λῦτο δ' ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι | 001 | |
ἐσκίδναντ' ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο | 002 | |
ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς | 003 | |
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος | 004 | |
ᾕρει πανδαμάτωρ, ἀλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα | 005 | |
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, | 006 | |
ἠδ' ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα | 007 | |
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· | 008 | |
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, | 009 | |
ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ' αὖτε | 010 | |
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ' ὀρθὸς ἀναστὰς | 011 | |
δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλός· οὐδέ μιν ἠὼς | 012 | |
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ' ἠϊόνας τε. | 013 | |
ἀλλ' ὅ γ' ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους, | 014 | |
Ἕκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, | 015 | |
τρὶς δ' ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος | 016 | |
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ' ἔασκεν | 017 | |
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ' Ἀπόλλων | 018 | |
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ' ἐλεαίρων | 019 | |
καὶ τεθνηότα περ· περὶ δ' αἰγίδι πάντα κάλυπτε | 020 | |
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. | 021 | |
ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· | 022 | |
τὸν δ' ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, | 023 | |
κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. | 024 | |
ἔνθ' ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ' Ἥρῃ | 025 | |
οὐδὲ Ποσειδάων' οὐδὲ γλαυκώπιδι κούρῃ, | 026 | |
ἀλλ' ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ | 027 | |
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ' ἄτης, | 028 | |
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, | 029 | |
τὴν δ' ᾔνησ' ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. | 030 | |
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς, | 031 | |
καὶ τότ' ἄρ' ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· | 032 | |
σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ' ὑμῖν | 033 | |
Ἕκτωρ μηρί' ἔκηε βοῶν αἰγῶν τε τελείων; | 034 | |
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι | 035 | |
ᾗ τ' ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ | 036 | |
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα | 037 | |
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. | 038 | |
ἀλλ' ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν, | 039 | |
ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα | 040 | |
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν, | 041 | |
ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ | 042 | |
εἴξας εἶσ' ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν· | 043 | |
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς | 044 | |
γίγνεται, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι. | 045 | |
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι | 046 | |
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· | 047 | |
ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· | 048 | |
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. | 049 | |
αὐτὰρ ὅ γ' Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, | 050 | |
ἵππων ἐξάπτων περὶ σῆμ' ἑτάροιο φίλοιο | 051 | |
ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ' ἄμεινον. | 052 | |
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· | 053 | |
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. | 054 | |
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· | 055 | |
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε | 056 | |
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. | 057 | |
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· | 058 | |
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ | 059 | |
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν | 060 | |
Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι. | 061 | |
πάντες δ' ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι | 062 | |
δαίνυ' ἔχων φόρμιγγα κακῶν ἕταρ', αἰὲν ἄπιστε. | 063 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 064 | |
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· | 065 | |
οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ | 066 | |
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· | 067 | |
ὣς γὰρ ἔμοιγ', ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. | 068 | |
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης | 069 | |
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. | 070 | |
ἀλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, | 071 | |
λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ | 072 | |
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ. | 073 | |
ἀλλ' εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, | 074 | |
ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς | 075 | |
δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ' Ἕκτορα λύσῃ. | 076 | |
ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, | 077 | |
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης | 078 | |
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη. | 079 | |
ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, | 080 | |
ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα | 081 | |
ἔρχεται ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα. | 082 | |
εὗρε δ' ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ' ἄρ' ἄλλαι | 083 | |
εἵαθ' ὁμηγερέες ἅλιαι θεαί· ἣ δ' ἐνὶ μέσσῃς | 084 | |
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε | 085 | |
φθίσεσθ' ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. | 086 | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· | 087 | |
ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. | 088 | |
τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· | 089 | |
τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ | 090 | |
μίσγεσθ' ἀθανάτοισιν, ἔχω δ' ἄχε' ἄκριτα θυμῷ. | 091 | |
εἶμι μέν, οὐδ' ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. | 092 | |
ὣς ἄρα φωνήσασα κάλυμμ' ἕλε δῖα θεάων | 093 | |
κυάνεον, τοῦ δ' οὔ τι μελάντερον ἔπλετο ἔσθος. | 094 | |
βῆ δ' ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις | 095 | |
ἡγεῖτ'· ἀμφὶ δ' ἄρα σφι λιάζετο κῦμα θαλάσσης. | 096 | |
ἀκτὴν δ' ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, | 097 | |
εὗρον δ' εὐρύοπα Κρονίδην, περὶ δ' ἄλλοι ἅπαντες | 098 | |
εἵαθ' ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. | 099 | |
ἣ δ' ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ' Ἀθήνη. | 100 | |
