Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, | 001 | |
ἀλλ' Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· | 002 | |
φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· | 003 | |
μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. | 004 | |
ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον | 005 | |
εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη | 006 | |
θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· | 007 | |
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. | 008 | |
ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο | 009 | |
κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο | 010 | |
χαλκῷ παμφαῖνον· ὃ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο. | 011 | |
εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, | 012 | |
στῆ δ' ἐκτὸς κλισίης, τάχα δ' εἴσιδεν ἔργον ἀεικὲς | 013 | |
τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε | 014 | |
Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. | 015 | |
ὡς δ' ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ | 016 | |
ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα | 017 | |
αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε, | 018 | |
πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, | 019 | |
ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν | 020 | |
διχθάδι', ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, | 021 | |
ἦε μετ' Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. | 022 | |
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι | 023 | |
βῆναι ἐπ' Ἀτρεΐδην. οἳ δ' ἀλλήλους ἐνάριζον | 024 | |
μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς | 025 | |
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. | 026 | |
Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες | 027 | |
πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ | 028 | |
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. | 029 | |
πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο νῆες | 030 | |
θῖν' ἔφ' ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ | 031 | |
εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. | 032 | |
οὐδὲ γὰρ οὐδ' εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας | 033 | |
αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· | 034 | |
τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης | 035 | |
ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. | 036 | |
τώ ῥ' οἵ γ' ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο | 037 | |
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι | 038 | |
θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς | 039 | |
Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. | 040 | |
τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· | 041 | |
ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν | 042 | |
τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ' ἀφικάνεις; | 043 | |
δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, | 044 | |
ὥς ποτ' ἐπηπείλησεν ἐνὶ Τρώεσσ' ἀγορεύων | 045 | |
μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι | 046 | |
πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. | 047 | |
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. | 048 | |
ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ | 049 | |
ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς | 050 | |
οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. | 051 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 052 | |
ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως | 053 | |
Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. | 054 | |
τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν | 055 | |
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· | 056 | |
οἳ δ' ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι | 057 | |
νωλεμές· οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων | 058 | |
ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, | 059 | |
ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ' οὐρανὸν ἵκει. | 060 | |
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα | 061 | |
εἴ τι νόος ῥέξει· πόλεμον δ' οὐκ ἄμμε κελεύω | 062 | |
δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι. | 063 | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 064 | |
Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, | 065 | |
τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, | 066 | |
ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ | 067 | |
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· | 068 | |
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι | 069 | |
νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς. | 070 | |
ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, | 071 | |
οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι | 072 | |
κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. | 073 | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. | 074 | |
νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης | 075 | |
ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, | 076 | |
ὕψι δ' ἐπ' εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ | 077 | |
νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο | 078 | |
Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. | 079 | |
οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα. | 080 | |
βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ. | 081 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· | 082 | |
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· | 083 | |
οὐλόμεν' αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου | 084 | |
σημαίνειν, μὴ δ' ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς | 085 | |
ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν | 086 | |
ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. | 087 | |
οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν | 088 | |
καλλείψειν, ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά; | 089 | |
σίγα, μή τίς τ' ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ | 090 | |
μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο | 091 | |
ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν | 092 | |
σκηπτοῦχός τ' εἴη, καί οἱ πειθοίατο λαοὶ | 093 | |
τοσσοίδ' ὅσσοισιν σὺ μετ' Ἀργείοισιν ἀνάσσεις· | 094 | |
νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· | 095 | |
ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς | 096 | |
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν, ὄφρ' ἔτι μᾶλλον | 097 | |
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, | 098 | |
ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ | 099 | |
σχήσουσιν πόλεμον νηῶν ἅλα δ' ἑλκομενάων, | 100 | |
ἀλλ' ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. | 101 | |
ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν. | 102 | |
τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 103 | |
ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ | 104 | |
ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα | 105 | |
νῆας ἐϋσσέλμους ἅλα δ' ἑλκέμεν υἷας Ἀχαιῶν. | 106 | |
νῦν δ' εἴη ὃς τῆσδέ γ' ἀμείνονα μῆτιν ἐνίσποι | 107 | |
ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη. | 108 | |
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 109 | |
ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κ' ἐθέλητε | 110 | |
πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος | 111 | |
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν· | 112 | |
πατρὸς δ' ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι | 113 | |
Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. | 114 | |
Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, | 115 | |
οἴκεον δ' ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι | 116 | |
Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ' ἦν ἱππότα Οἰνεὺς | 117 | |
πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν. | 118 | |
ἀλλ' ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη | 119 | |
πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. | 120 | |
Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα | 121 | |
ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι | 122 | |
πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, | 123 | |
πολλὰ δέ οἱ πρόβατ' ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς | 124 | |
ἐγχείῃ· τὰ δὲ μέλλετ' ἀκουέμεν, εἰ ἐτεόν περ. | 125 | |
τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες | 126 | |
μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ' ἐῢ εἴπω. | 127 | |
δεῦτ' ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ. | 128 | |
ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος | 129 | |
ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται· | 130 | |
ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ | 131 | |
θυμῷ ἦρα φέροντες ἀφεστᾶσ' οὐδὲ μάχονται. | 132 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· | 133 | |
βὰν δ' ἴμεν, ἦρχε δ' ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. | 134 | |
οὐδ' ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, | 135 | |
ἀλλὰ μετ' αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, | 136 | |
δεξιτερὴν δ' ἕλε χεῖρ' Ἀγαμέμνονος Ἀτρεΐδαο, | 137 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 138 | |
Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ | 139 | |
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν | 140 | |
δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί. | 141 | |
ἀλλ' ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε· | 142 | |
σοὶ δ' οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, | 143 | |
ἀλλ' ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες | 144 | |
εὐρὺ κονίσουσιν πεδίον, σὺ δ' ἐπόψεαι αὐτὸς | 145 | |
φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. | 146 | |
ὣς εἰπὼν μέγ' ἄϋσεν ἐπεσσύμενος πεδίοιο. | 147 | |
ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι | 148 | |
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, | 149 | |
τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων | 150 | |
ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ | 151 | |
καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. | 152 | |
Ἥρη δ' εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι | 153 | |
στᾶσ' ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ' ἔγνω | 154 | |
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν | 155 | |
αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ· | 156 | |
Ζῆνα δ' ἐπ' ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης | 157 | |
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. | 158 | |
μερμήριξε δ' ἔπειτα βοῶπις πότνια Ἥρη | 159 | |
ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· | 160 | |
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ | 161 | |
ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, | 162 | |
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι | 163 | |
ᾗ χροιῇ, τῷ δ' ὕπνον ἀπήμονά τε λιαρόν τε | 164 | |
χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. | 165 | |
βῆ δ' ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν | 166 | |
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε | 167 | |
κληΐδι κρυπτῇ, τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν· | 168 | |
ἔνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. | 169 | |
ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος | 170 | |
λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ | 171 | |
ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· | 172 | |
τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ | 173 | |
ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή. | 174 | |
τῷ ῥ' ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας | 175 | |
πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς | 176 | |
καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. | 177 | |
ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ', ὅν οἱ Ἀθήνη | 178 | |
ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά· | 179 | |
χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο. | 180 | |
ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, | 181 | |
ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι | 182 | |
τρίγληνα μορόεντα· χάρις δ' ἀπελάμπετο πολλή. | 183 | |
κρηδέμνῳ δ' ἐφύπερθε καλύψατο δῖα θεάων | 184 | |
καλῷ νηγατέῳ· λευκὸν δ' ἦν ἠέλιος ὥς· | 185 | |
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. | 186 | |
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον | 187 | |
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' Ἀφροδίτην | 188 | |
τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε· | 189 | |
ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, | 190 | |
ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, | 191 | |
οὕνεκ' ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις; | 192 | |
τὴν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· | 193 | |
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο | 194 | |
αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, | 195 | |
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. | 196 | |
τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· | 197 | |
δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας | 198 | |
δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους. | 199 | |
εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, | 200 | |
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, | 201 | |
οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον | 202 | |
δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς | 203 | |
γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης· | 204 | |
τοὺς εἶμ' ὀψομένη, καί σφ' ἄκριτα νείκεα λύσω· | 205 | |
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται | 206 | |
εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. | 207 | |
εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ | 208 | |
εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, | 209 | |
αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην. | 210 | |
τὴν δ' αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη· | 211 | |
οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· | 212 | |
Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις. | 213 | |
ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα | 214 | |
ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο· | 215 | |
ἔνθ' ἔνι μὲν φιλότης, ἐν δ' ἵμερος, ἐν δ' ὀαριστὺς | 216 | |
πάρφασις, ἥ τ' ἔκλεψε νόον πύκα περ φρονεόντων. | 217 | |
τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 218 | |
τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ | 219 | |
ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι | 220 | |
ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς. | 221 | |
ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, | 222 | |
μειδήσασα δ' ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. | 223 | |
ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, | 224 | |
Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, | 225 | |
Πιερίην δ' ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν | 226 | |
σεύατ' ἐφ' ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα | 227 | |
ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν· | 228 | |
ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, | 229 | |
Λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντος. | 230 | |
ἔνθ' Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, | 231 | |
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· | 232 | |
Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τ' ἀνθρώπων, | 233 | |
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες, ἠδ' ἔτι καὶ νῦν | 234 | |
πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. | 235 | |
κοίμησόν μοι Ζηνὸς ὑπ' ὀφρύσιν ὄσσε φαεινὼ | 236 | |
αὐτίκ' ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. | 237 | |
δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ | 238 | |
χρύσεον· Ἥφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις | 239 | |
τεύξει' ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, | 240 | |
τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. | 241 | |
τὴν δ' ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· | 242 | |
Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο | 243 | |
ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων | 244 | |
ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα | 245 | |
Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· | 246 | |
Ζηνὸς δ' οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην | 247 | |
οὐδὲ κατευνήσαιμ', ὅτε μὴ αὐτός γε κελεύοι. | 248 | |
ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ | 249 | |
ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς | 250 | |
ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. | 251 | |
ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο | 252 | |
νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ | 253 | |
ὄρσασ' ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, | 254 | |
καί μιν ἔπειτα Κόων δ' εὖ ναιομένην ἀπένεικας | 255 | |
νόσφι φίλων πάντων. ὃ δ' ἐπεγρόμενος χαλέπαινε | 256 | |
ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ' ἔξοχα πάντων | 257 | |
ζήτει· καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντῳ, | 258 | |
εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· | 259 | |
τὴν ἱκόμην φεύγων, ὃ δ' ἐπαύσατο χωόμενός περ. | 260 | |
ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. | 261 | |
νῦν αὖ τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. | 262 | |
τὸν δ' αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· | 263 | |
Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; | 264 | |
ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν | 265 | |
ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; | 266 | |
ἀλλ' ἴθ', ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων | 267 | |
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. | 268 | |
ὣς φάτο, χήρατο δ' Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· | 269 | |
ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, | 270 | |
χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, | 271 | |
τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες | 272 | |
μάρτυροι ὦσ' οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, | 273 | |
ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων | 274 | |
Πασιθέην, ἧς τ' αὐτὸς ἐέλδομαι ἤματα πάντα. | 275 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη, | 276 | |
ὄμνυε δ' ὡς ἐκέλευε, θεοὺς δ' ὀνόμηνεν ἅπαντας | 277 | |
τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. | 278 | |
αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, | 279 | |
τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε | 280 | |
ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. | 281 | |
Ἴδην δ' ἱκέσθην πολυπίδακα μητέρα θηρῶν | 282 | |
Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δ' ἐπὶ χέρσου | 283 | |
βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. | 284 | |
ἔνθ' Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι | 285 | |
εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ | 286 | |
μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν· | 287 | |
ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν | 288 | |
ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι | 289 | |
χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. | 290 | |
Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον | 291 | |
Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. | 292 | |
ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, | 293 | |
οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι | 294 | |
εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. | 295 | |
στῆ δ' αὐτῆς προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· | 296 | |
Ἥρη πῇ μεμαυῖα κατ' Οὐλύμπου τόδ' ἱκάνεις; | 297 | |
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίης. | 298 | |
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· | 299 | |
ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, | 300 | |
Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, | 301 | |
οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον· | 302 | |
τοὺς εἶμ' ὀψομένη, καί σφ' ἄκριτα νείκεα λύσω· | 303 | |
ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται | 304 | |
εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. | 305 | |
ἵπποι δ' ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης | 306 | |
ἑστᾶσ', οἵ μ' οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. | 307 | |
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' Οὐλύμπου τόδ' ἱκάνω, | 308 | |
μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ | 309 | |
οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. | 310 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 311 | |
Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, | 312 | |
νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε. | 313 | |
