Koine Greek paraphrase by Theodorus Gaza
τὴν ὀργὴν εἰπὲ ἡμῖν ὦ Θεὰ τοῦ υἱοῦ τοῦ Πηλέως τοῦ Ἀχιλλέως, τὴν ὀλεθρίαν, ἥτις πολλὰ τοῖς Ἕλλησιν ἀνιαρὰ ἐξειργάσατο, καὶ πολλὰς ἰσχυρὰς ψυχὰς τῷ ᾅδῃ βλάψασα ἔπεμψεν ἀνδρῶν ἡμιθέων, τὰ σώματα δ’ ἀυτῶν σπαράγματα κατεσκεύασε τοῖς κυσί, καὶ τοῖς ὀρνέοις ἅπασι· τοῦ Διὸς δὲ ἐπληροῦτο ἡ βουλή· ἀφ΄ οὗ δὴ τὴν ἀρχὴν διεχωρίσθησαν φιλονεικήσαντες ὅ τε υἱὸς τοῦ Ἀτρέως ὁ βασιλεὺς τῶν λαῶν, καὶ ὁ ἔνδοξος Ἀχιλλεύς· | 001 |
καὶ πρὸς τούτοις εἰπέ, τίς δὲ αὐτοὺς τῶν θεῶν φιλονεικίᾳ συνέβαλεν ὥστε μάχεσθαι; ὁ τῆς Λητοῦς καὶ τοῦ Διὸς παῖς Ἀπόλλων· οὗτος γὰρ τῷ βασιλεῖ ὀργισθεὶς νόσον κατὰ τὸ στρατόπεδον διήγειρε βαρεῖαν· ἐφθείροντο δὲ οἱ ὄχλοι, διότι τὸν Χρύσην τὸν ἱερέα ἀτίμως ἀπέπεμψεν ὁ Ἀγαμέμνων· οὗτος γὰρ παρεγένετο ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων λυτρωσόμενός τε τὴν θυγατέρα, καὶ κομίζων πλεῖστα δῶρα τῷ πλήθει, καὶ τὸ στέμμα κατέχων ἐν ταῖς χερσὶ τοῦ πόρρωθεν τοξεύοντος Ἀπόλλωνος ἐπὶ τῇ τιμίᾳ ῥάβδῳ, καὶ ἱκέτευε πάντας τοὺς Ἀχαιούς, τοὺς υἱοὺς δὲ τοῦ Ἀτρέως ἐξαιρέτως, τοὺς (δύο) βασιλεῖς τῶν ὄχλων, λέγων· ὦ υἱοὶ τοῦ Ἀτρέως, καὶ λοιποὶ εὔοπλοι Ἕλληνες, ὑμῖν μὲν εἴθε παράσχοιεν οἱ θεοὶ οἱ τὰ οὐράνια οἰκήματα οἰκοῦντες, ἐκπορθῆσαι μὲν τὴν τοῦ Πριάμου πόλιν, καλῶς δὲ εἰς τῆν οἰκείαν ἐπανελθεῖν· ἐμοὶ δ’ ἀπολύσατε τὴν προσφιλῆ θυγατέρα, καὶ τὰ λύτρα δέξασθε, εὐλαβούμενοι τὸν τοῦ Διὸς υἱὸν τὸν πόρρωθεν τοξεύοντα Ἀπόλλωνα. | 008 |
τότε οἱ μὲν λοιποὶ πάντες Ἕλληνες ἐπεβόησαν μετ’ εὐφημίας αἰσχύνεσθαι τὸν ἱερέα, καὶ τὰ περικαλλῆ αὐτοῦ δέχεσθαι δῶρα. ἀλλ’ οὐ τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι τοῦτο ἤρεσκε κατὰ τὴν ἑαυτοῦ ψυχήν· καὶ δὴ σκληρῶς αὐτὸν ἀπέπεμψεν· ἀπότομον δὲ καὶ ἐπικρατείας ἐχόμενον ἐπίταγμα ἐπέταττε· τόδ’ ἦν, ὅρα μή σε, ὦ πρεσβύτα, παρὰ ταῖς κοίλαις ναυσὶν ἐγὼ καταλάβω, ἤ νῦν βραδύνοντα, ἤ ὕστερον αὖθις ἐπανελθόντα, μήποτέ σοι οὐ χρησιμεύσῃ ἡ ῥάβδος καὶ τὸ στέμμα τοῦ θεοῦ· ταύτην δὲ ἐγὼ οὐ λύτροις ἐλευθερώσω πρὶν ἐπ' αὐτὴν τὸ γήρας ἐλεύσεται ἐν τῷ ἐμῷ οἴκῳ, λέγω ἐν τῷ Ἄργει, πόρρω τῆς πατρίδος αὐτῆς ἱστὸν μεταχειριζομένην καὶ τῇ ἐμῇ κοίτῃ ὑπηρετουμένην· ἀλλ’ ἄπιθι, μή με παρόξυνε, ὡς ἄν σῷος καὶ ἀζήμιος ἀπέλθῃς. | 022 |
οὕτως εἶπεν. ἐφοβήθη δὲ ὁ γέρων, καὶ ἐπείσθη τῷ ἐπιτάγματι· ἀπῆλθε δὲ σιωπῶν, μετ’ ἐκπλήξεως πρὸς τὸν αἰγιαλὸν τῆς πολυταράχου θαλάσσης, (ἤ πλησίον τοῦ αἰγιαλοῦ)· ἐκτενῶς δὲ μετὰ ταῦτα πόρρω ἀπελθὼν ὁ πρεσβύτης ηὔχετο τῷ Ἀπόλλωνι τῷ βασιλεῖ, ὃν ἡ καλλίκομος ἔτεκε Λητὼ λέγων· ἐπάκουσόν μου ὦ καλλίτοξε, ὃς τῆς Χρύσης ὑπερασπίζεις, καὶ τῆς Κίλλης τῆς θειοτάτης, καὶ τῆς Τενέδου κρατερῶς ἀνάσσεις, ὦ Σμίνθιε, εἴ ποτέ σοι ἐπὶ τὸν ναὸν περικαλλῆ ἀναθήματα καὶ ἐπαγωγὰ φέρων ἀνέθηκα, ἢ ἐάν ποτέ σοι λιπαροὺς μηροὺς κατέκαυσα ταύρων καὶ αἰγῶν, ταύτην μοι τὴν ἐπιθυμίαν τελείωσον· δότωσαν τιμωρίαν οἱ Ἕλληνες εἰς ἐκδίκησιν τῶν ἐμῶν δακρύων, διὰ τῶν σῶν βελῶν. | 033 |
οὕτως εἶπεν εὐχὴν ποιούμενος· τούτου δὲ ἐπήκουσεν ὁ μαντικὸς (ἢ καθαρὸς) Ἀπόλλων· κατέβη δὲ ἀπὸ τῶν τοῦ Ὀλύμπου ἀκροτηρίων ὀργὴν βαρεῖαν ἔχων κατὰ τὴν ψυχήν, τόξον φέρων ἐπὶ τῶν ὤμων, καὶ πανταχόθεν ἠσφαλισμένην βελοθήκην· φθόγγον δέ τινα ἐποίησαν τὰ βέλη ἐπὶ τῶν ὤμων σὺν ὀργῇ βαρείᾳ ὁρμηθέντος αὐτοῦ· ὁ δὲ ἐπορεύετο σκυθρωπάζων καὶ νυκτὶ ὡμοιωμένος· ἐκάθισε δὴ πόρρω τῶν νεῶν, βέλος δὲ ἀφῆκε. μέγας δὲ φθόγγος ἐγένετο τοῦ ἀργυροῦ τόξου· καὶ πρῶτον μὲν τὰς ἡμιόνους ἐτιμωρήσατο, καὶ τοὺς ταχεῖς κύνας· ἔπειτα δὲ κατ' αὐτῶν πικρὸν βέλος ἀφεὶς ἔβαλλεν· ἀδιαλείπτως δὲ πυρκαϊαὶ νεκρῶν ἀνήπτοντο συχναί· | 043 |
ἐπὶ ἐννέα μὲν οὖν ἡμέρας ἐπὶ τὸ στρατόπεδον ἐπέμπετο τὰ βέλη τοῦ θεοῦ, κατὰ δὲ τὴν δεκάτην εἰς ἐκκλησίαν συνεκάλεσε τὸ πλῆθος ὁ Ἀχιλλεύς· τούτῳ γὰρ ἐνέβαλεν ἐπὶ τῷ λογισμῷ τὴν ἐπιμέλειαν τούτου ἡ Θεὰ ἡ λευκοβραχίων Ἥρα. ἐφρόντιζε γὰρ τῶν Ἑλλήνων ὅτι ἀπολλυμένους αὐτοὺς ἑώρα. ἐπεὶ οὖν οὗτοι συνηθροίσθησαν, καὶ ὁμοῦ πάντες ἐγένοντο, ἐπὶ τούτοις ἀναστὰς εἶπεν ὁ κατὰ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· ὦ υἱὲ τοῦ Ἀτρέως, νῦν ὑπολαμβάνω εἰς ὑποστροφὴν τραπέντας ἡμᾶς εἰς τοὐπίσω ἐπανελθεῖν, εἴπερ ἂν τὸν θάνατον διαφύγοιμεν, ἐπειδὴ ὁμοῦ πόλεμός τε καὶ νόσος λοιμικὴ κατατρέχει τοὺς Ἕλληνας· ἀλλ' εἶά τινα μάντιν ἐρωτήσωμεν, ἢ ἱερέα, ἤ τινα ὀνείροις προσέχοντα τὸν νοῦν· καὶ γὰρ ἔστι καί τι ὄναρ ἐκ τοῦ Διός· ὅστις ἂν εἴποι, διότι κατὰ τοσοῦτον ὀργὴν βαρεῖαν ἔσχεν ὁ μαντικὸς (ἢ ὁ λαμπρὸς) Ἀπόλλων. εἴτε δὴ οὗτος ἕνεκα εὐχῆς ἡμῖν ἐπιμέμφεται, εἴτε ἕνεκα θυσίας, καὶ ἐὰν ἐθέλῃ μετασχὼν ἀτμοῦ ἀρνῶν, καὶ αἰγῶν ὁλοκλήρων, ἀποσοβῆσαι ἡμῖν τὸν ὄλεθρον. | 053 |
