αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν | 001 | |
φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, | 002 | |
οἳ μὲν δὴ παρ' ὄχεσφιν ἐρητύοντο μένοντες | 003 | |
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς | 004 | |
Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, | 005 | |
στῆ δ' ἄρ' ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς | 006 | |
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν | 007 | |
Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα· | 008 | |
Ἕκτορα δ' ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ' ἑταῖροι | 009 | |
εἵαθ', ὃ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι κῆρ ἀπινύσσων | 010 | |
αἷμ' ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ' Ἀχαιῶν. | 011 | |
τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, | 012 | |
δεινὰ δ' ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν· | 013 | |
ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη | 014 | |
Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. | 015 | |
οὐ μὰν οἶδ' εἰ αὖτε κακορραφίης ἀλεγεινῆς | 016 | |
πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. | 017 | |
ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν | 018 | |
ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα | 019 | |
χρύσεον ἄρρηκτον; σὺ δ' ἐν αἰθέρι καὶ νεφέλῃσιν | 020 | |
ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, | 021 | |
λῦσαι δ' οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι | 022 | |
ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ' ἂν ἵκηται | 023 | |
γῆν ὀλιγηπελέων· ἐμὲ δ' οὐδ' ὧς θυμὸν ἀνίει | 024 | |
ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, | 025 | |
τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας | 026 | |
πέμψας ἐπ' ἀτρύγετον πόντον κακὰ μητιόωσα, | 027 | |
καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας. | 028 | |
τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις | 029 | |
Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. | 030 | |
τῶν σ' αὖτις μνήσω ἵν' ἀπολλήξῃς ἀπατάων, | 031 | |
ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, | 032 | |
ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ' ἀπάτησας. | 033 | |
ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, | 034 | |
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα· | 035 | |
ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε | 036 | |
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος | 037 | |
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, | 038 | |
σή θ' ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν | 039 | |
κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· | 040 | |
μὴ δι' ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων | 041 | |
πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δ' ἀρήγει, | 042 | |
ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, | 043 | |
τειρομένους δ' ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς. | 044 | |
αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην | 045 | |
τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς. | 046 | |
ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, | 047 | |
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· | 048 | |
εἰ μὲν δὴ σύ γ' ἔπειτα βοῶπις πότνια Ἥρη | 049 | |
ἶσον ἐμοὶ φρονέουσα μετ' ἀθανάτοισι καθίζοις, | 050 | |
τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, | 051 | |
αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. | 052 | |
ἀλλ' εἰ δή ῥ' ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, | 053 | |
ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον | 054 | |
Ἶρίν τ' ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, | 055 | |
ὄφρ' ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων | 056 | |
ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι | 057 | |
παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ' ἱκέσθαι, | 058 | |
Ἕκτορα δ' ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, | 059 | |
αὖτις δ' ἐμπνεύσῃσι μένος, λελάθῃ δ' ὀδυνάων | 060 | |
αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς | 061 | |
αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, | 062 | |
φεύγοντες δ' ἐν νηυσὶ πολυκλήϊσι πέσωσι | 063 | |
Πηλεΐδεω Ἀχιλῆος· ὃ δ' ἀνστήσει ὃν ἑταῖρον | 064 | |
Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ | 065 | |
Ἰλίου προπάροιθε πολέας ὀλέσαντ' αἰζηοὺς | 066 | |
τοὺς ἄλλους, μετὰ δ' υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. | 067 | |
τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. | 068 | |
ἐκ τοῦ δ' ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν | 069 | |
αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ' Ἀχαιοὶ | 070 | |
Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. | 071 | |
τὸ πρὶν δ' οὔτ' ἄρ' ἐγὼ παύω χόλον οὔτέ τιν' ἄλλον | 072 | |
ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ' ἐάσω | 073 | |
πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, | 074 | |
ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ' ἐπένευσα κάρητι, | 075 | |
ἤματι τῷ ὅτ' ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, | 076 | |
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. | 077 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη, | 078 | |
βῆ δ' ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. | 079 | |
ὡς δ' ὅτ' ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τ' ἐπὶ πολλὴν | 080 | |
γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ | 081 | |
ἔνθ' εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά, | 082 | |
ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· | 083 | |
ἵκετο δ' αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δ' ἐπῆλθεν | 084 | |
ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες | 085 | |
πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. | 086 | |
ἣ δ' ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ | 087 | |
δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, | 088 | |
καί μιν φωνήσασ' ἔπεα πτερόεντα προσηύδα· | 089 | |
Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· | 090 | |
ἦ μάλα δή σ' ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. | 091 | |
τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ λευκώλενος Ἥρη· | 092 | |
μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ | 093 | |
οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. | 094 | |
ἀλλὰ σύ γ' ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· | 095 | |
ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν | 096 | |
οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι | 097 | |
πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν | 098 | |
οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. | 099 | |
ἣ μὲν ἄρ' ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, | 100 | |
ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοί· ἣ δ' ἐγέλασσε | 101 | |
χείλεσιν, οὐδὲ μέτωπον ἐπ' ὀφρύσι κυανέῃσιν | 102 | |
ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· | 103 | |
νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· | 104 | |
ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες | 105 | |
ἢ ἔπει ἠὲ βίῃ· ὃ δ' ἀφήμενος οὐκ ἀλεγίζει | 106 | |
οὐδ' ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι | 107 | |
κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. | 108 | |
τὼ ἔχεθ' ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. | 109 | |
ἤδη γὰρ νῦν ἔλπομ' Ἄρηΐ γε πῆμα τετύχθαι· | 110 | |
υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν | 111 | |
Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. | 112 | |
ὣς ἔφατ', αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ | 113 | |
χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα· | 114 | |
μὴ νῦν μοι νεμεσήσετ' Ὀλύμπια δώματ' ἔχοντες | 115 | |
τίσασθαι φόνον υἷος ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, | 116 | |
εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ | 117 | |
κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ' αἵματι καὶ κονίῃσιν. | 118 | |
ὣς φάτο, καί ῥ' ἵππους κέλετο Δεῖμόν τε Φόβον τε | 119 | |
ζευγνύμεν, αὐτὸς δ' ἔντε' ἐδύσετο παμφανόωντα. | 120 | |
ἔνθά κ' ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος | 121 | |
πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, | 122 | |
εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν | 123 | |
ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, | 124 | |
τοῦ δ' ἀπὸ μὲν κεφαλῆς κόρυθ' εἵλετο καὶ σάκος ὤμων, | 125 | |
ἔγχος δ' ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα | 126 | |
χάλκεον· ἣ δ' ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· | 127 | |
μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως | 128 | |
οὔατ' ἀκουέμεν ἐστί, νόος δ' ἀπόλωλε καὶ αἰδώς. | 129 | |
οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη | 130 | |
ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; | 131 | |
ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ | 132 | |
ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, | 133 | |
αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; | 134 | |
αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς | 135 | |
λείψει, ὃ δ' ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, | 136 | |
μάρψει δ' ἑξείης ὅς τ' αἴτιος ὅς τε καὶ οὐκί. | 137 | |
τώ σ' αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· | 138 | |
ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων | 139 | |
ἢ πέφατ', ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ | 140 | |
πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. | 141 | |
ὣς εἰποῦσ' ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. | 142 | |
Ἥρη δ' Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς | 143 | |
Ἶρίν θ', ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, | 144 | |
καί σφεας φωνήσασ' ἔπεα πτερόεντα προσηύδα· | 145 | |
Ζεὺς σφὼ εἰς Ἴδην κέλετ' ἐλθέμεν ὅττι τάχιστα· | 146 | |
αὐτὰρ ἐπὴν ἔλθητε, Διός τ' εἰς ὦπα ἴδησθε, | 147 | |
ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. | 148 | |
ἣ μὲν ἄρ' ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, | 149 | |
ἕζετο δ' εἰνὶ θρόνῳ· τὼ δ' ἀΐξαντε πετέσθην. | 150 | |
Ἴδην δ' ἵκανον πολυπίδακα μητέρα θηρῶν, | 151 | |
εὗρον δ' εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ | 152 | |
ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. | 153 | |
τὼ δὲ πάροιθ' ἐλθόντε Διὸς νεφεληγερέταο | 154 | |
στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, | 155 | |
ὅττί οἱ ὦκ' ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. | 156 | |
Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· | 157 | |
βάσκ' ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι | 158 | |
πάντα τάδ' ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. | 159 | |
παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο | 160 | |
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. | 161 | |
εἰ δέ μοι οὐκ ἐπέεσσ' ἐπιπείσεται, ἀλλ' ἀλογήσει, | 162 | |
φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν | 163 | |
μή μ' οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ | 164 | |
μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι | 165 | |
καὶ γενεῇ πρότερος· τοῦ δ' οὐκ ὄθεται φίλον ἦτορ | 166 | |
ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. | 167 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, | 168 | |
βῆ δὲ κατ' Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. | 169 | |
ὡς δ' ὅτ' ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα | 170 | |
ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, | 171 | |
ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, | 172 | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· | 173 | |
ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα | 174 | |
ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. | 175 | |
παυσάμενόν σ' ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο | 176 | |
ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. | 177 | |
εἰ δέ οἱ οὐκ ἐπέεσσ' ἐπιπείσεαι, ἀλλ' ἀλογήσεις, | 178 | |
ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων | 179 | |
ἐνθάδ' ἐλεύσεσθαι· σὲ δ' ὑπεξαλέασθαι ἄνωγε | 180 | |
χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι | 181 | |
καὶ γενεῇ πρότερος· σὸν δ' οὐκ ὄθεται φίλον ἦτορ | 182 | |
ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. | 183 | |
τὴν δὲ μέγ' ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· | 184 | |
ὢ πόποι ἦ ῥ' ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν | 185 | |
εἴ μ' ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. | 186 | |
τρεῖς γάρ τ' ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα | 187 | |
