μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος | 001 |
οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε, | 002 |
πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν | 003 |
ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν | 004 |
οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή, | 005 |
ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε | 006 |
Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. | 007 |
τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; | 008 |
Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς | 009 |
νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, | 010 |
οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα | 011 |
Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν | 012 |
λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα, | 013 |
στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος | 014 |
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, | 015 |
Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· | 016 |
"Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί, | 017 |
ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες | 018 |
ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι· | 019 |
παῖδα δ' ἐμοὶ λῦσαί τε φίλην, τὰ τ' ἄποινα δέχεσθαι | 020 |
ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα." | 021 |
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ | 022 |
αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· | 023 |
ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, | 024 |
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν· | 025 |
"μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω | 026 |
ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα, | 027 |
μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο. | 028 |
τὴν δ' ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν | 029 |
ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, | 030 |
ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. | 031 |
ἀλλ' ἴθι μή μ' ἐρέθιζε, σαώτερος ὥς κε νέηαι." | 032 |
ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ. | 033 |
βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης. | 034 |
πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὃ γεραιὸς | 035 |
Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ· | 036 |
κλῦθί μευ, ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας | 037 |
Κίλλάν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις, | 038 |
Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα, | 039 |
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα | 040 |
ταύρων ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ· | 041 |
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. | 042 |
ὧς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων, | 043 |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ, | 044 |
τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην. | 045 |
ἔκλαγξαν δ' ἄρ' ὀιστοὶ ἐπ' ὤμων χωομένοιο, | 046 |
αὐτοῦ κινηθέντος· ὃ δ' ἤιε νυκτὶ ἐοικώς. | 047 |
ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκεν· | 048 |
δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο. | 049 |
οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, | 050 |
αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς | 051 |
βάλλ'· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. | 052 |
ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, | 053 |
τῇ δεκάτῃ δ' ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς· | 054 |
τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ, λευκώλενος Ἥρη· | 055 |
κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήσκοντας ὁρᾶτο. | 056 |
οἳ δ' ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, | 057 |
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 058 |
Ἀτρεΐδη, νῦν ἄμμε πάλιν πλαγχθέντας ὀίω | 059 |
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, | 060 |
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. | 061 |
ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα | 062 |
ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, | 063 |
ὅς κ' εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, | 064 |
εἴ τ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται εἴ θ' ἑκατόμβης, | 065 |
αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων | 066 |
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. | 067 |
ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 068 |
Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ' ἄριστος, | 069 |
ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, | 070 |
καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω | 071 |
ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· | 072 |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 073 |
ὦ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι | 074 |
μῆνιν Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· | 075 |
τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μοι ὄμοσσον | 076 |
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν. | 077 |
ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων | 078 |
Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί. | 079 |
κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι· | 080 |
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, | 081 |
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, | 082 |
ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις. | 083 |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 084 |
θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅτι οἶσθα· | 085 |
οὐ μὰ γὰρ Ἀπόλλωνα Διίφιλον, ᾧ τε σύ, Κάλχαν, | 086 |
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, | 087 |
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο | 088 |
σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει | 089 |
συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, | 090 |
ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. | 091 |
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· | 092 |
οὔ τ' ἄρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης, | 093 |
ἀλλ' ἕνεκ' ἀρητῆρος ὃν ἠτίμησ' Ἀγαμέμνων, | 094 |
οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα, | 095 |
τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει· | 096 |
οὐδ' ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει | 097 |
πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην | 098 |
ἀπριάτην ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην | 099 |
ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. | 100 |
ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 101 |
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 102 |
ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι | 103 |
πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην. | 104 |
Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπεν· | 105 |
μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· | 106 |
αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, | 107 |
ἐσθλὸν δ' οὔτε τί πω εἶπας ἔπος οὔτε τέλεσσας. | 108 |
καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις, | 109 |
ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, | 110 |
οὕνεκ' ἐγὼ κούρης Χρυσηίδος ἀγλά' ἄποινα | 111 |
οὐκ ἔθελον δέξασθαι, - ἐπεὶ πολὺ βούλομαι αὐτὴν | 112 |
οἴκοι ἔχειν. καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα, | 113 |
κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, | 114 |
οὐ δέμας οὐδὲ φυήν οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα. | 115 |
ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ' ἄμεινον· | 116 |
βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. | 117 |
αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ', ὄφρα μὴ οἶος | 118 |
Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικεν· | 119 |
λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ. | 120 |
τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· | 121 |
Ἀτρεΐδη, κύδιστε, φιλοκτεανώτατε πάντων, | 122 |
πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; | 123 |