ὁ μὲν οὕτως εἰπὼν ἐκάθισε· μετὰ δὲ ταῦτα ἠγέρθη ὁ Κάλχας ὁ υἱὸς τοῦ Θέστορος ὁ τῶν οἰωνιστῶν ἄγαν κράτιστος, ὅστις ἐγίνωσκε τά τε παρόντα καὶ τὰ μέλλοντα, καὶ τὰ προγεγονότα καὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων ἡγεμὼν ἐγένετο ἐπὶ τὸ Ἴλιον διὰ τὴν ἑαυτοῦ μαντικήν, ἣν αὐτῷ παρέσχεν ὁ μαντικὸς Ἀπόλλων, ὅς γε καλῶς φρονῶν ἐδημηγόρησέ τε καὶ μετὰ ταῦθ´ ὅ, τι δεῖ ποιεῖν εἰσηγήσατο λέγων· ὦ Ἀχιλλεῦ προσφιλέστατε τῷ Διὶ, προστάττεις εἰπεῖν με τὴν μνησικακίαν τοῦ Ἀπόλλωνος τοῦ πόρρωθεν τὰ βέλη πέμποντος βασιλέως· τοιγαροῦν ἐγὼ μὲν λέξω· σὺ δὲ συνθήκας ἐμοὶ ποίησον, καὶ ὅρκον, ὄντως δή μοι προθύμως λόγοις καὶ ἔργοις βοηθήσειν· ὄντως γὰρ ὑπολαμβάνω ἄνδρα εἰς θυμὸν κινήσειν, ὅς μεγάλως ἁπάντων τῶν Ἑλλήνων ἄρχει, καὶ αὐτῷ πείθονται οἱ Ἕλληνες· ἐπικρατέστερος γὰρ ὁ βασιλεὺς ἡνίκα ὀργισθῇ ἀνδρὶ ὑποδεεστέρῳ· εἰ γὰρ καὶ τὸν θυμὸν κατ᾿ αὐτὴν τὴν ἡμέραν τῆς ὀργῆς κατάσχοι, ἀλλὰ καὶ ὕστερον ἐναποκειμένην ἔχει τῇ ἑαυτοῦ διανοίᾳ τὴν τοῦ βλάπτειν ὁρμήν, ἕως ἂν εἰς τέλος ἀγάγῃ· σὺ δὲ σκέψαι, ὅπως ἄν με ῥύσαιο. | 068 |
πρὸς τοῦτον ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· μηδὲν ὑποστειλάμενος εἰπὲ τὸ μάντευμα, ὃ γινώσκεις· μὰ γὰρ τὸν Ἀπόλλωνα τὸν προσφιλῆ τῷ Διΐ, πρὸς ὃν σύ, ὦ Κάλχαν, τὰς εὐχὰς ἀναφέρων τοῖς Ἕλλησι τὰς τῶν ἐσομένων προγνώσεις ἀνακαλύπτεις, οὐδαμῶς οὐδεὶς ἐμοῦ ζῶντος, καὶ ἐπὶ τῆς γῆς ὁρωμένου κακωτικὰς ἐπάξει σοι χεῖρας παρὰ ταῖς ναυσὶ ταῖς βαθείαις ἀπὸ πάντων τῶν Ἑλλήνων, οὐδ' ἂν τὸν Ἀγαμέμνονα λέγῃς, ὃς δὴ πολὺ κράτιστος ἐν τῷ στρατῷ διατείνεται εἶναι. | 084 |
καὶ τότε δὴ θάρρος ἔλαβε, καὶ εἶπεν ὁ μάντις ὁ ἄμεμπτος· οὔτε δὴ ἕνεκα εὐχῆς ἡμᾶς αἰτιᾶται, οὔτε ἕνεκα θυσίας, ἀλλ’ ἕνεκα τοῦ ἱερέως, ὅν ἀτίμως ἀπέπεμψεν ὁ Ἀγαμέμνων, οὐδὲ ἠλευθέρωσε τὴν θυγατέρα, καὶ οὐκ ἐδέξατο τὰ ὑπὲρ αὐτῆς λύτρα· τούτου ἕνεκα λύπας ἔδωκεν ὁ πόρρωθεν τοξεύων, καὶ ἔτι δώσει· οὐδὲ οὗτος πρότερον τὴν τοῦ λοιμοῦ κακωτικὴν δύναμιν ἀποστήσει, πρὶν ἀποδοῦναι τῷ προσφιλεῖ πατρὶ τὴν μετεώρους καὶ κυκλοτερεῖς ὀφθαλμοὺς ἔχουσαν κόρην μηδενὸς αὐτὴν ὠνουμένου, μηδὲ λύτρα διδόντος, καὶ πρός γε ἀναγαγεῖν μεγάλην θυσίαν εἰς τὴν Χρύσην· τότ’ ἂν ἤδη ἐξευμενισάμενοι αὐτὸν, θάρρος σχοίημεν· | 092 |
Ὁ μὲν οὕτως εἰπὼν ἐκάθισε· μετὰ ταῦτα δὲ ἀνέστη ὁ ἥρως ὁ υἱὸς τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων λυπούμενος, μνησικακίας δὲ αἱ κατὰ πολὺ σκοτούμεναι φρένες αὐτοῦ ἐπληροῦντο· οἱ ὀφθαλμοὶ δὲ αὐτῷ πυρὶ λάμποντι ἦσαν ὅμοιοι· ὃς πρὸς τὸν Κάλχαντα πρῶτον κακῶς καὶ ὀργιλῶς ὑποβλεψάμενος εἶπεν· ὦ μάντι κακῶν, οὔποτέ μοι τὸ θυμῆρες εἶπας· ἀεί σοι τὰ κακόφημά ἐστιν ἐν τῷ λογισμῷ προσφιλῆ ὥστε μαντεύεσθαι. ἀγαθὸν δέ τινα λόγον οὐδένα μέχρι τοῦ νῦν οὔτε εἶπας, οὔτε ἐτελείωσας· καὶ νῦν ἐνώπιον τῶν Ἑλλήνων μαντευόμενος δημηγορεῖς, ὅτι δὴ τούτου ἕνεκα ὁ πόρρωθεν τοξεύων λύπας αὐτοῖς κατασκευάζει, διότι ἐγὼ τῆς κόρης τῆς θυγατρὸς τοῦ Χρύσου τὰ περικαλλῆ λύτρα οὐκ ἠθέλησα δέξασθαι, ἐπειδὴ πάνυ θέλω αὐτὴν ἐν τῷ οἴκῳ ἔχειν· καὶ γὰρ τῆς Κλυταιμνήστρας προτιμοτέραν νομίζω τῆς ἐκ παρθένου μεμνηστευμένης γαμετῆς, ἐπεὶ οὐκ ἔστι χείρων αὐτῆς, οὔτε κατὰ τὸ εἶδος καὶ τὴν τῶν μελῶν ἀναλογίαν, οὔτε κατὰ τὴν τοῦ σώματος ἀναδρομήν, οὔτε κατὰ τὴν φρόνησιν, οὔτε κατὰ τὰ ἔργα· ἀλλὰ καὶ οὕτως ἐθέλω ἀποδοῦναι αὐτήν, εἰ τοῦτο κρεῖττον ἐστί· θέλω ἐγὼ τὸν λαὸν ἀβλαβῆ εἶναι, καὶ οὐκ ἀπολέσθαι· ἐμοὶ δὲ τιμὴν εὐθέως ἑτοιμάσατε, ἵνα μὴ μόνος ἀπὸ τῶν Ἑλλήνων ἄτιμος ᾦ, καὶ γὰρ οὐδὲ πρέπον ἐστίν· ὁρᾶτε γὰρ τόδε πάντες, ὅτι μοι τὸ γέρας ἀπέρχεται ἀλλαχόσε· | 101 |
πρὸς τοῦτον δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ τοῖς τῶν ποδῶν διαρκῶν δρόμοις ἔνδοξος Ἀχιλλεύς· ὦ υἱὲ τοῦ Ἀτρέως ἔνδοξε, φιλοχρηματώτατε πάντων, πόθεν δή σοι παρέξουσι τιμὴν οἱ μεγαλόψυχοι Ἕλληνες; οὐκέτι δὴ ἴσμεν πράγματα κοινὰ ἐναποκείμενα πολλά, ἀλλ’ ἅπερ μὲν ἀπὸ τῶν πόλεων πορθήσαντες ἐλάβομεν, ταῦτα μεμέρισται· τοὺς ὄχλους δὲ οὐ πρέπον ἐστὶ παλισύλλεκτα ταῦτα ἐπιφέροντας ἀθροίζειν· ἀλλὰ σὺ μὲν νῦν ταύτην τῷ θεῷ πέμψον· οἱ Ἕλληνες δὲ κατὰ τὸ τριπλάσιον καὶ τετραπλάσιον ἀποδώσομεν, ἐὰν ὁ Ζεὺς ἡμῖν δῷ ἐκπορθῆσαι τὴν πόλιν τῆς Τροίας τὴν καλῶς τετειχισμένην· | 121 |
πρὸς τοῦτον ἀποκρινόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων· μὴ δὴ οὕτω, καὶ ταῦτ’ ἀγαθὸς ὤν, ὦ θεοῖς ὅμοιε τὸ εἶδος Ἀχιλλεῦ, παραλογίζου· ἐπεὶ οὔ με νικήσεις, οὐδ’ ἐπαγγελίας πείσῃς· ἢ θέλεις ἵν' αὐτὸς μὲν ἔχῃς γέρας, ἐμὲ δὲ κατὰ τοῦτον τὸν τρόπον, ὃν λέγεις, καθῆσθαι δεόμενον· λέγεις δὲ ἀποδοῦναί με ταύτην, ἀλλ’ εἰ μὲν παρέξουσι γέρας οἱ μεγαλόψυχοι Ἕλληνες, ἁρμόδιον κρίναντες κατὰ τὴν ψυχήν, ὡς ἄν ἀντάξιον εἴη τούτου (καλῶς ἄν ἔχοι τὸ πρᾶγμα·) ἐὰν δὲ μὴ δῶσιν, ἐγὼ δ’ ἄν αὐτὸς παραγενόμενος ἀφέλωμαι, ἢ τὸ σόν, ἢ τὸ τοῦ Αἴαντος γέρας, ἢ τὸ τοῦ Ὀδυσσέως ἄξω λαβών· οὗτος δὲ ὀργισθείη ἂν πρὸς ὃν ἂν ἀφίκωμαι· ἀλλὰ ταῦτα μὲν καὶ ὕστερον ἐπαναλαβόντες σκεψόμεθα· νῦν δὲ ἄγε ναῦν μέλαιναν ἑλκύσωμεν ἐπὶ τὴν ἔνδοξον θάλασσαν· εἰς αὐτὴν δὲ ἐρέτας ἐξέργου ἀθροίσωμεν, ἐς αὐτὴν δὲ τὰ πρὸς θυσίαν θῶμεν, ἐς αὐτὴν δὲ τοῦ Χρύσου τὴν θυγατέρα τὴν εὐπρόσωπον ἀναβιβάσωμεν· εἷς δέ τις ἀρχηγὸς ἀνὴρ γνωμοδότης παρέστω, ἣ ὁ Αἴας, ἢ ὁ Ἰδομενεύς, ἢ ὁ ἔνδοξος Ὀδυσσεύς, ἢ σὺ υἱὲ τοῦ Πηλέως, ἐκπληκτικώτατε πάντων ἀνθρώπων, ὅπως τὸν πόρρωθεν ἐργαζόμενον Ἀπόλλωνα ἐξευμενίσαιο θύματα θύσας. | 130 |
