ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο | 001 | |
ὄρνυθ', ἵν' ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· | 002 | |
Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν | 003 | |
ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. | 004 | |
στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, | 005 | |
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, | 006 | |
ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο | 007 | |
ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας | 008 | |
εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν | 009 | |
ἔνθα στᾶσ' ἤϋσε θεὰ μέγα τε δεινόν τε | 010 | |
ὄρθι', Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ | 011 | |
καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. | 012 | |
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι | 013 | |
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. | 014 | |
Ἀτρεΐδης δ' ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν | 015 | |
Ἀργείους· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκόν. | 016 | |
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε | 017 | |
καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· | 018 | |
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, | 019 | |
τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. | 020 | |
πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ' Ἀχαιοὶ | 021 | |
ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον· | 022 | |
τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. | 023 | |
τοῦ δ' ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, | 024 | |
δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· | 025 | |
κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν | 026 | |
τρεῖς ἑκάτερθ' ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων | 027 | |
ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. | 028 | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι | 029 | |
χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν | 030 | |
ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. | 031 | |
ἂν δ' ἕλετ' ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν | 032 | |
καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, | 033 | |
ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο | 034 | |
λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. | 035 | |
τῇ δ' ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο | 036 | |
δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. | 037 | |
τῆς δ' ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπ' αὐτοῦ | 038 | |
κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν | 039 | |
τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. | 040 | |
κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον | 041 | |
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. | 042 | |
εἵλετο δ' ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ | 043 | |
ὀξέα· τῆλε δὲ χαλκὸς ἀπ' αὐτόφιν οὐρανὸν εἴσω | 044 | |
λάμπ'· ἐπὶ δ' ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη | 045 | |
τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. | 046 | |
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος | 047 | |
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ, | 048 | |
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες | 049 | |
ῥώοντ'· ἄσβεστος δὲ βοὴ γένετ' ἠῶθι πρό. | 050 | |
φθὰν δὲ μέγ' ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, | 051 | |
ἱππῆες δ' ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν | 052 | |
ὦρσε κακὸν Κρονίδης, κατὰ δ' ὑψόθεν ἧκεν ἐέρσας | 053 | |
αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ' ἔμελλε | 054 | |
πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. | 055 | |
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο | 056 | |
Ἕκτορά τ' ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα | 057 | |
Αἰνείαν θ', ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, | 058 | |
τρεῖς τ' Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον | 059 | |
ἠΐθεόν τ' Ἀκάμαντ' ἐπιείκελον ἀθανάτοισιν. | 060 | |
Ἕκτωρ δ' ἐν πρώτοισι φέρ' ἀσπίδα πάντοσ' ἐΐσην, | 061 | |
οἷος δ' ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ | 062 | |
παμφαίνων, τοτὲ δ' αὖτις ἔδυ νέφεα σκιόεντα, | 063 | |
ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, | 064 | |
ἄλλοτε δ' ἐν πυμάτοισι κελεύων· πᾶς δ' ἄρα χαλκῷ | 065 | |
λάμφ' ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. | 066 | |
οἳ δ', ὥς τ' ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν | 067 | |
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ' ἄρουραν | 068 | |
πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· | 069 | |
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες | 070 | |
δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο. | 071 | |
ἴσας δ' ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς | 072 | |
θῦνον· Ἔρις δ' ἄρ' ἔχαιρε πολύστονος εἰσορόωσα· | 073 | |
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, | 074 | |
οἳ δ' ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι | 075 | |
σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ | 076 | |
δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. | 077 | |
πάντες δ' ᾐτιόωντο κελαινεφέα Κρονίωνα | 078 | |
οὕνεκ' ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. | 079 | |
τῶν μὲν ἄρ' οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς | 080 | |
τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων | 081 | |
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν | 082 | |
χαλκοῦ τε στεροπήν, ὀλλύντάς τ' ὀλλυμένους τε. | 083 | |
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, | 084 | |
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός· | 085 | |
ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον | 086 | |
οὔρεος ἐν βήσσῃσιν, ἐπεί τ' ἐκορέσσατο χεῖρας | 087 | |
τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, | 088 | |
σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, | 089 | |
τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας | 090 | |
κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δ' Ἀγαμέμνων | 091 | |
πρῶτος ὄρουσ', ἕλε δ' ἄνδρα Βιάνορα ποιμένα λαῶν | 092 | |
αὐτόν, ἔπειτα δ' ἑταῖρον Ὀϊλῆα πλήξιππον. | 093 | |
ἤτοι ὅ γ' ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη· | 094 | |
τὸν δ' ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ | 095 | |
νύξ', οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, | 096 | |
ἀλλὰ δι' αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ | 097 | |
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. | 098 | |
καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 099 | |
στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· | 100 | |
αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων | 101 | |
υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω | 102 | |
εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν, | 103 | |
Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτ' Ἀχιλλεὺς | 104 | |
Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, | 105 | |
ποιμαίνοντ' ἐπ' ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. | 106 | |