Ζεὺς καὶ ἐγώ, τρίτατος δ' Ἀΐδης ἐνέροισιν ἀνάσσων. | 188 | |
τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δ' ἔμμορε τιμῆς· | 189 | |
ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ | 190 | |
παλλομένων, Ἀΐδης δ' ἔλαχε ζόφον ἠερόεντα, | 191 | |
Ζεὺς δ' ἔλαχ' οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· | 192 | |
γαῖα δ' ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. | 193 | |
τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος | 194 | |
καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. | 195 | |
χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· | 196 | |
θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη | 197 | |
ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, | 198 | |
οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. | 199 | |
τὸν δ' ἠμείβετ' ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· | 200 | |
οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα | 201 | |
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, | 202 | |
ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. | 203 | |
οἶσθ' ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. | 204 | |
τὴν δ' αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· | 205 | |
Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· | 206 | |
ἐσθλὸν καὶ τὸ τέτυκται ὅτ' ἄγγελος αἴσιμα εἰδῇ. | 207 | |
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει | 208 | |
ὁππότ' ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ | 209 | |
νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. | 210 | |
ἀλλ' ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· | 211 | |
ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· | 212 | |
αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης | 213 | |
Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος | 214 | |
Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδ' ἐθελήσει | 215 | |
ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, | 216 | |
ἴστω τοῦθ' ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. | 217 | |
ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, | 218 | |
δῦνε δὲ πόντον ἰών, πόθεσαν δ' ἥρωες Ἀχαιοί. | 219 | |
καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· | 220 | |
ἔρχεο νῦν φίλε Φοῖβε μεθ' Ἕκτορα χαλκοκορυστήν· | 221 | |
ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος | 222 | |
οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν | 223 | |
ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, | 224 | |
οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. | 225 | |
ἀλλὰ τόδ' ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ | 226 | |
ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε | 227 | |
χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γ' ἐτελέσθη. | 228 | |
ἀλλὰ σύ γ' ἐν χείρεσσι λάβ' αἰγίδα θυσσανόεσσαν, | 229 | |
τῇ μάλ' ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· | 230 | |
σοὶ δ' αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· | 231 | |
τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρ' ἂν Ἀχαιοὶ | 232 | |
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. | 233 | |
κεῖθεν δ' αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, | 234 | |
ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. | 235 | |
ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, | 236 | |
βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς | 237 | |
ὠκέϊ φασσοφόνῳ, ὅς τ' ὤκιστος πετεηνῶν. | 238 | |
εὗρ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον | 239 | |
ἥμενον, οὐδ' ἔτι κεῖτο, νέον δ' ἐσαγείρετο θυμόν, | 240 | |
ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς | 241 | |
παύετ', ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. | 242 | |
ἀγχοῦ δ' ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· | 243 | |
Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπ' ἄλλων | 244 | |
ἧσ' ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; | 245 | |
τὸν δ' ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· | 246 | |
τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μ' εἴρεαι ἄντην; | 247 | |
οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν | 248 | |
οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας | 249 | |
χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; | 250 | |
καὶ δὴ ἔγωγ' ἐφάμην νέκυας καὶ δῶμ' Ἀΐδαο | 251 | |
ἤματι τῷδ' ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ. | 252 | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· | 253 | |
θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων | 254 | |
ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν | 255 | |
Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ | 256 | |
ῥύομ', ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον. | 257 | |
ἀλλ' ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι | 258 | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους· | 259 | |
αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον | 260 | |
πᾶσαν λειανέω, τρέψω δ' ἥρωας Ἀχαιούς. | 261 | |
ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν. | 262 | |
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ | 263 | |
δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων | 264 | |
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο | 265 | |
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται | 266 | |
ὤμοις ἀΐσσονται· ὃ δ' ἀγλαΐηφι πεποιθὼς | 267 | |
ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων· | 268 | |
ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ' ἐνώμα | 269 | |
ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. | 270 | |
οἳ δ' ὥς τ' ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα | 271 | |
ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· | 272 | |
τὸν μέν τ' ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη | 273 | |
εἰρύσατ', οὐδ' ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν· | 274 | |
τῶν δέ θ' ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος | 275 | |
εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· | 276 | |
ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο | 277 | |
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· | 278 | |
αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορ' ἐποιχόμενον στίχας ἀνδρῶν | 279 | |
τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. | 280 | |