πρὸς δὲ τοῦτον ταυρηδὸν ἀπιδὼν εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· οἴ μοι ἀναίδειαν ἐνδεδυμένε, κέρδεσι προσέχων τὸν νοῦν, πῶς ἄν σου τοῖς λόγοις τις τῶν Ἑλλήνων προθύμως πεισθείη, ἢ εἰς λόχον ἀπελθεῖν, ἢ ἀνδράσι κραταιῶς πολεμῆσαι; οὐ γὰρ ἐγὼ ἕνεκα τῶν Τρῴων τῶν πολεμιστῶν ἦλθον ἐνταῦθα μαχούμενος· ἐπεὶ κατ’ οὐδέν εἰσιν ἐμοὶ οὗτοι ὑπ’ αἰτίαν· οὐδέποτε γὰρ τὰς ἐμὰς βοῦς ἀπήλασαν, οὐδὲ μὴν ἵππους, οὐδέποτε ἐν τῇ Φθίᾳ τῇ λιπαρογέῳ, καὶ ἀνδροτρόφῳ καρπὸν ἐλυμήναντο, ἐπεὶ πάνυ πολλὰ ἐν τῷ μεταξύ εἰσιν ὄρη σκιᾶς ποιητικά, καὶ πολλὴ θάλασσα ἠχητική· ἀλλὰ σοὶ, ὦ ἀναιδέστατε, ἠκολουθήσαμεν, ἵνα σὺ εὐφραίνῃ, δίκην λαμβάνοντες παρὰ τῶν Τρῴων τῷ Μενελάῳ, καὶ σοί, ὦ ἀναίσχυντε, καὶ κυνὸς ἀναίδειαν ἔχων, ὧν οὐδαμῶς σὺ ἐπιστροφὴν ποιῇ, οὐδὲ φροντίζεις· καὶ δὴ τὴν ἐμὴν τιμὴν σὺ ἀφελέσθαι ἀπειλεῖς, δι’ ἣν πολλὰ ἔκαμον· δεδώκασι δέ μοι αὐτὴν οἱ υἱοὶ τῶν Ἑλλήνων· οὐ μὴν ἰσοστάσιον γέρας ἔχω ποτέ, ὁπόταν οἱ Ἕλληνες Τρῴων ἐκπορθήσωσι πόλιν καλῶς οἰκουμένην, ἀλλὰ τὸ μὲν πλέον μέρος τοῦ πολυστρόφου πολέμου αἱ ἐμαὶ χεῖρες ἐπιστημονικῶς ἐνεργοῦσιν· ἂν δέ ποτε μερισμὸς παραγένηται, σοὶ μὲν τὸ γέρας κατὰ πολὺ μεῖζον δίδοται, ἐγὼ δὲ καὶ ὀλίγον καὶ προσφιλὲς ἀπέρχομαι ἐπὶ τὰς ναῦς ἔχων, ἐπειδὰν κοπιάσω μαχόμενος· νῦν δὲ ἀπελεύσομαι εἰς τὴν Φθίαν· ἐπειδὴ κατὰ πολύ ἐστι κρεῖσσον εἰς τὸν οἶκον ἀπιέναι σὺν ταῖς ναυσὶ ταῖς μελαίναις· οὐδὲ ὑπολαμβάνω ἐνταῦθα ἄτιμος ὤν, τροφῶν περιουσίαν καὶ πλοῦτον κομίσειν δαψιλῶς. | 148 |
πρὸς τοῦτον δ’ ἔπειτα ἀπεκρίνατο ὁ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων· φεῦγε λίαν, εἴ σοι ἡ ψυχὴ προθυμεῖται· οὐ γάρ σου ἔγωγε δέομαι ἕνεκεν ἐμοῦ μένειν· πάρεισιν ἐμοὶ καὶ ἄλλοι, οἵτινες ἄν με τιμήσωσι, μάλιστα δὲ πάντων ὁ βουλευτικὸς Ζεύς· σὺ δέ μοι μάλιστα μεμισημένος ὑπάρχεις ἀπὸ τῶν ἐνταῦθα ὑπὸ τοῦ Διὸς πεπαιδευμένων βασιλέων· ἀεὶ γάρ σοι φιλονεικία ἐστὶ προσφιλὴς καὶ πόλεμοι καὶ μάχαι· εἰ κατὰ πολὺ ἰσχυρὸς εἶ, θεός σοι τοῦτο παρέσχετο· ἀπελθὼν εἰς τὸν σὸν οἶκον σὺν ταῖς ναυσὶ ταῖς σαῖς καὶ τοῖς σοῖς φίλοις, ἐν τοῖς Μυρμιδόσι βασίλευε· σοῦ δὲ ἔγωγε οὐ φροντίζω· οὐδὲ ἐπιστρέφομαι ὀργιζομένου καὶ μνησικακοῦντος· ἀπειλήσω δέ σοι οὕτως· ἐπεὶ τὴν τοῦ Χρύσου θυγατέρα ἀφαιρεῖται ὁ μαντικὸς (ἢ ὁ λαμπρὸς) Ἀπόλλων, ταύτην μὲν ἐγὼ διὰ νεὼς ἐμῆς καὶ ἐμῶν φίλων ἀποστελῶ· ἐγὼ δ´ αὐτὸς ἄξω τὴν Βρισηίδα τὴν εὐπρόσωπον παραγενόμενος ἐπὶ τὴν σὴν σκηνήν, τὸ γέρας τὸ σόν, ἵνα καλῶς μάθῃς καθόσον εἰμὶ κρείττων σοῦ, φοβηθῇ δὲ καὶ ἄλλος ἰσῶσαι τοὺς ἑαυτοῦ λόγους τοῖς ἐμοῖς, κἀμοὶ ἑαυτὸν ὅμοιον ποιῆσαι. | 172 |
οὕτως εἶπε· τῷ υἱῷ δὲ τοῦ Πηλέως λύπη ἐγένετο· ψυχὴ δὲ αὐτῷ ἐντὸς τῶν τετριχωμένων στέρνων διχῆ ἐφρόντισε, ἢ ἵνα οὗτος ξίφος ὀξὺ ἑλκύσας ἀπὸ τοῦ μέρους τοῦ μηροῦ τοὺς μὲν ἄλλους ἀναστάτους ποιήσειεν, αὐτὸς δὲ τὸν τοῦ Ἀτρέως υἱὸν φονεύσοι, ἤ τὴν ὀργὴν σβέσειε, καὶ τὸν θυμὸν ἐπισχοίη· ἐν ὅσῳ δὲ ταῦτα ἐφρόντιζε κατὰ νοῦν καὶ κατὰ ψυχήν, ἐξεῖλκε δὲ τῆς ξιφοθήκης τὸ μέγα ξίφος, ἦλθεν ἡ Ἀθηνᾶ ἐκ τοῦ οὐρανοῦ, ἔπεμψεν γὰρ αὐτὴν ἡ θεὰ ἡ λευκοὺς ἔχουσα τοὺς πήχεις Ἥρα, καὶ ἀμφοτέρους ὁμοίως ἐν τῇ ψυχῇ φιλοῦσα καὶ φροντίζουσα· ἔστη δὲ ὄπισθεν, ἀπὸ τῆς ξανθῆς δὲ κόμης ἔλαβε τὸν υἱὸν τοῦ Πηλέως, μόνῳ αὐτῷ ὁρωμένη, ἀπὸ δὲ τῶν ἄλλων οὐδεὶς ἑώρα· ἐξεπλάγη δὲ ὁ Ἀχιλλεύς· πρὸς αὐτὴν δὲ ἐπεστράφη, εὐθέως δὲ ἐγνώρισε τὴν Ἀθηνᾶν τὴν πολεμικήν· φοβεροὶ δὲ αὐτῆς οἱ ὀφθαλμοὶ ἐφάνησαν, καὶ πρὸς αὐτὴν φωνήσας λόγους ταχεῖς εἶπε· διὰ τί δήποτε ὦ θύγατερ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος ἐλήλυθας, ἢ ἵνα γνῷς τὴν ἀτιμίαν τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως; καὶ μὴν ἐρῶ σοι λόγον, τοῦτον δὲ καὶ τετελεσμένον εἶναι ὑπολαμβάνω· διὰ τὰς αὐτοῦ ὑπερηφανίας ἴσως ἄν ποτε τὴν ψυχὴν ἀπολέσειεν· | 188 |
πρὸς τοῦτον δὲ εἶπεν ἡ θεὰ ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ· ἦλθον ἐγὼ ἐξ οὐρανοῦ καταπαύσουσα τὴν σὴν μνησικακίαν, εἴγε πεισθείης· ἔπεμψε δέ με ἡ θεὰ ἡ λευκοὺς ἔχουσα τοὺς πήχεις Ἥρα, καὶ ἀμφοτέρους ὁμοίως ἐν τῇ ψυχῇ φιλοῦσα καὶ φροντίζουσα· ἀλλὰ ἄγε παύου τῆς φιλονεικίας, μὴ δὲ τὸ ξίφος ἕλκε διὰ χειρός· ἀλλὰ διὰ λόγων μὲν ὀνείδισον, κατὰ πρέπον ἐστὶ γενήσεσθαι· οὕτω γὰρ ἐρῶ, τοῦτο δὲ καὶ τετελεσμένον γενήσεται· ἔσται ὅτε καὶ τρὶς τοσαῦτα παρέσται σοι περικαλλῆ δῶρα ἕνεκα ταύτης τῆς ἀτιμίας· σὺ δὲ ἔπεχε σαυτὸν, πείθου δὲ ἐμοί. | 206 |
πρὸς ταύτην δὲ ἀποκρινόμενος ἔφη ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· πρέπον δή ἐστιν, ὦ θεὰ, τὸν σὸν λόγον φυλάξαι με, καίπερ θυμὸν ἔχοντα πολὺν ἐν τῇ ψυχῇ, οὕτω γάρ ἐστι καλόν· ὃς ἃν θεοῖς πείθηται, καὶ αὐτοὶ σὺν προθυμίᾳ πολλῇ ἐπακούουσιν αὐτοῦ. | 215 |
ἔφη, καὶ ἐπὶ τῇ ἀργυρᾷ λαβῇ τοῦ ξίφους ἐπέσχε τὴν χεῖρα τὴν ἰσχυρὰν καὶ ἐπαχθῆ, ὀπίσω δὲ εἰς τὴν ξιφοθήκην ὤθησε τὸ μέγα ξίφος, οὐδὲ ἠπείθησε τῇ παραινέσει τῆς Ἀθηνᾶς· ἡ δὲ εἰς τὸν οὐρανὸν ἀπῆλθεν εἰς τὰ οἰκήματα τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ἐπὶ τοὺς ἄλλους θεούς. | 219 |
