Vasile Stancu

ILIADA




Cântul II


ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ001
εὗδον παννύχιοι, Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος,002
ἀλλ' ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα003
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.004
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,005
πέμψαι ἐπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·006
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·007
βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·008
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο009
πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·010
θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς011
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν012
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες013
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας014
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται.015


ὣς φάτο, βῆ δ' ἄρ' ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·016
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,017
βῆ δ' ἄρ' ἐπ' Ἀτρεί̈δην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν018
εὕδοντ' ἐν κλισίῃ, περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος.019
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς Νηληί̈ῳ υἷι ἐοικώς020
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων·021
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·022
εὕδεις Ἀτρέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο·023
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα024
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε·025
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,026
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.027
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς028
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν029
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες030
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας031
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται032
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη033
αἱρείτω εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ.034


ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦ035
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἅ ῥ' οὐ τελέεσθαι ἔμελλον·036
φῆ γὰρ ὅ γ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ037
νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·038
θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε στοναχάς τε039
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.040
ἔγρετο δ' ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ' ὀμφή·041
ἕζετο δ' ὀρθωθείς, μαλακὸν δ' ἔνδυνε χιτῶνα042
καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·043
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,044
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·045
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ046
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·047


ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον048
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·049
αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε050
κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·051
οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα·052


βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων053
Νεστορέῃ παρὰ νηὶ̈ Πυλοιγενέος βασιλῆος·054
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·055
κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος056
ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ057
εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐῴκει·058
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·059
εὕδεις Ἀτρέος υἱὲ δαί̈φρονος ἱπποδάμοιο·060
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,061
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε·062
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,063
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει·064
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς065
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν066
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες067
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας068
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται069
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν070
ᾤχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.071
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·072
πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,073
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·074
ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.075


ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη076
Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,077
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·078
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες079
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε080
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·081
νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·082
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.083


ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,084
οἳ δ' ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν085
σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.086
ἠύ̈τε ἔθνεα εἶσι μελισσάων ἁδινάων087
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,088
βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν·089
αἳ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·090
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων091
ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο092
ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει093
ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος· οἳ δ' ἀγέροντο.094
τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα095
λαῶν ἱζόντων, ὅμαδος δ' ἦν· ἐννέα δέ σφεας096
κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ' ἀϋτῆς097
σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.098
σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ' ἕδρας099
παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων100
ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.101
Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,102
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·103
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,104
αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν,105
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,106
αὐτὰρ ὃ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φορῆναι,107
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.108


τῷ ὅ γ' ἐρεισάμενος ἔπε' Ἀργείοισι μετηύδα·109
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος110
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,111
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν112
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,113
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει114
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.115
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,116
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα117
ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.118
αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι119
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν120
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι121
ἀνδράσι παυροτέροισι, τέλος δ' οὔ πώ τι πέφανται·122
εἴ περ γάρ κ' ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε123
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,124
Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,125
ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,126
Τρώων δ' ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,127
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.128
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν129
Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ' ἐπίκουροι130
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,131
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ' ἐθέλοντα132
Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.133
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,134
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·135
αἳ δέ που ἡμέτεραί τ' ἄλοχοι καὶ νήπια τέκνα136
εἵατ' ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον137
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα.138
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·139
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·140
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.141


ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε142
πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·143
κινήθη δ' ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης144
πόντου Ἰκαρίοιο, τὰ μέν τ' Εὖρός τε Νότος τε145
ὤρορ' ἐπαί̈ξας πατρὸς Διὸς ἐκ νεφελάων.146
ὡς δ' ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν147
λάβρος ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν,148
ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη· τοὶ δ' ἀλαλητῷ149
νῆας ἔπ' ἐσσεύοντο, ποδῶν δ' ὑπένερθε κονίη150
ἵστατ' ἀειρομένη· τοὶ δ' ἀλλήλοισι κέλευον151
ἅπτεσθαι νηῶν ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν,152
οὐρούς τ' ἐξεκάθαιρον· ἀϋτὴ δ' οὐρανὸν ἷκεν153
οἴκαδε ἱεμένων· ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν.154


ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη155
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·156
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,157
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν158
Ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης,159
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν160
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν161
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·162
ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·163
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,164
μηδὲ ἔα νῆας ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας.165


ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,166
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀί̈ξασα·167
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.168
εὗρεν ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον169
ἑσταότ'· οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης170
ἅπτετ', ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·171
ἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·172
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ,173
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν174
φεύξεσθ' ἐν νήεσσι πολυκλήϊσι πεσόντες,175
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε176
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν177
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;178
ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ' ἔτ' ἐρώει,179
σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,180
μηδὲ ἔα νῆας ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας.181


ὣς φάθ', ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,182
βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε183
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·184
αὐτὸς δ' Ἀτρεί̈δεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν185
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·186
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.187


ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη188
τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·189
δαιμόνι' οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,190
ἀλλ' αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·191
οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος Ἀτρεί̈ωνος·192
νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν.193
ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.194
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·195
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,196
τιμὴ δ' ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.197


ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι βοόωντά τ' ἐφεύροι,198
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·199
δαιμόνι' ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,200
οἳ σέο φέρτεροί εἰσι, σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις201
οὔτέ ποτ' ἐν πολέμῳ ἐναρίθμιος οὔτ' ἐνὶ βουλῇ·202
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί·203
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,204
εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω205
σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.206


ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ' ἀγορὴν δὲ207
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων208
ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης209
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.210


ἄλλοι μέν ῥ' ἕζοντο, ἐρήτυθεν δὲ καθ' ἕδρας·211
Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,212
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη213
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,214
ἀλλ' ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν215
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·216
φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα· τὼ δέ οἱ ὤμω217
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε218
φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ' ἐπενήνοθε λάχνη.219
ἔχθιστος δ' Ἀχιλῆϊ μάλιστ' ἦν ἠδ' Ὀδυσῆϊ·220
τὼ γὰρ νεικείεσκε· τότ' αὖτ' Ἀγαμέμνονι δίῳ221
ὀξέα κεκλήγων λέγ' ὀνείδεα· τῷ δ' ἄρ' Ἀχαιοὶ222
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ' ἐνὶ θυμῷ.223


αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·224
Ἀτρεί̈δη τέο δ' αὖτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις;225
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες226
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ227
πρωτίστῳ δίδομεν εὖτ' ἂν πτολίεθρον ἕλωμεν.228
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει229
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,230
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,231
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,232
ἥν τ' αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν233
ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.234
ὦ πέπονες κάκ' ἐλέγχε' Ἀχαιί̈δες οὐκέτ' Ἀχαιοὶ235
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ' ἐῶμεν236
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται237
ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·238
ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ' ἀμείνονα φῶτα239
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.240
ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·241
ἦ γὰρ ἂν Ἀτρεί̈δη νῦν ὕστατα λωβήσαιο·242


ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,243
Θερσίτης· τῷ δ' ὦκα παρίστατο δῖος Ὀδυσσεύς,244
καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·245
Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,246
ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν·247
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον248
ἔμμεναι, ὅσσοι ἅμ' Ἀτρεί̈δῃς ὑπὸ Ἴλιον ἦλθον.249
τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ' ἔχων ἀγορεύοις,250
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.251
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,252
ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.253
τὼ νῦν Ἀτρεί̈δῃ Ἀγαμέμνονι ποιμένι λαῶν254
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν255
ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.256
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·257
εἴ κ' ἔτι σ' ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,258
μηκέτ' ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,259
μηδ' ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,260
εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,261
χλαῖνάν τ' ἠδὲ χιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει,262
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω263
πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.264


ὣς ἄρ' ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω265
πλῆξεν· ὃ δ' ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·266
σμῶδιξ δ' αἱματόεσσα μεταφρένου ἐξυπανέστη267
σκήπτρου ὕπο χρυσέου· ὃ δ' ἄρ' ἕζετο τάρβησέν τε,268
ἀλγήσας δ' ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.269
οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ' αὐτῷ ἡδὺ γέλασσαν·270
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·271
ὢ πόποι ἦ δὴ μυρί' Ὀδυσσεὺς ἐσθλὰ ἔοργε272
βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·273
νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,274
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ' ἀγοράων.275
οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ276
νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.277