δὴ τότε γ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 107 | |
τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, | 108 | |
Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δ' ἔβαλ' ἵππων. | 109 | |
σπερχόμενος δ' ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ | 110 | |
γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν | 111 | |
εἶδεν, ὅτ' ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. | 112 | |
ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα | 113 | |
ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν | 114 | |
ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφ' ἦτορ ἀπηύρα· | 115 | |
ἣ δ' εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι | 116 | |
χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· | 117 | |
καρπαλίμως δ' ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην | 118 | |
σπεύδουσ' ἱδρώουσα κραταιοῦ θηρὸς ὑφ' ὁρμῆς· | 119 | |
ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον | 120 | |
Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπ' Ἀργείοισι φέβοντο. | 121 | |
αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην | 122 | |
υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα | 123 | |
χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα | 124 | |
οὐκ εἴασχ' Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, | 125 | |
τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων | 126 | |
εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δ' ἔχον ὠκέας ἵππους· | 127 | |
ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, | 128 | |
τὼ δὲ κυκηθήτην· ὃ δ' ἐναντίον ὦρτο λέων ὣς | 129 | |
Ἀτρεΐδης· τὼ δ' αὖτ' ἐκ δίφρου γουναζέσθην· | 130 | |
ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα· | 131 | |
πολλὰ δ' ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται | 132 | |
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, | 133 | |
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα, | 134 | |
εἰ νῶϊ ζωοὺς πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. | 135 | |
ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα | 136 | |
μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δ' ὄπ' ἄκουσαν· | 137 | |
εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, | 138 | |
ὅς ποτ' ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν | 139 | |
ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ | 140 | |
αὖθι κατακτεῖναι μηδ' ἐξέμεν ἂψ ἐς Ἀχαιούς, | 141 | |
νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. | 142 | |
ἦ, καὶ Πείσανδρον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε | 143 | |
δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δ' ὕπτιος οὔδει ἐρείσθη. | 144 | |
Ἱππόλοχος δ' ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε | 145 | |
χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τ' αὐχένα κόψας, | 146 | |
ὅλμον δ' ὣς ἔσσευε κυλίνδεσθαι δι' ὁμίλου. | 147 | |
τοὺς μὲν ἔασ'· ὃ δ' ὅθι πλεῖσται κλονέοντο φάλαγγες, | 148 | |
τῇ ῥ' ἐνόρουσ', ἅμα δ' ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί. | 149 | |
πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, | 150 | |
ἱππεῖς δ' ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη | 151 | |
ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων | 152 | |
χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων | 153 | |
αἰὲν ἀποκτείνων ἕπετ' Ἀργείοισι κελεύων. | 154 | |
ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, | 155 | |
πάντῃ τ' εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι | 156 | |
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· | 157 | |
ὣς ἄρ' ὑπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα | 158 | |
Τρώων φευγόντων, πολλοὶ δ' ἐριαύχενες ἵπποι | 159 | |
κείν' ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας | 160 | |
ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δ' ἐπὶ γαίῃ | 161 | |
κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. | 162 | |
Ἕκτορα δ' ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης | 163 | |
ἔκ τ' ἀνδροκτασίης ἔκ θ' αἵματος ἔκ τε κυδοιμοῦ· | 164 | |
Ἀτρεΐδης δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. | 165 | |
οἳ δὲ παρ' Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο | 166 | |
μέσσον κὰπ πεδίον παρ' ἐρινεὸν ἐσσεύοντο | 167 | |
ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετ' αἰεὶ | 168 | |
Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. | 169 | |
ἀλλ' ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, | 170 | |
ἔνθ' ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. | 171 | |
οἳ δ' ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, | 172 | |
ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ | 173 | |
πάσας· τῇ δέ τ' ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· | 174 | |
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι | 175 | |
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· | 176 | |
ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων | 177 | |
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δ' ἐφέβοντο. | 178 | |
πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων | 179 | |
Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. | 180 | |
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος | 181 | |
ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε | 182 | |
Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης | 183 | |
οὐρανόθεν καταβάς· ἔχε δ' ἀστεροπὴν μετὰ χερσίν. | 184 | |
Ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· | 185 | |
βάσκ' ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες· | 186 | |
ὄφρ' ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν | 187 | |
θύνοντ' ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, | 188 | |
τόφρ' ἀναχωρείτω, τὸν δ' ἄλλον λαὸν ἀνώχθω | 189 | |
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. | 190 | |
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ | 191 | |
εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω | 192 | |
κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται | 193 | |
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. | 194 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, | 195 | |
βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. | 196 | |
εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον | 197 | |
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν· | 198 | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· | 199 | |
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε | 200 | |
Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. | 201 | |
ὄφρ' ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν | 202 | |
θύνοντ' ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, | 203 | |
τόφρ' ὑπόεικε μάχης, τὸν δ' ἄλλον λαὸν ἄνωχθι | 204 | |
μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. | 205 | |
αὐτὰρ ἐπεί κ' ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ | 206 | |
εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει | 207 | |
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι | 208 | |
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. | 209 | |
ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, | 210 | |
Ἕκτωρ δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, | 211 | |
πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ | 212 | |
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. | 213 | |
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, | 214 | |
Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. | 215 | |
ἀρτύνθη δὲ μάχη, στὰν δ' ἀντίοι· ἐν δ' Ἀγαμέμνων | 216 | |
πρῶτος ὄρουσ', ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. | 217 | |
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι | 218 | |
ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν | 219 | |
ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. | 220 | |
Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε | 221 | |
ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων· | 222 | |
Κισσῆς τόν γ' ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα | 223 | |
μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον· | 224 | |
αὐτὰρ ἐπεί ῥ' ἥβης ἐρικυδέος ἵκετο μέτρον, | 225 | |
αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν· | 226 | |
γήμας δ' ἐκ θαλάμοιο μετὰ κλέος ἵκετ' Ἀχαιῶν | 227 | |
σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. | 228 | |
τὰς μὲν ἔπειτ' ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, | 229 | |
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· | 230 | |
ὅς ῥα τότ' Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. | 231 | |
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 232 | |
Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ' ἔγχος, | 233 | |
Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε | 234 | |
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· | 235 | |
οὐδ' ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν | 236 | |
ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετ' αἰχμή. | 237 | |
καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων | 238 | |
ἕλκ' ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δ' ἄρα χειρὸς | 239 | |
σπάσσατο· τὸν δ' ἄορι πλῆξ' αὐχένα, λῦσε δὲ γυῖα. | 240 | |
ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον | 241 | |
οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, | 242 | |
κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δ' ἔδωκε· | 243 | |
πρῶθ' ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι' ὑπέστη | 244 | |
αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. | 245 | |
δὴ τότε γ' Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, | 246 | |
βῆ δὲ φέρων ἀν' ὅμιλον Ἀχαιῶν τεύχεα καλά. | 247 | |
τὸν δ' ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν | 248 | |
πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος | 249 | |
ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. | 250 | |
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, | 251 | |
νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, | 252 | |
ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. | 253 | |
ῥίγησέν τ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 254 | |
ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, | 255 | |
ἀλλ' ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. | 256 | |
ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον | 257 | |
ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους· | 258 | |
τὸν δ' ἕλκοντ' ἀν' ὅμιλον ὑπ' ἀσπίδος ὀμφαλοέσσης | 259 | |
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα· | 260 | |
τοῖο δ' ἐπ' Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. | 261 | |
ἔνθ' Ἀντήνορος υἷες ὑπ' Ἀτρεΐδῃ βασιλῆϊ | 262 | |
πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. | 263 | |
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν | 264 | |
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, | 265 | |
ὄφρά οἱ αἷμ' ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. | 266 | |
αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα, | 267 | |
ὀξεῖαι δ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. | 268 | |
ὡς δ' ὅτ' ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα | 269 | |
δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι | 270 | |
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, | 271 | |
ὣς ὀξεῖ' ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. | 272 | |
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε | 273 | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. | 274 | |
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· | 275 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 276 | |
ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι | 277 | |
φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς | 278 | |
εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. | 279 | |
ὣς ἔφαθ', ἡνίοχος δ' ἵμασεν καλλίτριχας ἵππους | 280 | |
νῆας ἔπι γλαφυράς· τὼ δ' οὐκ ἀέκοντε πετέσθην· | 281 | |
ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ | 282 | |
τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. | 283 | |
Ἕκτωρ δ' ὡς ἐνόησ' Ἀγαμέμνονα νόσφι κιόντα | 284 | |
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· | 285 | |
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ | 286 | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. | 287 | |
οἴχετ' ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκε | 288 | |
Ζεὺς Κρονίδης· ἀλλ' ἰθὺς ἐλαύνετε μώνυχας ἵππους | 289 | |
ἰφθίμων Δαναῶν, ἵν' ὑπέρτερον εὖχος ἄρησθε. | 290 | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 291 | |
ὡς δ' ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας | 292 | |
σεύῃ ἐπ' ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, | 293 | |
ὣς ἐπ' Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους | 294 | |
Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. | 295 | |
αὐτὸς δ' ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, | 296 | |
ἐν δ' ἔπεσ' ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, | 297 | |
ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. | 298 | |
ἔνθα τίνα πρῶτον, τίνα δ' ὕστατον ἐξενάριξεν | 299 | |
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; | 300 | |
Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην | 301 | |
καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ' Ἀγέλαον | 302 | |
Αἴσυμνόν τ' Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. | 303 | |
τοὺς ἄρ' ὅ γ' ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα | 304 | |
πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ | 305 | |
ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· | 306 | |
πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ' ἄχνη | 307 | |
σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· | 308 | |
ὣς ἄρα πυκνὰ καρήαθ' ὑφ' Ἕκτορι δάμνατο λαῶν. | 309 | |
ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, | 310 | |
καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, | 311 | |
εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετ' Ὀδυσσεύς· | 312 | |
Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; | 313 | |
ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵσταο· δὴ γὰρ ἔλεγχος | 314 | |
ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. | 315 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· | 316 | |
ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα | 317 | |
ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς | 318 | |
Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν. | 319 | |
ἦ καὶ Θυμβραῖον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε | 320 | |
δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς | 321 | |
ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. | 322 | |
τοὺς μὲν ἔπειτ' εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· | 323 | |
τὼ δ' ἀν' ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω | 324 | |
ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· | 325 | |
ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ | 326 | |
ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. | 327 | |
ἔνθ' ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω | 328 | |
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων | 329 | |
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε | 330 | |
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι | 331 | |
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. | 332 | |
τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης | 333 | |
θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχε' ἀπηύρα· | 334 | |
Ἱππόδαμον δ' Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. | 335 | |
ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων | 336 | |
ἐξ Ἴδης καθορῶν· τοὶ δ' ἀλλήλους ἐνάριζον. | 337 | |
ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ | 338 | |
Παιονίδην ἥρωα κατ' ἰσχίον· οὐ δέ οἱ ἵπποι | 339 | |
ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. | 340 | |
τοὺς μὲν γὰρ θεράπων ἀπάνευθ' ἔχεν, αὐτὰρ ὃ πεζὸς | 341 | |
θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. | 342 | |
Ἕκτωρ δ' ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς | 343 | |
κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. | 344 | |
τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, | 345 | |
αἶψα δ' Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· | 346 | |
νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· | 347 | |
ἀλλ' ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. | 348 | |
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος | 349 | |
καὶ βάλεν, οὐδ' ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, | 350 | |
ἄκρην κὰκ κόρυθα· πλάγχθη δ' ἀπὸ χαλκόφι χαλκός, | 351 | |
οὐδ' ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια | 352 | |
τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. | 353 | |
Ἕκτωρ δ' ὦκ' ἀπέλεθρον ἀνέδραμε, μίκτο δ' ὁμίλῳ, | 354 | |
στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ | 355 | |
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. | 356 | |
ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ' ἐρωὴν | 357 | |
τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης | 358 | |
τόφρ' Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας | 359 | |
ἐξέλασ' ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. | 360 | |
δουρὶ δ' ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· | 361 | |
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι | 362 | |
ἦλθε κακόν· νῦν αὖτέ σ' ἐρύσατο Φοῖβος Ἀπόλλων | 363 | |
ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. | 364 | |
ἦ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, | 365 | |
εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. | 366 | |
νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. | 367 | |
ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. | 368 | |
αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο | 369 | |
Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, | 370 | |
στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ | 371 | |
Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. | 372 | |
ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο | 373 | |
αἴνυτ' ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ' ὤμων | 374 | |
καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε | 375 | |
καὶ βάλεν, οὐδ' ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, | 376 | |
ταρσὸν δεξιτεροῖο ποδός· διὰ δ' ἀμπερὲς ἰὸς | 377 | |
ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας | 378 | |
ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· | 379 | |
βέβληαι οὐδ' ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι | 380 | |
νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. | 381 | |
οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, | 382 | |
οἵ τέ σε πεφρίκασι λέονθ' ὡς μηκάδες αἶγες. | 383 | |
τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· | 384 | |
τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα | 385 | |
εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, | 386 | |
οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· | 387 | |
νῦν δέ μ' ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. | 388 | |
οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· | 389 | |
κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. | 390 | |
ἦ τ' ἄλλως ὑπ' ἐμεῖο, καὶ εἴ κ' ὀλίγον περ ἐπαύρῃ, | 391 | |
ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. | 392 | |
τοῦ δὲ γυναικὸς μέν τ' ἀμφίδρυφοί εἰσι παρειαί, | 393 | |
παῖδες δ' ὀρφανικοί· ὃ δέ θ' αἵματι γαῖαν ἐρεύθων | 394 | |
πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. | 395 | |
ὣς φάτο, τοῦ δ' Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν | 396 | |
ἔστη πρόσθ'· ὃ δ' ὄπισθε καθεζόμενος βέλος ὠκὺ | 397 | |
ἐκ ποδὸς ἕλκ', ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή. | 398 | |
ἐς δίφρον δ' ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε | 399 | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. | 400 | |
οἰώθη δ' Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ | 401 | |
Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· | 402 | |
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· | 403 | |
ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι | 404 | |
πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω | 405 | |
μοῦνος· τοὺς δ' ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. | 406 | |
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; | 407 | |
οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, | 408 | |
ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ | 409 | |
ἑστάμεναι κρατερῶς, ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον. | 410 | |
εἷος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, | 411 | |
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, | 412 | |
ἔλσαν δ' ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. | 413 | |
ὡς δ' ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τ' αἰζηοὶ | 414 | |
σεύωνται, ὃ δέ τ' εἶσι βαθείης ἐκ ξυλόχοιο | 415 | |
θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, | 416 | |
ἀμφὶ δέ τ' ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων | 417 | |
γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, | 418 | |
ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο | 419 | |
Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην | 420 | |
οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, | 421 | |
αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. | 422 | |
Χερσιδάμαντα δ' ἔπειτα καθ' ἵππων ἀΐξαντα | 423 | |
δουρὶ κατὰ πρότμησιν ὑπ' ἀσπίδος ὀμφαλοέσσης | 424 | |
νύξεν· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. | 425 | |
τοὺς μὲν ἔασ', ὃ δ' ἄρ' Ἱππασίδην Χάροπ' οὔτασε δουρὶ | 426 | |
αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. | 427 | |
τῷ δ' ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, | 428 | |
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν | 429 | |
ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτ' ἠδὲ πόνοιο | 430 | |
σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι | 431 | |
τοιώδ' ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας, | 432 | |
ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς. | 433 | |
ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην. | 434 | |
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, | 435 | |
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, | 436 | |
πάντα δ' ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδ' ἔτ' ἔασε | 437 | |
Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. | 438 | |
γνῶ δ' Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, | 439 | |
ἂψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· | 440 | |
ἆ δείλ' ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. | 441 | |
ἤτοι μέν ῥ' ἔμ' ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· | 442 | |
σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν | 443 | |
ἤματι τῷδ' ἔσσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα | 444 | |
εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. | 445 | |
ἦ, καὶ ὃ μὲν φύγαδ' αὖτις ὑποστρέψας ἐβεβήκει, | 446 | |
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν | 447 | |
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, | 448 | |
δούπησεν δὲ πεσών· ὃ δ' ἐπεύξατο δῖος Ὀδυσσεύς· | 449 | |
ὦ Σῶχ' Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο | 450 | |
φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδ' ὑπάλυξας. | 451 | |
ἆ δείλ' οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ | 452 | |
ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ | 453 | |
ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. | 454 | |
αὐτὰρ ἔμ', εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. | 455 | |
ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος | 456 | |
ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· | 457 | |
αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. | 458 | |
Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμ' Ὀδυσῆος | 459 | |
κεκλόμενοι καθ' ὅμιλον ἐπ' αὐτῷ πάντες ἔβησαν. | 460 | |
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, αὖε δ' ἑταίρους. | 461 | |
τρὶς μὲν ἔπειτ' ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, | 462 | |
τρὶς δ' ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. | 463 | |
αἶψα δ' ἄρ' Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· | 464 | |
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν | 465 | |
ἀμφί μ' Ὀδυσσῆος ταλασίφρονος ἵκετ' ἀϋτὴ | 466 | |
τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα | 467 | |
Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. | 468 | |
ἀλλ' ἴομεν καθ' ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον. | 469 | |
δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς | 470 | |
ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται. | 471 | |
ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς. | 472 | |
εὗρον ἔπειτ' Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δ' ἄρ' αὐτὸν | 473 | |
Τρῶες ἕπονθ' ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν | 474 | |
ἀμφ' ἔλαφον κεραὸν βεβλημένον, ὅν τ' ἔβαλ' ἀνὴρ | 475 | |
ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τ' ἤλυξε πόδεσσι | 476 | |
φεύγων, ὄφρ' αἷμα λιαρὸν καὶ γούνατ' ὀρώρῃ· | 477 | |
αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, | 478 | |
ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν | 479 | |
ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων | 480 | |
σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· | 481 | |
ὥς ῥα τότ' ἀμφ' Ὀδυσῆα δαΐφρονα ποικιλομήτην | 482 | |
Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γ' ἥρως | 483 | |
ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. | 484 | |
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, | 485 | |
στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. | 486 | |
ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγ' ὁμίλου | 487 | |
χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. | 488 | |
Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον | 489 | |
Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, | 490 | |
οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. | 491 | |
ὡς δ' ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι | 492 | |
χειμάρρους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, | 493 | |
πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας | 494 | |
ἐσφέρεται, πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει, | 495 | |
ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, | 496 | |
δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ | 497 | |
πεύθετ', ἐπεί ῥα μάχης ἐπ' ἀριστερὰ μάρνατο πάσης | 498 | |
ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα | 499 | |
ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δ' ἄσβεστος ὀρώρει | 500 | |
Νέστορά τ' ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. | 501 | |
Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων | 502 | |
ἔγχεΐ θ' ἱπποσύνῃ τε, νέων δ' ἀλάπαζε φάλαγγας· | 503 | |
οὐδ' ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ | 504 | |
εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο | 505 | |
παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, | 506 | |
ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον. | 507 | |
τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ | 508 | |
μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. | 509 | |
αὐτίκα δ' Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· | 510 | |
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν | 511 | |
ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων | 512 | |
βαινέτω, ἐς νῆας δὲ τάχιστ' ἔχε μώνυχας ἵππους· | 513 | |
ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων | 514 | |
ἰούς τ' ἐκτάμνειν ἐπί τ' ἤπια φάρμακα πάσσειν. | 515 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. | 516 | |
αὐτίκα δ' ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων | 517 | |
βαῖν' Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος· | 518 | |
μάστιξεν δ' ἵππους, τὼ δ' οὐκ ἀέκοντε πετέσθην | 519 | |
νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. | 520 | |
Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν | 521 | |
Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν· | 522 | |
Ἕκτορ νῶϊ μὲν ἐνθάδ' ὁμιλέομεν Δαναοῖσιν | 523 | |
ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι | 524 | |
Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. | 525 | |
Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· | 526 | |