Ὁ δὲ υἱὸς τοῦ Πηλέως μετὰ ταῦτα δι’ ὑβριστικῶν λόγων πρὸς τὸν υἱὸν τοῦ Ἀτρέως διελέχθη καὶ οὔπω ἐπαύετο τοῦ θυμοῦ. οἴνῳ βεβαρημένε, ἀναίσχυντε κατὰ τοὺς κύνας καὶ ἀκάρδιε κατὰ τὰς ἐλάφους, οὔτε ποτὲ εἰς πόλεμον σὺν τῷ λαῷ ὁπλισθῆναι, οὔτε εἰς ἔνεδραν πορευθῆναι σὺν τοῖς ἀριστεῦσι τῶν Ἑλλήνων καρτερίαν ἔσχες ἐν τῇ ψυχῇ· τοῦτο δέ σοι θάνατος φαίνεται ὑπάρχειν· ὄντως κατὰ πολὺ κρεῖττόν ἐστι κατὰ τὸ πολὺ στράτευμα τῶν Ἑλλήνων γέρα ἀφαιρεῖσθαι ἐκεῖνον, ὅστις ἐναντία σοι εἴπῃ· βίαιος καὶ ἅρπαξ τῶν δημοσίων εἶ βασιλεύς, ἐπεὶ ἐν ἀνθρώποις βασιλεύεις οὐδενὸς ἀξίοις· ὄντως γὰρ ὦ υἱὲ τοῦ Ἀτρέως νῦν ἐσχάτως ὑβρίσθης ἄν, εἰ μὴ τοιούτων ἐβασίλευες· ἀλλ' ἐρῶ σοι λόγον, καὶ ὅρκον ἐπὶ τούτων ἰσχυρὸν ὀμόσω· ναὶ μὰ τὴν ῥάβδον ταύτην, ἢ δὴ οὐκέτι ποτὲ φύλλα καὶ κλάδους ἀναβλαστήσει, ἐπειδὴ ἅπαξ τμηθεῖσα τὴν τομὴν ἐν τῷ ὄρει καταλέλοιπεν, οὐδ’ ἐξυπαρχῆς θαλερὰ γενήσεται, περιῄρηκε γὰρ αὐτὴν ὁ σίδηρος τὰ φύλλα καὶ τὸν φλοιόν· νῦν δὴ αὐτὴν οἱ υἱοὶ τῶν Ἑλλήνων ἐν ταῖς χερσὶ φέρουσιν, οἱ βασιλεῖς καὶ περὶ τὸ δικάζειν διατρίβοντες, οἲ τὰς νομοθεσίας παρὰ τοῦ Διὸς λαβόντες φυλάττουσιν, ὂς δὴ ὅρκος ἐστὶν ἰσχυρός· ὄντως ἔσται ὅτε ζήτησις τοῦ Ἀχιλλέως ἀφίξεται ἐπὶ τοὺς υἱοὺς τῶν Ἑλλήνων ἅπαντας· τούτοις δὲ οὐκέτι δυνήσῃ βοηθεῖν, καίπερ ἀχθόμενος, ἐπειδὰν πολλοὶ ὑπὸ τοῦ ἀνδροφόνου Ἕκτορος ἀποθνήσκοντες πίπτωσι, σὺ δὲ ἐντὸς τὴν ψυχὴν σπαράξεις, ὀργιζόμενος ὅτι τὸν κράτιστον τῶν Ἑλλήνων οὐδαμῶς ἐτίμησας. | 223 |
οὕτως εἶπεν ὁ υἱὸς τοῦ Πηλέως· πρὸς τῇ γῇ δὲ τὴν ῥάβδον ἔρριψε, τὴν διὰ χρυσῶν ἥλων πεπερονημένην, αὐτὸς δὲ 'κάθισε. ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἀπὸ τοῦ ἑτέρου μέρους ἐμνησικάκει· μετὰ δὲ ταῦτα ὁ Νέστωρ ὁ ἡδυλόγος ἀνέστη, ὁ ἐμμελὴς τῶν Πυλίων δημηγόρος, οὗ δὴ ἀπὸ τῆς γλώττης μέλτιος γλυκύτερος ἔρρει λόγος· ἐφ’ οὗ ἤδη δύο μὲν τριακονταετίαι ἀνθρώπων μεμερισμένην ἐχόντων τὴν φωνὴν παρῆλθον, οἳ τῆν ἀρχὴν ἅμα αὐτῷ ἐγεννήθησαν, καὶ ἀνετράφησαν ἐν τῇ Πύλῳ τῇ θειοτάτῃ, ἐπὶ δὲ τῶν γενομένων ἐν τῇ τρίτῃ γενεᾷ ἐβασίλευεν· ὅστις καλῶς φρονῶν ἐδημηγόρησε, καὶ μετὰ ταῦτα ὅ, τι δεῖ ποιεῖν αὐτοῖς εἰσηγήσατο. φεῦ, ὄντως μεγάλη λύπη τὴν Ἑλληνίδα γῆν καταλαμβάνει, ὄντως ἂν ἡδέως διατεθείη ὁ Πρίαμος, καὶ οἱ τοῦ Πριάμου παῖδες, καὶ οἱ ἄλλοι Τρῶες μεγάλως ἂν σχοῖεν εὐφροσύνην ἐν τῇ ψυχῇ, εἰ ὑμῶν μαχομένων ταῦτα δὴ πάντα μάθοιεν, οἱτινες ὑπερέχετε μὲν ἐν βουλῇ τοὺς Ἕλληνας, ὑπερέχετε δὲ ἐν τῷ μάχεσθαι· ἀλλὰ πείσθητέ μοι, καὶ ἀμφότεροι γὰρ νεώτεροι ἐμοῦ ὑπάρχετε· ἤδη γάρ ποτε ἐγὼ καὶ κρείττοσιν ἢ ὑμῖν ἀνδράσι συνέμιξα, καὶ οὐδέποτέ με ἐκεῖνοι ἀπόβλητον ἡγοῦντο· οὔπω γὰρ ἐγὼ τοιούτους ἑώρακα ἄνδρας, οὐδ’ ἂν ἴδοιμι, οἷον τὸν Πυρίθοόν τε καὶ τὸν Δρύαντα, τὸν βασιλέα τῶν ὄχλων, καὶ τὸν Καινέα, καὶ τὸν Ἐξάδιον, καὶ τὸν ἰσόθεον Πολύφημον· - ἰσχυρότατοι δὴ ἐκεῖνοι τῶν ἐπὶ γῆς γεγονότων ἀνθρώπων ἀνετράφησαν· ἰσχυρότατοι μὲν ἦσαν καὶ ἰσχυροτάτοις ἐμάχοντο θηρσὶν ἐν τοῖς ὄρεσι τὴν καταγωγὴν ἔχουσι, καὶ θαυμασίως αὐτοὺς ἀπώλεσαν· καὶ μὴν ἐγὼ σὺν τούτοις ἀνεστρεφόμην ἐκ Πύλου μεταπεμφθείς, πόρρωθεν ἐκ τῆς Πελοποννησιακῆς γῆς· μετεκαλέσαντο γάρ με αὐτοί, καὶ ἐμαχόμην ἐγὼ κατὰ τὴν ἐμὴν αὐτοῦ δύναμιν· ἐκείνοις δὲ οὐδεὶς ἄν τῶν ἀνθρώπων, οἲ νῦν ὑπάρχουσιν ἐπὶ τῆς γῆς, εἰς μάχην ἐρίσειε· καὶ μέντοι τῶν συμβουλῶν ἐμοῦ συνίεσαν, καὶ ἐπείθοντο τῷ ἐμῷ λόγῳ· ἀλλὰ πείθεσθέ μοι καὶ ὑμεῖς, ἐπεὶ πείθεσθαι καλόν· μήτε σὺ Ἀγάμεμνον, καὶ ταῦτα ἀγαθὸς ὤν, ἀφαιροῦ τοῦτον τὴν κόρην, ἀλλ’ ἄφες, καθὰ τὴν ἀρχὴν αὐτῷ γέρας ἔδωκαν οἱ υἱοὶ τῶν Ἑλλήνων, μήτε σὺ ὦ υἱὲ τοῦ Πηλέως βούλου φιλονεικεῖν τῷ βασιλεῖ κατὰ βιαίαν ἐναντίωσιν, ἐπεὶ οὐχ ὁμοίας σοι ἔτυχε τιμῆς ὁ τῶν σκήπτρων ἐγκρατὴς βασιλεύς, ᾧ τὴν τιμὴν ὁ Ζεὺς ἔδωκεν· εἰ δὲ σὺ ἰσχυρὸς εἶ, μητὴρ δέ σε ἔτεκε θεά, ἀλλ’ οὗτος κρείττων ἐστίν, ἐπειδὴ ἐν πλείοσι βασιλεύει· ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ δὲ λῆγε τῆς σῆς μνησικακίας, ἐγὼ δὲ δεήσομαι τοῦ Ἀχιλλέως ἀφεῖναι τὸν θυμόν, ὃς πᾶσι μεγάλη ἀσφάλεια τοῖς Ἕλλησιν ὑπάρχει, ἕνεκα τοῦ κακωτικοῦ πολέμου. | 245 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ βασιλεὺς Ἀγαμέμνων εἶπε· καὶ δὴ ταῦτα πάντα ὦ γέρον κατὰ τὸ πρέπον εἴρηκας, ἀλλ’ οὗτος ὁ ἀνὴρ ἐθέλει περιγίνεσθαι πάντων τῶν ἄλλων, πάντων μὲν ἐπικρατέστερος εἶναι βούλεται, ἐν πᾶσι δὲ βασιλεύειν, πᾶσι δὲ ἐπιτάττειν· καθ’ ἃ οἶμαι οὐ πείσεσθαι αὐτῷ τινά· εἰ δὲ πολεμιστὴν αὐτὸν ἐποίησαν οἱ θεοὶ οἱ ἀεὶ ὄντες, διὰ τοῦτο λοιδορίαι ἀπὸ τῆς ψυχῆς αὐτοῦ προπετῶς κινοῦνται ὥστε προφέρειν αὐτάς. | 285 |
Πρὸς τοῦτον δὲ εἶπε ὁ ἔνδοξος Ἀχιλλεὺς ὑποβαλὼν τὸν ἑαυτοῦ λόγον καὶ ἐγκόψας αὐτὸν τῆς ὁρμῆς· ὄντως γὰρ ἂν δειλός, οὐ πολεμιστής, καὶ οὐδενὸς ἄξιος κληθείην, εἰ δὴ κατὰ πᾶσαν πρᾶξιν ὑποτάσσομαί σοι, ἣν ἂν σὺ εἴπῃς πρᾶξαι με· ἄλλοις δὴ ταῦτα ἐπίταττε, μὴ δὲ ἔμοιγε πρόσταττε, οὐκέτι γὰρ ἐγώ σοι πεισθῆναι ὑπολαμβάνω· ἄλλο δέ σοι λέξω, σὺ δὲ τοῦτο ἐν τῷ σῷ λογισμῷ λάμβανε· χερσὶ μὲν ἐγὼ οὐδαμῶς μαχοῦμαι ἕνεκα τῆς κόρης οὔτε σοι, οὔτέ τινι ἄλλω, ἐπεὶ ἀφῄρησθέ με αὐτὴν ὑμεῖς οἱ δεδωκότες· ἀπὸ δὲ τῶν ἄλλων, ἅ ἐστιν ἐμοὶ ἐπὶ τῇ ταχείᾳ νηὶ τῇ μελαίνῃ, ἀπὸ τούτων οὐδὲν ἂν ἑλῶν κομίσαις μὴ βουλομένου ἐμοῦ· εἰ δὲ μή, ἄγε δὴ πεῖραν λαβεῖν θέλησον, ἵνα μάθωσι καὶ οὗτοι, ὁποῖος τις εἶ. ταχέως ἀπὸ σοῦ αἷμα μέλαν περιρρυήσεται τῷ ἐμῷ δόρατι. | 292 |