ὣς φάσαν ἣ πληθύς· ἀνὰ δ' ὃ πτολίπορθος Ὀδυσσεὺς278
ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη279
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,280
ὡς ἅμα θ' οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν281
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·282
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·283
Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ284
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,285
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν286
ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο287
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι.288
ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες289
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.290
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·291
καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο292
ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ, ὅν περ ἄελλαι293
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·294
ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς295
ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομ' Ἀχαιοὺς296
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης297
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.298
τλῆτε φίλοι, καὶ μείνατ' ἐπὶ χρόνον ὄφρα δαῶμεν299
ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.300


εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες301
μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·302
χθιζά τε καὶ πρωίζ' ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν303
ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,304
ἡμεῖς δ' ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς305
ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας306
καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·307
ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς308
σμερδαλέος, τόν ῥ' αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,309
βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.310
ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,311
ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες312
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·313
ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·314
μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·315
τὴν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.316
αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,317
τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·318
λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·319
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.320
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας,321
Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων ἀγόρευε·322
τίπτ' ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;323
ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητίετα Ζεὺς324
ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ' ὀλεῖται.325
ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν326
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,327
ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι,328
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.329
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.330
ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ331
αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.332


ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες333
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν,334
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·335
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·336
ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε337
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.338
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;339
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν340
σπονδαί τ' ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·341
αὔτως γὰρ ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος342
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ' ἐόντες.343
Ἀτρεΐδη σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν344
ἄρχευ' Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,345
τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν346
νόσφιν βουλεύωσ'· ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν·347
πρὶν Ἄργος δ' ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο348
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.349
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα350
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον351
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες352
ἀστράπτων ἐπιδέξι' ἐναίσιμα σήματα φαίνων.353
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι354
πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,355
τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε.356
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι357
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,358
ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.359
ἀλλὰ ἄναξ αὐτός τ' εὖ μήδεο πείθεό τ' ἄλλῳ·360
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·361
κρῖν' ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,362
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.363
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,364
γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν365
ἠδ' ὅς κ' ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.366
γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,367
ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.368


τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·369
ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.370
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον371
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·372
τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος373
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.374
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν,375
ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.376
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης377
ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ' ἦρχον χαλεπαίνων·378
εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα379
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν.380
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.381
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω,382
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,383
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,384
ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ' Ἄρηϊ.385
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιὸν386
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.387
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν388
ἀσπίδος ἀμφιβρότης, περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται·389
ἱδρώσει δέ τευ ἵππος ἐύ̈ξοον ἅρμα τιταίνων.390
ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω391
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα392
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς.393


ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον ὡς ὅτε κῦμα394
ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,395
προβλῆτι σκοπέλῳ· τὸν δ' οὔ ποτε κύματα λείπει396
παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθ' ἢ ἔνθα γένωνται.397
ἀνστάντες δ' ὀρέοντο κεδασθέντες κατὰ νῆας,398
κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.399
ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων400
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.401
αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων402
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,403
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,404
Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,405
αὐτὰρ ἔπειτ' Αἴαντε δύω καὶ Τυδέος υἱόν,406
ἕκτον δ' αὖτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.407
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·408
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.409
βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·410
τοῖσιν δ' εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·411
Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων412
μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν413
πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον414
αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα,415
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι416
χαλκῷ ῥωγαλέον· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι417
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.418


ὣς ἔφατ', οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,419
ἀλλ' ὅ γε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν.420


αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,421
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,422
μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν423
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν.424
καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,425
σπλάγχνα δ' ἄρ' ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.426
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,427
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν,428
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.429
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα430
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.431
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,432
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·433
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,434
μηκέτι νῦν δήθ' αὖθι λεγώμεθα, μηδ' ἔτι δηρὸν435
ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.436
ἀλλ' ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων437
λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,438
ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν439
ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.440


ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.441
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε442
κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·443
οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα.444
οἳ δ' ἀμφ' Ἀτρεΐωνα διοτρεφέες βασιλῆες445
θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη446
αἰγίδ' ἔχουσ' ἐρίτιμον ἀγήρων ἀθανάτην τε,447
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,448
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·449
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν450
ὀτρύνουσ' ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ451
καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.452
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι453
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.454
ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην455
οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,456
ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο457
αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε.458


τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ459
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων460
Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα461
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι462
κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,463
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων464
ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν465
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.466
ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι467
μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.468
ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ469
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν470
ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,471
τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ472
ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.473


τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες474
ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,475
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα476
ὑσμίνην δ' ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων477
ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,478
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.479
ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων480
ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·481
τοῖον ἄρ' Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ482
ἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.483


ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι·484
ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,485
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·486
οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·487
πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω,488
οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν,489
φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,490
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο491
θυγατέρες μνησαίαθ' ὅσοι ὑπὸ Ἴλιον ἦλθον·492
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.493


Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον494
Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,495
οἵ θ' Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν496
Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ' Ἐτεωνόν,497
Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,498
οἵ τ' ἀμφ' Ἅρμ' ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,499
οἵ τ' Ἐλεῶν' εἶχον ἠδ' Ὕλην καὶ Πετεῶνα,500
Ὠκαλέην Μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον,501
Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,502
οἵ τε Κορώνειαν καὶ ποιήενθ' Ἁλίαρτον,503
οἵ τε Πλάταιαν ἔχον ἠδ' οἳ Γλισᾶντ' ἐνέμοντο,504
οἵ θ' Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,505
Ὀγχηστόν θ' ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,506
οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν507
Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ' ἐσχατόωσαν·508
τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ509
κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.510


οἳ δ' Ἀσπληδόνα ναῖον ἰδ' Ὀρχομενὸν Μινύειον,511
τῶν ἦρχ' Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος512
οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,513
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα514
Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·515
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.516


αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον517
υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,518
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν519
Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,520
οἵ τ' Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,521
οἵ τ' ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,522
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·523
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.524
οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,525
Βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο.526


Λοκρῶν δ' ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας527
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας528
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,529
ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·530
οἳ Κῦνόν τ' ἐνέμοντ' Ὀπόεντά τε Καλλίαρόν τε531
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς532
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·533
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο534
Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.535


οἳ δ' Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες536
Χαλκίδα τ' Εἰρέτριάν τε πολυστάφυλόν θ' Ἱστίαιαν537
Κήρινθόν τ' ἔφαλον Δίου τ' αἰπὺ πτολίεθρον,538
οἵ τε Κάρυστον ἔχον ἠδ' οἳ Στύρα ναιετάασκον,539
τῶν αὖθ' ἡγεμόνευ' Ἐλεφήνωρ ὄζος Ἄρηος540
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.541
τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες542
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι543
θώρηκας ῥήξειν δηί̈ων ἀμφὶ στήθεσσι·544
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.545


οἳ δ' ἄρ' Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον546
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη547
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,548
κὰδ δ' ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·549
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται550
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·551
τῶν αὖθ' ἡγεμόνευ' υἱὸς Πετεῶο Μενεσθεύς.552
τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ553
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·554
Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·555
τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.556


Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,557
στῆσε δ' ἄγων ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες.558


οἳ δ' Ἄργός τ' εἶχον Τίρυνθά τε τειχιόεσσαν559
Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,560
Τροιζῆν' Ἠϊόνας τε καὶ ἀμπελόεντ' Ἐπίδαυρον,561
οἵ τ' ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,562
τῶν αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης563
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·564
τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς565
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·566
συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·567
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.568


οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον569
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,570
Ὀρνειάς τ' ἐνέμοντο Ἀραιθυρέην τ' ἐρατεινὴν571
καὶ Σικυῶν', ὅθ' ἄρ' Ἄδρηστος πρῶτ' ἐμβασίλευεν,572
οἵ θ' Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν573
Πελλήνην τ' εἶχον ἠδ' Αἴγιον ἀμφενέμοντο574
Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ ἀμφ' Ἑλίκην εὐρεῖαν,575
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων576
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι577
λαοὶ ἕποντ'· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκὸν578
κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν579
οὕνεκ' ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.580


οἳ δ' εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,581
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,582
Βρυσειάς τ' ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,583
οἵ τ' ἄρ' Ἀμύκλας εἶχον Ἕλος τ' ἔφαλον πτολίεθρον,584
οἵ τε Λάαν εἶχον ἠδ' Οἴτυλον ἀμφενέμοντο,585
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος586
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·587
ἐν δ' αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς588
ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ589
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.590