τοῖσι δ' ἔπειτ' ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, | 281 | |
Αἰτωλῶν ὄχ' ἄριστος ἐπιστάμενος μὲν ἄκοντι | 282 | |
ἐσθλὸς δ' ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν | 283 | |
νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων· | 284 | |
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· | 285 | |
ὢ πόποι ἦ μέγα θαῦμα τόδ' ὀφθαλμοῖσιν ὁρῶμαι, | 286 | |
οἷον δ' αὖτ' ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας | 287 | |
Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου | 288 | |
χερσὶν ὑπ' Αἴαντος θανέειν Τελαμωνιάδαο. | 289 | |
ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν | 290 | |
Ἕκτορ', ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατ' ἔλυσεν, | 291 | |
ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε | 292 | |
Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. | 293 | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. | 294 | |
πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· | 295 | |
αὐτοὶ δ', ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθ' εἶναι, | 296 | |
στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες | 297 | |
δούρατ' ἀνασχόμενοι· τὸν δ' οἴω καὶ μεμαῶτα | 298 | |
θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. | 299 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· | 300 | |
οἳ μὲν ἄρ' ἀμφ' Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα | 301 | |
Τεῦκρον Μηριόνην τε Μέγην τ' ἀτάλαντον Ἄρηϊ | 302 | |
ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες | 303 | |
Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω | 304 | |
ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. | 305 | |
Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δ' ἄρ' Ἕκτωρ | 306 | |
μακρὰ βιβάς· πρόσθεν δὲ κί' αὐτοῦ Φοῖβος Ἀπόλλων | 307 | |
εἱμένος ὤμοιιν νεφέλην, ἔχε δ' αἰγίδα θοῦριν | 308 | |
δεινὴν ἀμφιδάσειαν ἀριπρεπέ', ἣν ἄρα χαλκεὺς | 309 | |
Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· | 310 | |
τὴν ἄρ' ὅ γ' ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. | 311 | |
Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες, ὦρτο δ' ἀϋτὴ | 312 | |
ὀξεῖ' ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ' ὀϊστοὶ | 313 | |
θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν | 314 | |
ἄλλα μὲν ἐν χροῒ πήγνυτ' ἀρηϊθόων αἰζηῶν, | 315 | |
πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν | 316 | |
ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. | 317 | |
ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ' ἀτρέμα Φοῖβος Ἀπόλλων, | 318 | |
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός. | 319 | |
αὐτὰρ ἐπεὶ κατ' ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων | 320 | |
σεῖσ', ἐπὶ δ' αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν | 321 | |
ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. | 322 | |
οἳ δ' ὥς τ' ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ' οἰῶν | 323 | |
θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ | 324 | |
ἐλθόντ' ἐξαπίνης σημάντορος οὐ παρεόντος, | 325 | |
ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων | 326 | |
ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. | 327 | |
ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. | 328 | |
Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, | 329 | |
τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, | 330 | |
τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· | 331 | |
Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. | 332 | |
ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο | 333 | |
ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν | 334 | |
ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς | 335 | |
γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχ' Ὀϊλεύς· | 336 | |
Ἴασος αὖτ' ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, | 337 | |
υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. | 338 | |
Μηκιστῆ δ' ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης | 339 | |
πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δ' ἕλε δῖος Ἀγήνωρ. | 340 | |
Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε | 341 | |
φεύγοντ' ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. | 342 | |
ὄφρ' οἳ τοὺς ἐνάριζον ἀπ' ἔντεα, τόφρα δ' Ἀχαιοὶ | 343 | |
τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ | 344 | |
ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. | 345 | |
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας | 346 | |
νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δ' ἔναρα βροτόεντα· | 347 | |
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, | 348 | |
αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε | 349 | |
γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, | 350 | |
ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο. | 351 | |
ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους | 352 | |
κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ | 353 | |
πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους | 354 | |
ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων | 355 | |
ῥεῖ' ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων | 356 | |
ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον | 357 | |
μακρὴν ἠδ' εὐρεῖαν, ὅσον τ' ἐπὶ δουρὸς ἐρωὴ | 358 | |
γίγνεται, ὁππότ' ἀνὴρ σθένεος πειρώμενος ᾗσι. | 359 | |
τῇ ῥ' οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ' Ἀπόλλων | 360 | |
αἰγίδ' ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν | 361 | |
ῥεῖα μάλ', ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, | 362 | |
ὅς τ' ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν | 363 | |
ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. | 364 | |
ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν | 365 | |
σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. | 366 | |
ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, | 367 | |
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι | 368 | |
χεῖρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος· | 369 | |
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν | 370 | |
εὔχετο χεῖρ' ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· | 371 | |
Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ | 372 | |
ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων | 373 | |
