Vasile Stancu

ILIADA




Cântul III


αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι,001
Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὣς002
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·003
αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον004
κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων 005
ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·006
ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.007
οἳ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ008
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.009


εὖτ' ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 010
ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,011
τόσσόν τίς τ' ἐπιλεύσσει ὅσον τ' ἐπὶ λᾶαν ἵησιν·012
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς013
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο.014


οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, 015
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς016
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα017
καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ018
πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους019
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηιοτῆτι. 020


τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος021
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,022
ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας023
εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα024
πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν 025
σεύωνται ταχέες τε κύνες θαλεροί τ' αἰζηοί·026
ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα027
ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·028
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.029


τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 030
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,031
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.032
ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη033
οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,034
ἂψ δ' ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, 035
ὣς αὖτις καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων036
δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.037


τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·038
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ039
αἴθ' ὄφελες ἄγονός τ' ἔμεναι ἄγαμός τ' ἀπολέσθαι· 040
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν041
ἢ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων.042
ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ043
φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν044
εἶδος ἔπ', ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. 045
ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι046
πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,047
μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ' εὐειδέ' ἀνῆγες048
ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων049
πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, 050
δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;051
οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;052
γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·053
οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ' Ἀφροδίτης054
ἥ τε κόμη τό τε εἶδος ὅτ' ἐν κονίῃσι μιγείης. 055
ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη056
λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ' ὅσσα ἔοργας.057


τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·058
Ἕκτορ ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν·059
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς 060
ὅς τ' εἶσιν διὰ δουρὸς ὑπ' ἀνέρος ὅς ῥά τε τέχνῃ061
νήιον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν·062
ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·063
μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·064
οὔ τοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα 065
ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο·066
νῦν αὖτ' εἴ μ' ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,067
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,068
αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον069
συμβάλετ' ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι· 070
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,071
κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω·072
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες073
ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων074
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. 075


ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας,076
καί ῥ' ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας077
μέσσου δουρὸς ἑλών· τοὶ δ' ἱδρύνθησαν ἅπαντες.078
τῷ δ' ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ079
ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ' ἔβαλλον· 080
αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·081
ἴσχεσθ' Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·082
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.083


ὣς ἔφαθ', οἳ δ' ἔσχοντο μάχης ἄνεῴ τ' ἐγένοντο084
ἐσσυμένως· Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε· 085
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ086
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.087
ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς088
τεύχεα κάλ' ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,089
αὐτὸν δ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 090
οἴους ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.091
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται092
κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω·093
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.094


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 095
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·096
κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει097
θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη098
Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε099
εἵνεκ' ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς· 100
ἡμέων δ' ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται101
τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.102
οἴσετε ἄρν', ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,103
Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ' ἡμεῖς οἴσομεν ἄλλον·104
ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ' ὅρκια τάμνῃ 105
αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,106
μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.107
αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·108
οἷς δ' ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω109
λεύσσει, ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται. 110


ὣς ἔφαθ', οἳ δ' ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε111
ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.112
καί ῥ' ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ' ἔβαν αὐτοί,113
τεύχεά τ' ἐξεδύοντο· τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ114
πλησίον ἀλλήλων, ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα· 115
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε116
καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·117
αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων118
νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ' ἄρν' ἐκέλευεν119
οἰσέμεναι· ὃ δ' ἄρ' οὐκ ἀπίθησ' Ἀγαμέμνονι δίῳ. 120


Ἶρις δ' αὖθ' Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν121
εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,122
τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων123
Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.124
τὴν δ' εὗρ' ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε 125
δίπλακα πορφυρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους126
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,127
οὕς ἑθεν εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων·128
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·129
δεῦρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι 130
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,131
οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα132
ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·133
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,134
ἀσπίσι κεκλιμένοι, παρὰ δ' ἔγχεα μακρὰ πέπηγεν. 135
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος136
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·137
τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.138


ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ139
ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· 140
αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν141
ὁρμᾶτ' ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα142
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο,143
Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·144
αἶψα δ' ἔπειθ' ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. 145


οἳ δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην146
Λάμπόν τε Κλυτίον θ' Ἱκετάονά τ' ὄζον Ἄρηος147
Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω148
ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,149
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ 150
ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ' ὕλην151
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·152
τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ' ἐπὶ πύργῳ.153
οἳ δ' ὡς οὖν εἴδονθ' Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,154
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον· 155
οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς156
τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·157
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·158
ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ' ἐν νηυσὶ νεέσθω,159
μηδ' ἡμῖν τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο. 160