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε | 101 | |
καί ῥ' εὔφρην' ἐπέεσσι· Θέτις δ' ὤρεξε πιοῦσα. | 102 | |
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· | 103 | |
ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, | 104 | |
πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· | 105 | |
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ' εἵνεκα δεῦρο κάλεσσα. | 106 | |
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν | 107 | |
Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· | 108 | |
κλέψαι δ' ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· | 109 | |
αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω | 110 | |
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. | 111 | |
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· | 112 | |
σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ' ἔξοχα πάντων | 113 | |
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν | 114 | |
Ἕκτορ' ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσεν, | 115 | |
αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ' Ἕκτορα λύσῃ. | 116 | |
αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω | 117 | |
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, | 118 | |
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. | 119 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, | 120 | |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα, | 121 | |
ἷξεν δ' ἐς κλισίην οὗ υἱέος· ἔνθ' ἄρα τόν γε | 122 | |
εὗρ' ἁδινὰ στενάχοντα· φίλοι δ' ἀμφ' αὐτὸν ἑταῖροι | 123 | |
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· | 124 | |
τοῖσι δ' ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. | 125 | |
ἣ δὲ μάλ' ἄγχ' αὐτοῖο καθέζετο πότνια μήτηρ, | 126 | |
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 127 | |
τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων | 128 | |
σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου | 129 | |
οὔτ' εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι | 130 | |
μίσγεσθ'· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη | 131 | |
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. | 132 | |
ἀλλ' ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι· | 133 | |
σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ' ἔξοχα πάντων | 134 | |
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν | 135 | |
Ἕκτορ' ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσας. | 136 | |
ἀλλ' ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα. | 137 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 138 | |
τῇδ' εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, | 139 | |
εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. | 140 | |
ὣς οἵ γ' ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς | 141 | |
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον. | 142 | |
Ἶριν δ' ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· | 143 | |
βάσκ' ἴθι Ἶρι ταχεῖα λιποῦσ' ἕδος Οὐλύμποιο | 144 | |
ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω | 145 | |
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, | 146 | |
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ | 147 | |
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. | 148 | |
κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ' ἰθύνοι | 149 | |
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις | 150 | |
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. | 151 | |
μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος· | 152 | |
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην, | 153 | |
ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. | 154 | |
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, | 155 | |
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει· | 156 | |
οὔτε γάρ ἐστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων, | 157 | |
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. | 158 | |
ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. | 159 | |
ἷξεν δ' ἐς Πριάμοιο, κίχεν δ' ἐνοπήν τε γόον τε. | 160 | |
παῖδες μὲν πατέρ' ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς | 161 | |
δάκρυσιν εἵματ' ἔφυρον, ὃ δ' ἐν μέσσοισι γεραιὸς | 162 | |
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ | 163 | |
κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος | 164 | |
τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. | 165 | |
θυγατέρες δ' ἀνὰ δώματ' ἰδὲ νυοὶ ὠδύροντο | 166 | |
τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ | 167 | |
χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. | 168 | |
στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα | 169 | |
τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· | 170 | |
θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· | 171 | |
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω | 172 | |
ἀλλ' ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, | 173 | |
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει. | 174 | |
λύσασθαί σ' ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, | 175 | |
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ | 176 | |
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. | 177 | |
κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ' ἰθύνοι | 178 | |
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις | 179 | |
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. | 180 | |
μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· | 181 | |
τοῖος γάρ τοι πομπὸς ἅμ' ἕψεται ἀργεϊφόντης, | 182 | |
ὅς σ' ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. | 183 | |
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, | 184 | |
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει· | 185 | |
οὔτε γάρ ἔστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων, | 186 | |
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. | 187 | |
ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, | 188 | |
αὐτὰρ ὅ γ' υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην | 189 | |
ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ' αὐτῆς. | 190 | |
αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα | 191 | |
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· | 192 | |
ἐς δ' ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· | 193 | |
δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε | 194 | |
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, | 195 | |
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. | 196 | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; | 197 | |
αἰνῶς γάρ μ' αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε | 198 | |
κεῖσ' ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. | 199 | |
ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· | 200 | |
ὤ μοι πῇ δή τοι φρένες οἴχονθ', ᾗς τὸ πάρος περ | 201 | |