εὔχετο νοστῆσαι, σὺ δ' ὑπέσχεο καὶ κατένευσας, | 374 | |
τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, | 375 | |
μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. | 376 | |
ὣς ἔφατ' εὐχόμενος, μέγα δ' ἔκτυπε μητίετα Ζεύς, | 377 | |
ἀράων ἀΐων Νηληϊάδαο γέροντος. | 378 | |
Τρῶες δ' ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, | 379 | |
μᾶλλον ἐπ' Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. | 380 | |
οἳ δ' ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο | 381 | |
νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότ' ἐπείγῃ | 382 | |
ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματ' ὀφέλλει· | 383 | |
ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, | 384 | |
ἵππους δ' εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο | 385 | |
ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφ' ἵππων, | 386 | |
οἳ δ' ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες | 387 | |
μακροῖσι ξυστοῖσι, τά ῥά σφ' ἐπὶ νηυσὶν ἔκειτο | 388 | |
ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ. | 389 | |
Πάτροκλος δ' εἷος μὲν Ἀχαιοί τε Τρῶές τε | 390 | |
τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, | 391 | |
τόφρ' ὅ γ' ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο | 392 | |
ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δ' ἕλκεϊ λυγρῷ | 393 | |
φάρμακ' ἀκέσματ' ἔπασσε μελαινάων ὀδυνάων. | 394 | |
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε | 395 | |
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, | 396 | |
ᾤμωξέν τ' ἄρ' ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ | 397 | |
χερσὶ καταπρηνέσσ', ὀλοφυρόμενος δ' ἔπος ηὔδα· | 398 | |
Εὐρύπυλ' οὐκ ἔτι τοι δύναμαι χατέοντί περ' ἔμπης | 399 | |
ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· | 400 | |
ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε | 401 | |
σπεύσομαι εἰς Ἀχιλῆα, ἵν' ὀτρύνω πολεμίζειν. | 402 | |
τίς δ' οἶδ' εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω | 403 | |
παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. | 404 | |
τὸν μὲν ἄρ' ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ | 405 | |
Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ' ἐδύναντο | 406 | |
παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· | 407 | |
οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας | 408 | |
ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. | 409 | |
ἀλλ' ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει | 410 | |
τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης | 411 | |
εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, | 412 | |
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· | 413 | |
ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, | 414 | |
Ἕκτωρ δ' ἄντ' Αἴαντος ἐείσατο κυδαλίμοιο. | 415 | |
τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο | 416 | |
οὔθ' ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα | 417 | |
οὔθ' ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ' ἐπέλασσέ γε δαίμων. | 418 | |
ἔνθ' υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας | 419 | |
πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. | 420 | |
δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. | 421 | |
Ἕκτωρ δ' ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν | 422 | |
ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, | 423 | |
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· | 424 | |
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ | 425 | |
μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, | 426 | |
ἀλλ' υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ | 427 | |
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. | 428 | |
ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. | 429 | |
τοῦ μὲν ἅμαρθ', ὃ δ' ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν | 430 | |
Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρ' αὐτῷ | 431 | |
ναῖ', ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, | 432 | |
τόν ῥ' ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ | 433 | |
ἑσταότ' ἄγχ' Αἴαντος· ὃ δ' ὕπτιος ἐν κονίῃσι | 434 | |
νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. | 435 | |
Αἴας δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· | 436 | |
Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος | 437 | |
Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα | 438 | |
ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· | 439 | |
τὸν δ' Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ | 440 | |
ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων; | 441 | |
ὣς φάθ', ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, | 442 | |
τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην | 443 | |
ἰοδόκον· μάλα δ' ὦκα βέλεα Τρώεσσιν ἐφίει. | 444 | |
καί ῥ' ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν | 445 | |
Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο | 446 | |
ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθ' ἵππους· | 447 | |
τῇ γὰρ ἔχ' ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες | 448 | |
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ | 449 | |
ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. | 450 | |
αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· | 451 | |
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι | 452 | |
κείν' ὄχεα κροτέοντες. ἄναξ δ' ἐνόησε τάχιστα | 453 | |
Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. | 454 | |
τοὺς μὲν ὅ γ' Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, | 455 | |
πολλὰ δ' ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα | 456 | |
ἵππους· αὐτὸς δ' αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. | 457 | |
Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἐφ' Ἕκτορι χαλκοκορυστῇ | 458 | |
αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, | 459 | |
εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. | 460 | |
ἀλλ' οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥ' ἐφύλασσεν | 461 | |
Ἕκτορ', ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, | 462 | |
ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ | 463 | |
ῥῆξ' ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ | 464 | |
ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. | 465 | |