οἳ δὲ Πύλον τ' ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν591
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ592
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον593
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι594
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς595
Οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου Οἰχαλιῆος·596
στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ597
Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·598
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν599
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·600
τῶν αὖθ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·601
τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.602


οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ603
Αἰπύτιον παρὰ τύμβον ἵν' ἀνέρες ἀγχιμαχηταί,604
οἳ Φενεόν τ' ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον605
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην606
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν607
Στύμφηλόν τ' εἶχον καὶ Παρρασίην ἐνέμοντο,608
τῶν ἦρχ' Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ609
ἑξήκοντα νεῶν· πολέες δ' ἐν νηὶ ἑκάστῃ610
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.611
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων612
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον613
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.614


οἳ δ' ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον615
ὅσσον ἐφ' Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα616
πέτρη τ' Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,617
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ' ἀνδρὶ ἑκάστῳ618
νῆες ἕποντο θοαί, πολέες δ' ἔμβαινον Ἐπειοί.619
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην620
υἷες ὃ μὲν Κτεάτου, ὃ δ' ἄρ' Εὐρύτου, Ἀκτορίωνε·621
τῶν δ' Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·622
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς623
υἱὸς Ἀγασθένεος Αὐγηιάδαο ἄνακτος.624


οἳ δ' ἐκ Δουλιχίοιο Ἐχινάων θ' ἱεράων625
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,626
τῶν αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηι627
Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,628
ὅς ποτε Δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς·629
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.630


αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,631
οἵ ῥ' Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον632
καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,633
οἵ τε Ζάκυνθον ἔχον ἠδ' οἳ Σάμον ἀμφενέμοντο,634
οἵ τ' ἤπειρον ἔχον ἠδ' ἀντιπέραι' ἐνέμοντο·635
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·636
τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.637


Αἰτωλῶν δ' ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,638
οἳ Πλευρῶν' ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην639
Χαλκίδα τ' ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·640
οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,641
οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·642
τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·643
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.644


Κρητῶν δ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,645
οἳ Κνωσόν τ' εἶχον Γόρτυνά τε τειχιόεσσαν,646
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον647
Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,648
ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.649
τῶν μὲν ἄρ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε650
Μηριόνης τ' ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·651
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.652


Τληπόλεμος δ' Ἡρακλεΐδης ἠΰς τε μέγας τε653
ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,654
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες655
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.656
τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,657
ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,658
τὴν ἄγετ' ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος659
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.660
Τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ,661
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα662
ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·663
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ' ὅ γε λαὸν ἀγείρας664
βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι665
υἱέες υἱωνοί τε βίης Ἡρακληείης.666
αὐτὰρ ὅ γ' ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·667
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν668
ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,669
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.670


Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας671
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος672
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε673
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα·674
ἀλλ' ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.675


οἳ δ' ἄρα Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε676
καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,677
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην678
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·679
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.680


νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,681
οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,682
οἵ τ' εἶχον Φθίην ἠδ' Ἑλλάδα καλλιγύναικα,683
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,684
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.685
ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·686
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·687
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς688
κούρης χωόμενος Βρισηίδος ἠϋκόμοιο,689
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας690
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,691
κὰδ δὲ Μύνητ' ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,692
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·693
τῆς ὅ γε κεῖτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλεν.694


οἳ δ' εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα695
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,696
ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,697
τῶν αὖ Πρωτεσίλαος ἀρήιος ἡγεμόνευε698
ζωὸς ἐών· τότε δ' ἤδη ἔχεν κάτα γαῖα μέλαινα.699
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο700
καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ701
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.702
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·703
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος704
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο705
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου706
ὁπλότερος γενεῇ· ὁ δ' ἅμα πρότερος καὶ ἀρείων707
ἥρως Πρωτεσίλαος ἀρήιος· οὐδέ τι λαοὶ708
δεύονθ' ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·709
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.710


οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην711
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,712
τῶν ἦρχ' Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν713
Εὔμηλος, τὸν ὑπ' Ἀδμήτῳ τέκε δῖα γυναικῶν714
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.715


οἳ δ' ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο716
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,717
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς718
ἑπτὰ νεῶν· ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα719
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.720
ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων721
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν722
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·723
ἔνθ' ὅ γε κεῖτ' ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον724
Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.725
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·726
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,727
τόν ῥ' ἔτεκεν Ῥήνη ὑπ' Ὀϊλῆι πτολιπόρθῳ.728


