οὐδ' ἔλαθ' Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον | 001 | |
Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. | 002 | |
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, | 003 | |
ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖν' ὥς τις περὶ πόρτακι μήτηρ | 004 | |
πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· | 005 | |
ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. | 006 | |
πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην, | 007 | |
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ' ἀντίος ἔλθοι. | 008 | |
οὐδ' ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε | 009 | |
Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δ' ἄρ' αὐτοῦ | 010 | |
ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· | 011 | |
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν | 012 | |
χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δ' ἔναρα βροτόεντα· | 013 | |
οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ' ἐπικούρων | 014 | |
Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· | 015 | |
τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, | 016 | |
μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. | 017 | |
τὸν δὲ μέγ' ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· | 018 | |
Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. | 019 | |
οὔτ' οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος | 020 | |
οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος | 021 | |
θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, | 022 | |
ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. | 023 | |
οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο | 024 | |
ἧς ἥβης ἀπόνηθ', ὅτε μ' ὤνατο καί μ' ὑπέμεινε | 025 | |
καί μ' ἔφατ' ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν | 026 | |
ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα | 027 | |
εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. | 028 | |
ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα | 029 | |
στήῃς· ἀλλά σ' ἔγωγ' ἀναχωρήσαντα κελεύω | 030 | |
ἐς πληθὺν ἰέναι, μηδ' ἀντίος ἵστασ' ἐμεῖο | 031 | |
πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. | 032 | |
ὣς φάτο, τὸν δ' οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· | 033 | |
νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις | 034 | |
γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δ' ἀγορεύεις, | 035 | |
χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, | 036 | |
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. | 037 | |
ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην | 038 | |
εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε' ἐνείκας | 039 | |
Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. | 040 | |
ἀλλ' οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται | 041 | |
οὐδ' ἔτ' ἀδήριτος ἤτ' ἀλκῆς ἤτε φόβοιο. | 042 | |
ὣς εἰπὼν οὔτησε κατ' ἀσπίδα πάντοσ' ἐΐσην· | 043 | |
οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ | 044 | |
ἀσπίδ' ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ | 045 | |
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· | 046 | |
ἂψ δ' ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα | 047 | |
νύξ', ἐπὶ δ' αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· | 048 | |
ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή, | 049 | |
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 050 | |
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι | 051 | |
πλοχμοί θ', οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. | 052 | |
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης | 053 | |
χώρῳ ἐν οἰοπόλῳ, ὅθ' ἅλις ἀναβέβροχεν ὕδωρ, | 054 | |
καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι | 055 | |
παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· | 056 | |
ἐλθὼν δ' ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ | 057 | |
βόθρου τ' ἐξέστρεψε καὶ ἐξετάνυσσ' ἐπὶ γαίῃ· | 058 | |
τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον | 059 | |
Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε' ἐσύλα. | 060 | |
ὡς δ' ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς | 061 | |
βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· | 062 | |
τῆς δ' ἐξ αὐχέν' ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι | 063 | |
πρῶτον, ἔπειτα δέ θ' αἷμα καὶ ἔγκατα πάντα λαφύσσει | 064 | |
δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τ' ἄνδρές τε νομῆες | 065 | |
πολλὰ μάλ' ἰύζουσιν ἀπόπροθεν οὐδ' ἐθέλουσιν | 066 | |
ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· | 067 | |
ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα | 068 | |
ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. | 069 | |
ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο | 070 | |
Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, | 071 | |
ὅς ῥά οἱ Ἕκτορ' ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ | 072 | |
ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· | 073 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 074 | |
Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων | 075 | |
ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δ' ἀλεγεινοὶ | 076 | |
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ' ὀχέεσθαι | 077 | |
ἄλλῳ γ' ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. | 078 | |
τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς | 079 | |
Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε | 080 | |
Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. | 081 | |
ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, | 082 | |
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας· | 083 | |
πάπτηνεν δ' ἄρ' ἔπειτα κατὰ στίχας, αὐτίκα δ' ἔγνω | 084 | |
τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ' ἐπὶ γαίῃ | 085 | |
κείμενον· ἔρρει δ' αἷμα κατ' οὐταμένην ὠτειλήν. | 086 | |
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ | 087 | |
ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο | 088 | |
ἀσβέστῳ· οὐδ' υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· | 089 | |
ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· | 090 | |
ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ | 091 | |
Πάτροκλόν θ', ὃς κεῖται ἐμῆς ἕνεκ' ἐνθάδε τιμῆς, | 092 | |
μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. | 093 | |
εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι | 094 | |
