ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς | 001 | |
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, | 002 | |
πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. | 003 | |
ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα | 004 | |
Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον | 005 | |
ἐλθόντ' ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν | 006 | |
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· | 007 | |
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. | 008 | |
Ἀτρεΐδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ | 009 | |
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων | 010 | |
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, | 011 | |
μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. | 012 | |
ἷζον δ' εἰν ἀγορῇ τετιηότες· ἂν δ' Ἀγαμέμνων | 013 | |
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος | 014 | |
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· | 015 | |
ὣς ὃ βαρὺ στενάχων ἔπε' Ἀργείοισι μετηύδα· | 016 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 017 | |
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ | 018 | |
σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν | 019 | |
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, | 020 | |
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει | 021 | |
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. | 022 | |
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, | 023 | |
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα | 024 | |
ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. | 025 | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 026 | |
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 027 | |
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. | 028 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 029 | |
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· | 030 | |
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 031 | |
Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, | 032 | |
ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. | 033 | |
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι | 034 | |
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα | 035 | |
ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. | 036 | |
σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· | 037 | |
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, | 038 | |
ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. | 039 | |
δαιμόνι' οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν | 040 | |
ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; | 041 | |
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι | 042 | |
ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης | 043 | |
ἑστᾶσ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. | 044 | |
ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ | 045 | |
εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ | 046 | |
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 047 | |
νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθ' εἰς ὅ κε τέκμωρ | 048 | |
Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. | 049 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν | 050 | |
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. | 051 | |
τοῖσι δ' ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· | 052 | |
Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, | 053 | |
καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. | 054 | |
οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, | 055 | |
οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. | 056 | |
ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης | 057 | |
ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις | 058 | |
Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. | 059 | |
ἀλλ' ἄγ' ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, | 060 | |
ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι | 061 | |
μῦθον ἀτιμήσει', οὐδὲ κρείων Ἀγαμέμνων. | 062 | |
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος | 063 | |
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. | 064 | |
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ | 065 | |
δόρπά τ' ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι | 066 | |
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. | 067 | |
κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα | 068 | |
Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι. | 069 | |
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. | 070 | |
πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν | 071 | |
ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι· | 072 | |
πᾶσά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις. | 073 | |
πολλῶν δ' ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην | 074 | |
βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς | 075 | |
ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν | 076 | |
καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε; | 077 | |
νὺξ δ' ἧδ' ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. | 078 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. | 079 | |
ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο | 080 | |
ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, | 081 | |
ἠδ' ἀμφ' Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος | 082 | |
ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, | 083 | |
ἠδ' ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. | 084 | |
ἕπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ | 085 | |
κοῦροι ἅμα στεῖχον δολίχ' ἔγχεα χερσὶν ἔχοντες· | 086 | |
κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· | 087 | |
ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. | 088 | |
Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν | 089 | |
ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. | 090 | |
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 091 | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 092 | |
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν | 093 | |
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· | 094 | |
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· | 095 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 096 | |
ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν | 097 | |
λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε | 098 | |
σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. | 099 | |
τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι, | 100 | |
κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ' ἄν τινα θυμὸς ἀνώγῃ | 101 | |
εἰπεῖν εἰς ἀγαθόν· σέο δ' ἕξεται ὅττί κεν ἄρχῃ. | 102 | |
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. | 103 | |
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει | 104 | |
οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νῦν | 105 | |
ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην | 106 | |
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας | 107 | |
οὔ τι καθ' ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε | 108 | |
πόλλ' ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ | 109 | |
εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, | 110 | |
ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ' ἔτι καὶ νῦν | 111 | |
φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν | 112 | |
δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. | 113 | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 114 | |
ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· | 115 | |
ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν | 116 | |
λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, | 117 | |
ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. | 118 | |
ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, | 119 | |
ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα. | 120 | |
ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω | 121 | |