οἳ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,729
οἵ τ' ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,730
τῶν αὖθ' ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε731
ἰητῆρ' ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·732
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.733


οἳ δ' ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,734
οἵ τ' ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,735
τῶν ἦρχ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·736
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.737


οἳ δ' Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,738
Ὄρθην Ἠλώνην τε πόλιν τ' Ὀλοοσσόνα λευκήν,739
τῶν αὖθ' ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης740
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·741
τόν ῥ' ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια742
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,743
τοὺς δ' ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·744
οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος745
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·746
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.747


Γουνεὺς δ' ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·748
τῷ δ' Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ749
οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί' ἔθεντο,750
οἵ τ' ἀμφ' ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο751
ὅς ῥ' ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,752
οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,753
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ' ἔλαιον·754
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.755


Μαγνήτων δ' ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,756
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον757
ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,758
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.759


οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·760
τίς τὰρ τῶν ὄχ' ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα761
αὐτῶν ἠδ' ἵππων, οἳ ἅμ' Ἀτρεΐδῃσιν ἕποντο.762
ἵπποι μὲν μέγ' ἄρισται ἔσαν Φηρητιάδαο,763
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς764
ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·765
τὰς ἐν Πηρείῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων766
ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.767
ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας768
ὄφρ' Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,769
ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.770
ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι771
κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν772
Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης773
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες774
τόξοισίν θ'· ἵπποι δὲ παρ' ἅρμασιν οἷσιν ἕκαστος775
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον776
ἕστασαν· ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο ἀνάκτων777
ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντες778
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.779


οἳ δ' ἄρ' ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·780
γαῖα δ' ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ781
χωομένῳ ὅτε τ' ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ782
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·783
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα784
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο.785


Τρωσὶν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις786
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·787
οἳ δ' ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι788
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·789
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·790
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,791
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς792
τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος,793
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·794
τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·795
ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,796
ὥς ποτ' ἐπ' εἰρήνης· πόλεμος δ' ἀλίαστος ὄρωρεν.797
ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,798
ἀλλ' οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·799
λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν800
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.801
Ἕκτορ σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·802
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,803
ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·804
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,805
τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας.806


ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,807
αἶψα δ' ἔλυσ' ἀγορήν· ἐπὶ τεύχεα δ' ἐσσεύοντο·808
πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαὸς809
πεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.810


ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη811
ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,812
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,813
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·814
ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ' ἐπίκουροι.815


Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ816
Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι817
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.818


Δαρδανίων αὖτ' ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο819
Αἰνείας, τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη820
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,821
οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε822
Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.823


οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης824
ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο825
Τρῶες, τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς826
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.827


οἳ δ' Ἀδρήστειάν τ' εἶχον καὶ δῆμον Ἀπαισοῦ828
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,829
τῶν ἦρχ' Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ830
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων831
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε832
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι833
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.834


οἳ δ' ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο835
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,836
τῶν αὖθ' Ὑρτακίδης ἦρχ' Ἄσιος ὄρχαμος ἀνδρῶν,837
Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι838
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.839


Ἱππόθοος δ' ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων840
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·841
τῶν ἦρχ' Ἱππόθοός τε Πύλαιός τ' ὄζος Ἄρηος,842
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.843


αὐτὰρ Θρήϊκας ἦγ' Ἀκάμας καὶ Πείροος ἥρως844
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.845


Εὔφημος δ' ἀρχὸς Κικόνων ἦν αἰχμητάων846
υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.847


αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους848
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος,849
Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.850


Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ851
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,852
οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο853
ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον854
Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.855


αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον856
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.857


Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·858
ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,859
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο860
ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.861


Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς862
τῆλ' ἐξ Ἀσκανίης· μέμασαν δ' ὑσμῖνι μάχεσθαι.863


Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην864
υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,865
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.866


Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,867
οἳ Μίλητον ἔχον Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον868
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα·869
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,870
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,871
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ' ἴεν ἠΰτε κούρη872
νήπιος, οὐδέ τί οἱ τό γ' ἐπήρκεσε λυγρὸν ὄλεθρον,873
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο874
ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.875


Σαρπηδὼν δ' ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων876
τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.877