εὐρὺ γὰρ ἀμφ' ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς | 527 | |
κεῖσ' ἵππους τε καὶ ἅρμ' ἰθύνομεν, ἔνθα μάλιστα | 528 | |
ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες | 529 | |
ἀλλήλους ὀλέκουσι, βοὴ δ' ἄσβεστος ὄρωρεν. | 530 | |
ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους | 531 | |
μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες | 532 | |
ῥίμφ' ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς | 533 | |
στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δ' ἄξων | 534 | |
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, | 535 | |
ἃς ἄρ' ἀφ' ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον | 536 | |
αἵ τ' ἀπ' ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον | 537 | |
ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν | 538 | |
ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. | 539 | |
αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν | 540 | |
ἔγχεΐ τ' ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, | 541 | |
Αἴαντος δ' ἀλέεινε μάχην Τελαμωνιάδαο. | 542 | |
Ζεὺς δὲ πατὴρ Αἴανθ' ὑψίζυγος ἐν φόβον ὦρσε· | 543 | |
στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, | 544 | |
τρέσσε δὲ παπτήνας ἐφ' ὁμίλου θηρὶ ἐοικὼς | 545 | |
ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. | 546 | |
ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο | 547 | |
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, | 548 | |
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι | 549 | |
πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων | 550 | |
ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες | 551 | |
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν | 552 | |
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· | 553 | |
ἠῶθεν δ' ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· | 554 | |
ὣς Αἴας τότ' ἀπὸ Τρώων τετιημένος ἦτορ | 555 | |
ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. | 556 | |
ὡς δ' ὅτ' ὄνος παρ' ἄρουραν ἰὼν ἐβιήσατο παῖδας | 557 | |
νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλ' ἀμφὶς ἐάγῃ, | 558 | |
κείρει τ' εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες | 559 | |
τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· | 560 | |
σπουδῇ τ' ἐξήλασσαν, ἐπεί τ' ἐκορέσσατο φορβῆς· | 561 | |
ὣς τότ' ἔπειτ' Αἴαντα μέγαν Τελαμώνιον υἱὸν | 562 | |
Τρῶες ὑπέρθυμοι πολυηγερέες τ' ἐπίκουροι | 563 | |
νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. | 564 | |
Αἴας δ' ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς | 565 | |
αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας | 566 | |
Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. | 567 | |
πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, | 568 | |
αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ | 569 | |
ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν | 570 | |
ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, | 571 | |
πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, | 572 | |
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. | 573 | |
τὸν δ' ὡς οὖν ἐνόησ' Εὐαίμονος ἀγλαὸς υἱὸς | 574 | |
Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, | 575 | |
στῆ ῥα παρ' αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, | 576 | |
καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν | 577 | |
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν· | 578 | |
Εὐρύπυλος δ' ἐπόρουσε καὶ αἴνυτο τεύχε' ἀπ' ὤμων. | 579 | |
τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς | 580 | |
τεύχε' ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον | 581 | |
ἕλκετ' ἐπ' Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ | 582 | |
δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. | 583 | |
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων, | 584 | |
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· | 585 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 586 | |
στῆτ' ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ | 587 | |
Αἴανθ', ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι | 588 | |
φεύξεσθ' ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλ' ἄντην | 589 | |
ἵστασθ' ἀμφ' Αἴαντα μέγαν Τελαμώνιον υἱόν. | 590 | |
ὣς ἔφατ' Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρ' αὐτὸν | 591 | |
πλησίοι ἔστησαν σάκε' ὤμοισι κλίναντες | 592 | |
δούρατ' ἀνασχόμενοι· τῶν δ' ἀντίος ἤλυθεν Αἴας. | 593 | |
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. | 594 | |
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· | 595 | |
Νέστορα δ' ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι | 596 | |
ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. | 597 | |
τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· | 598 | |
ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ | 599 | |
εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. | 600 | |
αἶψα δ' ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε | 601 | |
φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας | 602 | |
ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ' ἄρα οἱ πέλεν ἀρχή. | 603 | |
τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· | 604 | |
τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; | 605 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 606 | |
δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ | 607 | |
νῦν ὀΐω περὶ γούνατ' ἐμὰ στήσεσθαι Ἀχαιοὺς | 608 | |
λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτ' ἀνεκτός. | 609 | |
ἀλλ' ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ' ἔρειο | 610 | |
ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο· | 611 | |
ἤτοι μὲν τά γ' ὄπισθε Μαχάονι πάντα ἔοικε | 612 | |
τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός· | 613 | |
ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. | 614 | |
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, | 615 | |
βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. | 616 | |
οἳ δ' ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, | 617 | |
αὐτοὶ μέν ῥ' ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, | 618 | |
ἵππους δ' Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος | 619 | |
ἐξ ὀχέων· τοὶ δ' ἱδρῶ ἀπεψύχοντο χιτώνων | 620 | |
στάντε ποτὶ πνοιὴν παρὰ θῖν' ἁλός· αὐτὰρ ἔπειτα | 621 | |
ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. | 622 | |
τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, | 623 | |
τὴν ἄρετ' ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, | 624 | |
θυγατέρ' Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ | 625 | |
ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων. | 626 | |
ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν | 627 | |
καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ' αὐτῆς | 628 | |
χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, | 629 | |
ἠδὲ μέλι χλωρόν, παρὰ δ' ἀλφίτου ἱεροῦ ἀκτήν, | 630 | |
πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ' ὁ γεραιός, | 631 | |
χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δ' αὐτοῦ | 632 | |
τέσσαρ' ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον | 633 | |