οὕτως οὗτοι διὰ λόγων βίαν ἀντεισφερόντων διενεχθέντες, ἀνέστησαν· ἔλυσαν δὲ τὴν ἐκκλησίαν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων· ὁ μὲν υἱὸς τοῦ Πηλέως ἐπὶ τὰς σκηνάς, καὶ τὰς ναῦς τὰς ἑκατέρωθεν ἰσοστάθμους ἀπεληλύθει σὺν τῷ υἱῷ τοῦ Μενοιτίου, καὶ τοῖς ἑαυτοῦ ἑταίροις· ὁ δὲ υἱὸς τοῦ Ἀτρέως ναῦν ταχεῖαν ἐπὶ τὴν θάλασσαν καθείλκυσεν, εἰς αὐτὴν δὲ κωπηλάτας ἐπιλεξάμενος ἀνεβίβασεν εἴκοσιν, ἐς αὐτὴν δὲ τὰ πρὸς θυσίαν ἐνέβαλε χάριν τοῦ θεοῦ. ἐπ’ αὐτὴν δὲ τὴν θυγατέρα τοῦ Χρύσου τὴν εὐπρόσωπον ἀγαγὼν ἐκάθισεν· ἐπ’ αὐτὴν δὲ ἀρχηγὸς ἀνέβη ὁ πόριμος τὰς βουλὰς Ὀδυσσεύς· | 304 |
οἱ μὲν δὴ ἀναβάντες ἔπλεον κατὰ τὰς ὑγρὰς τῆς θαλάττης πορείας. τοὺς ὄχλους δὲ ὁ υἱὸς τοῦ Ἀτρέως ἀποκαθαίρεσθαι προσέταξεν· οὗτοι δὲ ἀπεκαθαίροντο, καὶ εἰς τὴν θάλασσαν τοὺς ῥύπους ἀπέβαλλον· ἔθυον δὲ τῷ Ἀπόλλωνι θυσίας, ἀπὸ ζώων τελείων, ταύρων, καὶ αἰγῶν, κατὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης τῆς πικρᾶς· ὁ ἀτμὸς δὲ τοῦ λίπους ἐπὶ πολὺ τοῦ ἀέρος ἀνῄει, περιελισσόμενος, καὶ συμμιγεὶς τῷ καπνῷ. | 312 |
οὕτως οἱ μὲν ταῦτα κατὰ τὸν στρατὸν ἐνήργουν· ὁ Ἀγαμέμνων δὲ οὐκ ἔληγε τῆς ἐριστικῆς ἀπειλῆς, ἣν τὴν ἀρχὴν ἠπείλησε τῷ Ἀχιλλεῖ· ἀλλ’ οὗτος πρὸς τὸν Ταλθύβιόν τε καὶ τὸν Εὐρυβάτην εἶπεν, οἵτινες ἦσαν αὐτῷ κήρυκες καὶ σπουδαῖοι θεράποντες· ἄπιτε ἐπὶ τὴν σκηνὴν τοῦ υἱοῦ τοῦ Πηλέως τοῦ Ἀχιλλέως, ὥστε ἀπὸ τῆς χειρὸς λαβόντες ἀγαγεῖν δεῦρο τὴν θυγατέρα τοῦ Βρισέως τὴν εὐπρόσωπον· ἐὰν δὲ μὴ δῷ, ἐγὼ δ’ ἂν αὐτὸς ἀφέλωμαι αὐτήν, παραγενόμενος σὺν πλείοσιν, ὃ καὶ ἀλγεινότερον ἔσται αὐτῷ. | 318 |
Οὕτως εἰπὼν ἐξέπεμψεν· ἰσχυρὸν δὲ τοῦτο ἐπίταγμα προσέταξεν. οἱ δὲ, καίτοι μὴ βουλόμενοι, ὅμως ἀπῆλθον πλησίον τοῦ αἰγιαλοῦ τῆς πικρᾶς θαλάσσης· ἐπὶ δὲ τὰς τῶν Μυρμιδόνων σκηνὰς καὶ ναῦς παρεγένοντο· εὗρον δὲ τὸν Ἀχιλλέα παρὰ τῇ σκηνῇ καὶ τῇ νηὶ τῇ μελαίνῃ καθήμενον· οὗτος δὲ τούτους ἰδών, σφόδρα ἤλγησεν· οἱ δὲ δείσαντες, καὶ αἰδεσθέντες τὸν βασιλέα ἔστησαν· οὐκ ἐφθέγγοντο δὲ πρὸς αὐτόν, οὐδὲ ἠρώτων. ὁ δὲ εἰόησεν ἐν τοῖς ἑαυτοῦ λογισμοῖς, καὶ ἐφώνησεν αὐτοῖς· χαίρετε, κήρυκες, ἀγγελιαφόροι τοῦ Διός, καὶ τῶν ἀνθρώπων, πλησίον ἔλθετε, οὐδαμῶς μοι ὑπὸ αἰτίαν ὑμεῖς, ἀλλ’ ὁ Ἀγαμέμνων, ὅστις ὑμᾶς ἔπεμψεν ἕνεκα τῆς κόρης τῆς θυγατρὸς τοῦ Βρισέως. ἀλλὰ ἄγε, ὦ εὐγενὲς Πάτροκλε, ἐξάγαγε τὴν κόρην, καὶ δὸς αὐτοῖς, ὥστε ἀγαγεῖν· οὗτοι δὲ αὐτοὶ μάρτυρες ἔστωσαν ἐνώπιόν τε τῶν θεῶν ἀθανάτων, καὶ ἐνώπιον τῶν θνητῶν ἀνθρώπων, καὶ ἐνώπιον τοῦ βασιλέως τοῦ ἀπηνοῦς· ἐάν ποτε χρεία ἐμοῦ ὑπάρξῃ τὸν ἀπρεπῆ ὄλεθρον ἀποσοβῆσαι τοῖς Ἕλλησιν· ὄντως γὰρ οὗτος βεβλαμμένοις λογισμοῖς κινεῖται, οὐδὲ γινώσκει συλλογίσασθαι ἅμα τὰ μέλλοντα καὶ τὰ παρεληλυθότα, λέγω ὅπως αὐτῷ παρὰ ταῖς ναυσίν οἱ Ἕλληνες ἀζήμιοι μάχοιντο. | 326 |
οὕτως εἶπεν· ὁ Πάτροκλος δὲ ἐπείσθη τῷ προσφιλεῖ ἑταίρῳ, ἐξήγαγε δὲ τῆς σκηνῆς τὴν τοῦ Βρισέως θυγατέρα τὴν εὐπρόσωπον, ἔδωκε δὲ ὥστε ἀγαγεῖν· οὗτοι δὲ ἐπανέστρεψαν εἰς τὰς ναῦς τῶν Ἑλλήνων· ἡ δὲ γυνὴ μὴ βουλομένη σὺν αὐτοῖς ἀπήρχετο. ὁ Ἀχιλλεὺς δὲ δακρύσας, ἰδίᾳ ἀπὸ τῶν αὐτοῦ ἑταίρων σὺν ταχυτῆτι ἀπελθών, ἐκαθέζετο παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης τῆς λευκῆς ὁρῶν ἐπὶ τὸν μέλανα πόντον· κατὰ πολὺ δὲ τῇ προσφιλεῖ αὐτοῦ μητρὶ ηὔξατο τὰς χεῖρας ἐκτείνων, λέγων· ὦ μῆτερ, ἐπεί με ἐγέννησας ὀλιγοχρόνιον ἐσόμενον, τιμήν μοι ὤφειλε δοῦναι ὁ οὐράνιος Ζεύς, ὁ τῶν βροντῶν αἴτιος· νῦν δὲ οὐδὲ ἐπὶ μικρόν με ἐτίμησε· ὄντως γάρ με ὁ τοῦ Ἀτρέως υἱὸς ὁ μέγας βασιλεὺς Ἀγαμέμνων ἄτιμον ἐποίησεν· ἀφείλετο γὰρ τὸ ἐμὸν γέρας αὐτός, ἀλλοτριώσας τοῦτο ἀπ’ ἐμοῦ. | 345 |
οὕτως εἶπε δακρυρροῶν. τούτου δὲ ἤκουσεν ἡ σεπτὴ μήτηρ καθημένη ἐν τῷ βάθει τῆς θαλάσσης παρὰ τῷ πατρὶ αὐτῆς τῷ γέροντι· ταχέως δὲ ἀνῆλθεν ἀπὸ τῆς λευκῆς θαλάσσης, ὥσπερ ὀμίχλη, καὶ πρὸ προσώπου αὐτοῦ ἐκάθισε δακρυρροοῦντος, τῇ χειρὶ δὲ αὐτὸν κατέψησε, καὶ λόγον εἴρηκε, καὶ ἐξ ὀνόματος ἐκάλεσε λέγουσα· ὦ παῖ, διὰ τί κλαίεις; τί δέ ἐστι τὸ πένθος, οἳ ἐπὶ σὲ ἀφίκετο κατὰ τοὺς λογισμούς; ἔξειπε, μὴ κρύψῃς ἐν τῷ νῷ, ἵνα ἀμφότεροι γινώσκωμεν. | 357 |
πρὸς ταύτην δὲ βαρέως στενάζων εἶπεν ὁ ταχὺς τοὺς πόδας Ἀχιλλεύς. οἶδας, τίνος χάριν σοι ταῦτα ἐρῶ, πάντα γινωσκούσῃ; ὅμως ἐρῶ δή. ἀπήλθομεν εἰς τὴν ἱερὰν πόλιν τοῦ Ἠετίωνος, τὰς Θήβας λέγω· ταύτην δὲ ἐξεπορθήσαμεν, καὶ ἠγάγομεν ἐνταῦθα πάντα τὰ τῆς λείας· καὶ ταῦτα μὲν καλῶς ἐμερίσαντο ἐν σφίσιν αὐτοῖς οἱ υἱοὶ τῶν Ἑλλήνων· ἐξελέξαντο δὲ τῷ υἱῷ τοῦ Ἀτρέως τῆν θυγατέρα τοῦ Χρύσου τὴν εὐπρόσωπον· ὁ Χρύσης δὲ ὁ ἱερεὺς τοῦ πόρρωθεν τοξεύοντος Ἀπόλλωνος ἀφίκετο ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων τῶν σιδηροθωράκων, ἐλευθερώσων τὴν θυγατέρα καὶ φέρων ἔτι καὶ πλεῖστα λύτρα, καὶ τὸ στέμμα κατέχων ἐν ταῖς χερσὶ τοῦ πόρρωθεν βάλλοντος Ἀπόλλωνος, ἐπὶ τῇ ῥάβδῳ τῇ χρυσῇ καὶ τιμίᾳ, καὶ ἱκέτευε πάντας τοὺς Ἕλληνας, τοὺς δύο δὲ υἱοὺς τοῦ Ἀτρέως μᾶλλον τῶν ἄλλων, τοὺς βασιλεῖς καὶ διατάκτορας τῶν ὄχλων· τότε οἱ ἄλλοι μὲν πάντες Ἕλληνες ἐπεβόησαν, ἀξιοῦντες αἰσχύνεσθαι τὸν ἱερέα, καὶ τὰ περικαλλῆ λύτρα δέχεσθαι, ἀλλ’ οὐ τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι ἤρεσκε τοῦτο κατὰ τὴν ἑαυτοῦ ψυχήν, καὶ δὴ σκληρῶς αὐτὸν ἀπέπεμψεν, ἰσχυρὸν δὲ ἐπίταγμα προσέταττε. ὀργὴν δὲ βαρεῖαν ἔχων ὁ γέρων, ἐπανέστρεψεν· τούτου δὲ ὁ Ἀπόλλων εὐχὴν ποιησαμένου ἐπήκουσε, ἐπειδὴ σφόδρα ἦν αὐτῷ φίλος· ἀφῆκε δὲ κατὰ τῶν Ἑλλήνων βέλος κακοτικόν· οἱ ὄχλοι δὲ ἀπέθνησκον ἀλλεπάλληλοι καὶ συνεχεῖς· τὰ δὲ τοῦ θεοῦ βέλη ἐπέμπετο πανταχόσε ἀνὰ (ἐπὶ) τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων· ἡμῖν δὲ ὁ μάντις καλῶς εἰδὼς τὰς μαντείας τοῦ Ἀπόλλωνος δημηγορῶν ἀνέφαινε· εὐθέως ἐγὼ πρώτως ἔλεγον ἐξευμενίζεσθαι τὸν θεόν· τὸν δὲ τοῦ Ἀτρέως υἱὸν ὀργὴ κατέσχε· σὺν ταχυτῆτι δὲ ἀναστάς, ἠπείλησεν ἐμοὶ ἀπειλήν, ἣ δὴ καὶ τετελεσμένη ἐστίν. τὴν μὲν γὰρ Χρυσηίδα διὰ νεὼς ταχείας Ἕλληνες εὐόφθαλμοι (ἢ ἑλίσσειν τὰς κώπας εἰδότες) ἐς τὴν Χρύσαν παραπέμπουσι, κομίζουσι δὲ καὶ δῶρα τῷ βασιλεῖ Ἀπόλλωνι· τὴν δὲ θυγατέρα τοῦ Βρισέως νῦν νεωστὶ ἀπὸ τῆς ἐμῆς σκηνῆς ἀπῆλθον οἱ κήρυκες ἄγοντες, ἥν μοι δεδώκασιν οἱ υἱοὶ τῶν Ἑλλήνων· ἀλλὰ σὺ εἴ τινα δύναμιν ἔχεις, ἀντιλαβοῦ τοῦ καλοῦ παιδός, ἀνελθοῦσα εἰς τὸν Ὄλυμπον δεήθητι τοῦ Διός, ἐάν ποτέ τι ἢ λόγῳ ὠφέλησας τὴν καρδίαν τοῦ Διός, ἢ καὶ ἔργῳ· πολλάκις γάρ σου ἤκουσα ἐν τῷ οἴκῳ τοῦ πατρὸς καυχωμένης, ὅτε ἔλεγες, τῷ τοῦ Κρόνου υἱῷ τῷ τῆς συμπιλήσεως καὶ σκοτώσεως τῶν νεφῶν αἰτίῳ μόνη ἐν τοῖς θεοῖς ἀπρεπῆ ὄλεθρον ἀποσοβῆσαι, ὅτε αὐτὸν ἤθελον συνδῆσαι οἱ λοιποὶ οὐράνιοι θεοί, ἡ Ἥρα καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ ἡ Παλλάς· ἀλλὰ σὺ, ὦ θεά, παραγενομένη τοῦτον ἀπήλλαξας ταχέως τῶν δεσμῶν, τὸν Ἑκατόγχειρα καλέσασα ἐπὶ τὸν ὑψηλὸν Ὄλυμπον, ὃν οἱ μὲν θεοὶ Βριάρεων ὀνομάζουσιν, οἱ ἄνθρωποι δὲ πάντες Αἰγαίωνα· οὗτος γὰρ κατὰ τὴν ἰσχὺν ἀμείνων ἐστὶ τοῦ ἑαυτοῦ πατρός, ὃς δὴ τότε ἀνελθὼν ἐκαθέζετο παρὰ τῷ υἱῷ τοῦ Κρόνου λαμπρυνόμενος, καὶ διαχευόμενος διὰ τὴν δόξαν· ὃν δὴ καὶ ἐφοβήθησαν οἱ μακάριοι θεοί, καὶ οὐκέτι ἐδέσμευσαν τὸν Δία· τούτων δὴ αὐτὸν ἀναμνήσασα, πλησίον κάθισον καὶ λαβοῦ τῶν γονάτων αὐτοῦ, εἴπως ἂν ἐθελήσῃ συνάρασθαι μὲν καὶ βοηθῆσαι τοῖς Τρωσί· τοὺς δὲ Ἕλληνας ἐπί τε τὰς ναῦς συνελαθῆναι ποιῆσαι, καὶ ἐπὶ τὴν θάλασσαν ἀναιρουμένους, ὅπως πάντες παραπολαύσωσι τοῦ βασιλέως, μάθῃ δὲ καὶ αὐτὸς ὁ υἱὸς τοῦ Ἀτρέως, ὁ μέγας βασιλεὺς Ἀγαμέμνων τὴν ἑαυτοῦ βλάβην, ὅτι τὸν κράτιστον τῶν Ἑλλήνων κατ’ οὐδὲν ἐτίμησε. | 364 |
πρὸς τοῦτον δὲ ἀπεκρίνατο ἡ Θέτις σφόδρα δακρυρροοῦσα· οἴμοι, ὦ τέκνον ἐμόν, τίνος χάριν σε ἀνέθρεψα ἐπὶ κακῇ μοίρᾳ τεκοῦσα; εἴθε ἀποκείμενον ἦν σοὶ παρὰ ταῖς ναυσὶν ἀδακρύτῳ καὶ ἀβλαβεῖ καθῆσθαι, ἐπειδή σοι ἡ τῆς ζωῆς μοῖρα ἐπ’ ὀλίγον χρόνον ἐστίν, οὐκέτι σφόδρα ἐπὶ πολύν· νῦν δ’ ἅμα καὶ ὀλιγοχρόνιος, καὶ ἄθλιος πλέον πάντων ἐγένου, δἰ’ ὃ δὴ ἐπὶ κακῇ μοίρᾳ σε ἔτεκον ἐπὶ τῶν οἴκων· τοῦτον δέ σοι τὸν λόγον λέξουσα τῷ Διὶ τῷ τρέποντι τοὺς ἐναντίους τῷ κεραυνῷ, ἀπέρχομαι ἐγὼ πρὸς τὸν οὐρανὸν ἀφ’ οὗ οἱ σφοδροὶ νιφετοί, ἐάν γε πεισθείη· ἀλλὰ σὺ μὲν νῦν παρὰ ταῖς ναυσὶ καθήμενος ταῖς ταχείαις, μνησικάκει τοῖς Ἕλλησι, ἀπὸ τοῦ πολέμου δὲ ἀγρίαν ἄγε παντελῆ· ὁ γὰρ Ζεὺς εἰς τὸν Ὠκεανὸν ἐπὶ τοὺς ἀμέμπτους Αἰθίοπας ἀπῆλθε χθὲς εἰς εὐωχίαν· οἱ θεοὶ δὲ οἱ πλείους ἅμα αὐτῷ ἠκολούθουν· κατὰ δὲ τὴν δωδεκάτην ἡμέραν ἐπανελεύσεται ἐπὶ τὸν Ὄλυμπον, καὶ τότε δὴ ἀπελεύσομαι πρὸς τὸ τοῦ Διὸς οἴκημα τὸ ἰσχυρόν, καὶ δεήσομαι αὐτοῦ τῶν γονάτων ἁπτομένη, καὶ ὑπολαμβάνω πείσεσθαί μοι αὐτόν. | 413 |
οὕτω δὴ εἰποῦσα ἀπελήλυθε· τὸν δὲ κατέλιπεν ἐκεῖ βαρεῖαν ὀργὴν ἔχοντα κατὰ ψυχήν, ἕνεκα τῆς πολυτελῶς ἐστολισμένης γυναικός, ἣν βιαίως καὶ μὴ βουλομένου αὐτοῦ ἀφείλοντο. ὁ Ὀδυσσεὺς δὲ εἰς τὴν Χρύσαν κατέλαβε, ἄγων τὴν ἱερὰν μεγάλην θυσίαν· οἳ δὴ ὅτε ἐντὸς τοῦ λιμένος τοῦ ἐπὶ πολὺ βάθος διήκοντος παρεγένοντο, τὴν ὀθόνην μὲν συνέστειλαν, κατέθηκαν δὲ αὐτὴν ἐν τῇ νηὶ τῇ μελαίνῃ· τὸν ἱστὸν δὲ τῇ ἱστοθήκῃ ἥρμοσαν, χαλάσαντες αὐτὸν τοῖς σχοινίοις ταχέως· τὴν ναῦν δὲ εἰς τὸν ὅρμον ταῖς κώπαις εἵλκυσαν, ἐξέβαλον δὲ τὰς ἀγκύρας, κατέδησαν δὲ τὰ πρυμνήσια· ἐξῆλθον δὲ καὶ αὐτοὶ ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσσης, ἐξήγαγον δὲ τὴν μεγάλην θυσίαν τῷ πόρρωθεν βάλλοντι Ἀπόλλωνι· ἐξῆλθε δὲ ἡ τοῦ Χρύσου θυγάτηρ τῆς νεὼς τῆς περώσης τὸν πόντον· ταύτην μὲν δὴ ἐπὶ τὸν βωμὸν ἀγαγὼν ὁ πόριμος τὰς βουλὰς Ὀδυσσεὺς τῷ προσφιλεῖ αὐτῆς πατρὶ ἐνεχείρισε, καὶ πρὸς αὐτὸν εἴπε· ὦ Χρύση, ὁ Ἀγαμέμνων με ἔπεμψεν ὁ βασιλεὺς τῶν λαῶν, σοί τε ἀγαγεῖν τὴν θυγατέρα, καὶ τῷ Φοίβῳ τὴν ἱερὰν μεγάλην θυσίαν θυσιάσαι ὑπὲρ τῶν Ἑλλήνων, ἵνα ἐξευμενισώμεθα τὸν βασιλέα Ἀπόλλωνα, ὅστις νῦν κατὰ τῶν Ἑλλήνων λύπας ἔπεμψε πολλῶν στεναγμῶν αἰτίας· | 428 |
οὕτως εἰπὼν ἐνεχείρισεν αὐτῷ· ὁ δὲ παρέλαβε μετὰ χαρᾶς τὴν προσφιλῆ θυγατέρα· οἱ δὲ ταχέως τῷ θεῷ τὴν ἔνδοξον θυσίαν ἐφεξῆς ἔστησαν περὶ τὸν βωμὸν τὸν καλῶς ᾠκοδομημένον ἔπειτα δὲ τὰς χεῖρας ἐνίψαντο, καὶ τὰ κανᾶ ἐφ’ οἷς ἦσαν αἱ σύμμικτοι ταῖς ἁλσὶ κριθαὶ ἐβάστασαν· ἐπὶ τούτοις δὲ ὁ Χρύσης ἐξαισίως ηὔχετο τὰς χεῖρας ἀνατείνας, λέγων· ἐπάκουσόν μου, ὦ ἀργυρότοξε, ὃς τῆς Χρύσης ὑπερασπίζεις, καὶ τῆς Κίλλης τῆς θειοτάτης, καὶ τῆς Τενέδου κραταιῶς βασιλεύεις· πρὸ ὀλίγου μὲν πρότερον ἐπήκουσάς μου εὐχὴν ποιησαμένου, ἐτίμησας μὲν ἐμέ· μεγάλως δὲ ἔβλαψας τὸ πλῆθος τῶν Ἑλλήνων· καὶ νῦν δή μοι ἔτι ταύτην τὴν ἐπιθυμίαν τελείωσον· ἀπάρτι τοῖς Ἕλλησι τὸν ἀπρεπῆ ὄλεθρον ἀποσόβησον. | 446 |