Τεῦκρος δ' ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· | 466 | |
ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει | 467 | |
δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός, | 468 | |
νευρὴν δ' ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα | 469 | |
πρώϊον, ὄφρ' ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. | 470 | |
τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας· | 471 | |
ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς | 472 | |
κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας· | 473 | |
αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ | 474 | |
μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. | 475 | |
μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν | 476 | |
νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης. | 477 | |
ὣς φάθ', ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν, | 478 | |
αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισι σάκος θέτο τετραθέλυμνον, | 479 | |
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν | 480 | |
ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· | 481 | |
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, | 482 | |
βῆ δ' ἰέναι, μάλα δ' ὦκα θέων Αἴαντι παρέστη. | 483 | |
Ἕκτωρ δ' ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα, | 484 | |
Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· | 485 | |
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ | 486 | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς | 487 | |
νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν | 488 | |
ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. | 489 | |
ῥεῖα δ' ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, | 490 | |
ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, | 491 | |
ἠδ' ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, | 492 | |
ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δ' ἀρήγει. | 493 | |
ἀλλὰ μάχεσθ' ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων | 494 | |
βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ | 495 | |
τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης | 496 | |
τεθνάμεν· ἀλλ' ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, | 497 | |
καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ | 498 | |
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. | 499 | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 500 | |
Αἴας δ' αὖθ' ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· | 501 | |
αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι | 502 | |
ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. | 503 | |
ἦ ἔλπεσθ' ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ | 504 | |
ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; | 505 | |
ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα | 506 | |
Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; | 507 | |
οὐ μὰν ἔς γε χορὸν κέλετ' ἐλθέμεν, ἀλλὰ μάχεσθαι. | 508 | |
ἡμῖν δ' οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων | 509 | |
ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. | 510 | |
βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι | 511 | |
ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι | 512 | |
ὧδ' αὔτως παρὰ νηυσὶν ὑπ' ἀνδράσι χειροτέροισιν. | 513 | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 514 | |
ἔνθ' Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν | 515 | |
ἀρχὸν Φωκήων, Αἴας δ' ἕλε Λαοδάμαντα | 516 | |
ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· | 517 | |
Πουλυδάμας δ' Ὦτον Κυλλήνιον ἐξενάριξε | 518 | |
Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. | 519 | |
τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δ' ὕπαιθα λιάσθη | 520 | |
Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων | 521 | |
εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι· | 522 | |
αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί. | 523 | |
δούπησεν δὲ πεσών· ὃ δ' ἀπ' ὤμων τεύχε' ἐσύλα. | 524 | |
τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς | 525 | |
Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν | 526 | |
Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς, | 527 | |
ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ | 528 | |
ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ, | 529 | |
τόν ῥ' ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς | 530 | |
ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. | 531 | |
ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης | 532 | |
ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν· | 533 | |
ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσ' ὄλεθρον. | 534 | |
τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης | 535 | |
κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ ὀξυόεντι, | 536 | |
ῥῆξε δ' ἀφ' ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε | 537 | |
κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. | 538 | |
εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δ' ἔλπετο νίκην, | 539 | |
τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, | 540 | |
στῆ δ' εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δ' ὦμον ὄπισθεν· | 541 | |
αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα | 542 | |
πρόσσω ἱεμένη· ὃ δ' ἄρα πρηνὴς ἐλιάσθη. | 543 | |
τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχε' ἀπ' ὤμων | 544 | |
συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε | 545 | |
πᾶσι μάλα, πρῶτον δ' Ἱκεταονίδην ἐνένιπεν | 546 | |
ἴφθιμον Μελάνιππον. ὃ δ' ὄφρα μὲν εἰλίποδας βοῦς | 547 | |
βόσκ' ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· | 548 | |
αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, | 549 | |
ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, | 550 | |
ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· | 551 | |
τόν ῥ' Ἕκτωρ ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· | 552 | |
οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ | 553 | |
ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; | 554 | |
οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχε' ἕπουσιν; | 555 | |
ἀλλ' ἕπευ· οὐ γὰρ ἔτ' ἔστιν ἀποσταδὸν Ἀργείοισι | 556 | |
μάρνασθαι, πρίν γ' ἠὲ κατακτάμεν ἠὲ κατ' ἄκρης | 557 | |
Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. | 558 | |
ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς· | 559 | |
