Vasile Stancu

The ILIAD




Book XIX

Ἠὼς μὲν κροκόπεπλος ἀπ' Ὠκεανοῖο ῥοάων001
ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·002
ἣ δ' ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα.003
εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν004
κλαίοντα λιγέως· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι 005
μύρονθ'· ἣ δ' ἐν τοῖσι παρίστατο δῖα θεάων,006
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·007
τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ008
κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη·009
τύνη δ' Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο 010
καλὰ μάλ', οἷ' οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν.011


ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχε' ἔθηκε012
πρόσθεν Ἀχιλλῆος· τὰ δ' ἀνέβραχε δαίδαλα πάντα.013
Μυρμιδόνας δ' ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη014
ἄντην εἰσιδέειν, ἀλλ' ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς 015
ὡς εἶδ', ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε016
δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν·017
τέρπετο δ' ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.018
αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων019
αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα· 020
μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷ' ἐπιεικὲς021
ἔργ' ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.022
νῦν δ' ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλ' αἰνῶς023
δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν024
μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς 025
εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,026
ἐκ δ' αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.027


τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·028
τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.029
τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα 030
μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·031
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,032
αἰεὶ τῷ γ' ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.033
ἀλλὰ σύ γ' εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς034
μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν 035
αἶψα μάλ' ἐς πόλεμον θωρήσσεο, δύσεο δ' ἀλκήν.036


ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,037
Πατρόκλῳ δ' αὖτ' ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν038
στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.039


αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς 040
σμερδαλέα ἰάχων, ὦρσεν δ' ἥρωας Ἀχαιούς.041
καί ῥ' οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον042
οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν043
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,044
καὶ μὴν οἳ τότε γ' εἰς ἀγορὴν ἴσαν, οὕνεκ' Ἀχιλλεὺς 045
ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτ' ἀλεγεινῆς.046
τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε047
Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς048
ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·049
κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. 050
αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων051
ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ052
οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.053
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,054
τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· 055
Ἀτρεΐδη ἦ ἄρ τι τόδ' ἀμφοτέροισιν ἄρειον056
ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ057
θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;058
τὴν ὄφελ' ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ059
ἤματι τῷ ὅτ' ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας· 060
τώ κ' οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας061
δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.062
Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον· αὐτὰρ Ἀχαιοὺς063
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.064
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ 065
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ·066
νῦν δ' ἤτοι μὲν ἐγὼ παύω χόλον, οὐδέ τί με χρὴ067
ἀσκελέως αἰεὶ μενεαινέμεν· ἀλλ' ἄγε θᾶσσον068
ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,069
ὄφρ' ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν 070
αἴ κ' ἐθέλωσ' ἐπὶ νηυσὶν ἰαύειν· ἀλλά τιν' οἴω071
ἀσπασίως αὐτῶν γόνυ κάμψειν, ὅς κε φύγῃσι072
δηΐου ἐκ πολέμοιο ὑπ' ἔγχεος ἡμετέροιο.073