Οὕτως εἶπεν εὐχόμενος· τούτου δὲ ἐπήκουσεν ὁ λαμπρὸς Ἀπόλλων. ἐπεὶ δὲ τὴν εὐχὴν ἐποιήσαντο, καὶ τὰ κανᾶ, ἐν οἷς αἱ κριθαί, προέτειναν χέοντες τὰς σὺν ἁλσὶ κριθάς, ἀνέστρεψαν μὲν πρῶτον τὸν τράχηλον τοῦ ἱερείου καὶ ἔσφαξαν αὐτό, καὶ ἐξέδειραν, καὶ τοὺς μηροὺς ἀπέκοψαν, καὶ λίπει αὐτοὺς κατεκάλυψαν, διττὰς μοίρας ποιήσαντες, ἐπάνω δὲ αὐτῶν ὠμὰ κρέα ἀπὸ τῶν ἄλλων ἔθηκαν, ἔκαιε δ’ αὐτοὺς ὁ γέρων ὁ Χρύσης ἐπάνω τῶν σχιζῶν, καυστικὸν δὲ οἶνον ἐπέσπενδε, νέοι δὲ πλησίον αὐτοῦ ὄργανα σιδηρᾶ ταῖς χερσὶ κατεῖχον· ἐπεὶ δὲ κατεκαύθησαν οἱ μηροὶ καὶ τὰ ἐντόσθια ἔφαγον, τὰ ἄλλα δὴ πάντα κρέα εἰς μικρὰ ἔτεμον, καὶ περιέπειραν αὐτὰ τοῖς ὀβελοῖς, καὶ ὤπτησαν περιεσκεμμένως, καὶ ἐξήγαγον πάντα· ἐπεὶ δὲ ἔληξαν τοῦ πόνου καὶ εὐτρέπισαν τὴν εὐωχίαν, εὐωχοῦντο· οὐκέτι δὲ ψυχή τινος ἐδεῖτο τροφῆς ἐν κοινῇ τραπέζῃ κειμένης· ἐπεὶ δὲ τὴν ἐπιθυμίαν ἐπλήρωσαν, τῆς τε πόσεως καὶ τροφῆς, νέοι μὲν τοὺς κρατῆρας ὑπερχειλεῖς ἐποιήσαντο πόματος, ἀρξάμενοι δὲ διένειμαν πᾶσι τοῖς ἐκπώμασι· οἱ δὲ παῖδες τῶν Ἑλλήνων κατὰ πᾶσαν τὴν ἡμέραν δι’ ᾠδῆς τὸν θεὸν ἐξευμενίζοντο ἐμμελῆ παιᾶνα ᾄδοντες, ὑμνοῦντες τὸν πόρρωθεν ἐργαζόμενον· ὁ δὲ ἀκούων ἐυφραίνετο κατὰ τὸν λογισμόν. | 457 |
ὁπηνίκα δὲ ὁ ἥλιος ἔδυ καὶ ἐπῆλθε τὸ τῆς νυκτὸς σκότος, τότε δὴ ἐκοιμήθησαν πλησίων τῶν ἀπογείων σχοινίων τῆς νεώς· ὁπηνίκα δὲ ἐφάνη ἡ λαμπρὰ καὶ περιφανὴς ἡμέρα ἡ μετὰ τὸν ὄρθρον γεννομένη, καὶ δὴ τότε ἀνήγοντο ἐπὶ τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων· τούτοις δὲ ἄνεμον ἐπιτήδειον ἔπεμψεν ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων· οἱ δὲ τὸν ἱστὸν ἔστησαν, καὶ τὴν ὀθόνην τὴν λευκὴν ἀνεπέτασαν· ἐνέπνευσε δὲ ὁ ἄνεμος κατὰ τὸ μέσον τῆς ὀθόνης, τὸ κῦμα δὲ τὸ μέλαν παρὰ τῇ τρόπιδι μεγάλως ἤχει, τῆς νεὼς πορευομένης· ἡ δὲ ἔτρεχε ἐπὶ τοῦ κύματος διαπερῶσα τὴν τῆς θαλάττης πορείαν· ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων, τὴν ναῦν μὲν οὗτοι τὴν μέλαιναν ἐπὶ τῆς ξηρᾶς εἵλκυσαν ἐφ’ ὕψους ἐπὶ τῆς ἄμμου· ὑπερείσματα δὲ αὐτῇ μακρὰ ὑπέτειναν, αὐτοὶ δὲ ἐσκεδάσθησαν ἐπί τε τὰς σκηνάς, καὶ τὰς ναῦς. | 475 |
ὁ δὲ ἐμνησικάκει παρὰ ταῖς ναυσὶ καθήμενος ταῖς ταχείαις, ὁ ἔνδοξος τὸ γένος, ὁ υἱὸς τοῦ Πηλέως, ὁ κατὰ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· οὔτέ ποτε ἐπ’ ἐκκλησίαν τὴν δοξάζουσαν τοὺς ἄνδρας ἐρχόμενος ἀνεστρέφετο, οὔτε εἰς πόλεμον ποτέ· ἀλλὰ ἐφθείρετο κατὰ τὴν προσφιλῆ ψυχὴν αὐτόθι μένων· ἐπόθει γὰρ τὴν βοὴν τοῦ πολέμου, καὶ τὸν πόλεμον. | 488 |
ἀλλ’ ὅτε δὴ ἐξ ἐκείνου δωδεκάτη ἐγένετο ἡμέρα, καὶ δὴ τότε πρὸς τὸν Ὄλυμπον ἐπανίεσαν οἱ θεοὶ οἱ ἀεὶ ὄντες, ὁμοῦ πάντες, ὁ Ζεὺς δὲ προηγεῖτο. ἡ Θέτις δὲ οὐκ ἐπελανθάνετο τῶν ἐντολῶν τοῦ ἑαυτῆς παιδός· ἀλλ’ αὕτη ἀνέδυ μὲν τὸ κῦμα τῆς θαλάττης· ὀρθρινὴ δὲ ἀνέβη εἰς τὸν μέγαν οὐρανόν, καὶ τὸν Ὄλυμπον· εὗρε δὲ τὸν υἱὸν τοῦ Κρόνου τὸν μεγαλόφωνον ἰδίᾳ ἀπὸ τῶν ἄλλων καθήμενον ἐπὶ τῇ ἀκροτάτῃ κορυφῇ τοῦ πολλὰς ἐξοχὰς ἔχοντος Ὀλύμπου· καὶ πρὸ προσώπου αὐτοῦ ἐκάθισε, καὶ ἐλάβετο τῶν γονάτων αὐτοῦ τῇ ἀριστερᾷ χειρί, τῇ δεξιᾷ δὲ ὑποκάτω τοῦ ἀνθερεῶνος κρατήσασα, δεομένη εἷπε πρὸς τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου τὸν βασιλέα· ὦ Ζεῦ πάτερ, εἴποτε δή σε ἐν τοῖς θεοῖς ὠφέλησα ἢ λόγῳ, ἢ ἔργῳ, ταύτην μοι τὴν ἐπιθυμίαν τελείωσον· τίμησόν μοι τὸν υἱόν, ὅς ὀλιγοχρονιώτατος τὸν ἄλλων ἐγένετο· ὁ Ἀγαμέμνων δὲ ὁ βασιλεὺς τῶν λαῶν νῦν αὐτὸν ἄτιμον ἐποίησεν· ἀφείλετο γὰρ αὐτὸς τὸ γέρας, ἀλλοτριώσας τοῦτο αὐτοῦ· ἀλλὰ σὺ δὴ τίμησον αὐτόν, ὦ βουλευτικὲ οὐράνιε Ζεῦ· μέχρι δὲ τοσούτου ἐπὶ τοῖς Τρωσὶ τίθει νίκην, μέχρις ἂν οἱ Ἕλληνες τὸν ἐμὸν υἱὸν τιμήσωσι, καὶ διὰ τιμῆς αὐτὸν ὑψώσωσιν. | 493 |
οὕτως εἶπε· πρὸς ταύτην δὲ οὐδὲν ἀπεκρίνατο ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, ἀλλ’ ἐπὶ πολὺ ἐκάθητο σιωπῶν· ἡ Θέτις δὲ ὡς τὴν ἀρχὴν ἥψατο τῶν γονάτων, οὕτως ἐξείχετο προσπεπλεγμένη, καὶ ἠρώτησε δεύτερον· ἀναμαρτήτως δή μοι ὑπόσχου καὶ κατάνευσον, ἢ ἄρνησαι· ἐπειδὴ οὐκ ἔπεστί σοι φόβος, ἵνα καλῶς γνῶ, καθόσον ἐγὼ ἐν πᾶσι τοῖς θεοῖς εἰμὶ θεὸς ἐν οὐδεμίᾳ τιμῇ. | 511 |
πρὸς ταύτην μεγάλως ἀγανακτήσας ἔφη ὁ τῆς ἀθροίσεως τῶν νεφελῶν αἴτιος Ζεύς· ὅπως δὴ ὀλέθρια ἔργα ἔσται, ὅτε με ἐχθρωδῶς ἐμβλέψαι τῇ Ἥρᾳ διεγερεῖς, ὅταν με λόγοις ὀνειδιστικοῖς διερεθίζῃ· αὕτη δὲ καὶ μάτην ἄλλως ἐνώπιον τῶν ἀθανάτων θεῶν ἀεί με ὀνειδίζει, καὶ δή με φησὶ τοῖς Τρωσὶ βοηθεῖν κατὰ τὴν μάχην· ἀλλὰ σὺ μὲν νῦν ἐπανάστρεψον, ἵνα μή σε ἴδῃ Ἥρα· ἐμοὶ δὲ διὰ φροντίδος ἂν ταῦτα γένοιτο, ὅπως τελέσω αὐτά· ἄγε δή σοι τῇ κεφαλῇ κατανεύσω, ἵνα θάρρος λάβῃς· τοῦτο γάρ ἐστιν ἐξ ἐμοῦ ἐν τοῖς ἀθανάτοις μέγιστον σημεῖον· οὐδὲν γάρ ἐστιν ἐμὸν παλλισσύλλεκτον, οὐδὲ ψευδές, οὐδ’ ἀτέλεστον, ὅπερ ἂν τῇ κεφαλῇ κατανεύσω τελέσειν. | 517 |
ἔφη, καὶ ταῖς μελαίναις ὀφρύσιν ἐπένευσεν ὁ τοῦ Κρόνου υἱός· αἱ θείαι δὲ τρίχες ἐκινήθησαν τοῦ βασιλέως ἀπὸ τῆς ἀθανάτου κεφαλῆς, τὸν μέγαν δὲ Ὄλυμπον συνέστρεψεν. | 528 |