αἰδεσθείς, μή πώς με περιστήωσ' ἕνα πολλοί· | 095 | |
Τρῶας δ' ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. | 096 | |
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; | 097 | |
ὁππότ' ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι | 098 | |
ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. | 099 | |
τώ μ' οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται | 100 | |
Ἕκτορι χωρήσαντ', ἐπεὶ ἐκ θεόφιν πολεμίζει. | 101 | |
εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, | 102 | |
ἄμφω κ' αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης | 103 | |
καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν | 104 | |
Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη. | 105 | |
εἷος ὁ ταῦθ' ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν | 106 | |
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δ' ἄρ' Ἕκτωρ. | 107 | |
αὐτὰρ ὅ γ' ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν | 108 | |
ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, | 109 | |
ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται | 110 | |
ἔγχεσι καὶ φωνῇ· τοῦ δ' ἐν φρεσὶν ἄλκιμον ἦτορ | 111 | |
παχνοῦται, ἀέκων δέ τ' ἔβη ἀπὸ μεσσαύλοιο· | 112 | |
ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. | 113 | |
στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων | 114 | |
παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. | 115 | |
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης | 116 | |
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· | 117 | |
θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· | 118 | |
βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. | 119 | |
Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος | 120 | |
σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν | 121 | |
γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ. | 122 | |
ὣς ἔφατ', Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· | 123 | |
βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. | 124 | |
Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχε' ἀπηύρα, | 125 | |
ἕλχ' ἵν' ἀπ' ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, | 126 | |
τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. | 127 | |
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· | 128 | |
Ἕκτωρ δ' ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθ' ἑταίρων, | 129 | |
ἐς δίφρον δ' ἀνόρουσε· δίδου δ' ὅ γε τεύχεα καλὰ | 130 | |
Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. | 131 | |
Αἴας δ' ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας | 132 | |
ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, | 133 | |
ᾧ ῥά τε νήπι' ἄγοντι συναντήσωνται ἐν ὕλῃ | 134 | |
ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, | 135 | |
πᾶν δέ τ' ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· | 136 | |
ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. | 137 | |
Ἀτρεΐδης δ' ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος | 138 | |
ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. | 139 | |
Γλαῦκος δ' Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν | 140 | |
Ἕκτορ' ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· | 141 | |
Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. | 142 | |
ἦ σ' αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. | 143 | |
φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς | 144 | |
οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· | 145 | |
οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν | 146 | |
εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν | 147 | |
μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί. | 148 | |
πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ' ὅμιλον | 149 | |
σχέτλι', ἐπεὶ Σαρπηδόν' ἅμα ξεῖνον καὶ ἑταῖρον | 150 | |
κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, | 151 | |
ὅς τοι πόλλ' ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ | 152 | |
ζωὸς ἐών· νῦν δ' οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. | 153 | |
τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν | 154 | |
οἴκαδ' ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. | 155 | |
εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη | 156 | |
ἄτρομον, οἷόν τ' ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης | 157 | |
ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, | 158 | |
αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. | 159 | |
εἰ δ' οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος | 160 | |
ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, | 161 | |
αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ | 162 | |
λύσειαν, καί κ' αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· | 163 | |
τοίου γὰρ θεράπων πέφατ' ἀνέρος, ὃς μέγ' ἄριστος | 164 | |
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. | 165 | |
ἀλλὰ σύ γ' Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας | 166 | |
στήμεναι ἄντα κατ' ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, | 167 | |
οὐδ' ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι. | 168 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· | 169 | |
Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; | 170 | |
ὢ πόποι ἦ τ' ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων | 171 | |
τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· | 172 | |
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, | 173 | |
ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. | 174 | |
οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· | 175 | |
ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, | 176 | |
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην | 177 | |
ῥηϊδίως, ὁτὲ δ' αὐτὸς ἐποτρύνει μαχέσασθαι. | 178 | |
ἀλλ' ἄγε δεῦρο πέπον, παρ' ἔμ' ἵστασο καὶ ἴδε ἔργον, | 179 | |
ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, | 180 | |
ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα | 181 | |
σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. | 182 | |
ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· | 183 | |
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, | 184 | |
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, | 185 | |
ὄφρ' ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω | 186 | |
καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς. | 187 | |
ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ | 188 | |