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, | 122 | |
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους | 123 | |
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. | 124 | |
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, | 125 | |
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, | 126 | |
ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. | 127 | |
δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 128 | |
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς | 129 | |
ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. | 130 | |
τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων | 131 | |
κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι | 132 | |
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, | 133 | |
ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. | 134 | |
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε | 135 | |
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι, | 136 | |
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω | 137 | |
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί, | 138 | |
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, | 139 | |
αἴ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. | 140 | |
εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης | 141 | |
γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ, | 142 | |
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. | 143 | |
τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ | 144 | |
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, | 145 | |
τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω | 146 | |
πρὸς οἶκον Πηλῆος· ἐγὼ δ' ἐπὶ μείλια δώσω | 147 | |
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· | 148 | |
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα | 149 | |
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν | 150 | |
Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον | 151 | |
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. | 152 | |
πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· | 153 | |
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, | 154 | |
οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι | 155 | |
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. | 156 | |
ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. | 157 | |
δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδ' ἀδάμαστος, | 158 | |
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· | 159 | |
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι | 160 | |
ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι. | 161 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 162 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 163 | |
δῶρα μὲν οὐκέτ' ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι· | 164 | |
ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα | 165 | |
ἔλθωσ' ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. | 166 | |
εἰ δ' ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. | 167 | |
Φοῖνιξ μὲν πρώτιστα Διὶ φίλος ἡγησάσθω, | 168 | |
αὐτὰρ ἔπειτ' Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς· | 169 | |
κηρύκων δ' Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ' ἑπέσθων. | 170 | |
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, | 171 | |
ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ', αἴ κ' ἐλεήσῃ. | 172 | |
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. | 173 | |
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, | 174 | |
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, | 175 | |
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. | 176 | |
αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός, | 177 | |
ὁρμῶντ' ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. | 178 | |
τοῖσι δὲ πόλλ' ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ | 179 | |
δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, | 180 | |
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα. | 181 | |
τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης | 182 | |
πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ | 183 | |
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. | 184 | |
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, | 185 | |
τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ | 186 | |
καλῇ δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἦεν, | 187 | |
τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· | 188 | |
τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν. | 189 | |
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, | 190 | |
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, | 191 | |
τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, | 192 | |
στὰν δὲ πρόσθ' αὐτοῖο· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς | 193 | |
αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. | 194 | |
ὣς δ' αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. | 195 | |
τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 196 | |
χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, | 197 | |
οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον. | 198 | |
ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, | 199 | |
εἷσεν δ' ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. | 200 | |
αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα· | 201 | |
μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, | 202 | |
ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ· | 203 | |
οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. | 204 | |
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ. | 205 | |
αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, | 206 | |
ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγός, | 207 | |
ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. | 208 | |
τῷ δ' ἔχεν Αὐτομέδων, τάμνεν δ' ἄρα δῖος Ἀχιλλεύς. | 209 | |
καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε, | 210 | |
πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. | 211 | |
αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, | 212 | |
ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, | 213 | |
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. | 214 | |
αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, | 215 | |
Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ | 216 | |
καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. | 217 | |
αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο | 218 | |
τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει | 219 | |
Πάτροκλον ὃν ἑταῖρον· ὃ δ' ἐν πυρὶ βάλλε θυηλάς. | 220 | |
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 221 | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 222 | |
νεῦσ' Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, | 223 | |
πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλῆα· | 224 | |
χαῖρ' Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς | 225 | |
ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο | 226 | |
ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ | 227 | |
δαίνυσθ'· ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, | 228 | |
ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες | 229 | |
δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι | 230 | |
νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. | 231 | |
ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο | 232 | |
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι | 233 | |
κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ' ἔτι φασὶ | 234 | |
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. | 235 | |
Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων | 236 | |
ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων | 237 | |
μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει | 238 | |
ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. | 239 | |
ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· | 240 | |
στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα | 241 | |
αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς | 242 | |
δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. | 243 | |
ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς | 244 | |
ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη | 245 | |
φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. | 246 | |
ἀλλ' ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν | 247 | |
τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. | 248 | |
αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μῆχος | 249 | |
ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν | 250 | |
φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ. | 251 | |
ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς | 252 | |
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· | 253 | |
τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη | 254 | |
δώσουσ' αἴ κ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν | 255 | |
ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων· | 256 | |
ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον | 257 | |
τίωσ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. | 258 | |
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν | 259 | |
παύε', ἔα δὲ χόλον θυμαλγέα· σοὶ δ' Ἀγαμέμνων | 260 | |
ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο. | 261 | |
εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω | 262 | |
ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ' Ἀγαμέμνων· | 263 | |
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, | 264 | |
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους | 265 | |
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. | 266 | |
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο | 267 | |
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, | 268 | |
ὅσσ' Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. | 269 | |
δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 270 | |
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς | 271 | |
ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. | 272 | |
τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρα | 273 | |
κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται | 274 | |
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι | 275 | |
ἣ θέμις ἐστὶν ἄναξ ἤτ' ἀνδρῶν ἤτε γυναικῶν. | 276 | |
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε | 277 | |
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι, | 278 | |
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι | 279 | |
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί, | 280 | |
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, | 281 | |
αἵ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. | 282 | |
εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης | 283 | |
γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, | 284 | |
ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. | 285 | |
τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ | 286 | |
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, | 287 | |
τάων ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι | 288 | |
πρὸς οἶκον Πηλῆος· ὃ δ' αὖτ' ἐπὶ μείλια δώσει | 289 | |
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· | 290 | |
ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα | 291 | |
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν | 292 | |
Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον | 293 | |
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. | 294 | |
πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· | 295 | |
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, | 296 | |
οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι | 297 | |
καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. | 298 | |
ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. | 299 | |
εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον | 300 | |
αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ Παναχαιοὺς | 301 | |
τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς | 302 | |
τίσουσ'· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· | 303 | |
νῦν γάρ χ' Ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι | 304 | |
λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον | 305 | |
οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν. | 306 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 307 | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 308 | |
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, | 309 | |
ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, | 310 | |
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. | 311 | |
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν | 312 | |
ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. | 313 | |
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· | 314 | |
οὔτ' ἔμεγ' Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω | 315 | |
οὔτ' ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν | 316 | |
μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί. | 317 | |
ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· | 318 | |
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· | 319 | |
κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. | 320 | |
οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ | 321 | |
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. | 322 | |
ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι | 323 | |
μάστακ' ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ, | 324 | |
ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, | 325 | |
ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων | 326 | |
ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. | 327 | |
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων, | 328 | |
πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· | 329 | |
τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ | 330 | |
ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον | 331 | |
Ἀτρεΐδῃ· ὃ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι | 332 | |
δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν. | 333 | |
ἄλλα δ' ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· | 334 | |
τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν | 335 | |
εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα· τῇ παριαύων | 336 | |
τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν | 337 | |
Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας | 338 | |
Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο; | 339 | |
ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων | 340 | |
Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων | 341 | |
τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν | 342 | |
ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. | 343 | |
νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ' ἀπάτησε | 344 | |
μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. | 345 | |
ἀλλ' Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι | 346 | |
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. | 347 | |
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, | 348 | |
καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ | 349 | |
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· | 350 | |
ἀλλ' οὐδ' ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο | 351 | |
ἴσχειν· ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσιν πολέμιζον | 352 | |
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, | 353 | |
ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· | 354 | |
ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. | 355 | |
νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ | 356 | |
αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι | 357 | |
νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, | 358 | |
ὄψεαι, αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, | 359 | |
ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας | 360 | |
νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· | 361 | |
εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος | 362 | |
ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. | 363 | |
ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· | 364 | |
ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν | 365 | |
ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον | 366 | |
ἄξομαι, ἅσσ' ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, | 367 | |
αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων | 368 | |
Ἀτρεΐδης· τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω | 369 | |
ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ | 370 | |
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν | 371 | |
αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ' ἂν ἔμοιγε | 372 | |
τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι· | 373 | |
οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον· | 374 | |
ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν· οὐδ' ἂν ἔτ' αὖτις | 375 | |
ἐξαπάφοιτ' ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος | 376 | |
ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. | 377 | |
ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. | 378 | |
οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη | 379 | |
ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, | 380 | |
οὐδ' ὅσ' ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ' ὅσα Θήβας | 381 | |
Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, | 382 | |
αἵ θ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἀν' ἑκάστας | 383 | |
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· | 384 | |
οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, | 385 | |
οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει' Ἀγαμέμνων | 386 | |
πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην. | 387 | |
κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, | 388 | |
οὐδ' εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, | 389 | |
ἔργα δ' Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· | 390 | |
οὐδέ μιν ὧς γαμέω· ὃ δ' Ἀχαιῶν ἄλλον ἑλέσθω, | 391 | |
ὅς τις οἷ τ' ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. | 392 | |
ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ' ἵκωμαι, | 393 | |
Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. | 394 | |
πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν' Ἑλλάδα τε Φθίην τε | 395 | |
κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, | 396 | |
τάων ἥν κ' ἐθέλωμι φίλην ποιήσομ' ἄκοιτιν. | 397 | |
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ | 398 | |
γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν | 399 | |
κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· | 400 | |
οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ' ὅσα φασὶν | 401 | |
Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον | 402 | |
τὸ πρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, | 403 | |
οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει | 404 | |
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. | 405 | |
ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, | 406 | |
κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, | 407 | |
ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ | 408 | |
οὔθ' ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. | 409 | |
μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα | 410 | |
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ. | 411 | |
εἰ μέν κ' αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, | 412 | |
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται· | 413 | |
εἰ δέ κεν οἴκαδ' ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, | 414 | |
ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν | 415 | |
ἔσσεται, οὐδέ κέ μ' ὦκα τέλος θανάτοιο κιχείη. | 416 | |
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην | 417 | |
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ | 418 | |
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς | 419 | |
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. | 420 | |
ἀλλ' ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν | 421 | |
ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων· | 422 | |
ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, | 423 | |
ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν | 424 | |
νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ' ἑτοίμη | 425 | |
ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· | 426 | |
Φοῖνιξ δ' αὖθι παρ' ἄμμι μένων κατακοιμηθήτω, | 427 | |
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται | 428 | |
αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξω. | 429 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | 430 | |
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν· | 431 | |
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ | 432 | |
δάκρυ' ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν· | 433 | |
εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ' Ἀχιλλεῦ | 434 | |
βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι | 435 | |
πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, | 436 | |
πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην | 437 | |
οἶος; σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς | 438 | |
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε | 439 | |
νήπιον οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο | 440 | |
οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι. | 441 | |
τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, | 442 | |
μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων. | 443 | |
ὡς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι | 444 | |
λείπεσθ', οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς | 445 | |
γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, | 446 | |
οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα | 447 | |
φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, | 448 | |
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, | 449 | |
τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν | 450 | |
μητέρ' ἐμήν· ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων | 451 | |
παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα. | 452 | |
τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς | 453 | |
πολλὰ κατηρᾶτο, στυγερὰς δ' ἐπεκέκλετ' Ἐρινῦς, | 454 | |
μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν | 455 | |
ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ' ἐτέλειον ἐπαρὰς | 456 | |
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. | 457 | |
<τὸν μὲν ἐγὼ βούλευσα κατακτάμεν ὀξέι χαλκῷ· | 458 | |
ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὅς ῥ' ἐνὶ θυμῷ | 459 | |
δήμου θῆκε φάτιν καὶ ὀνείδεια πόλλ' ἀνθρώπων, | 460 | |
ὡς μὴ πατροφόνος μετ' Ἀχαιοῖσιν καλεοίμην.> | 461 | |
ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς | 462 | |
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. | 463 | |
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες | 464 | |
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, | 465 | |
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς | 466 | |
ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ | 467 | |
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, | 468 | |
πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. | 469 | |
εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ἴαυον· | 470 | |
οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη | 471 | |
πῦρ, ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς, | 472 | |
ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. | 473 | |
ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, | 474 | |
καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας | 475 | |
ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς | 476 | |
ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας δμῳάς τε γυναῖκας. | 477 | |
φεῦγον ἔπειτ' ἀπάνευθε δι' Ἑλλάδος εὐρυχόροιο, | 478 | |
Φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων | 479 | |
ἐς Πηλῆα ἄναχθ'· ὃ δέ με πρόφρων ὑπέδεκτο, | 480 | |
καί μ' ἐφίλησ' ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ | 481 | |
μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, | 482 | |
καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν· | 483 | |
ναῖον δ' ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. | 484 | |
καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, | 485 | |
ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλῳ | 486 | |
οὔτ' ἐς δαῖτ' ἰέναι οὔτ' ἐν μεγάροισι πάσασθαι, | 487 | |
πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας | 488 | |
ὄψου τ' ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. | 489 | |
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα | 490 | |
οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. | 491 | |
ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, | 492 | |
τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον | 493 | |
ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ | 494 | |
ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς. | 495 | |
ἀλλ' Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ | 496 | |
νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, | 497 | |
τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. | 498 | |
καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι | 499 | |
λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι | 500 | |
λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. | 501 | |
καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο | 502 | |
χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ, | 503 | |
αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι. | 504 | |
ἣ δ' ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας | 505 | |
πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν | 506 | |
βλάπτουσ' ἀνθρώπους· αἳ δ' ἐξακέονται ὀπίσσω. | 507 | |
ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, | 508 | |
τὸν δὲ μέγ' ὤνησαν καί τ' ἔκλυον εὐχομένοιο· | 509 | |
ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, | 510 | |
λίσσονται δ' ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι | 511 | |
τῷ ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. | 512 | |
ἀλλ' Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι | 513 | |
τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. | 514 | |
εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ' ὄπισθ' ὀνομάζοι | 515 | |
Ἀτρεΐδης, ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, | 516 | |
οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην | 517 | |
Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· | 518 | |
νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ τὰ δ' ὄπισθεν ὑπέστη, | 519 | |
ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους | 520 | |
κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ | 521 | |
φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς | 522 | |
μηδὲ πόδας· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι. | 523 | |
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν | 524 | |
ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι· | 525 | |
δωρητοί τε πέλοντο παράρρητοί τ' ἐπέεσσι. | 526 | |
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε | 527 | |
ὡς ἦν· ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι. | 528 | |
Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι | 529 | |
ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, | 530 | |
Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, | 531 | |
Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. | 532 | |
καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε | 533 | |
χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς | 534 | |
Οἰνεὺς ῥέξ'· ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβας, | 535 | |
οἴῃ δ' οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. | 536 | |
ἢ λάθετ' ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. | 537 | |
ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα | 538 | |
ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, | 539 | |
ὃς κακὰ πόλλ' ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· | 540 | |
πολλὰ δ' ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ | 541 | |
αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. | 542 | |
τὸν δ' υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος | 543 | |
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας | 544 | |
καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι· | 545 | |
τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς. | 546 | |
ἣ δ' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν | 547 | |
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, | 548 | |
Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. | 549 | |
ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, | 550 | |
τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο | 551 | |
τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· | 552 | |
ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων | 553 | |
οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, | 554 | |
ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ | 555 | |
κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ | 556 | |
κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης | 557 | |
Ἴδεώ θ', ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν | 558 | |
τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον | 559 | |
Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, | 560 | |
τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ | 561 | |
Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ' ἄρ' αὐτῆς | 562 | |
μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα | 563 | |
κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· | 564 | |
τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων | 565 | |
ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι | 566 | |
πόλλ' ἀχέουσ' ἠρᾶτο κασιγνήτοιο φόνοιο, | 567 | |
πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία | 568 | |
κικλήσκουσ' Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν | 569 | |
πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, | 570 | |
παιδὶ δόμεν θάνατον· τῆς δ' ἠεροφοῖτις Ἐρινὺς | 571 | |
ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. | 572 | |
τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει | 573 | |
πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες | 574 | |
Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, | 575 | |
ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον· | 576 | |
ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, | 577 | |
ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι | 578 | |
πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, | 579 | |
ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι. | 580 | |
πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς | 581 | |
οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο | 582 | |
σείων κολλητὰς σανίδας γουνούμενος υἱόν· | 583 | |
πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ | 584 | |
ἐλλίσσονθ'· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δ' ἑταῖροι, | 585 | |
οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων· | 586 | |
ἀλλ' οὐδ' ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, | 587 | |
πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο, τοὶ δ' ἐπὶ πύργων | 588 | |
βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. | 589 | |
καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις | 590 | |
λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα | 591 | |
κήδε', ὅσ' ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· | 592 | |
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, | 593 | |
τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. | 594 | |
τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, | 595 | |
βῆ δ' ἰέναι, χροῒ δ' ἔντε' ἐδύσετο παμφανόωντα. | 596 | |
ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ | 597 | |
εἴξας ᾧ θυμῷ· τῷ δ' οὐκέτι δῶρα τέλεσσαν | 598 | |
πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτως. | 599 | |
ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων | 600 | |
ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη | 601 | |
νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ' ἐπὶ δώρων | 602 | |
ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. | 603 | |
εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς | 604 | |
οὐκέθ' ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών, | 605 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 606 | |
Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης | 607 | |
χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, | 608 | |
ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ' ἀϋτμὴ | 609 | |
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ. | 610 | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι· | 611 | |
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων | 612 | |
Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ | 613 | |
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. | 614 | |
καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ' ἐμὲ κήδῃ· | 615 | |
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. | 616 | |
οὗτοι δ' ἀγγελέουσι, σὺ δ' αὐτόθι λέξεο μίμνων | 617 | |
εὐνῇ ἔνι μαλακῇ· ἅμα δ' ἠοῖ φαινομένηφι | 618 | |
φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἦ κε μένωμεν. | 619 | |
ἦ καὶ Πατρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ | 620 | |
Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα | 621 | |
ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ' ἄρ' Αἴας | 622 | |
ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· | 623 | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 624 | |
ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ | 625 | |
τῇδέ γ' ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα | 626 | |
χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα | 627 | |
οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς | 628 | |
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν | 629 | |
σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων | 630 | |
τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων | 631 | |
νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος | 632 | |
ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος· | 633 | |
καί ῥ' ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας, | 634 | |
τοῦ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ | 635 | |
ποινὴν δεξαμένῳ· σοὶ δ' ἄληκτόν τε κακόν τε | 636 | |
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης | 637 | |
οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας, | 638 | |
ἄλλά τε πόλλ' ἐπὶ τῇσι· σὺ δ' ἵλαον ἔνθεο θυμόν, | 639 | |
αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν | 640 | |
πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων | 641 | |
κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί. | 642 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 643 | |
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν | 644 | |
πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι· | 645 | |
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων | 646 | |
μνήσομαι ὥς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν | 647 | |
Ἀτρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην. | 648 | |
ἀλλ' ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· | 649 | |
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος | 650 | |
πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον | 651 | |
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι | 652 | |
κτείνοντ' Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. | 653 | |
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ | 654 | |
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω. | 655 | |
ὣς ἔφαθ', οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον | 656 | |
σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δ' Ὀδυσσεύς. | 657 | |
Πάτροκλος δ' ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε | 658 | |
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. | 659 | |
αἳ δ' ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε | 660 | |
κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον. | 661 | |
ἔνθ' ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν. | 662 | |
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου· | 663 | |
τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, | 664 | |
Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. | 665 | |
Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο· πὰρ δ' ἄρα καὶ τῷ | 666 | |
Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς | 667 | |
Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον. | 668 | |
οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. | 669 | |
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν | 670 | |
δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο· | 671 | |
πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 672 | |
εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν | 673 | |
ἤ ῥ' ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, | 674 | |
ἦ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν; | 675 | |
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· | 676 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 677 | |
κεῖνός γ' οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ' ἔτι μᾶλλον | 678 | |
πιμπλάνεται μένεος, σὲ δ' ἀναίνεται ἠδὲ σὰ δῶρα. | 679 | |
αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν | 680 | |
ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν· | 681 | |
αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι | 682 | |
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας. | 683 | |
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι | 684 | |
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ | 685 | |
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς | 686 | |
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. | 687 | |
ὣς ἔφατ'· εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο, | 688 | |
Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. | 689 | |
Φοῖνιξ δ' αὖθ' ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, | 690 | |
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται | 691 | |
αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξει. | 692 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | 693 | |
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε. | 694 | |
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· | 695 | |
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 696 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 697 | |
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα | 698 | |
μυρία δῶρα διδούς· ὃ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως· | 699 | |
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. | 700 | |
ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν | 701 | |
ἦ κε μένῃ· τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν | 702 | |
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. | 703 | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 704 | |
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ | 705 | |
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή· | 706 | |
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, | 707 | |
καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους | 708 | |
ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. | 709 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες | 710 | |
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. | 711 | |
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, | 712 | |
ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. | 713 | |