οὐδέ τί που ἴδμεν ξυνήια κείμενα πολλά, | 124 |
ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, | 125 |
λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν. | 126 |
ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ | 127 |
τριπλῇ τετραπλῇ τ' ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς | 128 |
δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. | 129 |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 130 |
μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ | 131 |
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. | 132 |
ἦ ἐθέλεις ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως | 133 |
ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι; | 134 |
ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ | 135 |
ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· | 136 |
εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι | 137 |
ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος | 138 |
ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. | 139 |
ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, | 140 |
νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, | 141 |
ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην | 142 |
θείομεν, ἂν δ' αὐτὴν Χρυσηίδα καλλιπάρῃον | 143 |
βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, | 144 |
ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς | 145 |
ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ' ἀνδρῶν, | 146 |
ὄφρ' ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας. | 147 |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 148 |
ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον | 149 |
πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν | 150 |
ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; | 151 |
οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων | 152 |
δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· | 153 |
οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, | 154 |
οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ | 155 |
καρπὸν ἐδηλήσαντ', ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ, | 156 |
οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· | 157 |
ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ' ὄφρα σὺ χαίρῃς, | 158 |
τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα | 159 |
πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις· | 160 |
καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, | 161 |
ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. | 162 |
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ' Ἀχαιοὶ | 163 |
Τρώων ἐκπέρσωσ' εὖ ναιόμενον πτολίεθρον· | 164 |
ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο | 165 |
χεῖρες ἐμαὶ διέπουσ'· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, | 166 |
σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε | 167 |
ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. | 168 |
νῦν δ' εἶμι Φθίην δ', ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν | 169 |
οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀίω | 170 |
ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. | 171 |
τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 172 |
φεῦγε μάλ' εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἔγωγε | 173 |
λίσσομαι εἵνεκ' ἐμεῖο μένειν· πάρ' ἔμοιγε καὶ ἄλλοι | 174 |
οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. | 175 |
ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· | 176 |
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· | 177 |
εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν· | 178 |
οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι | 179 |
Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω, | 180 |
οὐδ' ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· | 181 |
ὡς ἔμ' ἀφαιρεῖται Χρυσηίδα Φοῖβος Ἀπόλλων, | 182 |
τὴν μὲν ἐγὼ σὺν νηί τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισι | 183 |
πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηίδα καλλιπάρῃον | 184 |
αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ' ἐὺ εἰδῇς | 185 |
ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος | 186 |
ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. | 187 |
ὣς φάτο· Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ | 188 |
στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, | 189 |
ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ | 190 |
τοὺς μὲν ἀναστήσειεν, ὃ δ' Ἀτρεΐδην ἐναρίζοι, | 191 |
ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. | 192 |
ἧος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, | 193 |
ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη | 194 |
οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη | 195 |
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· | 196 |
στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα | 197 |
οἴῳ φαινομένη· τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο. | 198 |
θάμβησεν δ' Ἀχιλεύς, μετὰ δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω | 199 |
Παλλάδ' Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· | 200 |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 201 |
τίπτ' αὖτ' αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; | 202 |
ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; | 203 |
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· | 204 |
ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ. | 205 |
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 206 |
ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, | 207 |
οὐρανόθεν· πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη | 208 |
ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· | 209 |
ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· | 210 |
ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· | 211 |
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 212 |
καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα | 213 |
ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν. | 214 |
τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 215 |
χρὴ μὲν σφωίτερόν γε θεὰ ἔπος εἰρύσσασθαι | 216 |
καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· | 217 |
ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ' ἔκλυον αὐτοῦ. | 218 |
ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, | 219 |
ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε | 220 |
μύθῳ Ἀθηναίης· ἣ δ' Οὔλυμπον δὲ βεβήκει | 221 |
δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. | 222 |
Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν | 223 |
Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· | 224 |
οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο, | 225 |
οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι | 226 |
οὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν | 227 |
τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. | 228 |
ἦ πολὺ λώιόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν | 229 |
δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· | 230 |
δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· | 231 |
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. | 232 |
ἀλλ' ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· | 233 |
ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους | 234 |
φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, | 235 |
οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε | 236 |
φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν | 237 |
ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας | 238 |
πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· | 239 |
ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν | 240 |
σύμπαντας· τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περ | 241 |
χραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιο | 242 |
θνήσκοντες πίπτωσι· σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις | 243 |
χωόμενος ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας. | 244 |
ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ | 245 |
χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός· | 246 |
Ἀτρεΐδης δ' ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ | 247 |
ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, | 248 |
τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· | 249 |
τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων | 250 |
ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο | 251 |
ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν· | 252 |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 253 |
ὦ πόποι ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει· | 254 |
ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες | 255 |
ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ | 256 |
εἰ σφῶιν τάδε πάντα πυθοίατο μαρναμένοιιν, | 257 |
οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι. | 258 |
ἀλλὰ πίθεσθ'· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· | 259 |
ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν | 260 |
ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον. | 261 |
οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, | 262 |
οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν | 263 |
Καινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον | 264 |
[Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·] | 265 |
κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· | 266 |
κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο | 267 |
φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. | 268 |
καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν | 269 |
τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· | 270 |
καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ· κείνοισι δ' ἂν οὔ τις | 271 |
τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· | 272 |
καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· | 273 |
ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· | 274 |
μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, | 275 |
ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· | 276 |
μήτε σὺ Πηλεΐδη, θέλ' ἐριζέμεναι βασιλῆι | 277 |
ἀντιβίην, ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμῆς | 278 |
σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. | 279 |
εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, | 280 |
ἀλλ' ὅδε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. | 281 |
Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε | 282 |
λίσσομ' Ἀχιλλῆι μεθέμεν χόλον, ὃς μέγα πᾶσιν | 283 |
ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο. | 284 |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 285 |
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· | 286 |
ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, | 287 |
πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν, | 288 |
πᾶσι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀίω· | 289 |
εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες | 290 |
τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; | 291 |
τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· | 292 |
ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην | 293 |
εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· | 294 |
ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε | 295 |
[σήμαιν'· οὐ γὰρ ἔγωγ' ἔτι σοὶ πείσεσθαι ὀίω.] | 296 |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 297 |
χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης | 298 |
οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες· | 299 |
τῶν δ' ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ μελαίνῃ | 300 |
τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο· | 301 |
εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· | 302 |
αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. | 303 |
ὣς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν | 304 |
ἀνστήτην, λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· | 305 |
Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐίσας | 306 |
ἤιε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· | 307 |
Ἀτρεΐδης δ' ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, | 308 |
ἐς δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην | 309 |
βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηίδα καλλιπάρῃον | 310 |
εἷσεν ἄγων· ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. | 311 |
οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, | 312 |
λαοὺς δ' Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· | 313 |
οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, | 314 |
ἔρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας | 315 |
ταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο· | 316 |
κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. | 317 |
ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ' Ἀγαμέμνων | 318 |
λῆγ' ἔριδος τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆι, | 319 |
ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, | 320 |
τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· | 321 |
ἔρχεσθον κλισίην Πηληιάδεω Ἀχιλῆος· | 322 |
χειρὸς ἑλόντ' ἀγέμεν Βρισηίδα καλλιπάρῃον· | 323 |
εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι | 324 |
ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται. | 325 |
ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 326 |
τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο, | 327 |
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, | 328 |
τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃ | 329 |
ἥμενον· οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. | 330 |
τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα | 331 |
στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο· | 332 |
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· | 333 |
χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, | 334 |
ἆσσον ἴτ'· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ' Ἀγαμέμνων, | 335 |
ὃ σφῶι προΐει Βρισηίδος εἵνεκα κούρης. | 336 |
ἀλλ' ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην | 337 |
καί σφωιν δὸς ἄγειν· τὼ δ' αὐτὼ μάρτυροι ἔστων | 338 |
πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων | 339 |
καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ' αὖτε | 340 |
χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι | 341 |
τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ' ὀλοιῇσι φρεσὶ θύει, | 342 |
οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, | 343 |
ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. | 344 |
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, | 345 |
ἐκ δ' ἄγαγε κλισίης Βρισηίδα καλλιπάρῃον, | 346 |
δῶκε δ' ἄγειν· τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· | 347 |
ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς | 348 |
δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, | 349 |
θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπ' ἀπείρονα πόντον | 350 |
πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· | 351 |
μῆτερ ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, | 352 |
τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι | 353 |
Ζεὺς ὑψιβρεμέτης· νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν· | 354 |
ἦ γάρ μ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 355 |
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 356 |
ὣς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ | 357 |
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· | 358 |
καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ' ὀμίχλη, | 359 |
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος, | 360 |
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 361 |
τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; | 362 |
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. | 363 |
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 364 |
οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ' ἀγορεύω; | 365 |
ᾠχόμεθ' ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, | 366 |
τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· | 367 |
καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, | 368 |
ἐκ δ' ἕλον Ἀτρεΐδῃ Χρυσηίδα καλλιπάρῃον. | 369 |
Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος | 370 |
ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων | 371 |
λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα, | 372 |
στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος | 373 |
χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, | 374 |
Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. | 375 |
ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ | 376 |
αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· | 377 |
ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, | 378 |
ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 379 |
χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ' Ἀπόλλων | 380 |
εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, | 381 |
ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ | 382 |
θνῇσκον ἐπασσύτεροι, τὰ δ' ἐπῴχετο κῆλα θεοῖο | 383 |
πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις | 384 |
εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. | 385 |
αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· | 386 |
Ἀτρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰς | 387 |
ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· | 388 |
τὴν μὲν γὰρ σὺν νηὶ θοῇ ἑλίκωπες Ἀχαιοὶ | 389 |
ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· | 390 |
τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες | 391 |
κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. | 392 |
ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· | 393 |
ἐλθοῦσ' Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι | 394 |
ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. | 395 |
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα | 396 |
εὐχομένης ὅτ' ἔφησθα κελαινεφέι Κρονίωνι | 397 |
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, | 398 |
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι | 399 |
Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· | 400 |
ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, | 401 |
ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν Ὄλυμπον, | 402 |
ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες | 403 |
Αἰγαίων', ὃ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων· | 404 |
ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· | 405 |
τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν. | 406 |
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων | 407 |
αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, | 408 |
τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι Ἀχαιοὺς | 409 |
κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, | 410 |
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 411 |
ἣν ἄτην ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. | 412 |
τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· | 413 |
ὤ μοι τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα; | 414 |
αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων | 415 |
ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· | 416 |
νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων | 417 |
ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. | 418 |
τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ | 419 |
εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. | 420 |
ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι | 421 |
μήνι' Ἀχαιοῖσιν, πολέμου δ' ἀποπαύεο πάμπαν· | 422 |
Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας | 423 |
χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες ἕποντο· | 424 |
δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, | 425 |
καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, | 426 |
καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. | 427 |
ὣς ἄρα φωνήσασ' ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦ | 428 |
χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς | 429 |
τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς | 430 |
ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. | 431 |
οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο | 432 |
ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηὶ μελαίνῃ, | 433 |
ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες | 434 |
καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. | 435 |
ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν· | 436 |
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, | 437 |
ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· | 438 |
ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο. | 439 |
τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς | 440 |
πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· | 441 |
ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 442 |
παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην | 443 |
ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ' ἱλασόμεσθα ἄνακτα, | 444 |
ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν. | 445 |
ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων | 446 |
παῖδα φίλην· τοὶ δ' ὦκα θεῷ ἱερὴν ἑκατόμβην | 447 |
ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, | 448 |
χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. | 449 |
τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών· | 450 |
κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας | 451 |
Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· | 452 |
ἦ μὲν δή ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, | 453 |
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν· | 454 |
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ· | 455 |
ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. | 456 |
ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων. | 457 |
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, | 458 |
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, | 459 |
μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν | 460 |
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν· | 461 |
καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον | 462 |
λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. | 463 |
αὐτὰρ ἐπεὶ κατὰ μῆρα κάη καὶ σπλάγχνα πάσαντο, | 464 |
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, | 465 |
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 466 |
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα | 467 |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. | 468 |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 469 |
κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, | 470 |
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· | 471 |
οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο | 472 |
καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν | 473 |
μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ' ἀκούων. | 474 |
ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, | 475 |
δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· | 476 |
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, | 477 |
καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· | 478 |
τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· | 479 |
οἳ δ' ἱστὸν στήσαντ' ἀνά θ' ἱστία λευκὰ πέτασσαν, | 480 |
ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα | 481 |
στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης· | 482 |
ἣ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. | 483 |
αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, | 484 |
νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν | 485 |
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν· | 486 |
αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. | 487 |
αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι | 488 |
διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· | 489 |
οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν | 490 |