δηΐου ἐκ πολέμοιο· θέων δ' ἐκίχανεν ἑταίρους | 189 | |
ὦκα μάλ' οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, | 190 | |
οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. | 191 | |
στὰς δ' ἀπάνευθε μάχης πολυδακρύου ἔντε' ἄμειβεν· | 192 | |
ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν | 193 | |
Τρωσὶ φιλοπτολέμοισιν, ὃ δ' ἄμβροτα τεύχεα δῦνε | 194 | |
Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες | 195 | |
πατρὶ φίλῳ ἔπορον· ὃ δ' ἄρα ᾧ παιδὶ ὄπασσε | 196 | |
γηράς· ἀλλ' οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. | 197 | |
τὸν δ' ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς | 198 | |
τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, | 199 | |
κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· | 200 | |
ἆ δείλ' οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν | 201 | |
ὃς δή τοι σχεδὸν εἶσι· σὺ δ' ἄμβροτα τεύχεα δύνεις | 202 | |
ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι· | 203 | |
τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, | 204 | |
τεύχεα δ' οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων | 205 | |
εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, | 206 | |
τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι | 207 | |
δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. | 208 | |
ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων. | 209 | |
Ἕκτορι δ' ἥρμοσε τεύχε' ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης | 210 | |
δεινὸς ἐνυάλιος, πλῆσθεν δ' ἄρα οἱ μέλε' ἐντὸς | 211 | |
ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους | 212 | |
βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι | 213 | |
τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. | 214 | |
ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι | 215 | |
Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε | 216 | |
Ἀστεροπαῖόν τε Δεισήνορά θ' Ἱππόθοόν τε | 217 | |
Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· | 218 | |
τοὺς ὅ γ' ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· | 219 | |
κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· | 220 | |
οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων | 221 | |
ἐνθάδ' ἀφ' ὑμετέρων πολίων ἤγειρα ἕκαστον, | 222 | |
ἀλλ' ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα | 223 | |
προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ' Ἀχαιῶν. | 224 | |
τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ | 225 | |
λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. | 226 | |
τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω | 227 | |
ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. | 228 | |
ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης | 229 | |
Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, | 230 | |
ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δ' αὐτὸς | 231 | |
ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. | 232 | |
ὣς ἔφαθ', οἳ δ' ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν | 233 | |
δούρατ' ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς | 234 | |
νεκρὸν ὑπ' Αἴαντος ἐρύειν Τελαμωνιάδαο | 235 | |
νήπιοι· ἦ τε πολέσσιν ἐπ' αὐτῷ θυμὸν ἀπηύρα. | 236 | |
καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· | 237 | |
ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ | 238 | |
ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. | 239 | |
οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, | 240 | |
ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ' οἰωνούς, | 241 | |
ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, | 242 | |
καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει | 243 | |
Ἕκτωρ, ἡμῖν δ' αὖτ' ἀναφαίνεται αἰπὺς ὄλεθρος. | 244 | |
ἀλλ' ἄγ' ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. | 245 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, | 246 | |
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· | 247 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 248 | |
οἵ τε παρ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ | 249 | |
δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος | 250 | |
λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. | 251 | |
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον | 252 | |
ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· | 253 | |
ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δ' ἐνὶ θυμῷ | 254 | |
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. | 255 | |
ὣς ἔφατ', ὀξὺ δ' ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· | 256 | |
πρῶτος δ' ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, | 257 | |
τὸν δὲ μετ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος | 258 | |
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. | 259 | |
τῶν δ' ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ' εἴποι, | 260 | |
ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; | 261 | |
Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δ' ἄρ' Ἕκτωρ. | 262 | |
ὡς δ' ὅτ' ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο | 263 | |
βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τ' ἄκραι | 264 | |
ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, | 265 | |
τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ | 266 | |
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες | 267 | |
φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δ' ἄρά σφι | 268 | |
λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν | 269 | |
χεῦ', ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, | 270 | |
ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· | 271 | |
μίσησεν δ' ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι | 272 | |
Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. | 273 | |
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· | 274 | |
νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τιν' αὐτῶν | 275 | |
Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, | 276 | |
ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ | 277 | |
μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκ' ἐλέλιξεν | 278 | |
Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ' ἔργα τέτυκτο | 279 | |
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα. | 280 | |
ἴθυσεν δὲ διὰ προμάχων συὶ̈ εἴκελος ἀλκὴν | 281 | |
καπρίῳ, ὅς τ' ἐν ὄρεσσι κύνας θαλερούς τ' αἰζηοὺς | 282 | |
ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· | 283 | |
ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας | 284 | |
ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας | 285 | |
οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα | 286 | |
ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. | 287 | |
ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς | 288 | |
Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην | 289 | |
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας | 290 | |
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δ' αὐτῷ | 291 | |
ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. | 292 | |
τὸν δ' υἱὸς Τελαμῶνος ἐπαΐξας δι' ὁμίλου | 293 | |
πλῆξ' αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· | 294 | |
ἤρικε δ' ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ | 295 | |
πληγεῖσ' ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, | 296 | |
ἐγκέφαλος δὲ παρ' αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς | 297 | |
αἱματόεις· τοῦ δ' αὖθι λύθη μένος, ἐκ δ' ἄρα χειρῶν | 298 | |
Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε | 299 | |
κεῖσθαι· ὃ δ' ἄγχ' αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ | 300 | |
τῆλ' ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι | 301 | |
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν | 302 | |
ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. | 303 | |
Ἕκτωρ δ' αὖτ' Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· | 304 | |
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος | 305 | |
τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν | 306 | |
Φωκήων ὄχ' ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ | 307 | |
οἰκία ναιετάασκε πολέσσ' ἄνδρεσσιν ἀνάσσων, | 308 | |
τὸν βάλ' ὑπὸ κληῖ̈δα μέσην· διὰ δ' ἀμπερὲς ἄκρη | 309 | |
αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· | 310 | |
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 311 | |
Αἴας δ' αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν | 312 | |
Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· | 313 | |
ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δ' ἔντερα χαλκὸς | 314 | |
ἤφυσ'· ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. | 315 | |
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· | 316 | |
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς | 317 | |
Φόρκυν θ' Ἱππόθοόν τε, λύοντο δὲ τεύχε' ἀπ' ὤμων. | 318 | |
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν | 319 | |
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, | 320 | |
Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν | 321 | |
κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλ' αὐτὸς Ἀπόλλων | 322 | |
Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς | 323 | |
κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι | 324 | |
κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· | 325 | |
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· | 326 | |
Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε | 327 | |
Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους | 328 | |
κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε | 329 | |
πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· | 330 | |
ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι | 331 | |
νίκην· ἀλλ' αὐτοὶ τρεῖτ' ἄσπετον οὐδὲ μάχεσθε. | 332 | |
ὣς ἔφατ', Αἰνείας δ' ἑκατηβόλον Ἀπόλλωνα | 333 | |
ἔγνω ἐς ἄντα ἰδών, μέγα δ' Ἕκτορα εἶπε βοήσας· | 334 | |
Ἕκτόρ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων | 335 | |
αἰδὼς μὲν νῦν ἥδε γ' ἀρηϊφίλων ὑπ' Ἀχαιῶν | 336 | |
Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. | 337 | |
ἀλλ' ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς | 338 | |
Ζῆν' ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· | 339 | |
τώ ῥ' ἰθὺς Δαναῶν ἴομεν, μηδ' οἵ γε ἕκηλοι | 340 | |
Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. | 341 | |
ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· | 342 | |
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. | 343 | |
ἔνθ' αὖτ' Αἰνείας Λειώκριτον οὔτασε δουρὶ | 344 | |
υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. | 345 | |
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, | 346 | |
στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, | 347 | |
καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν | 348 | |
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ' ὑπὸ γούνατ' ἔλυσεν, | 349 | |
ὅς ῥ' ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, | 350 | |
καὶ δὲ μετ' Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. | 351 | |
τὸν δὲ πεσόντ' ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, | 352 | |
ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· | 353 | |
ἀλλ' οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ | 354 | |
ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατ' ἔχοντο. | 355 | |
Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· | 356 | |
οὔτέ τιν' ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει | 357 | |
οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, | 358 | |
ἀλλὰ μάλ' ἀμφ' αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. | 359 | |
ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν | 360 | |
δεύετο πορφυρέῳ, τοὶ δ' ἀγχιστῖνοι ἔπιπτον | 361 | |
νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων | 362 | |
καὶ Δαναῶν· οὐδ' οἳ γὰρ ἀναιμωτί γε μάχοντο, | 363 | |
παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ | 364 | |
ἀλλήλοις ἀν' ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. | 365 | |
ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης | 366 | |
οὔτέ ποτ' ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· | 367 | |
ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ' ὅσσον ἄριστοι | 368 | |
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. | 369 | |
οἳ δ' ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ | 370 | |
εὔκηλοι πολέμιζον ὑπ' αἰθέρι, πέπτατο δ' αὐγὴ | 371 | |
ἠελίου ὀξεῖα, νέφος δ' οὐ φαίνετο πάσης | 372 | |
γαίης οὐδ' ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο | 373 | |
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα | 374 | |
πολλὸν ἀφεσταότες. τοὶ δ' ἐν μέσῳ ἄλγε' ἔπασχον | 375 | |
ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ | 376 | |
ὅσσοι ἄριστοι ἔσαν· δύο δ' οὔ πω φῶτε πεπύσθην | 377 | |
ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε | 378 | |
Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλ' ἔτ' ἔφαντο | 379 | |
ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. | 380 | |
τὼ δ' ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων | 381 | |
νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ | 382 | |
ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. | 383 | |
τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει | 384 | |
ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ | 385 | |
γούνατά τε κνῆμαί τε πόδες θ' ὑπένερθεν ἑκάστου | 386 | |
χεῖρές τ' ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν | 387 | |
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. | 388 | |
ὡς δ' ὅτ' ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην | 389 | |
λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· | 390 | |
δεξάμενοι δ' ἄρα τοί γε διαστάντες τανύουσι | 391 | |
κυκλόσ', ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τ' ἀλοιφὴ | 392 | |
πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό· | 393 | |
ὣς οἵ γ' ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ | 394 | |
εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς | 395 | |
Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς | 396 | |
νῆας ἔπι γλαφυράς· περὶ δ' αὐτοῦ μῶλος ὀρώρει | 397 | |
ἄγριος· οὐδέ κ' Ἄρης λαοσσόος οὐδέ κ' Ἀθήνη | 398 | |
τόν γε ἰδοῦσ' ὀνόσαιτ', οὐδ' εἰ μάλα μιν χόλος ἵκοι· | 399 | |
τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων | 400 | |
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδ' ἄρα πώ τι | 401 | |
ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· | 402 | |
πολλὸν γὰρ ῥ' ἀπάνευθε νεῶν μάρναντο θοάων | 403 | |
τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ | 404 | |
τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν | 405 | |
ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν | 406 | |
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ· | 407 | |
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, | 408 | |
ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. | 409 | |
δὴ τότε γ' οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη | 410 | |
μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος. | 411 | |
οἳ δ' αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ' ἔχοντες | 412 | |
νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον· | 413 | |
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· | 414 | |
ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι | 415 | |
νῆας ἔπι γλαφυράς, ἀλλ' αὐτοῦ γαῖα μέλαινα | 416 | |
πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη | 417 | |
εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν | 418 | |
ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. | 419 | |
ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· | 420 | |
ὦ φίλοι, εἰ καὶ μοῖρα παρ' ἀνέρι τῷδε δαμῆναι | 421 | |
πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. | 422 | |
ὣς ἄρα τις εἴπεσκε, μένος δ' ὄρσασκεν ἑκάστου. | 423 | |
ὣς οἳ μὲν μάρναντο, σιδήρειος δ' ὀρυμαγδὸς | 424 | |
χάλκεον οὐρανὸν ἷκε δι' αἰθέρος ἀτρυγέτοιο· | 425 | |
ἵπποι δ' Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες | 426 | |
κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο | 427 | |
ἐν κονίῃσι πεσόντος ὑφ' Ἕκτορος ἀνδροφόνοιο. | 428 | |
ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς | 429 | |
πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, | 430 | |
πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δ' ἀρειῇ· | 431 | |
τὼ δ' οὔτ' ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον | 432 | |
ἠθελέτην ἰέναι οὔτ' ἐς πόλεμον μετ' Ἀχαιούς, | 433 | |
ἀλλ' ὥς τε στήλη μένει ἔμπεδον, ἥ τ' ἐπὶ τύμβῳ | 434 | |
ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, | 435 | |
ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες | 436 | |
οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι | 437 | |
θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν | 438 | |
ἡνιόχοιο πόθῳ· θαλερὴ δ' ἐμιαίνετο χαίτη | 439 | |
ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. | 440 | |
μυρομένω δ' ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, | 441 | |
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· | 442 | |
ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι | 443 | |
θνητῷ, ὑμεῖς δ' ἐστὸν ἀγήρω τ' ἀθανάτω τε; | 444 | |
ἦ ἵνα δυστήνοισι μετ' ἀνδράσιν ἄλγε' ἔχητον; | 445 | |
οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς | 446 | |
πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. | 447 | |
ἀλλ' οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν | 448 | |
Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. | 449 | |
ἦ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἐπεύχεται αὔτως; | 450 | |
σφῶϊν δ' ἐν γούνεσσι βαλῶ μένος ἠδ' ἐνὶ θυμῷ, | 451 | |
ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο | 452 | |
νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω | 453 | |
κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται | 454 | |
δύῃ τ' ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· | 455 | |
ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. | 456 | |
τὼ δ' ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε | 457 | |
ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. | 458 | |
τοῖσι δ' ἐπ' Αὐτομέδων μάχετ' ἀχνύμενός περ ἑταίρου | 459 | |
ἵπποις ἀΐσσων ὥς τ' αἰγυπιὸς μετὰ χῆνας· | 460 | |
ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ' ἐκ Τρώων ὀρυμαγδοῦ, | 461 | |
ῥεῖα δ' ἐπαΐξασκε πολὺν καθ' ὅμιλον ὀπάζων. | 462 | |
ἀλλ' οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· | 463 | |
οὐ γάρ πως ἦν οἶον ἐόνθ' ἱερῷ ἐνὶ δίφρῳ | 464 | |
ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. | 465 | |
ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν | 466 | |
Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· | 467 | |
στῆ δ' ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· | 468 | |
Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν | 469 | |
ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; | 470 | |
οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ | 471 | |
μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δ' Ἕκτωρ | 472 | |
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. | 473 | |
τὸν δ' αὖτ' Αὐτομέδων προσέφη Διώρεος υἱός· | 474 | |
Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος | 475 | |
ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, | 476 | |
εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος | 477 | |
ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. | 478 | |
ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα | 479 | |
δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. | 480 | |
ὣς ἔφατ', Ἀλκιμέδων δὲ βοηθόον ἅρμ' ἐπορούσας | 481 | |
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, | 482 | |
Αὐτομέδων δ' ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ, | 483 | |
αὐτίκα δ' Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· | 484 | |
Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων | 485 | |
ἵππω τώδ' ἐνόησα ποδώκεος Αἰακίδαο | 486 | |
ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· | 487 | |
τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ | 488 | |
σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ | 489 | |
τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. | 490 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἐὺ̈ς πάϊς Ἀγχίσαο. | 491 | |
τὼ δ' ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους | 492 | |
αὔῃσι στερεῇσι· πολὺς δ' ἐπελήλατο χαλκός. | 493 | |
τοῖσι δ' ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς | 494 | |
ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς | 495 | |
αὐτώ τε κτενέειν ἐλάαν τ' ἐριαύχενας ἵππους | 496 | |
νήπιοι, οὐδ' ἄρ' ἔμελλον ἀναιμωτί γε νέεσθαι | 497 | |
αὖτις ἀπ' Αὐτομέδοντος. ὃ δ' εὐξάμενος Διὶ πατρὶ | 498 | |
ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· | 499 | |
αὐτίκα δ' Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· | 500 | |
Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, | 501 | |
ἀλλὰ μάλ' ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε | 502 | |
Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, | 503 | |
πρίν γ' ἐπ' Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω | 504 | |
νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν | 505 | |
Ἀργείων, ἤ κ' αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη. | 506 | |
ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· | 507 | |
Αἴαντ' Ἀργείων ἡγήτορε καὶ Μενέλαε | 508 | |
ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ' οἵ περ ἄριστοι | 509 | |
ἀμφ' αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, | 510 | |
νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· | 511 | |
τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα | 512 | |
Ἕκτωρ Αἰνείας θ', οἳ Τρώων εἰσὶν ἄριστοι. | 513 | |
ἀλλ' ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· | 514 | |
ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. | 515 | |
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, | 516 | |
καὶ βάλεν Ἀρήτοιο κατ' ἀσπίδα πάντοσ' ἐΐσην· | 517 | |
ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, | 518 | |
νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. | 519 | |
ὡς δ' ὅτ' ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ | 520 | |
κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο | 521 | |
ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, | 522 | |
ὣς ἄρ' ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος | 523 | |
νηδυίοισι μάλ' ὀξὺ κραδαινόμενον λύε γυῖα. | 524 | |
Ἕκτωρ δ' Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· | 525 | |
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· | 526 | |
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν | 527 | |
οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη | 528 | |
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης. | 529 | |
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν ὁρμηθήτην | 530 | |
εἰ μή σφω' Αἴαντε διέκριναν μεμαῶτε, | 531 | |
οἵ ῥ' ἦλθον καθ' ὅμιλον ἑταίρου κικλήσκοντος· | 532 | |
τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις | 533 | |
Ἕκτωρ Αἰνείας τ' ἠδὲ Χρομίος θεοειδής, | 534 | |
Ἄρητον δὲ κατ' αὖθι λίπον δεδαϊγμένον ἦτορ | 535 | |
κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ | 536 | |
τεύχεά τ' ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· | 537 | |
ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος | 538 | |
κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων. | 539 | |
ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα | 540 | |
θῆκ', ἂν δ' αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν | 541 | |
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς. | 542 | |
ἂψ δ' ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη | 543 | |
ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη | 544 | |
οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς | 545 | |
ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετ' αὐτοῦ. | 546 | |
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ | 547 | |
Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο | 548 | |
ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων | 549 | |
ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, | 550 | |
ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν | 551 | |
δύσετ' Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. | 552 | |
πρῶτον δ' Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα | 553 | |
ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν· | 554 | |
εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· | 555 | |
σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος | 556 | |
ἔσσεται εἴ κ' Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον | 557 | |
τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. | 558 | |
ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. | 559 | |
τὴν δ' αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· | 560 | |
Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη | 561 | |
δοίη κάρτος ἐμοί, βελέων δ' ἀπερύκοι ἐρωήν· | 562 | |
τώ κεν ἔγωγ' ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν | 563 | |
Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. | 564 | |
ἀλλ' Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδ' ἀπολήγει | 565 | |
χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει. | 566 | |
ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, | 567 | |
ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. | 568 | |
ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, | 569 | |
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, | 570 | |
ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο | 571 | |
ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ' ἀνθρώπου· | 572 | |
τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, | 573 | |
βῆ δ' ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. | 574 | |
ἔσκε δ' ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος | 575 | |
ἀφνειός τ' ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ | 576 | |
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· | 577 | |
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος | 578 | |
ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· | 579 | |
δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος | 580 | |
νεκρὸν ὑπ' ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. | 581 | |
Ἕκτορα δ' ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων | 582 | |
Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων | 583 | |
ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· | 584 | |
τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· | 585 | |
Ἕκτορ τίς κέ σ' ἔτ' ἄλλος Ἀχαιῶν ταρβήσειεν; | 586 | |
οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε | 587 | |
μαλθακὸς αἰχμητής· νῦν δ' οἴχεται οἶος ἀείρας | 588 | |
νεκρὸν ὑπ' ἐκ Τρώων, σὸν δ' ἔκτανε πιστὸν ἑταῖρον | 589 | |
ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. | 590 | |
ὣς φάτο, τὸν δ' ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, | 591 | |
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. | 592 | |
καὶ τότ' ἄρα Κρονίδης ἕλετ' αἰγίδα θυσσανόεσσαν | 593 | |
μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, | 594 | |
ἀστράψας δὲ μάλα μεγάλ' ἔκτυπε, τὴν δὲ τίναξε, | 595 | |
νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ' Ἀχαιούς. | 596 | |
πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο. | 597 | |
βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ | 598 | |
ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις | 599 | |
αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥ' ἔβαλε σχεδὸν ἐλθών. | 600 | |
Λήϊτον αὖθ' Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ | 601 | |
υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· | 602 | |
τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ | 603 | |
ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. | 604 | |
Ἕκτορα δ' Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα | 605 | |
βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· | 606 | |
ἐν καυλῷ δ' ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν | 607 | |
Τρῶες· ὃ δ' Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο | 608 | |
δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ' ἀπὸ τυτθὸν ἅμαρτεν· | 609 | |
αὐτὰρ ὃ Μηριόναο ὀπάονά θ' ἡνίοχόν τε | 610 | |
Κοίρανον, ὅς ῥ' ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ' αὐτῷ· | 611 | |
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας | 612 | |
ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, | 613 | |
εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· | 614 | |
καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, | 615 | |
αὐτὸς δ' ὤλεσε θυμὸν ὑφ' Ἕκτορος ἀνδροφόνοιο· | 616 | |
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ' ἄρ' ὀδόντας | 617 | |
ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. | 618 | |
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ἡνία χεῦεν ἔραζε. | 619 | |
καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι | 620 | |
κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· | 621 | |
μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· | 622 | |
γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ' οὐκέτι κάρτος Ἀχαιῶν. | 623 | |
ὣς ἔφατ', Ἰδομενεὺς δ' ἵμασεν καλλίτριχας ἵππους | 624 | |
νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. | 625 | |
οὐδ' ἔλαθ' Αἴαντα μεγαλήτορα καὶ Μενέλαον | 626 | |
Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. | 627 | |
τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας· | 628 | |
ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι | 629 | |
γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. | 630 | |
τῶν μὲν γὰρ πάντων βέλε' ἅπτεται ὅς τις ἀφήῃ | 631 | |
ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δ' ἔμπης πάντ' ἰθύνει· | 632 | |
ἡμῖν δ' αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. | 633 | |
ἀλλ' ἄγετ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, | 634 | |
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ | 635 | |
χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, | 636 | |
οἵ που δεῦρ' ὁρόωντες ἀκηχέδατ', οὐδ' ἔτι φασὶν | 637 | |
Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους | 638 | |
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. | 639 | |
εἴη δ' ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα | 640 | |
Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι | 641 | |
λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθ' ἑταῖρος. | 642 | |
ἀλλ' οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· | 643 | |
ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. | 644 | |
Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ' ἠέρος υἷας Ἀχαιῶν, | 645 | |
ποίησον δ' αἴθρην, δὸς δ' ὀφθαλμοῖσιν ἰδέσθαι· | 646 | |
ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως. | 647 | |
ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα· | 648 | |
αὐτίκα δ' ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, | 649 | |
ἠέλιος δ' ἐπέλαμψε, μάχη δ' ἐπὶ πᾶσα φαάνθη· | 650 | |
καὶ τότ' ἄρ' Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· | 651 | |
σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι | 652 | |
ζωὸν ἔτ' Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, | 653 | |
ὄτρυνον δ' Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα | 654 | |
εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ' ἑταῖρος. | 655 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, | 656 | |
βῆ δ' ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, | 657 | |
ὅς τ' ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ' ἄνδρας τ' ἐρεθίζων, | 658 | |
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι | 659 | |
πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων | 660 | |
ἰθύει, ἀλλ' οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες | 661 | |
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, | 662 | |
καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· | 663 | |
ἠῶθεν δ' ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· | 664 | |
ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος | 665 | |