ἔκλε' ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἷσιν ἀνάσσεις; | 202 | |
πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος | 203 | |
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς | 204 | |
υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. | 205 | |
εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν | 206 | |
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ' ἐλεήσει, | 207 | |
οὐδέ τί σ' αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν | 208 | |
ἥμενοι ἐν μεγάρῳ· τῷ δ' ὥς ποθι Μοῖρα κραταιὴ | 209 | |
γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, | 210 | |
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων | 211 | |
ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι | 212 | |
ἐσθέμεναι προσφῦσα· τότ' ἄντιτα ἔργα γένοιτο | 213 | |
παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, | 214 | |
ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων | 215 | |
ἑσταότ' οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρῆς. | 216 | |
τὴν δ' αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· | 217 | |
μή μ' ἐθέλοντ' ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ | 218 | |
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις. | 219 | |
εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευεν, | 220 | |
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, | 221 | |
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· | 222 | |
νῦν δ', αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, | 223 | |
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα | 224 | |
τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων | 225 | |
βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς | 226 | |
ἀγκὰς ἑλόντ' ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην. | 227 | |
ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ' ἀνέῳγεν· | 228 | |
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, | 229 | |
δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, | 230 | |
τόσσα δὲ φάρεα λευκά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας. | 231 | |
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, | 232 | |
ἐκ δὲ δύ' αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, | 233 | |
ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες | 234 | |
ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ | 235 | |
φείσατ' ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ' ἤθελε θυμῷ | 236 | |
λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας | 237 | |
αἰθούσης ἀπέεργεν ἔπεσσ' αἰσχροῖσιν ἐνίσσων· | 238 | |
ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν | 239 | |
οἴκοι ἔνεστι γόος, ὅτι μ' ἤλθετε κηδήσοντες; | 240 | |
ἦ ὀνόσασθ' ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε' ἔδωκε | 241 | |
παῖδ' ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· | 242 | |
ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε | 243 | |
κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε | 244 | |
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε | 245 | |
ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. | 246 | |
ἦ καὶ σκηπανίῳ δίεπ' ἀνέρας· οἳ δ' ἴσαν ἔξω | 247 | |
σπερχομένοιο γέροντος· ὃ δ' υἱάσιν οἷσιν ὁμόκλα | 248 | |
νεικείων Ἕλενόν τε Πάριν τ' Ἀγάθωνά τε δῖον | 249 | |
Πάμμονά τ' Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην | 250 | |
Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· | 251 | |
ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· | 252 | |
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ' ἅμα πάντες | 253 | |
Ἕκτορος ὠφέλετ' ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. | 254 | |
ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους | 255 | |
Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι, | 256 | |
Μήστορά τ' ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην | 257 | |
Ἕκτορά θ', ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν, οὐδὲ ἐῴκει | 258 | |
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. | 259 | |
τοὺς μὲν ἀπώλεσ' Ἄρης, τὰ δ' ἐλέγχεα πάντα λέλειπται | 260 | |
ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι | 261 | |
ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. | 262 | |
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, | 263 | |
ταῦτά τε πάντ' ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; | 264 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν | 265 | |
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην | 266 | |
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς, | 267 | |
κὰδ δ' ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον | 268 | |
πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· | 269 | |
ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. | 270 | |
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ | 271 | |
πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, | 272 | |
τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν, αὐτὰρ ἔπειτα | 273 | |
ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ' ἔκαμψαν. | 274 | |
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ' ἀπήνης | 275 | |
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα, | 276 | |
ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, | 277 | |
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. | 278 | |
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς | 279 | |
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. | 280 | |
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι | 281 | |
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες· | 282 | |
ἀγχίμολον δέ σφ' ἦλθ' Ἑκάβη τετιηότι θυμῷ | 283 | |
οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῆφι | 284 | |
χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· | 285 | |
στῆ δ' ἵππων προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 286 | |
τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ' ἱκέσθαι | 287 | |
ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς | 288 | |
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. | 289 | |
ἀλλ' εὔχεο σύ γ' ἔπειτα κελαινεφέϊ Κρονίωνι | 290 | |
Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, | 291 | |
αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ | 292 | |
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, | 293 | |
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας | 294 | |
τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. | 295 | |
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, | 296 | |
οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην | 297 | |
νῆας ἐπ' Ἀργείων ἰέναι μάλα περ μεμαῶτα. | 298 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· | 299 | |
ὦ γύναι οὐ μέν τοι τόδ' ἐφιεμένῃ ἀπιθήσω. | 300 | |
ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ' ἐλεήσῃ. | 301 | |