Ἀργείους δ' ὄτρυνε μέγας Τελαμώνιος Αἴας· | 560 | |
ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ, | 561 | |
ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. | 562 | |
αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· | 563 | |
φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. | 564 | |
ὣς ἔφαθ', οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, | 565 | |
ἐν θυμῷ δ' ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας | 566 | |
ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. | 567 | |
Ἀντίλοχον δ' ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος· | 568 | |
Ἀντίλοχ' οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, | 569 | |
οὔτε ποσὶν θάσσων οὔτ' ἄλκιμος ὡς σὺ μάχεσθαι· | 570 | |
εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα. | 571 | |
ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ' ὀρόθυνεν· | 572 | |
ἐκ δ' ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ | 573 | |
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο | 574 | |
ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ' οὐχ ἅλιον βέλος ἧκεν, | 575 | |
ἀλλ' Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον | 576 | |
νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. | 577 | |
δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. | 578 | |
Ἀντίλοχος δ' ἐπόρουσε κύων ὥς, ὅς τ' ἐπὶ νεβρῷ | 579 | |
βλημένῳ ἀΐξῃ, τόν τ' ἐξ εὐνῆφι θορόντα | 580 | |
θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα· | 581 | |
ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ' Ἀντίλοχος μενεχάρμης | 582 | |
τεύχεα συλήσων· ἀλλ' οὐ λάθεν Ἕκτορα δῖον, | 583 | |
ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. | 584 | |
Ἀντίλοχος δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, | 585 | |
ἀλλ' ὅ γ' ἄρ' ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, | 586 | |
ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι | 587 | |
φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· | 588 | |
ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ | 589 | |
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· | 590 | |
στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. | 591 | |
Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι | 592 | |
νηυσὶν ἐπεσσεύοντο, Διὸς δ' ἐτέλειον ἐφετμάς, | 593 | |
ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν | 594 | |
Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ' ὀρόθυνεν. | 595 | |
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι | 596 | |
Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ | 597 | |
ἐμβάλοι ἀκάματον, Θέτιδος δ' ἐξαίσιον ἀρὴν | 598 | |
πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς | 599 | |
νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. | 600 | |
ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν | 601 | |
θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. | 602 | |
τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν | 603 | |
Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. | 604 | |
μαίνετο δ' ὡς ὅτ' Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ | 605 | |
οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· | 606 | |
ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε | 607 | |
λαμπέσθην βλοσυρῇσιν ὑπ' ὀφρύσιν, ἀμφὶ δὲ πήληξ | 608 | |
σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο | 609 | |
Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπ' αἰθέρος ἦεν ἀμύντωρ | 610 | |
Ζεύς, ὅς μιν πλεόνεσσι μετ' ἀνδράσι μοῦνον ἐόντα | 611 | |
τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν | 612 | |
ἔσσεσθ'· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ | 613 | |
Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. | 614 | |
καί ῥ' ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, | 615 | |
ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε' ἄριστα· | 616 | |
ἀλλ' οὐδ' ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων· | 617 | |
ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη | 618 | |
ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, | 619 | |
ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα | 620 | |
κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν· | 621 | |
ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. | 622 | |
αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ' ὁμίλῳ, | 623 | |
ἐν δ' ἔπεσ' ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι | 624 | |
λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα | 625 | |
ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη | 626 | |
ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται | 627 | |
δειδιότες· τυτθὸν γὰρ ὑπ' ἐκ θανάτοιο φέρονται· | 628 | |
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. | 629 | |
αὐτὰρ ὅ γ' ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, | 630 | |
αἵ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται | 631 | |
μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς | 632 | |
θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· | 633 | |
ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν | 634 | |
αἰὲν ὁμοστιχάει, ὃ δέ τ' ἐν μέσσῃσιν ὀρούσας | 635 | |
βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότ' Ἀχαιοὶ | 636 | |
θεσπεσίως ἐφόβηθεν ὑφ' Ἕκτορι καὶ Διὶ πατρὶ | 637 | |
πάντες, ὃ δ' οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, | 638 | |
Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος | 639 | |
ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. | 640 | |
τοῦ γένετ' ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων | 641 | |
παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, | 642 | |
καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· | 643 | |
ὅς ῥα τόθ' Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. | 644 | |
στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, | 645 | |
τὴν αὐτὸς φορέεσκε ποδηνεκέ' ἕρκος ἀκόντων· | 646 | |
τῇ ὅ γ' ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ | 647 | |
σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. | 648 | |
Ἕκτωρ δ' ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, | 649 | |
στήθεϊ δ' ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων | 650 | |
κτεῖν'· οἳ δ' οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου | 651 | |
χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. | 652 | |