ἤϊε πόλλ' ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ | 666 | |
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν. | 667 | |
πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ' ἐπέτελλεν· | 668 | |
Αἴαντ' Ἀργείων ἡγήτορε Μηριόνη τε | 669 | |
νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο | 670 | |
μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι | 671 | |
ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. | 672 | |
ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, | 673 | |
πάντοσε παπταίνων ὥς τ' αἰετός, ὅν ῥά τέ φασιν | 674 | |
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, | 675 | |
ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ | 676 | |
θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος, ἀλλά τ' ἐπ' αὐτῷ | 677 | |
ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. | 678 | |
ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ | 679 | |
πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, | 680 | |
εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. | 681 | |
τὸν δὲ μάλ' αἶψ' ἐνόησε μάχης ἐπ' ἀριστερὰ πάσης | 682 | |
θαρσύνονθ' ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, | 683 | |
ἀγχοῦ δ' ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· | 684 | |
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι | 685 | |
λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. | 686 | |
ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα | 687 | |
γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, | 688 | |
νίκη δὲ Τρώων· πέφαται δ' ὤριστος Ἀχαιῶν | 689 | |
Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. | 690 | |
ἀλλὰ σύ γ' αἶψ' Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν | 691 | |
εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ | 692 | |
γυμνόν· ἀτὰρ τά γε τεύχε' ἔχει κορυθαίολος Ἕκτωρ. | 693 | |
ὣς ἔφατ', Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· | 694 | |
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε | 695 | |
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. | 696 | |
ἀλλ' οὐδ' ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, | 697 | |
βῆ δὲ θέειν, τὰ δὲ τεύχε' ἀμύμονι δῶκεν ἑταίρῳ | 698 | |
Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. | 699 | |
τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο | 700 | |
Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. | 701 | |
οὐδ' ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς | 702 | |
τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν | 703 | |
Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· | 704 | |
ἀλλ' ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, | 705 | |
αὐτὸς δ' αὖτ' ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, | 706 | |
στῆ δὲ παρ' Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· | 707 | |
κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν | 708 | |
ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω | 709 | |
νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· | 710 | |
οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. | 711 | |
ἡμεῖς δ' αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, | 712 | |
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ | 713 | |
Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. | 714 | |
τὸν δ' ἠμείβετ' ἔπειτα μέγας Τελαμώνιος Αἴας· | 715 | |
πάντα κατ' αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε· | 716 | |
ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ' ὦκα | 717 | |
νεκρὸν ἀείραντες φέρετ' ἐκ πόνου· αὐτὰρ ὄπισθε | 718 | |
νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ | 719 | |
ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ | 720 | |
μίμνομεν ὀξὺν Ἄρηα παρ' ἀλλήλοισι μένοντες. | 721 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο | 722 | |
ὕψι μάλα μεγάλως· ἐπὶ δ' ἴαχε λαὸς ὄπισθε | 723 | |
Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. | 724 | |
ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τ' ἐπὶ κάπρῳ | 725 | |
βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· | 726 | |
ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, | 727 | |
ἀλλ' ὅτε δή ῥ' ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, | 728 | |
ἄψ τ' ἀνεχώρησαν διά τ' ἔτρεσαν ἄλλυδις ἄλλος. | 729 | |
ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο | 730 | |
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· | 731 | |
ἀλλ' ὅτε δή ῥ' Αἴαντε μεταστρεφθέντε κατ' αὐτοὺς | 732 | |
σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη | 733 | |
πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. | 734 | |
ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο | 735 | |
νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν | 736 | |
ἄγριος ἠΰτε πῦρ, τό τ' ἐπεσσύμενον πόλιν ἀνδρῶν | 737 | |
ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι | 738 | |
ἐν σέλαϊ μεγάλῳ· τὸ δ' ἐπιβρέμει ἲς ἀνέμοιο. | 739 | |
ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων | 740 | |
ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν· | 741 | |
οἳ δ' ὥς θ' ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες | 742 | |
ἕλκωσ' ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν | 743 | |
ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς | 744 | |
τείρεθ' ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· | 745 | |
ὣς οἵ γ' ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν | 746 | |
Αἴαντ' ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ | 747 | |
ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, | 748 | |
ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα | 749 | |
ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι | 750 | |
πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· | 751 | |
ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω | 752 | |
Τρώων· οἳ δ' ἅμ' ἕποντο, δύω δ' ἐν τοῖσι μάλιστα | 753 | |
Αἰνείας τ' Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. | 754 | |
τῶν δ' ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν | 755 | |
οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα | 756 | |
κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, | 757 | |
ὣς ἄρ' ὑπ' Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν | 758 | |
οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. | 759 | |
πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τ' ἀμφί τε τάφρον | 760 | |
φευγόντων Δαναῶν· πολέμου δ' οὐ γίγνετ' ἐρωή. | 761 | |