οὕτως οὗτοι συμβουλευσάμενοι διέστησαν ἀπ’ ἀλλήλων· ἡ μὲν δὴ εἰς τὴν θάλασσαν τὴν βαθεῖαν ἤλατο ἀπὸ τοῦ λαμπροῦ Ὀλύμπου· ὁ Ζεὺς δὲ πρὸς τὸ ἑαυτοῦ οἴκημα ἀπελήλυθεν· οἱ θεοὶ δὲ ὁμοῦ πάντες ἀνέστησαν ἐκ τῶν καθεδρῶν, ἐνώπιον τοῦ σφετέρου πατρός, οὐδὲ ὑπέμεινέ τις ἀτρέμας ὑποδέξασθαι αὐτόν, ἀλλ’ ἐνώπιον αὐτοῦ πάντες ἀνέστησαν· οὕτω τούτων ἐχόντων, ὁ μὲν αὐτόθι ἐκάθισεν ἐπὶ τοῦ θρόνου· ἡ Ἥρα δὲ ἰδοῦσα αὐτὸν οὐκ ἠγνόησεν, ὅτι βουλὰς αὐτῷ συνεβούλευσεν ἡ Θέτις ἡ λευκοὺς ἔχουσα τοὺς πόδας, ἡ θυγάτηρ τοῦ θαλασσίου γέροντος τοῦ Νηρέως· αὐτίκα δὲ διὰ λόγων θυμαλγῶν πρὸς τὸν υἱὸν τοῦ Κρόνου τὸν Δία ἔφη· τίς δή σοι δόλιε τὰς βουλὰς ἀπὸ τῶν θεῶν συνεβούλευσε βουλάς; ἀεί σοι προσφιλές ἐστιν ἰδίᾳ καὶ χωρὶς ἐμοῦ ὄντα κεκρυμμένα διανοούμενον κρίνειν καὶ διατάττειν· οὔπω δέ μοι προθύμως ὑπέμεινας εἰπεῖν λόγον τινά, ὃν ἐννοήσῃς. | 531 |
πρὸς ταύτην ἀπεκρίνατο ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν ὁ Ζεύς, λέγων· ὦ Ἥρα, μὴ δὴ πάντας τοὺς ἐμοὺς λόγους ἔλπιζε γνώσεσθαι, δυσκόλως ἔξουσί σοι πρὸς τὸ εἰδέναι. καὶ ταῦτα ἐμῇ γυναικὶ οὔσῃ· ἀλλ’ ὃν μὲν λόγον πρέπον ἐστὶν ἀκούειν τινά, οὐδείς γε οὔτ’ ἀπὸ τῶν θεῶν οὔτ’ ἀπὸ τῶν ἀνθρώπων πρότερος σοῦ γνώσεται αὐτόν· ὃν δ’ ἂν ἐγὼ λόγον ἰδίᾳ ἀπὸ τῶν θεῶν ἐθέλοιμι σκέψασθαι, τούτους σὺ πάντας μὴ ζήτει μαθεῖν, μηδὲ ἀκριβῶς ἐρεύνα. | 544 |
πρὸς τοῦτον δὲ ἀπεκρίνατο ἡ σεβασμία Ἥρα ἡ μετεώρους καὶ κυκλοτερεῖς ἔχουσα τοὺς ὀφθαλμούς, λέγουσα· ὦ χαλεπώτατε υἱὲ τοῦ Κρόνου, τίς ἐστιν οὗτος ὁ λόγος, ὃν εἶπας; καὶ λίαν σε ἐγὼ πρότερον οὔτε ἠρώτων, οὔτε ἀκριβῶς ἠρεύνων· ἀλλὰ μάλα ἥσυχος διενοοῦ ἐκεῖνα, ἃ ἂν ἤθελες· νῦν δὲ σφόδρα δέδοικα κατὰ τὸν ἐμὸν λογισμόν, μή σε ἀπατήσῃ ἡ Θέτις ἡ λευκόπους, ἡ θυγάτηρ τοῦ θαλασσίου γέροντος τοῦ Νηρέως· κατὰ τὸν ὀρθρὸν γάρ σοι παρεκάθισε, καὶ ἐλάβετο τῶν γονάτων σου δεομένη· ταύτῃ σε ὑπολαμβάνω κατανεῦσαι ἀληθῶς, ὅπως τὸν Ἀχιλλέα τιμήσῃς, ἀπολέσῃς δὲ πολλοὺς ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | 551 |
πρὸς ταύτην ἀποκρινόμενος ἔφη ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, λέγων· δαιμονίως περίεργε, ἀεὶ μὲν περιεργάζῃ, οὐδέ σε λανθάνω· ὅμως οὐδὲν δυνήσῃ πρᾶξαι, ἀλλ’ ἀποθύμιος μᾶλλον ἐμοὶ ἔσῃ, ὃ δή σοι καὶ ἀλγεινὸν ἔσται· εἰ δὴ τοῦθ’ οὕτως ἔχει, ἐμοὶ προσφιλὲς φαίνεται εἶναι· ἀλλὰ σιωπῶσα κάθησο, τῷ ἐμῷ δὲ λόγῳ πείθου, ἵνα μὴ οὐ χρησιμεύσωσί σοι ὅσοι θεοί εἰσιν ἐν τῷ Ὀλύμπῳ πλησίον ἐλθόντες, ὅταν σοι ἐπιβάλω τὰς ἐμὰς χεῖρας. | 560 |
οὕτως εἶπεν· ἐφοβήθη δὲ ἡ σεβασμία Ἥρα, ἡ μετεώρους καὶ κυκλοτερεῖς ἔχουσα τοὺς ὀφθαλμούς, καὶ σιωπῶσα μετ’ ἐκπλήξεως ἐκάθητο, ταπεινώσασα τὴν προσφιλῆ αὐτῆς ψυχήν· ἠγανάκτησαν δὲ κατὰ τὸ οἴκημα τοῦ Διὸς οἱ θεοὶ οἱ οὐράνιοι. πρὸς τούτους δὲ ὁ Ἥφαιστος ὁ ἔνδοξος τὴν τέχνην δημηγορεῖν ἤρξατο, τῇ προσφιλεῖ αὐτοῦ μητρὶ Ἥρᾳ τῇ λευκοὺς ἐχούσῃ τοὺς πήχεις ἐπέραστα φέρων, λέγων· ὄντως δὴ ὀλέθρια ἔργα τάδε ἔσται, οὐδὲ φορητά, εἴγε ὑμεῖς ἕνεκα ἀνθρώπων οὕτω φιλονεικεῖτε, θόρυβον δὲ ἐν τοῖς θεοῖς κινεῖτε· οὐκέτι δὲ οὐδὲ τῆς εὐωχίας τῆς ἀγαθῆς ἔσταί τι ὄφελος, ἐπειδὴ τὰ κακὰ νικᾷ· ἐγὼ δὲ τῇ ἐμῇ μητρὶ παραινῶ καί περ νοούσῃ καὶ αὐτῇ τῷ ἐμῷ προσφιλεῖ πατρὶ τῷ Διὶ ἐπέραστα φέρειν, ἵνα μὴ οὗτος δὴ ὁ πατὴρ εἰς ἔριν διεγερθῇ, ταράξῃ δὲ ὑμᾶς, σὺν ἡμῖν δὲ καὶ τὴν εὐωχίαν· ἐὰν γὰρ ἐθέλῃ ὁ Ζεὺς ὁ οὐράνιος ὁ τὰς ἀστραπὰς κινῶν, ἐκ τῶν καθεδρῶν ἂν ἡμᾶς συστρέψειεν· οὗτος γὰρ κατὰ πολὺ κρείσσων ἐστίν· ἀλλὰ σὺ τοῦτον λόγοις μαλάττειν δυναμένοις καθάψαι· οὗτος δὲ αὐτὸς ὁ οὐράνιος Ζεὺς αὐτίκα δὴ ἵλεως ἡμῖν ἔσται. | 568 |
οὕτως δὴ ἔφη· καὶ ἀναστὰς ἔκπωμα διπλοῦν, τὴν βάσιν δηλονότι κοίλην ἔχον, τῇ προσφιλεῖ αὐτοῦ μητρὶ ἐνεχείρισε, καὶ πρὸς αὐτὴν εἶπεν· ὑπόμεινον, μῆτερ ἐμή, καὶ ἀνάσχου, καίπερ λυπουμένη, ἵνα μή σε, καίπερ οὖσαν προσφιλῆ, ἐνώπιον τῶν ἐμῶν ὀφθαλμῶν ἴδω τυπτομένην· τότε δὲ κατ’ οὐδέν σοι δυνήσομαι, καίπερ λυπούμενος, βοηθεῖν· δυσχερὴς γάρ ἐστιν ὁ Ζεὺς ὁ οὐράνιος εἰς τὸ ἀντιτάττεσθαί τινα αὐτῷ, καὶ ἄλλοτε γὰρ ἤδη με συμμαχεῖν σοι προθυμούμενον ἀπὸ τοῦ ποδὸς τινάξας ἔρριψεν ἀπὸ τοῦ οὐδοῦ τῶν οὐρανίων πυλῶν τοῦ θείου· κατὰ πᾶσαν δὲ τὴν ἡμέραν κατεφερόμην, ἅμα δὲ καταδεδυκότι τῷ ἡλίῳ κατέπεσον ἐν τῇ Λήμνῳ· τῇ ψυχῇ δέ μοι μικρά τις ἰσχὺς ὑπελείφθη· ὅπου με οἱ τὴν Λῆμνον οἰκοῦντες ἄνδρες, ταχέως ἔλαβον καταπεσόντα. | 584 |
οὕτως ἔφη· ἡρέμα δ’ ἐγέλασεν ἡ θεὰ ἡ Ἥρα ἡ λευκοὺς ἔχουσα τοὺς πήχεις· γελάσασα δὲ ἀπὸ τοῦ παιδὸς αὐτῆς ἐδέξατο τὸ ἔκπωμα τῇ χειρί· ὁ δὲ πᾶσι τοῖς ἄλλοις θεοῖς ἐπιδεξίως ἐγχέων ἐδίδου γλυκὺ νέκταρ ἀπὸ κρατῆρος ἀρυόμενος· ἄπαυστος δὲ γέλως ἐκινεῖτο ἐν τοῖς μακαρίοις θεοῖς, ἐπεὶ ἴδον τὸν Ἥφαιστον κατὰ τὰ οἰκήματα ὑπηρετούμενον. | 595 |
οὕτω τότε μὲν κατὰ πᾶσαν τὴν ἡμέραν μέχρι καταδύσεως ἡλίου εὐωχοῦντο· οὐκέτι δὲ οὐδενὸς ἐδεῖτο ψυχὴ τροφῆς ἐν κοινῇ τραπέζῃ προκειμένης, οὐ μὴν οὐδὲ φόρμιγγος περικαλλοῦς ἣν εἶχεν ὁ Ἀπόλλων, οὐδὲ ᾠδῶν, αἳ ᾔδοντο κατὰ διαδοχὴν διὰ φωνῆς ἐμμελοῦς. | 601 |
ἐπεὶ δὲ τὸ λαμπρὸν φῶς τοῦ ἡλίου ἐδεδύκει, οἱ μὲν ἄλλοι θεοὶ κοιμηθησόμενοι ἀπῆλθον, ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, ὅπου ἑκάστῳ οἴκημα ὁ ἔνδοξος Ἥφαιστος ὁ ἀμφοτέρωθεν χολεύων ἐποίησεν, ἐπισταμέναις ἐννοίαις. ὁ Ζεὺς δὲ ὁ οὐράνιος ὁ τὰς ἀστραπὰς κινῶν πρὸς τὴν ἑαυτοῦ κοίτην ἀπῆλθεν, ὅπου πρότερον ὕπνωττεν, ὅτε γλυκὺς αὐτὸν ὕπνος κατελάμβανε· ἐκεῖ ἀναβάς, καὶ τότε ἀνεπαύετο· παρ’ αὐτῷ δὲ καὶ ἡ τὸν χρυσὸν θρόνον ἔχουσα Ἥρα. | 605 |