εἰσωποὶ δ' ἐγένοντο νεῶν, περὶ δ' ἔσχεθον ἄκραι | 653 | |
νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δ' ἐπέχυντο. | 654 | |
Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ | 655 | |
τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν | 656 | |
ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς | 657 | |
καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. | 658 | |
Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν | 659 | |
λίσσεθ' ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· | 660 | |
ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθ' ἐνὶ θυμῷ | 661 | |
ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος | 662 | |
παίδων ἠδ' ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, | 663 | |
ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι· | 664 | |
τῶν ὕπερ ἐνθάδ' ἐγὼ γουνάζομαι οὐ παρεόντων | 665 | |
ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. | 666 | |
ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. | 667 | |
τοῖσι δ' ἀπ' ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη | 668 | |
θεσπέσιον· μάλα δέ σφι φόως γένετ' ἀμφοτέρωθεν | 669 | |
ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. | 670 | |
Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, | 671 | |
ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, | 672 | |
ἠδ' ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. | 673 | |
οὐδ' ἄρ' ἔτ' Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ | 674 | |
ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· | 675 | |
ἀλλ' ὅ γε νηῶν ἴκρι' ἐπῴχετο μακρὰ βιβάσθων, | 676 | |
νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι | 677 | |
κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. | 678 | |
ὡς δ' ὅτ' ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, | 679 | |
ὅς τ' ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, | 680 | |
σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται | 681 | |
λαοφόρον καθ' ὁδόν· πολέες τέ ἑ θηήσαντο | 682 | |
ἀνέρες ἠδὲ γυναῖκες· ὃ δ' ἔμπεδον ἀσφαλὲς αἰεὶ | 683 | |
θρῴσκων ἄλλοτ' ἐπ' ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· | 684 | |
ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν | 685 | |
φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρ' ἵκανεν, | 686 | |
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε | 687 | |
νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ | 688 | |
μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· | 689 | |
ἀλλ' ὥς τ' ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων | 690 | |
ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων | 691 | |
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, | 692 | |
ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο | 693 | |
ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε | 694 | |
χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμ' αὐτῷ. | 695 | |
αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· | 696 | |
φαίης κ' ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν | 697 | |
ἄντεσθ' ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. | 698 | |
τοῖσι δὲ μαρναμένοισιν ὅδ' ἦν νόος· ἤτοι Ἀχαιοὶ | 699 | |
οὐκ ἔφασαν φεύξεσθαι ὑπ' ἐκ κακοῦ, ἀλλ' ὀλέεσθαι, | 700 | |
Τρωσὶν δ' ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου | 701 | |
νῆας ἐνιπρήσειν κτενέειν θ' ἥρωας Ἀχαιούς. | 702 | |
οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· | 703 | |
Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο | 704 | |
καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν | 705 | |
ἐς Τροίην, οὐδ' αὖτις ἀπήγαγε πατρίδα γαῖαν. | 706 | |
τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε | 707 | |
δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδ' ἄρα τοί γε | 708 | |
τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδ' ἔτ' ἀκόντων, | 709 | |
ἀλλ' οἵ γ' ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες | 710 | |
ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο | 711 | |
καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. | 712 | |
πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα | 713 | |
ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δ' ἀπ' ὤμων | 714 | |
ἀνδρῶν μαρναμένων· ῥέε δ' αἵματι γαῖα μέλαινα. | 715 | |
Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει | 716 | |
ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· | 717 | |
οἴσετε πῦρ, ἅμα δ' αὐτοὶ ἀολλέες ὄρνυτ' ἀϋτήν· | 718 | |
νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε | 719 | |
νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι | 720 | |
ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, | 721 | |
οἵ μ' ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν | 722 | |
αὐτόν τ' ἰσχανάασκον ἐρητύοντό τε λαόν· | 723 | |
ἀλλ' εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς | 724 | |
ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. | 725 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα μᾶλλον ἐπ' Ἀργείοισιν ὄρουσαν. | 726 | |
Αἴας δ' οὐκέτ' ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· | 727 | |
ἀλλ' ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι | 728 | |
θρῆνυν ἐφ' ἑπταπόδην, λίπε δ' ἴκρια νηὸς ἐΐσης. | 729 | |
ἔνθ' ἄρ' ὅ γ' ἑστήκει δεδοκημένος, ἔγχεϊ δ' αἰεὶ | 730 | |
Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· | 731 | |
αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· | 732 | |
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος | 733 | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. | 734 | |
ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, | 735 | |
ἦέ τι τεῖχος ἄρειον, ὅ κ' ἀνδράσι λοιγὸν ἀμύναι; | 736 | |
οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, | 737 | |
ᾗ κ' ἀπαμυναίμεσθ' ἑτεραλκέα δῆμον ἔχοντες· | 738 | |
ἀλλ' ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων | 739 | |
πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· | 740 | |
τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. | 741 | |
ἦ, καὶ μαιμώων ἔφεπ' ἔγχεϊ ὀξυόεντι. | 742 | |
ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο | 743 | |
σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, | 744 | |
τὸν δ' Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· | 745 | |
δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα. | 746 | |