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν' ὃ γεραιὸς | 302 | |
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη | 303 | |
χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα. | 304 | |
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· | 305 | |
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον | 306 | |
οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· | 307 | |
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε | 308 | |
δός μ' ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν, | 309 | |
πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ | 310 | |
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, | 311 | |
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας | 312 | |
τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων. | 313 | |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεὺς | 314 | |
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν | 315 | |
μόρφνον θηρητῆρ' ὃν καὶ περκνὸν καλέουσιν. | 316 | |
ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται | 317 | |
ἀνέρος ἀφνειοῖο ἐῢ κληῖσ' ἀραρυῖα, | 318 | |
τόσσ' ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι | 319 | |
δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες | 320 | |
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. | 321 | |
σπερχόμενος δ' ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, | 322 | |
ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. | 323 | |
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, | 324 | |
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν | 325 | |
ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε | 326 | |
καρπαλίμως κατὰ ἄστυ· φίλοι δ' ἅμα πάντες ἕποντο | 327 | |
πόλλ' ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα. | 328 | |
οἳ δ' ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ' ἀφίκοντο, | 329 | |
οἳ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο | 330 | |
παῖδες καὶ γαμβροί, τὼ δ' οὐ λάθον εὐρύοπα Ζῆν | 331 | |
ἐς πεδίον προφανέντε· ἰδὼν δ' ἐλέησε γέροντα, | 332 | |
αἶψα δ' ἄρ' Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα· | 333 | |
Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν | 334 | |
ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες ᾧ κ' ἐθέλῃσθα, | 335 | |
βάσκ' ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν | 336 | |
ὣς ἄγαγ', ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ | 337 | |
τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ' ἱκέσθαι. | 338 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε διάκτορος ἀργεϊφόντης. | 339 | |
αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα | 340 | |
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν | 341 | |
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· | 342 | |
εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει | 343 | |
ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει· | 344 | |
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. | 345 | |
αἶψα δ' ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, | 346 | |
βῆ δ' ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς | 347 | |
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. | 348 | |
οἳ δ' ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, | 349 | |
στῆσαν ἄρ' ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν | 350 | |
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. | 351 | |
τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ | 352 | |
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· | 353 | |
φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. | 354 | |
ἄνδρ' ὁρόω, τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω. | 355 | |
ἀλλ' ἄγε δὴ φεύγωμεν ἐφ' ἵππων, ἤ μιν ἔπειτα | 356 | |
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ' ἐλεήσῃ. | 357 | |
ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ' αἰνῶς, | 358 | |
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, | 359 | |
στῆ δὲ ταφών· αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθὼν | 360 | |
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· | 361 | |
πῇ πάτερ ὧδ' ἵππους τε καὶ ἡμιόνους ἰθύνεις | 362 | |
νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι; | 363 | |
οὐδὲ σύ γ' ἔδεισας μένεα πνείοντας Ἀχαιούς, | 364 | |
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; | 365 | |
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν | 366 | |
τοσσάδ' ὀνείατ' ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; | 367 | |
οὔτ' αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, | 368 | |
ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. | 369 | |
ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον | 370 | |
σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω. | 371 | |
τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 372 | |
οὕτω πῃ τάδε γ' ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. | 373 | |
ἀλλ' ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, | 374 | |
ὅς μοι τοιόνδ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι | 375 | |
αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, | 376 | |
πέπνυσαί τε νόῳ, μακάρων δ' ἔξεσσι τοκήων. | 377 | |
τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 378 | |
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. | 379 | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, | 380 | |
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ | 381 | |
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, | 382 | |
ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν | 383 | |
δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε | 384 | |
σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ' Ἀχαιῶν. | 385 | |
τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 386 | |
τίς δὲ σύ ἐσσι φέριστε τέων δ' ἔξεσσι τοκήων; | 387 | |
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες. | 388 | |
τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 389 | |
πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. | 390 | |
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ | 391 | |
ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ' ἐπὶ νηυσὶν ἐλάσσας | 392 | |
Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· | 393 | |
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς | 394 | |
εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. | 395 | |
τοῦ γὰρ ἐγὼ θεράπων, μία δ' ἤγαγε νηῦς εὐεργής· | 396 | |
Μυρμιδόνων δ' ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. | 397 | |
ἀφνειὸς μὲν ὅ γ' ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, | 398 | |
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· | 399 | |
τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι. | 400 | |
νῦν δ' ἦλθον πεδίον δ' ἀπὸ νηῶν· ἠῶθεν γὰρ | 401 | |
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. | 402 | |
ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται | 403 | |
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. | 404 | |
τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 405 | |
εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος | 406 | |
εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, | 407 | |
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη | 408 | |
ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. | 409 | |
τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 410 | |
ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ' οἰωνοί, | 411 | |
ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ | 412 | |
αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς | 413 | |
κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ | 414 | |
ἔσθουσ', αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. | 415 | |
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο | 416 | |
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, | 417 | |
οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν | 418 | |
οἷον ἐερσήεις κεῖται, περὶ δ' αἷμα νένιπται, | 419 | |
οὐδέ ποθι μιαρός· σὺν δ' ἕλκεα πάντα μέμυκεν | 420 | |
ὅσσ' ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. | 421 | |
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος | 422 | |
καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι. | 423 | |
ὣς φάτο, γήθησεν δ' ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· | 424 | |
ὦ τέκος, ἦ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι | 425 | |
ἀθανάτοις, ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς, εἴ ποτ' ἔην γε, | 426 | |
λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· | 427 | |
τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. | 428 | |
ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, | 429 | |
αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, | 430 | |
ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. | 431 | |
τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· | 432 | |
πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, | 433 | |
ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. | 434 | |
τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι | 435 | |
συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. | 436 | |
σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, | 437 | |
ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· | 438 | |
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. | 439 | |
ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους | 440 | |
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, | 441 | |
ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. | 442 | |
ἀλλ' ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, | 443 | |
οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, | 444 | |
τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης | 445 | |
πᾶσιν, ἄφαρ δ' ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, | 446 | |
ἐς δ' ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ' ἐπ' ἀπήνης. | 447 | |
ἀλλ' ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο | 448 | |
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι | 449 | |
δοῦρ' ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν | 450 | |
λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντες· | 451 | |
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι | 452 | |
σταυροῖσιν πυκινοῖσι· θύρην δ' ἔχε μοῦνος ἐπιβλὴς | 453 | |
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, | 454 | |
τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῖδα θυράων | 455 | |
τῶν ἄλλων· Ἀχιλεὺς δ' ἄρ' ἐπιρρήσσεσκε καὶ οἶος· | 456 | |
δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, | 457 | |
ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, | 458 | |
ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· | 459 | |
ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα | 460 | |
Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. | 461 | |
ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ' Ἀχιλῆος | 462 | |
ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη | 463 | |
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· | 464 | |
τύνη δ' εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, | 465 | |
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο | 466 | |
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. | 467 | |
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον | 468 | |
Ἑρμείας· Πρίαμος δ' ἐξ ἵππων ἆλτο χαμᾶζε, | 469 | |
Ἰδαῖον δὲ κατ' αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων | 470 | |
ἵππους ἡμιόνους τε· γέρων δ' ἰθὺς κίεν οἴκου, | 471 | |
τῇ ῥ' Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν | 472 | |
εὗρ', ἕταροι δ' ἀπάνευθε καθήατο· τὼ δὲ δύ' οἴω | 473 | |
ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος | 474 | |
ποίπνυον παρεόντε· νέον δ' ἀπέληγεν ἐδωδῆς | 475 | |
ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. | 476 | |
τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ' ἄρα στὰς | 477 | |
χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας | 478 | |
δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. | 479 | |
ὡς δ' ὅτ' ἂν ἄνδρ' ἄτη πυκινὴ λάβῃ, ὅς τ' ἐνὶ πάτρῃ | 480 | |
φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον | 481 | |
ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας, | 482 | |
ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· | 483 | |
θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. | 484 | |
τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· | 485 | |
μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, | 486 | |
τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· | 487 | |
καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες | 488 | |
τείρουσ', οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. | 489 | |
ἀλλ' ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων | 490 | |
χαίρει τ' ἐν θυμῷ, ἐπί τ' ἔλπεται ἤματα πάντα | 491 | |
ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· | 492 | |
αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους | 493 | |
Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι. | 494 | |
πεντήκοντά μοι ἦσαν ὅτ' ἤλυθον υἷες Ἀχαιῶν· | 495 | |
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, | 496 | |
τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. | 497 | |
τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν· | 498 | |
ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, | 499 | |
τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης | 500 | |
Ἕκτορα· τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας Ἀχαιῶν | 501 | |
λυσόμενος παρὰ σεῖο, φέρω δ' ἀπερείσι' ἄποινα. | 502 | |
ἀλλ' αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ' ἐλέησον | 503 | |
μνησάμενος σοῦ πατρός· ἐγὼ δ' ἐλεεινότερός περ, | 504 | |