οὐ γάρ πώ ποτέ μ' ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς | 314 | |
θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, | 315 | |
οὐδ' ὁπότ' ἠρασάμην Ἰξιονίης ἀλόχοιο, | 316 | |
ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ' ἀτάλαντον· | 317 | |
οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, | 318 | |
ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· | 319 | |
οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, | 320 | |
ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· | 321 | |
οὐδ' ὅτε περ Σεμέλης οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ, | 322 | |
ἥ ῥ' Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· | 323 | |
ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· | 324 | |
οὐδ' ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, | 325 | |
οὐδ' ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, | 326 | |
ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. | 327 | |
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· | 328 | |
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. | 329 | |
εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι | 330 | |
Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· | 331 | |
πῶς κ' ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων | 332 | |
εὕδοντ' ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν | 333 | |
πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην | 334 | |
ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. | 335 | |
ἀλλ' εἰ δή ῥ' ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, | 336 | |
ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν | 337 | |
Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· | 338 | |
ἔνθ' ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. | 339 | |
τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 340 | |
Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν' ἀνδρῶν | 341 | |
ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω | 342 | |
χρύσεον· οὐδ' ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, | 343 | |
οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. | 344 | |
ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· | 345 | |
τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, | 346 | |
λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον | 347 | |
πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε. | 348 | |
τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο | 349 | |
καλὴν χρυσείην· στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι. | 350 | |
ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, | 351 | |
ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ' ἀγκὰς ἄκοιτιν· | 352 | |
βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος | 353 | |
ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· | 354 | |
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· | 355 | |
πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, | 356 | |
καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ' ἔτι εὕδει | 357 | |
Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμ' ἐκάλυψα· | 358 | |
Ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. | 359 | |
ὣς εἰπὼν ὃ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων, | 360 | |
τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. | 361 | |
αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· | 362 | |
Ἀργεῖοι καὶ δ' αὖτε μεθίεμεν Ἕκτορι νίκην | 363 | |
Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; | 364 | |
ἀλλ' ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκ' Ἀχιλλεὺς | 365 | |
νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· | 366 | |
κείνου δ' οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι | 367 | |
ἡμεῖς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισιν. | 368 | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 369 | |
ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται | 370 | |
ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι | 371 | |
κρύψαντες, χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες | 372 | |
ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδ' ἔτι φημὶ | 373 | |
Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. | 374 | |
ὃς δέ κ' ἀνὴρ μενέχαρμος, ἔχει δ' ὀλίγον σάκος ὤμῳ, | 375 | |
χείρονι φωτὶ δότω, ὃ δ' ἐν ἀσπίδι μείζονι δύτω. | 376 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· | 377 | |
τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ | 378 | |
Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· | 379 | |
οἰχόμενοι δ' ἐπὶ πάντας ἀρήϊα τεύχε' ἄμειβον· | 380 | |
ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. | 381 | |
αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν | 382 | |
βάν ῥ' ἴμεν· ἦρχε δ' ἄρά σφι Ποσειδάων ἐνοσίχθων | 383 | |
δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ | 384 | |
εἴκελον ἀστεροπῇ· τῷ δ' οὐ θέμις ἐστὶ μιγῆναι | 385 | |
ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. | 386 | |
Τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. | 387 | |
δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν | 388 | |
κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, | 389 | |
ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ' Ἀργείοισιν ἀρήγων. | 390 | |
ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε | 391 | |
Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. | 392 | |
οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον | 393 | |
ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· | 394 | |
οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο | 395 | |
οὔρεος ἐν βήσσῃς, ὅτε τ' ὤρετο καιέμεν ὕλην· | 396 | |
οὔτ' ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι | 397 | |
ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, | 398 | |
ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ | 399 | |
δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν. | 400 | |
Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ | 401 | |
ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε, | 402 | |
τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, | 403 | |
ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου· | 404 | |
τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ' Ἕκτωρ, | 405 | |
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, | 406 | |
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων. | 407 | |
τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας Τελαμώνιος Αἴας | 408 | |
χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν | 409 | |
πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας | 410 | |
στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, | 411 | |
στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντῃ. | 412 | |
ὡς δ' ὅθ' ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς | 413 | |
πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ | 414 | |
ἐξ αὐτῆς, τὸν δ' οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται | 415 | |
ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, | 416 | |
ὣς ἔπεσ' Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι· | 417 | |
χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἑάφθη | 418 | |
καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. | 419 | |
οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν | 420 | |
ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς | 421 | |
αἰχμάς· ἀλλ' οὔ τις ἐδυνήσατο ποιμένα λαῶν | 422 | |
οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι | 423 | |
Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ | 424 | |
Σαρπηδών τ' ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. | 425 | |
τῶν δ' ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν | 426 | |
ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ' ἄρ' ἑταῖροι | 427 | |
χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ' ἵκεθ' ἵππους | 428 | |
ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο | 429 | |
ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες· | 430 | |
οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. | 431 | |
ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο | 432 | |
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, | 433 | |
ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ | 434 | |
χεῦαν· ὃ δ' ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, | 435 | |
ἑζόμενος δ' ἐπὶ γοῦνα κελαινεφὲς αἷμ' ἀπέμεσσεν· | 436 | |
αὖτις δ' ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε | 437 | |
νὺξ ἐκάλυψε μέλαινα· βέλος δ' ἔτι θυμὸν ἐδάμνα. | 438 | |
Ἀργεῖοι δ' ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα | 439 | |
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. | 440 | |
ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας | 441 | |
Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι | 442 | |
Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων | 443 | |
Ἤνοπι βουκολέοντι παρ' ὄχθας Σατνιόεντος. | 444 | |
τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν | 445 | |
οὖτα κατὰ λαπάρην· ὃ δ' ἀνετράπετ', ἀμφὶ δ' ἄρ' αὐτῷ | 446 | |
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. | 447 | |
τῷ δ' ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ | 448 | |
Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον | 449 | |
υἱὸν Ἀρηϊλύκοιο, δι' ὤμου δ' ὄβριμον ἔγχος | 450 | |
ἔσχεν, ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. | 451 | |
Πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· | 452 | |
οὐ μὰν αὖτ' ὀΐω μεγαθύμου Πανθοΐδαο | 453 | |
χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, | 454 | |
ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω | 455 | |
αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω. | 456 | |
ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο· | 457 | |
Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε | 458 | |
τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. | 459 | |
καρπαλίμως δ' ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. | 460 | |
Πουλυδάμας δ' αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν | 461 | |
λικριφὶς ἀΐξας, κόμισεν δ' Ἀντήνορος υἱὸς | 462 | |
Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. | 463 | |
τόν ῥ' ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, | 464 | |
νείατον ἀστράγαλον, ἀπὸ δ' ἄμφω κέρσε τένοντε· | 465 | |
τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε | 466 | |
οὔδεϊ πλῆντ' ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. | 467 | |
Αἴας δ' αὖτ' ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· | 468 | |
φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες | 469 | |
ἦ ῥ' οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι | 470 | |
ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, | 471 | |
ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο | 472 | |
ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. | 473 | |
ἦ ῥ' εὖ γιγνώσκων, Τρῶας δ' ἄχος ἔλλαβε θυμόν. | 474 | |
ἔνθ' Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ | 475 | |
ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δ' ὕφελκε ποδοῖιν. | 476 | |
τῷ δ' Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· | 477 | |
Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι | 478 | |
οὔ θην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς | 479 | |
ἡμῖν, ἀλλά ποθ' ὧδε κατακτενέεσθε καὶ ὔμμες. | 480 | |
φράζεσθ' ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει | 481 | |
ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ | 482 | |
δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ | 483 | |
γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. | 484 | |
ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο· | 485 | |
Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· | 486 | |
ὁρμήθη δ' Ἀκάμαντος· ὃ δ' οὐχ ὑπέμεινεν ἐρωὴν | 487 | |
Πηνελέωο ἄνακτος· ὃ δ' οὔτασεν Ἰλιονῆα | 488 | |
υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα | 489 | |
Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· | 490 | |
τῷ δ' ἄρ' ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. | 491 | |
τὸν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα, | 492 | |
ἐκ δ' ὦσε γλήνην· δόρυ δ' ὀφθαλμοῖο διὰ πρὸ | 493 | |
καὶ διὰ ἰνίου ἦλθεν, ὃ δ' ἕζετο χεῖρε πετάσσας | 494 | |
ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ | 495 | |
αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε | 496 | |
αὐτῇ σὺν πήληκι κάρη· ἔτι δ' ὄβριμον ἔγχος | 497 | |
ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν | 498 | |
πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· | 499 | |
εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος | 500 | |
πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν· | 501 | |
οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο | 502 | |
ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ | 503 | |
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. | 504 | |
ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, | 505 | |
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. | 506 | |
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι | 507 | |
ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' Ἀχαιῶν | 508 | |
ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. | 509 | |
Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα | 510 | |
Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· | 511 | |
Φάλκην δ' Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· | 512 | |
Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, | 513 | |
Τεῦκρος δὲ Προθόωνά τ' ἐνήρατο καὶ Περιφήτην· | 514 | |
Ἀτρεΐδης δ' ἄρ' ἔπειθ' Ὑπερήνορα ποιμένα λαῶν | 515 | |
οὖτα κατὰ λαπάρην, διὰ δ' ἔντερα χαλκὸς ἄφυσσε | 516 | |
δῃώσας· ψυχὴ δὲ κατ' οὐταμένην ὠτειλὴν | 517 | |
ἔσσυτ' ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. | 518 | |
πλείστους δ' Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· | 519 | |
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν | 520 | |
ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ. | 521 | |