οὔτέ ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ | 491 |
αὖθι μένων, ποθέεσκε δ' ἀϋτήν τε πτόλεμόν τε. | 492 |
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς, | 493 |
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες | 494 |
πάντες ἅμα, Ζεὺς δ' ἦρχε· Θέτις δ' οὐ λήθετ' ἐφετμέων | 495 |
παιδὸς ἑοῦ, ἀλλ' ἥ γ' ἀνεδύσετο κῦμα θαλάσσης. | 496 |
ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. | 497 |
εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων | 498 |
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· | 499 |
καί ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνων | 500 |
σκαιῇ, δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα | 501 |
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· | 502 |
Ζεῦ πάτερ εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα | 503 |
ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· | 504 |
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων | 505 |
ἔπλετ'· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 506 |
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 507 |
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· | 508 |
τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ' ἂν Ἀχαιοὶ | 509 |
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. | 510 |
ὣς φάτο· τὴν δ' οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, | 511 |
ἀλλ' ἀκέων δὴν ἧστο· Θέτις δ' ὡς ἥψατο γούνων | 512 |
ὣς ἔχετ' ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· | 513 |
νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον | 514 |
ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδέω | 515 |
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. | 516 |
τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· | 517 |
ἦ δὴ λοίγια ἔργ' ὅ τέ μ' ἐχθοδοπῆσαι ἐφήσεις | 518 |
Ἥρῃ ὅτ' ἄν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· | 519 |
ἣ δὲ καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι | 520 |
νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. | 521 |
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ | 522 |
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· | 523 |
εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· | 524 |
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον | 525 |
τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν | 526 |
οὐδ' ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. | 527 |
ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων· | 528 |
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος | 529 |
κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον. | 530 |
τώ γ' ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα | 531 |
εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου, | 532 |
Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ' ἅμα πάντες ἀνέσταν | 533 |
ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη | 534 |
μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες. | 535 |
ὣς ὃ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη | 536 |
ἠγνοίησεν ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰς | 537 |
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. | 538 |
αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· | 539 |
τίς δ' αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; | 540 |
αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα | 541 |
κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι | 542 |
πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. | 543 |
τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· | 544 |
Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους | 545 |
εἰδήσειν· χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ· | 546 |
ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα | 547 |
οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ' ἀνθρώπων· | 548 |
ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι | 549 |
μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. | 550 |
τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· | 551 |
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; | 552 |
καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε μεταλλῶ, | 553 |
ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεαι ἅσσ' ἐθέλῃσθα. | 554 |
νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ | 555 |
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· | 556 |
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· | 557 |
τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα | 558 |
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. | 559 |
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 560 |
δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· | 561 |
πρῆξαι δ' ἔμπης οὔ τι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ | 562 |
μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. | 563 |
εἰ δ' οὕτω τοῦτ' ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· | 564 |
ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ, | 565 |
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ | 566 |
ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. | 567 |
ὣς ἔφατ' ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, | 568 |
καί ῥ' ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· | 569 |
ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· | 570 |
τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν | 571 |
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· | 572 |
ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά, | 573 |
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, | 574 |
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς | 575 |
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. | 576 |
μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ | 577 |
πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διί, ὄφρα μὴ αὖτε | 578 |
νεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ. | 579 |
εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς | 580 |
ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. | 581 |
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· | 582 |
αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. | 583 |
ὣς ἄρ' ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον | 584 |
μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· | 585 |
τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, | 586 |
μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι | 587 |
θεινομένην, τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ | 588 |
χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· | 589 |
ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα | 590 |
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, | 591 |
πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι | 592 |
κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν· | 593 |
ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. | 594 |
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, | 595 |
μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· | 596 |
αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν | 597 |
οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· | 598 |
ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν | 599 |
ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. | 600 |
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα | 601 |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐίσης, | 602 |
οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' Ἀπόλλων, | 603 |
Μουσάων θ' αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. | 604 |
αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, | 605 |
οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, | 606 |
ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις | 607 |
Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· | 608 |
Ζεὺς δὲ πρὸς ὃν λέχος ἤι' Ὀλύμπιος ἀστεροπητής, | 609 |
ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· | 610 |
ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. | 611 |