ὣς ἄρ' ἔφαν, Πρίαμος δ' Ἑλένην ἐκαλέσσατο φωνῇ·161
δεῦρο πάροιθ' ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,162
ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·163
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν164
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· 165
ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς166
ὅς τις ὅδ' ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.167
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,168
καλὸν δ' οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,169
οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. 170


τὸν δ' Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·171
αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·172
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο173
υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα174
παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. 175
ἀλλὰ τά γ' οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.176
τοῦτο δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς·177
οὗτός γ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,178
ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής·179
δαὴρ αὖτ' ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ' ἔην γε. 180


ὣς φάτο, τὸν δ' ὁ γέρων ἠγάσσατο φώνησέν τε·181
ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,182
ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.183
ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,184
ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους 185
λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,186
οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο·187
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην188
ἤματι τῷ ὅτε τ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι·189
ἀλλ' οὐδ' οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. 190


δεύτερον αὖτ' Ὀδυσῆα ἰδὼν ἐρέειν' ὁ γεραιός·191
εἴπ' ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ' ἐστί·192
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,193
εὐρύτερος δ' ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.194
τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, 195
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·196
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,197
ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.198


τὸν δ' ἠμείβετ' ἔπειθ' Ἑλένη Διὸς ἐκγεγαυῖα·199
οὗτος δ' αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, 200
ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης201
εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.202


τὴν δ' αὖτ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·203
ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·204
ἤδη γὰρ καὶ δεῦρό ποτ' ἤλυθε δῖος Ὀδυσσεὺς 205
σεῦ ἕνεκ' ἀγγελίης σὺν ἀρηιφίλῳ Μενελάῳ·206
τοὺς δ' ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,207
ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.208
ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν209
στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, 210
ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·211
ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον212
ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,213
παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος214
οὐδ' ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. 215
ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς216
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,217
σκῆπτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,218
ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·219
φαίης κε ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. 220
ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη221
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,222
οὐκ ἂν ἔπειτ' Ὀδυσῆΐ γ' ἐρίσσειε βροτὸς ἄλλος·223
οὐ τότε γ' ὧδ' Ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες.224


τὸ τρίτον αὖτ' Αἴαντα ἰδὼν ἐρέειν' ὃ γεραιός· 225
τίς τὰρ ὅδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε226
ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;227


τὸν δ' Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·228
οὗτος δ' Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·229
Ἰδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς 230
ἕστηκ', ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.231
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος232
οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.233
νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,234
οὕς κεν ἐὺ̈ γνοίην καί τ' οὔνομα μυθησαίμην· 235
δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν236
Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα237
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.238
ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,239
ἢ δεύρω μὲν ἕποντο νέεσσ' ἔνι ποντοπόροισι, 240
νῦν αὖτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν241
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν.242


ὣς φάτο, τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα243
ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.244


κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ 245
ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης246
ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν247
κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·248
ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·249
ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι 250
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων251
ἐς πεδίον καταβῆναι ἵν' ὅρκια πιστὰ τάμητε·252
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος253
μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί·254
τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ' ἕποιτο· 255
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες256
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται257
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.258


ὣς φάτο ῥίγησεν δ' ὃ γέρων, ἐκέλευσε δ' ἑταίρους259
ἵππους ζευγνύμεναι· τοὶ δ' ὀτραλέως ἐπίθοντο. 260
ἂν δ' ἄρ' ἔβη Πρίαμος, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω·261
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·262
τὼ δὲ διὰ Σκαιῶν πεδίον δ' ἔχον ὠκέας ἵππους.263


ἀλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,264
ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 265
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.266
ὄρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,267
ἂν δ' Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ268
ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον269
μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 270
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,271
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,272
ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα273
κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.274
τοῖσιν δ' Ἀτρεΐδης μεγάλ' εὔχετο χεῖρας ἀνασχών· 275
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,276
Ἠέλιός θ', ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις,277
καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας278
ἀνθρώπους τίνυσθον ὅτις κ' ἐπίορκον ὀμόσσῃ,279
ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ' ὅρκια πιστά· 280
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ281
αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,282
ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·283
εἰ δέ κ' Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,284
Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι, 285
τιμὴν δ' Ἀργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν,286
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.287
εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες288
τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,289
αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς 290
αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.291


ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·292
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας293
θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.294
οἶνον δ' ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν 295
ἔκχεον, ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν.296
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·297
Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι298
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν299
ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος 300
αὐτῶν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν.301


ὣς ἔφαν, οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.302
τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·303
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·304
ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν 305
ἄψ, ἐπεὶ οὔ πω τλήσομ' ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι306
μαρνάμενον φίλον υἱὸν ἀρηιφίλῳ Μενελάῳ·307
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι308
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.309


ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, 310
ἂν δ' ἄρ' ἔβαιν' αὐτός, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω·311
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.312
τὼ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·313
Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς314
χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα 315
κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,316
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.317
λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,318
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·319
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 320
ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε,321
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,322
ἡμῖν δ' αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.323


ὣς ἄρ' ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ324
ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 325
οἳ μὲν ἔπειθ' ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ326
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε' ἔκειτο·327
αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ328
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.329
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 330
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·331
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν332
οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ' αὐτῷ.333
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον334
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· 335
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν336
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·337
εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.338
ὣς δ' αὔτως Μενέλαος ἀρήιος ἔντε' ἔδυνεν.339


οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 340
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο341
δεινὸν δερκόμενοι· θάμβος δ' ἔχεν εἰσορόωντας342
Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.343
καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ344
σείοντ' ἐγχείας ἀλλήλοισιν κοτέοντε. 345
πρόσθε δ' Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,346
καὶ βάλεν Ἀτρεΐδαο κατ' ἀσπίδα πάντοσε ἴσην,347
οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ348
ἀσπίδ' ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ349
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· 350
Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ' ἔοργε351
δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,352
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων353
ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.354


ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 355
καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσε ἴσην·356
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,357
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·358
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα359
ἔγχος· ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 360
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον361
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ' ἄρ' αὐτῷ362
τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.363
Ἀτρεΐδης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·364
Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· 365
ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·366
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος367
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν.368


ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,369
ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας Ἀχαιούς· 370
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,371
ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.372
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,373
εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,374
ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· 375
κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ.376
τὴν μὲν ἔπειθ' ἥρως μετ' ἐϋκνήμιδας Ἀχαιοὺς377
ῥῖψ' ἐπιδινήσας, κόμισαν δ' ἐρίηρες ἑταῖροι·378
αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων379
ἔγχεϊ χαλκείῳ· τὸν δ' ἐξήρπαξ' Ἀφροδίτη 380
ῥεῖα μάλ' ὥς τε θεός, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ,381
κὰδ δ' εἷσ' ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.382
αὐτὴ δ' αὖ Ἑλένην καλέουσ' ἴε· τὴν δὲ κίχανε383
πύργῳ ἐφ' ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·384
χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, 385
γρηὶ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν386
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ387
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·388
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ' Ἀφροδίτη·389
δεῦρ' ἴθ'· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. 390
κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι391
κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης392
ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν, ἀλλὰ χορὸν δὲ393
ἔρχεσθ', ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.394


ὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· 395
καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν396
στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,397
θάμβησέν τ' ἄρ' ἔπειτα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·398
δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;399
ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων 400
ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,401
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·402
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος403
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι,404
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; 405
ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόεικε κελεύθου,406
μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,407
ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,408
εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.409
κεῖσε δ' ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· 410
κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ' ὀπίσσω411
πᾶσαι μωμήσονται· ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.412


τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' Ἀφροδίτη·413
μή μ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,414
τὼς δέ σ' ἀπεχθήρω ὡς νῦν ἔκπαγλ' ἐφίλησα, 415
μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ416
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.417


ὣς ἔφατ', ἔδεισεν δ' Ἑλένη Διὸς ἐκγεγαυῖα,418
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ419
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. 420


αἳ δ' ὅτ' Ἀλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο,421
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,422
ἣ δ' εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.423
τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη424
ἀντί' Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· 425
ἔνθα κάθιζ' Ἑλένη κούρη Διὸς αἰγιόχοιο426
ὄσσε πάλιν κλίνασα, πόσιν δ' ἠνίπαπε μύθῳ·427
ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ' ὀλέσθαι428
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.429
ἦ μὲν δὴ πρίν γ' εὔχε' ἀρηιφίλου Μενελάου 430
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·431
ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον432
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ' ἔγωγε433
παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ434
ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 435
ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμήῃς.436


τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·437
μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·438
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,439
κεῖνον δ' αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 440
ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·441
οὐ γάρ πώ ποτέ μ' ὧδέ γ' ἔρως φρένας ἀμφεκάλυψεν,442
οὐδ' ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς443
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,444
νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 445
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.446


ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ' εἵπετ' ἄκοιτις.447
τὼ μὲν ἄρ' ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,448
Ἀτρεΐδης δ' ἀν' ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς449
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 450
ἀλλ' οὔ τις δύνατο Τρώων κλειτῶν τ' ἐπικούρων451
δεῖξαι Ἀλέξανδρον τότ' ἀρηιφίλῳ Μενελάῳ·452
οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον εἴ τις ἴδοιτο·453
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.454


τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 455
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι·456
νίκη μὲν δὴ φαίνετ' ἀρηιφίλου Μενελάου,457
ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ458
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν' ἔοικεν,459
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται. 460
ὣς ἔφατ' Ἀτρεΐδης, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί.461