ἔτλην δ' οἷ' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, | 505 | |
ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι. | 506 | |
ὣς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο· | 507 | |
ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα. | 508 | |
τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο | 509 | |
κλαῖ' ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, | 510 | |
αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ', ἄλλοτε δ' αὖτε | 511 | |
Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ' ὀρώρει. | 512 | |
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς, | 513 | |
καί οἱ ἀπὸ πραπίδων ἦλθ' ἵμερος ἠδ' ἀπὸ γυίων, | 514 | |
αὐτίκ' ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη | 515 | |
οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον, | 516 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 517 | |
ἆ δείλ', ἦ δὴ πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν. | 518 | |
πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος | 519 | |
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς | 520 | |
υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ. | 521 | |
ἀλλ' ἄγε δὴ κατ' ἄρ' ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ' ἔμπης | 522 | |
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· | 523 | |
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο· | 524 | |
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι | 525 | |
ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ' ἀκηδέες εἰσί. | 526 | |
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει | 527 | |
δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων· | 528 | |
ᾧ μέν κ' ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, | 529 | |
ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλῷ· | 530 | |
ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε, | 531 | |
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, | 532 | |
φοιτᾷ δ' οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν. | 533 | |
ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα | 534 | |
ἐκ γενετῆς· πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο | 535 | |
ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, | 536 | |
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν. | 537 | |
ἀλλ' ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι | 538 | |
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, | 539 | |
ἀλλ' ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε | 540 | |
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης | 541 | |
ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα. | 542 | |
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι· | 543 | |
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει | 544 | |
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, | 545 | |
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι. | 546 | |
αὐτὰρ ἐπεί τοι πῆμα τόδ' ἤγαγον Οὐρανίωνες | 547 | |
αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε. | 548 | |
ἄνσχεο, μὴ δ' ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· | 549 | |
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, | 550 | |
οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα. | 551 | |
τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 552 | |
μή πω μ' ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ | 553 | |
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα | 554 | |
λῦσον ἵν' ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα | 555 | |
πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ' ἀπόναιο, καὶ ἔλθοις | 556 | |
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας | 557 | |
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. | 558 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 559 | |
μηκέτι νῦν μ' ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς | 560 | |
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε | 561 | |
μήτηρ, ἥ μ' ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος. | 562 | |
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις, | 563 | |
ὅττι θεῶν τίς σ' ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | 564 | |
οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ' ἡβῶν, | 565 | |
ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ' ὀχῆα | 566 | |
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων. | 567 | |
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, | 568 | |
μή σε γέρον οὐδ' αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω | 569 | |
καὶ ἱκέτην περ ἐόντα, Διὸς δ' ἀλίτωμαι ἐφετμάς. | 570 | |
ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ. | 571 | |
Πηλεΐδης δ' οἴκοιο λέων ὣς ἆλτο θύραζε | 572 | |
οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο | 573 | |
ἥρως Αὐτομέδων ἠδ' Ἄλκιμος, οὕς ῥα μάλιστα | 574 | |
τῖ' Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, | 575 | |
οἳ τόθ' ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, | 576 | |
ἐς δ' ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, | 577 | |
κὰδ δ' ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δ' ἀπ' ἀπήνης | 578 | |
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα. | 579 | |
κὰδ δ' ἔλιπον δύο φάρε' ἐΰννητόν τε χιτῶνα, | 580 | |
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι. | 581 | |
δμῳὰς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι | 582 | |
νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, | 583 | |
μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο | 584 | |
παῖδα ἰδών, Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ, | 585 | |
καί ἑ κατακτείνειε, Διὸς δ' ἀλίτηται ἐφετμάς. | 586 | |
τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, | 587 | |
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, | 588 | |
αὐτὸς τόν γ' Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, | 589 | |
σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην. | 590 | |
ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον· | 591 | |
μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι | 592 | |
εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα | 593 | |
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. | 594 | |
σοὶ δ' αὖ ἐγὼ καὶ τῶνδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικεν. | 595 | |
ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, | 596 | |
ἕζετο δ' ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη | 597 | |
τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον· | 598 | |
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, | 599 | |
κεῖται δ' ἐν λεχέεσσ'· ἅμα δ' ἠοῖ φαινομένηφιν | 600 | |
ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου. | 601 | |
καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, | 602 | |
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο | 603 | |
ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες. | 604 | |
τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο | 605 | |
χωόμενος Νιόβῃ, τὰς δ' Ἄρτεμις ἰοχέαιρα, | 606 | |
οὕνεκ' ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· | 607 | |
φῆ δοιὼ τεκέειν, ἣ δ' αὐτὴ γείνατο πολλούς· | 608 | |
τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσσαν. | 609 | |
οἳ μὲν ἄρ' ἐννῆμαρ κέατ' ἐν φόνῳ, οὐδέ τις ἦεν | 610 | |
κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων· | 611 | |
τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες. | 612 | |
ἣ δ' ἄρα σίτου μνήσατ', ἐπεὶ κάμε δάκρυ χέουσα. | 613 | |
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν | 614 | |
ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς | 615 | |
νυμφάων, αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο, | 616 | |
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει. | 617 | |
ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ | 618 | |
σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα | 619 | |
Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται. | 620 | |
ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς | 621 | |
σφάξ'· ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, | 622 | |
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν, | 623 | |
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 624 | |
Αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ | 625 | |
καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. | 626 | |
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 627 | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 628 | |
ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ' Ἀχιλῆα | 629 | |
ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· | 630 | |
αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς | 631 | |
εἰσορόων ὄψίν τ' ἀγαθὴν καὶ μῦθον ἀκούων. | 632 | |
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, | 633 | |
τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· | 634 | |
λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη | 635 | |
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· | 636 | |
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν | 637 | |
ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, | 638 | |
ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω | 639 | |
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. | 640 | |
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον | 641 | |
λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην. | 642 | |
ἦ ῥ', Ἀχιλεὺς δ' ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε | 643 | |
δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ | 644 | |
πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας, | 645 | |
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. | 646 | |
αἳ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, | 647 | |
αἶψα δ' ἄρα στόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι. | 648 | |
τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 649 | |
ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν | 650 | |
ἐνθάδ' ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ | 651 | |
βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί· | 652 | |
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, | 653 | |
αὐτίκ' ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, | 654 | |
καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. | 655 | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, | 656 | |
ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, | 657 | |
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω. | 658 | |
τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· | 659 | |
εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, | 660 | |
ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης. | 661 | |
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ' ὕλη | 662 | |
ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. | 663 | |
ἐννῆμαρ μέν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, | 664 | |
τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, | 665 | |
ἑνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν, | 666 | |
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη. | 667 | |
τὸν δ' αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· | 668 | |
ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ' ὡς σὺ κελεύεις· | 669 | |
σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. | 670 | |
ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος | 671 | |
ἔλλαβε δεξιτερήν, μή πως δείσει' ἐνὶ θυμῷ. | 672 | |
οἳ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο | 673 | |
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες, | 674 | |
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· | 675 | |
τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. | 676 | |
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ | 677 | |
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· | 678 | |
ἀλλ' οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν | 679 | |
ὁρμαίνοντ' ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα | 680 | |
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. | 681 | |
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· | 682 | |
ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ' εὕδεις | 683 | |
ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ' εἴασεν Ἀχιλλεύς. | 684 | |
καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ' ἔδωκας· | 685 | |
σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα | 686 | |
παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ' Ἀγαμέμνων | 687 | |
γνώῃ σ' Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί. | 688 | |
ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων, κήρυκα δ' ἀνίστη. | 689 | |
τοῖσιν δ' Ἑρμείας ζεῦξ' ἵππους ἡμιόνους τε, | 690 | |
ῥίμφα δ' ἄρ' αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. | 691 | |
ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο | 692 | |
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, | 693 | |
Ἑρμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, | 694 | |
Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν, | 695 | |
οἳ δ' εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε | 696 | |
ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος | 697 | |
ἔγνω πρόσθ' ἀνδρῶν καλλιζώνων τε γυναικῶν, | 698 | |
ἀλλ' ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ | 699 | |
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ' εἰσενόησεν | 700 | |
ἑσταότ' ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· | 701 | |
τὸν δ' ἄρ' ἐφ' ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι· | 702 | |
κώκυσέν τ' ἄρ' ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· | 703 | |
ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ' ἰόντες, | 704 | |
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι | 705 | |
χαίρετ', ἐπεὶ μέγα χάρμα πόλει τ' ἦν παντί τε δήμῳ. | 706 | |
ὣς ἔφατ', οὐδέ τις αὐτόθ' ἐνὶ πτόλεϊ λίπετ' ἀνὴρ | 707 | |
οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· | 708 | |
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. | 709 | |
πρῶται τόν γ' ἄλοχός τε φίλη καὶ πότνια μήτηρ | 710 | |
τιλλέσθην ἐπ' ἄμαξαν ἐΰτροχον ἀΐξασαι | 711 | |
ἁπτόμεναι κεφαλῆς· κλαίων δ' ἀμφίσταθ' ὅμιλος. | 712 | |
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα | 713 | |
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, | 714 | |
εἰ μὴ ἄρ' ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· | 715 | |
εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα | 716 | |
ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ. | 717 | |
ὣς ἔφαθ', οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. | 718 | |
οἳ δ' ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα | 719 | |
τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ' εἷσαν ἀοιδοὺς | 720 | |
θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν | 721 | |
οἳ μὲν ἄρ' ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. | 722 | |
τῇσιν δ' Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο | 723 | |
Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· | 724 | |
ἆνερ ἀπ' αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην | 725 | |
λείπεις ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὔτως | 726 | |
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω | 727 | |
ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ' ἄκρης | 728 | |
πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν | 729 | |
ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, | 730 | |
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, | 731 | |
καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ' αὖ τέκος ἢ ἐμοὶ αὐτῇ | 732 | |
ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο | 733 | |
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν | 734 | |
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον | 735 | |
χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ | 736 | |
ἢ πατέρ' ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν | 737 | |
Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. | 738 | |
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· | 739 | |
τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, | 740 | |
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας | 741 | |
Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. | 742 | |
οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, | 743 | |
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ | 744 | |
μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. | 745 | |
ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες. | 746 | |
τῇσιν δ' αὖθ' Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· | 747 | |
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, | 748 | |
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· | 749 | |
οἳ δ' ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. | 750 | |
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς | 751 | |
πέρνασχ' ὅν τιν' ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, | 752 | |
ἐς Σάμον ἔς τ' Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· | 753 | |
σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, | 754 | |
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ' ἑτάροιο | 755 | |
Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ' ὧς. | 756 | |
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι | 757 | |
κεῖσαι, τῷ ἴκελος ὅν τ' ἀργυρότοξος Ἀπόλλων | 758 | |
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. | 759 | |
ὣς ἔφατο κλαίουσα, γόον δ' ἀλίαστον ὄρινε. | 760 | |
τῇσι δ' ἔπειθ' Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· | 761 | |
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, | 762 | |
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, | 763 | |
ὅς μ' ἄγαγε Τροίηνδ'· ὡς πρὶν ὤφελλον ὀλέσθαι. | 764 | |
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν | 765 | |
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· | 766 | |
ἀλλ' οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον· | 767 | |
ἀλλ' εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι | 768 | |
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, | 769 | |
ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, | 770 | |
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες | 771 | |
σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. | 772 | |
τὼ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κῆρ· | 773 | |
οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ | 774 | |
ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. | 775 | |
ὣς ἔφατο κλαίουσ', ἐπὶ δ' ἔστενε δῆμος ἀπείρων. | 776 | |
λαοῖσιν δ' ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· | 777 | |
ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ | 778 | |
δείσητ' Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς | 779 | |
πέμπων μ' ὧδ' ἐπέτελλε μελαινάων ἀπὸ νηῶν | 780 | |
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς. | 781 | |
ὣς ἔφαθ', οἳ δ' ὑπ' ἀμάξῃσιν βόας ἡμιόνους τε | 782 | |
ζεύγνυσαν, αἶψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. | 783 | |
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· | 784 | |
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, | 785 | |
καὶ τότ' ἄρ' ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, | 786 | |
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ' ἔβαλον πῦρ. | 787 | |
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, | 788 | |
τῆμος ἄρ' ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. | 789 | |
αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο | 790 | |
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ | 791 | |
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα | 792 | |
ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ' ἕταροί τε | 793 | |
μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. | 794 | |
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες | 795 | |
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. | 796 | |
αἶψα δ' ἄρ' ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε | 797 | |
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· | 798 | |
ῥίμφα δὲ σῆμ' ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, | 799 | |
μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. | 800 | |
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα | 801 | |
εὖ συναγειρόμενοι δαίνυντ' ἐρικυδέα δαῖτα | 802 | |
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. | 803 | |
ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. | 804 | |