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. | 225 | |
ἣ δ' ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δ' Ἕκτορα δῖον | 226 | |
Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν· | 227 | |
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· | 228 | |
ἠθεῖ' ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς | 229 | |
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων· | 230 | |
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. | 231 | |
τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· | 232 | |
Δηΐφοβ' ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα | 233 | |
γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας· | 234 | |
νῦν δ' ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, | 235 | |
ὃς ἔτλης ἐμεῦ εἵνεκ', ἐπεὶ ἴδες ὀφθαλμοῖσι, | 236 | |
τείχεος ἐξελθεῖν, ἄλλοι δ' ἔντοσθε μένουσι. | 237 | |
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 238 | |
ἠθεῖ' ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ | 239 | |
λίσσονθ' ἑξείης γουνούμενοι, ἀμφὶ δ' ἑταῖροι, | 240 | |
αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες· | 241 | |
ἀλλ' ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ. | 242 | |
νῦν δ' ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων | 243 | |
ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς | 244 | |
νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται | 245 | |
νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ. | 246 | |
ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατ' Ἀθήνη· | 247 | |
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 248 | |
τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· | 249 | |
οὔ σ' ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ | 250 | |
τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτ' ἔτλην | 251 | |
μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε | 252 | |
στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην. | 253 | |
ἀλλ' ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι | 254 | |
μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων· | 255 | |
οὐ γὰρ ἐγώ σ' ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς | 256 | |
δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι· | 257 | |
ἀλλ' ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχε' Ἀχιλλεῦ | 258 | |
νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν. | 259 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 260 | |
Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε· | 261 | |
ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, | 262 | |
οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, | 263 | |
ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, | 264 | |
ὣς οὐκ ἔστ' ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν | 265 | |
ὅρκια ἔσσονται, πρίν γ' ἢ ἕτερόν γε πεσόντα | 266 | |
αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. | 267 | |
παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ | 268 | |
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. | 269 | |
οὔ τοι ἔτ' ἔσθ' ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη | 270 | |
ἔγχει ἐμῷ δαμάᾳ· νῦν δ' ἀθρόα πάντ' ἀποτίσεις | 271 | |
κήδε' ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων. | 272 | |
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος· | 273 | |
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ· | 274 | |
ἕζετο γὰρ προϊδών, τὸ δ' ὑπέρπτατο χάλκεον ἔγχος, | 275 | |
ἐν γαίῃ δ' ἐπάγη· ἀνὰ δ' ἥρπασε Παλλὰς Ἀθήνη, | 276 | |
ἂψ δ' Ἀχιλῆϊ δίδου, λάθε δ' Ἕκτορα ποιμένα λαῶν. | 277 | |
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα· | 278 | |
ἤμβροτες, οὐδ' ἄρα πώ τι θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ | 279 | |
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε· | 280 | |
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, | 281 | |
ὄφρά σ' ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι. | 282 | |
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, | 283 | |
ἀλλ' ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον | 284 | |
εἴ τοι ἔδωκε θεός· νῦν αὖτ' ἐμὸν ἔγχος ἄλευαι | 285 | |
χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο. | 286 | |
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο | 287 | |
σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον. | 288 | |
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, | 289 | |
καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ' ἀφάμαρτε· | 290 | |
τῆλε δ' ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δ' Ἕκτωρ | 291 | |
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, | 292 | |
στῆ δὲ κατηφήσας, οὐδ' ἄλλ' ἔχε μείλινον ἔγχος. | 293 | |
Δηΐφοβον δ' ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας· | 294 | |
ᾔτεέ μιν δόρυ μακρόν· ὃ δ' οὔ τί οἱ ἐγγύθεν ἦεν. | 295 | |
Ἕκτωρ δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· | 296 | |
ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν· | 297 | |
Δηΐφοβον γὰρ ἔγωγ' ἐφάμην ἥρωα παρεῖναι· | 298 | |
ἀλλ' ὃ μὲν ἐν τείχει, ἐμὲ δ' ἐξαπάτησεν Ἀθήνη. | 299 | |
νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδ' ἔτ' ἄνευθεν, | 300 | |
οὐδ' ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν | 301 | |
Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε | 302 | |
πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει. | 303 | |
μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, | 304 | |
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. | 305 | |
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, | 306 | |
τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, | 307 | |
οἴμησεν δὲ ἀλεὶς ὥς τ' αἰετὸς ὑψιπετήεις, | 308 | |
ὅς τ' εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν | 309 | |
ἁρπάξων ἢ ἄρν' ἀμαλὴν ἤ πτῶκα λαγωόν· | 310 | |
ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ. | 311 | |
ὁρμήθη δ' Ἀχιλεύς, μένεος δ' ἐμπλήσατο θυμὸν | 312 | |
ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε | 313 | |
καλὸν δαιδάλεον, κόρυθι δ' ἐπένευε φαεινῇ | 314 | |
τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι | 315 | |
χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. | 316 | |
οἷος δ' ἀστὴρ εἶσι μετ' ἀστράσι νυκτὸς ἀμολγῷ | 317 | |
ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, | 318 | |
ὣς αἰχμῆς ἀπέλαμπ' εὐήκεος, ἣν ἄρ' Ἀχιλλεὺς | 319 | |
πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ | 320 | |
εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα. | 321 | |
τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα | 322 | |
καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς· | 323 | |