ὣς ἔφαθ', οἳ δ' ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ074
μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος. 075
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων076
αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσσοισιν ἀναστάς·077
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος078
ἑσταότος μὲν καλὸν ἀκούειν, οὐδὲ ἔοικεν079
ὑββάλλειν· χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι. 080
ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι081
ἢ εἴποι; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.082
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι· αὐτὰρ οἱ ἄλλοι083
σύνθεσθ' Ἀργεῖοι, μῦθόν τ' εὖ γνῶτε ἕκαστος.084
πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον 085
καί τέ με νεικείεσκον· ἐγὼ δ' οὐκ αἴτιός εἰμι,086
ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,087
οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,088
ἤματι τῷ ὅτ' Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.089
ἀλλὰ τί κεν ῥέξαιμι; θεὸς διὰ πάντα τελευτᾷ. 090
πρέσβα Διὸς θυγάτηρ Ἄτη, ἣ πάντας ἀᾶται,091
οὐλομένη· τῇ μέν θ' ἁπαλοὶ πόδες· οὐ γὰρ ἐπ' οὔδει092
πίλναται, ἀλλ' ἄρα ἥ γε κατ' ἀνδρῶν κράατα βαίνει093
βλάπτουσ' ἀνθρώπους· κατὰ δ' οὖν ἕτερόν γε πέδησε.094
καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο, τόν περ ἄριστον 095
ἀνδρῶν ἠδὲ θεῶν φασ' ἔμμεναι· ἀλλ' ἄρα καὶ τὸν096
Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,097
ἤματι τῷ ὅτ' ἔμελλε βίην Ἡρακληείην098
Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.099
ἤτοι ὅ γ' εὐχόμενος μετέφη πάντεσσι θεοῖσι· 100
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,101
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.102
σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια103
ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,104
τῶν ἀνδρῶν γενεῆς οἵ θ' αἵματος ἐξ ἐμεῦ εἰσί. 105
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·106
ψευστήσεις, οὐδ' αὖτε τέλος μύθῳ ἐπιθήσεις.107
εἰ δ' ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,108
ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν109
ὅς κεν ἐπ' ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς 110
τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.111
ὣς ἔφατο· Ζεὺς δ' οὔ τι δολοφροσύνην ἐνόησεν,112
ἀλλ' ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη.113
Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,114
καρπαλίμως δ' ἵκετ' Ἄργος Ἀχαιικόν, ἔνθ' ἄρα ᾔδη 115
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.116
ἣ δ' ἐκύει φίλον υἱόν, ὃ δ' ἕβδομος ἑστήκει μείς·117
ἐκ δ' ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,118
Ἀλκμήνης δ' ἀπέπαυσε τόκον, σχέθε δ' Εἰλειθυίας.119
αὐτὴ δ' ἀγγελέουσα Δία Κρονίωνα προσηύδα· 120
Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω·121
ἤδη ἀνὴρ γέγον' ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει122
Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο123
σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν.124
ὣς φάτο, τὸν δ' ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· 125
αὐτίκα δ' εἷλ' Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο126
χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον127
μή ποτ' ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα128
αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται.129
ὣς εἰπὼν ἔρριψεν ἀπ' οὐρανοῦ ἀστερόεντος 130
χειρὶ περιστρέψας· τάχα δ' ἵκετο ἔργ' ἀνθρώπων.131
τὴν αἰεὶ στενάχεσχ' ὅθ' ἑὸν φίλον υἱὸν ὁρῷτο132
ἔργον ἀεικὲς ἔχοντα ὑπ' Εὐρυσθῆος ἀέθλων.133
ὣς καὶ ἐγών, ὅτε δ' αὖτε μέγας κορυθαίολος Ἕκτωρ134
Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, 135
οὐ δυνάμην λελαθέσθ' Ἄτης ᾗ πρῶτον ἀάσθην.136
ἀλλ' ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς,137
ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τ' ἀπερείσι' ἄποινα·138
ἀλλ' ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς.139
δῶρα δ' ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν 140
χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.141
εἰ δ' ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,142
δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες143
οἴσουσ', ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.144


τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· 145
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον146
δῶρα μὲν αἴ κ' ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,147
ἤ τ' ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης148
αἶψα μάλ'· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας149
οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον· 150
ὥς κέ τις αὖτ' Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται151
ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.152
ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.153


τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·154
μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ 155
νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν156
Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται157
φύλοπις, εὖτ' ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες158
ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.159
ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς 160
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.161
οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα162
ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·163
εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,164
ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει 165
δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατ' ἰόντι.166
ὃς δέ κ' ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς167
ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,168
θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα169
πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο. 170
ἀλλ' ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι171
ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων172
οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ173
ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.174
ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς 175
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·176
ἣ θέμις ἐστὶν ἄναξ ἤ τ' ἀνδρῶν ἤ τε γυναικῶν·177
καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.178
αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω179
πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα. 180
Ἀτρεΐδη σὺ δ' ἔπειτα δικαιότερος καὶ ἐπ' ἄλλῳ181
ἔσσεαι. οὐ μὲν γάρ τι νεμεσσητὸν βασιλῆα182
ἄνδρ' ἀπαρέσσασθαι ὅτε τις πρότερος χαλεπήνῃ.183


τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·184
χαίρω σεῦ Λαερτιάδη τὸν μῦθον ἀκούσας· 185
ἐν μοίρῃ γὰρ πάντα διίκεο καὶ κατέλεξας.186
ταῦτα δ' ἐγὼν ἐθέλω ὀμόσαι, κέλεται δέ με θυμός,187
οὐδ' ἐπιορκήσω πρὸς δαίμονος. αὐτὰρ Ἀχιλλεὺς188
μιμνέτω αὐτόθι τεῖος ἐπειγόμενός περ Ἄρηος·189
μίμνετε δ' ἄλλοι πάντες ἀολλέες, ὄφρά κε δῶρα 190
ἐκ κλισίης ἔλθῃσι καὶ ὅρκια πιστὰ τάμωμεν.191
σοὶ δ' αὐτῷ τόδ' ἐγὼν ἐπιτέλλομαι ἠδὲ κελεύω·192
κρινάμενος κούρητας ἀριστῆας Παναχαιῶν193
δῶρα ἐμῆς παρὰ νηὸς ἐνεικέμεν, ὅσσ' Ἀχιλῆϊ194
χθιζὸν ὑπέστημεν δώσειν, ἀγέμεν τε γυναῖκας. 195
Ταλθύβιος δέ μοι ὦκα κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν196
κάπρον ἑτοιμασάτω ταμέειν Διί τ' Ἠελίῳ τε.197


τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·198
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον199
ἄλλοτέ περ καὶ μᾶλλον ὀφέλλετε ταῦτα πένεσθαι, 200
ὁππότε τις μεταπαυσωλὴ πολέμοιο γένηται201
καὶ μένος οὐ τόσον ᾖσιν ἐνὶ στήθεσσιν ἐμοῖσι.202
νῦν δ' οἳ μὲν κέαται δεδαϊγμένοι, οὓς ἐδάμασσεν203
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν,204
ὑμεῖς δ' ἐς βρωτὺν ὀτρύνετον· ἦ τ' ἂν ἔγωγε 205
νῦν μὲν ἀνώγοιμι πτολεμίζειν υἷας Ἀχαιῶν206
νήστιας ἀκμήνους, ἅμα δ' ἠελίῳ καταδύντι207
τεύξεσθαι μέγα δόρπον, ἐπὴν τεισαίμεθα λώβην.208
πρὶν δ' οὔ πως ἂν ἔμοιγε φίλον κατὰ λαιμὸν ἰείη209
οὐ πόσις οὐδὲ βρῶσις ἑταίρου τεθνηῶτος 210
ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ211
κεῖται ἀνὰ πρόθυρον τετραμμένος, ἀμφὶ δ' ἑταῖροι212
μύρονται· τό μοι οὔ τι μετὰ φρεσὶ ταῦτα μέμηλεν,213
ἀλλὰ φόνος τε καὶ αἷμα καὶ ἀργαλέος στόνος ἀνδρῶν.214


τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· 215
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν,216
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ217
ἔγχει, ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην218
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.219
τώ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. 220
αἶψά τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,221
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,222
ἄμητος δ' ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα223
Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.224
γαστέρι δ' οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· 225
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα226
πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;227
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι228
νηλέα θυμὸν ἔχοντας ἐπ' ἤματι δακρύσαντας·229
ὅσσοι δ' ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται 230
μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ' ἔτι μᾶλλον231
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ232
ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην233
λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω·234
ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται 235
νηυσὶν ἐπ' Ἀργείων· ἀλλ' ἀθρόοι ὁρμηθέντες236
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.237


ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο238
Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε239
καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον· 240
βὰν δ' ἴμεν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο.241
αὐτίκ' ἔπειθ' ἅμα μῦθος ἔην, τετέλεστο δὲ ἔργον·242
ἑπτὰ μὲν ἐκ κλισίης τρίποδας φέρον, οὕς οἱ ὑπέστη,243
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους·244
ἐκ δ' ἄγον αἶψα γυναῖκας ἀμύμονα ἔργα ἰδυίας 245
ἕπτ', ἀτὰρ ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον.246
χρυσοῦ δὲ στήσας Ὀδυσεὺς δέκα πάντα τάλαντα247
ἦρχ', ἅμα δ' ἄλλοι δῶρα φέρον κούρητες Ἀχαιῶν.248
καὶ τὰ μὲν ἐν μέσσῃ ἀγορῇ θέσαν, ἂν δ' Ἀγαμέμνων249
ἵστατο· Ταλθύβιος δὲ θεῷ ἐναλίγκιος αὐδὴν 250
κάπρον ἔχων ἐν χερσὶ παρίστατο ποιμένι λαῶν.251
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,252
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο,253
κάπρου ἀπὸ τρίχας ἀρξάμενος Διὶ χεῖρας ἀνασχὼν254
εὔχετο· τοὶ δ' ἄρα πάντες ἐπ' αὐτόφιν εἵατο σιγῇ 255
Ἀργεῖοι κατὰ μοῖραν ἀκούοντες βασιλῆος.256
εὐξάμενος δ' ἄρα εἶπεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·257
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ὕπατος καὶ ἄριστος258
Γῆ τε καὶ Ἠέλιος καὶ Ἐρινύες, αἵ θ' ὑπὸ γαῖαν259
ἀνθρώπους τίνυνται, ὅτις κ' ἐπίορκον ὀμόσσῃ, 260
μὴ μὲν ἐγὼ κούρῃ Βρισηΐδι χεῖρ' ἐπένεικα,261
οὔτ' εὐνῆς πρόφασιν κεχρημένος οὔτέ τευ ἄλλου.262
ἀλλ' ἔμεν' ἀπροτίμαστος ἐνὶ κλισίῃσιν ἐμῇσιν.263
εἰ δέ τι τῶνδ' ἐπίορκον ἐμοὶ θεοὶ ἄλγεα δοῖεν264
πολλὰ μάλ', ὅσσα διδοῦσιν ὅτίς σφ' ἀλίτηται ὀμόσσας. 265


ἦ, καὶ ἀπὸ στόμαχον κάπρου τάμε νηλέϊ χαλκῷ.266
τὸν μὲν Ταλθύβιος πολιῆς ἁλὸς ἐς μέγα λαῖτμα267
ῥῖψ' ἐπιδινήσας βόσιν ἰχθύσιν· αὐτὰρ Ἀχιλλεὺς268
ἀνστὰς Ἀργείοισι φιλοπτολέμοισι μετηύδα·269
Ζεῦ πάτερ ἦ μεγάλας ἄτας ἄνδρεσσι διδοῖσθα· 270
οὐκ ἂν δή ποτε θυμὸν ἐνὶ στήθεσσιν ἐμοῖσιν271
Ἀτρεΐδης ὤρινε διαμπερές, οὐδέ κε κούρην272
ἦγεν ἐμεῦ ἀέκοντος ἀμήχανος· ἀλλά ποθι Ζεὺς273
ἤθελ' Ἀχαιοῖσιν θάνατον πολέεσσι γενέσθαι.274
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. 275


ὣς ἄρ' ἐφώνησεν, λῦσεν δ' ἀγορὴν αἰψηρήν.276
οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,277
δῶρα δὲ Μυρμιδόνες μεγαλήτορες ἀμφεπένοντο,278
βὰν δ' ἐπὶ νῆα φέροντες Ἀχιλλῆος θείοιο.279
καὶ τὰ μὲν ἐν κλισίῃσι θέσαν, κάθισαν δὲ γυναῖκας, 280
ἵππους δ' εἰς ἀγέλην ἔλασαν θεράποντες ἀγαυοί.281


Βρισηῒς δ' ἄρ' ἔπειτ' ἰκέλη χρυσέῃ Ἀφροδίτῃ282
ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ,283
ἀμφ' αὐτῷ χυμένη λίγ' ἐκώκυε, χερσὶ δ' ἄμυσσε284
στήθεά τ' ἠδ' ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. 285
εἶπε δ' ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι·286
Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ287
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα,288
νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν289
ἂψ ἀνιοῦσ'· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. 290
ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ291
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ,292
τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ,293
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.294
οὐδὲ μὲν οὐδέ μ' ἔασκες, ὅτ' ἄνδρ' ἐμὸν ὠκὺς Ἀχιλλεὺς 295
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,296
κλαίειν, ἀλλά μ' ἔφασκες Ἀχιλλῆος θείοιο297
κουριδίην ἄλοχον θήσειν, ἄξειν τ' ἐνὶ νηυσὶν298
ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.299
τώ σ' ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί. 300


ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες301
Πάτροκλον πρόφασιν, σφῶν δ' αὐτῶν κήδε' ἑκάστη.302
αὐτὸν δ' ἀμφὶ γέροντες Ἀχαιῶν ἠγερέθοντο303
λισσόμενοι δειπνῆσαι· ὃ δ' ἠρνεῖτο στεναχίζων·304
λίσσομαι, εἴ τις ἔμοιγε φίλων ἐπιπείθεθ' ἑταίρων, 305
μή με πρὶν σίτοιο κελεύετε μηδὲ ποτῆτος306
ἄσασθαι φίλον ἦτορ, ἐπεί μ' ἄχος αἰνὸν ἱκάνει·307
δύντα δ' ἐς ἠέλιον μενέω καὶ τλήσομαι ἔμπης.308


ὣς εἰπὼν ἄλλους μὲν ἀπεσκέδασεν βασιλῆας,309
δοιὼ δ' Ἀτρεΐδα μενέτην καὶ δῖος Ὀδυσσεὺς 310
Νέστωρ Ἰδομενεύς τε γέρων θ' ἱππηλάτα Φοῖνιξ311
τέρποντες πυκινῶς ἀκαχήμενον· οὐδέ τι θυμῷ312
τέρπετο, πρὶν πολέμου στόμα δύμεναι αἱματόεντος.313
μνησάμενος δ' ἁδινῶς ἀνενείκατο φώνησέν τε·314
ἦ ῥά νύ μοί ποτε καὶ σὺ δυσάμμορε φίλταθ' ἑταίρων 315
αὐτὸς ἐνὶ κλισίῃ λαρὸν παρὰ δεῖπνον ἔθηκας316
αἶψα καὶ ὀτραλέως, ὁπότε σπερχοίατ' Ἀχαιοὶ317
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.318
νῦν δὲ σὺ μὲν κεῖσαι δεδαϊγμένος, αὐτὰρ ἐμὸν κῆρ319
ἄκμηνον πόσιος καὶ ἐδητύος ἔνδον ἐόντων 320
σῇ ποθῇ· οὐ μὲν γάρ τι κακώτερον ἄλλο πάθοιμι,321
οὐδ' εἴ κεν τοῦ πατρὸς ἀποφθιμένοιο πυθοίμην,322
ὅς που νῦν Φθίηφι τέρεν κατὰ δάκρυον εἴβει323
χήτεϊ τοιοῦδ' υἷος· ὃ δ' ἀλλοδαπῷ ἐνὶ δήμῳ324
εἵνεκα ῥιγεδανῆς Ἑλένης Τρωσὶν πολεμίζω· 325
ἠὲ τὸν ὃς Σκύρῳ μοι ἔνι τρέφεται φίλος υἱός,326
εἴ που ἔτι ζώει γε Νεοπτόλεμος θεοειδής.327
πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει328
οἶον ἐμὲ φθίσεσθαι ἀπ' Ἄργεος ἱπποβότοιο329
αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, 330
ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ331
Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα332
κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.333
ἤδη γὰρ Πηλῆά γ' ὀΐομαι ἢ κατὰ πάμπαν334
τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντ' ἀκάχησθαι 335
γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ336
λυγρὴν ἀγγελίην, ὅτ' ἀποφθιμένοιο πύθηται.337


ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες,338
μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον·339
μυρομένους δ' ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, 340
αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·341
τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.342
ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ' Ἀχιλλεύς;343
κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων344
ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἳ δὲ δὴ ἄλλοι 345
οἴχονται μετὰ δεῖπνον, ὃ δ' ἄκμηνος καὶ ἄπαστος.346
ἀλλ' ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν347
στάξον ἐνὶ στήθεσσ', ἵνα μή μιν λιμὸς ἵκηται.348


ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·349
ἣ δ' ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ 350
οὐρανοῦ ἐκκατεπᾶλτο δι' αἰθέρος. αὐτὰρ Ἀχαιοὶ351
αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἣ δ' Ἀχιλῆϊ352
νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν353
στάξ', ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ' ἵκοιτο·354
αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ 355
ᾤχετο, τοὶ δ' ἀπάνευθε νεῶν ἐχέοντο θοάων.356
ὡς δ' ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται357
ψυχραὶ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,358
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι359
νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι 360
θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.361
αἴγλη δ' οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν362
χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν363
ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.364
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε 365
λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ366
δῦν' ἄχος ἄτλητον· ὃ δ' ἄρα Τρωσὶν μενεαίνων367
δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.368
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε369
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· 370
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν.371
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον372
χάλκεον· αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε373
εἵλετο, τοῦ δ' ἀπάνευθε σέλας γένετ' ἠΰτε μήνης.374
ὡς δ' ὅτ' ἂν ἐκ πόντοιο σέλας ναύτῃσι φανήῃ 375
καιομένοιο πυρός, τό τε καίεται ὑψόθ' ὄρεσφι376
σταθμῷ ἐν οἰοπόλῳ· τοὺς δ' οὐκ ἐθέλοντας ἄελλαι377
πόντον ἐπ' ἰχθυόεντα φίλων ἀπάνευθε φέρουσιν·378
ὣς ἀπ' Ἀχιλλῆος σάκεος σέλας αἰθέρ' ἵκανε379
καλοῦ δαιδαλέου· περὶ δὲ τρυφάλειαν ἀείρας 380
κρατὶ θέτο βριαρήν· ἣ δ' ἀστὴρ ὣς ἀπέλαμπεν381
ἵππουρις τρυφάλεια, περισσείοντο δ' ἔθειραι382
χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.383
πειρήθη δ' ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς,384
εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· 385
τῷ δ' εὖτε πτερὰ γίγνετ', ἄειρε δὲ ποιμένα λαῶν.386
ἐκ δ' ἄρα σύριγγος πατρώϊον ἐσπάσατ' ἔγχος387
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν388
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς·389
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων 390
Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν·391
ἵππους δ' Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες392
ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδν' ἕσαν, ἐν δὲ χαλινοὺς393
γαμφηλῇς ἔβαλον, κατὰ δ' ἡνία τεῖναν ὀπίσσω394
κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν 395
χειρὶ λαβὼν ἀραρυῖαν ἐφ' ἵπποιιν ἀνόρουσεν396
Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς397
τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ Ὑπερίων,398
σμερδαλέον δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·399
Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης 400
ἄλλως δὴ φράζεσθε σαωσέμεν ἡνιοχῆα401
ἂψ Δαναῶν ἐς ὅμιλον ἐπεί χ' ἕωμεν πολέμοιο,402
μηδ' ὡς Πάτροκλον λίπετ' αὐτόθι τεθνηῶτα.403


τὸν δ' ἄρ' ὑπὸ ζυγόφι προσέφη πόδας αἰόλος ἵππος404
Ξάνθος, ἄφαρ δ' ἤμυσε καρήατι· πᾶσα δὲ χαίτη 405
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν οὖδας ἵκανεν·406
αὐδήεντα δ' ἔθηκε θεὰ λευκώλενος Ἥρη·407
καὶ λίην σ' ἔτι νῦν γε σαώσομεν ὄβριμ' Ἀχιλλεῦ·408
ἀλλά τοι ἐγγύθεν ἦμαρ ὀλέθριον· οὐδέ τοι ἡμεῖς409
αἴτιοι, ἀλλὰ θεός τε μέγας καὶ Μοῖρα κραταιή. 410
οὐδὲ γὰρ ἡμετέρῃ βραδυτῆτί τε νωχελίῃ τε411
Τρῶες ἀπ' ὤμοιιν Πατρόκλου τεύχε' ἕλοντο·412
ἀλλὰ θεῶν ὤριστος, ὃν ἠΰκομος τέκε Λητώ,413
ἔκταν' ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.414
νῶϊ δὲ καί κεν ἅμα πνοιῇ Ζεφύροιο θέοιμεν, 415
ἥν περ ἐλαφροτάτην φάσ' ἔμμεναι· ἀλλὰ σοὶ αὐτῷ416
μόρσιμόν ἐστι θεῷ τε καὶ ἀνέρι ἶφι δαμῆναι.417


ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν.418
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·419
Ξάνθε τί μοι θάνατον μαντεύεαι; οὐδέ τί σε χρή. 420
εὖ νυ τὸ οἶδα καὶ αὐτὸς ὅ μοι μόρος ἐνθάδ' ὀλέσθαι421
νόσφι φίλου πατρὸς καὶ μητέρος· ἀλλὰ καὶ ἔμπης422
οὐ λήξω πρὶν Τρῶας ἅδην ἐλάσαι πολέμοιο.423


ἦ ῥα, καὶ ἐν πρώτοις ἰάχων ἔχε μώνυχας ἵππους.424