χρύσειαι νεμέθοντο, δύω δ' ὑπὸ πυθμένες ἦσαν. | 634 | |
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης | 635 | |
πλεῖον ἐόν, Νέστωρ δ' ὁ γέρων ἀμογητὶ ἄειρεν. | 636 | |
ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν | 637 | |
οἴνῳ Πραμνείῳ, ἐπὶ δ' αἴγειον κνῆ τυρὸν | 638 | |
κνήστι χαλκείῃ, ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνε, | 639 | |
πινέμεναι δ' ἐκέλευσεν, ἐπεί ῥ' ὥπλισσε κυκειῶ. | 640 | |
τὼ δ' ἐπεὶ οὖν πίνοντ' ἀφέτην πολυκαγκέα δίψαν | 641 | |
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες, | 642 | |
Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς. | 643 | |
τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, | 644 | |
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε. | 645 | |
Πάτροκλος δ' ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον· | 646 | |
οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. | 647 | |
αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι | 648 | |
ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς | 649 | |
γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. | 650 | |
νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ' Ἀχιλῆϊ. | 651 | |
εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος | 652 | |
δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. | 653 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 654 | |
τίπτε τὰρ ὧδ' Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, | 655 | |
ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε | 656 | |
πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι | 657 | |
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. | 658 | |
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, | 659 | |
οὔτασται δ' Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ' Ἀγαμέμνων· | 660 | |
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ· | 661 | |
τοῦτον δ' ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο | 662 | |
ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς | 663 | |
ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ' ἐλεαίρει. | 664 | |
ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης | 665 | |
Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, | 666 | |
αὐτοί τε κτεινώμεθ' ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς | 667 | |
ἔσθ' οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. | 668 | |
εἴθ' ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη | 669 | |
ὡς ὁπότ' Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη | 670 | |
ἀμφὶ βοηλασίῃ, ὅτ' ἐγὼ κτάνον Ἰτυμονῆα | 671 | |
ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, | 672 | |
ῥύσι' ἐλαυνόμενος· ὃ δ' ἀμύνων ᾗσι βόεσσιν | 673 | |
ἔβλητ' ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, | 674 | |
κὰδ δ' ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. | 675 | |
ληΐδα δ' ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν | 676 | |
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, | 677 | |
τόσσα συῶν συβόσια, τόσ' αἰπόλια πλατέ' αἰγῶν, | 678 | |
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα | 679 | |
πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. | 680 | |
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω | 681 | |
ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, | 682 | |
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. | 683 | |
κήρυκες δ' ἐλίγαινον ἅμ' ἠοῖ φαινομένηφι | 684 | |
τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ' ἐν Ἤλιδι δίῃ· | 685 | |
οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες | 686 | |
δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, | 687 | |
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· | 688 | |
ἐλθὼν γάρ ῥ' ἐκάκωσε βίη Ἡρακληείη | 689 | |
τῶν προτέρων ἐτέων, κατὰ δ' ἔκταθεν ὅσσοι ἄριστοι· | 690 | |
δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· | 691 | |
τῶν οἶος λιπόμην, οἳ δ' ἄλλοι πάντες ὄλοντο. | 692 | |
ταῦθ' ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες | 693 | |
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. | 694 | |
ἐκ δ' ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγ' οἰῶν | 695 | |
εἵλετο κρινάμενος τριηκόσι' ἠδὲ νομῆας. | 696 | |
καὶ γὰρ τῷ χρεῖος μέγ' ὀφείλετ' ἐν Ἤλιδι δίῃ | 697 | |
τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν | 698 | |
ἐλθόντες μετ' ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον | 699 | |
θεύσεσθαι· τοὺς δ' αὖθι ἄναξ ἀνδρῶν Αὐγείας | 700 | |
κάσχεθε, τὸν δ' ἐλατῆρ' ἀφίει ἀκαχήμενον ἵππων. | 701 | |
τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων | 702 | |
ἐξέλετ' ἄσπετα πολλά· τὰ δ' ἄλλ' ἐς δῆμον ἔδωκε | 703 | |
δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. | 704 | |
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ | 705 | |
ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες | 706 | |
ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι | 707 | |
πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο | 708 | |
παῖδ' ἔτ' ἐόντ', οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. | 709 | |
ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη | 710 | |
τηλοῦ ἐπ' Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· | 711 | |
τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. | 712 | |
ἀλλ' ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δ' Ἀθήνη | 713 | |
ἄγγελος ἦλθε θέουσ' ἀπ' Ὀλύμπου θωρήσσεσθαι | 714 | |
ἔννυχος, οὐδ' ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν | 715 | |
ἀλλὰ μάλ' ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς | 716 | |
εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· | 717 | |
οὐ γάρ πώ τί μ' ἔφη ἴδμεν πολεμήϊα ἔργα. | 718 | |
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι | 719 | |
καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. | 720 | |
ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων | 721 | |
ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν | 722 | |
ἱππῆες Πυλίων, τὰ δ' ἐπέρρεον ἔθνεα πεζῶν. | 723 | |
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες | 724 | |
ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο. | 725 | |
ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, | 726 | |
ταῦρον δ' Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, | 727 | |
αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, | 728 | |
δόρπον ἔπειθ' ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, | 729 | |
καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος | 730 | |
ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ | 731 | |
ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· | 732 | |
ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· | 733 | |
εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, | 734 | |
συμφερόμεσθα μάχῃ Διί τ' εὐχόμενοι καὶ Ἀθήνῃ. | 735 | |
ἀλλ' ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, | 736 | |
πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, | 737 | |
Μούλιον αἰχμητήν· γαμβρὸς δ' ἦν Αὐγείαο, | 738 | |
πρεσβυτάτην δὲ θύγατρ' εἶχε ξανθὴν Ἀγαμήδην, | 739 | |
ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. | 740 | |
τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, | 741 | |
ἤριπε δ' ἐν κονίῃσιν· ἐγὼ δ' ἐς δίφρον ὀρούσας | 742 | |
στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ | 743 | |
ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα | 744 | |
ἡγεμόν' ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. | 745 | |
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, | 746 | |
πεντήκοντα δ' ἕλον δίφρους, δύο δ' ἀμφὶς ἕκαστον | 747 | |
φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. | 748 | |
καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ' ἀλάπαξα, | 749 | |
εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων | 750 | |
ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. | 751 | |
ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· | 752 | |
τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο | 753 | |
κτείνοντές τ' αὐτοὺς ἀνά τ' ἔντεα καλὰ λέγοντες, | 754 | |
ὄφρ' ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους | 755 | |
πέτρης τ' Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη | 756 | |
κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. | 757 | |
ἔνθ' ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ | 758 | |
ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ' ἔχον ὠκέας ἵππους, | 759 | |
πάντες δ' εὐχετόωντο θεῶν Διὶ Νέστορί τ' ἀνδρῶν. | 760 | |
ὣς ἔον, εἴ ποτ' ἔον γε, μετ' ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς | 761 | |
οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω | 762 | |
πολλὰ μετακλαύσεσθαι ἐπεί κ' ἀπὸ λαὸς ὄληται. | 763 | |
ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ' ἐπέτελλεν | 764 | |
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, | 765 | |
νῶϊ δέ τ' ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς | 766 | |
πάντα μάλ' ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. | 767 | |
Πηλῆος δ' ἱκόμεσθα δόμους εὖ ναιετάοντας | 768 | |
λαὸν ἀγείροντες κατ' Ἀχαιΐδα πουλυβότειραν. | 769 | |
ἔνθα δ' ἔπειθ' ἥρωα Μενοίτιον εὕρομεν ἔνδον | 770 | |
ἠδὲ σέ, πὰρ δ' Ἀχιλῆα· γέρων δ' ἱππηλάτα Πηλεὺς | 771 | |
πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ | 772 | |
αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον | 773 | |
σπένδων αἴθοπα οἶνον ἐπ' αἰθομένοις ἱεροῖσι. | 774 | |
σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ' ἔπειτα | 775 | |
στῆμεν ἐνὶ προθύροισι· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς, | 776 | |
ἐς δ' ἄγε χειρὸς ἑλών, κατὰ δ' ἑδριάασθαι ἄνωγε, | 777 | |
ξείνιά τ' εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν. | 778 | |
αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, | 779 | |
ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ' ἅμ' ἕπεσθαι· | 780 | |
σφὼ δὲ μάλ' ἠθέλετον, τὼ δ' ἄμφω πόλλ' ἐπέτελλον. | 781 | |
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ' Ἀχιλῆϊ | 782 | |
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· | 783 | |
σοὶ δ' αὖθ' ὧδ' ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· | 784 | |
τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, | 785 | |
πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δ' ὅ γε πολλὸν ἀμείνων. | 786 | |
ἀλλ' εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ' ὑποθέσθαι | 787 | |
καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. | 788 | |
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν | 789 | |
ταῦτ' εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. | 790 | |
τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις | 791 | |
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. | 792 | |
εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει | 793 | |
καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, | 794 | |
ἀλλὰ σέ περ προέτω, ἅμα δ' ἄλλος λαὸς ἑπέσθω | 795 | |
Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· | 796 | |
καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, | 797 | |
αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο | 798 | |
Τρῶες, ἀναπνεύσωσι δ' ἀρήϊοι υἷες Ἀχαιῶν | 799 | |
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο. | 800 | |
ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ | 801 | |
ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. | 802 | |
ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, | 803 | |
βῆ δὲ θέειν παρὰ νῆας ἐπ' Αἰακίδην Ἀχιλῆα. | 804 | |
ἀλλ' ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο | 805 | |
ἷξε θέων Πάτροκλος, ἵνά σφ' ἀγορή τε θέμις τε | 806 | |
ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, | 807 | |
ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε | 808 | |
διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ | 809 | |
σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς | 810 | |
ὤμων καὶ κεφαλῆς, ἀπὸ δ' ἕλκεος ἀργαλέοιο | 811 | |
αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν. | 812 | |
τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, | 813 | |
καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· | 814 | |
ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες | 815 | |
ὣς ἄρ' ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης | 816 | |
ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. | 817 | |
ἀλλ' ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ' ἥρως, | 818 | |
ἤ ῥ' ἔτι που σχήσουσι πελώριον Ἕκτορ' Ἀχαιοί, | 819 | |
ἦ ἤδη φθίσονται ὑπ' αὐτοῦ δουρὶ δαμέντες; | 820 | |
τὸν δ' αὖτ' Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· | 821 | |
οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν | 822 | |
ἔσσεται, ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. | 823 | |
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, | 824 | |
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε | 825 | |
χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. | 826 | |
ἀλλ' ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, | 827 | |
μηροῦ δ' ἔκταμ' ὀϊστόν, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν | 828 | |
νίζ' ὕδατι λιαρῷ, ἐπὶ δ' ἤπια φάρμακα πάσσε | 829 | |
ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, | 830 | |
ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. | 831 | |
ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων | 832 | |
τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα | 833 | |
χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος | 834 | |
κεῖσθαι· ὃ δ' ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. | 835 | |
τὸν δ' αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· | 836 | |
πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλ' ἥρως; | 837 | |
ἔρχομαι ὄφρ' Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω | 838 | |
ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· | 839 | |
ἀλλ' οὐδ' ὧς περ σεῖο μεθήσω τειρομένοιο. | 840 | |
ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν | 841 | |
ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. | 842 | |
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ | 843 | |
ὀξὺ βέλος περιπευκές, ἀπ' αὐτοῦ δ' αἷμα κελαινὸν | 844 | |
νίζ' ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν | 845 | |
χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας | 846 | |
ἔσχ' ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ' αἷμα. | 847 | |