φαίνετο δ' ᾗ κληῖδες ἀπ' ὤμων αὐχέν' ἔχουσι | 324 | |
λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· | 325 | |
τῇ ῥ' ἐπὶ οἷ μεμαῶτ' ἔλασ' ἔγχεϊ δῖος Ἀχιλλεύς, | 326 | |
ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή· | 327 | |
οὐδ' ἄρ' ἀπ' ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, | 328 | |
ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. | 329 | |
ἤριπε δ' ἐν κονίῃς· ὃ δ' ἐπεύξατο δῖος Ἀχιλλεύς· | 330 | |
Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆ' ἐξεναρίζων | 331 | |
σῶς ἔσσεσθ', ἐμὲ δ' οὐδὲν ὀπίζεο νόσφιν ἐόντα | 332 | |
νήπιε· τοῖο δ' ἄνευθεν ἀοσσητὴρ μέγ' ἀμείνων | 333 | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, | 334 | |
ὅς τοι γούνατ' ἔλυσα· σὲ μὲν κύνες ἠδ' οἰωνοὶ | 335 | |
ἑλκήσουσ' ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί. | 336 | |
τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· | 337 | |
λίσσομ' ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων | 338 | |
μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, | 339 | |
ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο | 340 | |
δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, | 341 | |
σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με | 342 | |
Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. | 343 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς· | 344 | |
μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων· | 345 | |
αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη | 346 | |
ὤμ' ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, | 347 | |
ὡς οὐκ ἔσθ' ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, | 348 | |
οὐδ' εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα | 349 | |
στήσωσ' ἐνθάδ' ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, | 350 | |
οὐδ' εἴ κέν σ' αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι | 351 | |
Δαρδανίδης Πρίαμος· οὐδ' ὧς σέ γε πότνια μήτηρ | 352 | |
ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, | 353 | |
ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται. | 354 | |
τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· | 355 | |
ἦ σ' εὖ γιγνώσκων προτιόσσομαι, οὐδ' ἄρ' ἔμελλον | 356 | |
πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός. | 357 | |
φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι | 358 | |
ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων | 359 | |
ἐσθλὸν ἐόντ' ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν. | 360 | |
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε, | 361 | |
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει | 362 | |
ὃν πότμον γοόωσα λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην. | 363 | |
τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς· | 364 | |
τέθναθι· κῆρα δ' ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ | 365 | |
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ' ἀθάνατοι θεοὶ ἄλλοι. | 366 | |
ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, | 367 | |
καὶ τό γ' ἄνευθεν ἔθηχ', ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα | 368 | |
αἱματόεντ'· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, | 369 | |
οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν | 370 | |
Ἕκτορος· οὐδ' ἄρα οἵ τις ἀνουτητί γε παρέστη. | 371 | |
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· | 372 | |
ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι | 373 | |
Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ. | 374 | |
ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. | 375 | |
τὸν δ' ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, | 376 | |
στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ' ἀγόρευεν· | 377 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 378 | |
ἐπεὶ δὴ τόνδ' ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, | 379 | |
ὃς κακὰ πόλλ' ἔρρεξεν ὅσ' οὐ σύμπαντες οἱ ἄλλοι, | 380 | |
εἰ δ' ἄγετ' ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, | 381 | |
ὄφρά κ' ἔτι γνῶμεν Τρώων νόον ὅν τιν' ἔχουσιν, | 382 | |
ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, | 383 | |
ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ' ἐόντος. | 384 | |
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; | 385 | |
κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος | 386 | |
Πάτροκλος· τοῦ δ' οὐκ ἐπιλήσομαι, ὄφρ' ἂν ἔγωγε | 387 | |
ζωοῖσιν μετέω καί μοι φίλα γούνατ' ὀρώρῃ· | 388 | |
εἰ δὲ θανόντων περ καταλήθοντ' εἰν Ἀΐδαο | 389 | |
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ' ἑταίρου. | 390 | |
νῦν δ' ἄγ' ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν | 391 | |
νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δ' ἄγωμεν. | 392 | |
ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον, | 393 | |
ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. | 394 | |
ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. | 395 | |
ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε | 396 | |
ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δ' ἐξῆπτεν ἱμάντας, | 397 | |
ἐκ δίφροιο δ' ἔδησε, κάρη δ' ἕλκεσθαι ἔασεν· | 398 | |
ἐς δίφρον δ' ἀναβὰς ἀνά τε κλυτὰ τεύχε' ἀείρας | 399 | |
μάστιξέν ῥ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην. | 400 | |
τοῦ δ' ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται | 401 | |
κυάνεαι πίτναντο, κάρη δ' ἅπαν ἐν κονίῃσι | 402 | |
κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι | 403 | |
δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. | 404 | |
ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ | 405 | |
τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην | 406 | |
τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδ' ἐσιδοῦσα· | 407 | |
ᾤμωξεν δ' ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ | 408 | |
κωκυτῷ τ' εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. | 409 | |
τῷ δὲ μάλιστ' ἄρ' ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα | 410 | |
Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ' ἄκρης. | 411 | |
λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα | 412 | |
ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων. | 413 | |
πάντας δ' ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον, | 414 | |
ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· | 415 | |
σχέσθε φίλοι, καί μ' οἶον ἐάσατε κηδόμενοί περ | 416 | |
ἐξελθόντα πόληος ἱκέσθ' ἐπὶ νῆας Ἀχαιῶν. | 417 | |
λίσσωμ' ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν, | 418 | |
ἤν πως ἡλικίην αἰδέσσεται ἠδ' ἐλεήσῃ | 419 | |
γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται | 420 | |
Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι | 421 | |
Τρωσί· μάλιστα δ' ἐμοὶ περὶ πάντων ἄλγε' ἔθηκε. | 422 | |
τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· | 423 | |
τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ | 424 | |
ὡς ἑνός, οὗ μ' ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, | 425 | |
Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι· | 426 | |
τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε | 427 | |
μήτηρ θ', ἥ μιν ἔτικτε δυσάμμορος, ἠδ' ἐγὼ αὐτός. | 428 | |
ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται· | 429 | |
Τρῳῇσιν δ' Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· | 430 | |
τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα | 431 | |
σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ | 432 | |
εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τ' ὄνειαρ | 433 | |
Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς | 434 | |
δειδέχατ'· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα | 435 | |
ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. | 436 | |
ὣς ἔφατο κλαίουσ', ἄλοχος δ' οὔ πώ τι πέπυστο | 437 | |
Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν | 438 | |
ἤγγειλ' ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων, | 439 | |
ἀλλ' ἥ γ' ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο | 440 | |
δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλ' ἔπασσε. | 441 | |
κέκλετο δ' ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα | 442 | |
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο | 443 | |
Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι | 444 | |
νηπίη, οὐδ' ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν | 445 | |
χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη. | 446 | |
κωκυτοῦ δ' ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου· | 447 | |
τῆς δ' ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς· | 448 | |
ἣ δ' αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα· | 449 | |
δεῦτε δύω μοι ἕπεσθον, ἴδωμ' ὅτιν' ἔργα τέτυκται. | 450 | |
αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δ' ἐμοὶ αὐτῇ | 451 | |
στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα | 452 | |
πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν. | 453 | |
αἲ γὰρ ἀπ' οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλ' αἰνῶς | 454 | |
δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς | 455 | |
μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται, | 456 | |
καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς | 457 | |
ἥ μιν ἔχεσκ', ἐπεὶ οὔ ποτ' ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, | 458 | |
ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων. | 459 | |
ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση | 460 | |
παλλομένη κραδίην· ἅμα δ' ἀμφίπολοι κίον αὐτῇ | 461 | |
αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον | 462 | |
ἔστη παπτήνασ' ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν | 463 | |
ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι | 464 | |
ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν. | 465 | |
τὴν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν, | 466 | |
ἤριπε δ' ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε. | 467 | |
τῆλε δ' ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα, | 468 | |
ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην | 469 | |
κρήδεμνόν θ', ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη | 470 | |
ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ' Ἕκτωρ | 471 | |
ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα. | 472 | |
ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν, | 473 | |
αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι. | 474 | |
ἣ δ' ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη | 475 | |
ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν· | 476 | |
Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθ' αἴσῃ | 477 | |
ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, | 478 | |
αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ | 479 | |
ἐν δόμῳ Ἠετίωνος, ὅ μ' ἔτρεφε τυτθὸν ἐοῦσαν | 480 | |
δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι. | 481 | |
νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης | 482 | |
ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις | 483 | |
χήρην ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὔτως, | 484 | |
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ | 485 | |
ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος. | 486 | |
ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν, | 487 | |
αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε' ὀπίσσω | 488 | |
ἔσσοντ'· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας. | 489 | |
ἦμαρ δ' ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· | 490 | |
πάντα δ' ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, | 491 | |
δευόμενος δέ τ' ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, | 492 | |
ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος· | 493 | |
τῶν δ' ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε· | 494 | |
χείλεα μέν τ' ἐδίην', ὑπερῴην δ' οὐκ ἐδίηνε. | 495 | |
τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε | 496 | |
χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων· | 497 | |
ἔρρ' οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν. | 498 | |
δακρυόεις δέ τ' ἄνεισι πάϊς ἐς μητέρα χήρην | 499 | |
Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς | 500 | |
μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν· | 501 | |
αὐτὰρ ὅθ' ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, | 502 | |
εὕδεσκ' ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης | 503 | |
εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ· | 504 | |
νῦν δ' ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν | 505 | |
Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· | 506 | |
οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. | 507 | |
νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων | 508 | |
αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται | 509 | |
γυμνόν· ἀτάρ τοι εἵματ' ἐνὶ μεγάροισι κέονται | 510 | |
λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν. | 511 | |
ἀλλ' ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ | 512 | |
οὐδὲν σοί γ' ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, | 513 | |
ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. | 514 | |
ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες. | 515 | |