Vasile Stancu

The ILIAD




Book VIII

Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν,001
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος002
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·003
αὐτὸς δέ σφ' ἀγόρευε, θεοὶ δ' ὑπὸ πάντες ἄκουον·004
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, 005
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.006
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην007
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ' ἅμα πάντες008
αἰνεΐτ', ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.009
ὃν δ' ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 010
ἐλθόντ' ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοΐσι011
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·012
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα013
τῆλε μάλ', ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,014
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, 015
τόσσον ἔνερθ' Ἀΐδεω ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης·016
γνώσετ' ἔπειθ' ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.017
εἰ δ' ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·018
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες019
πάντές τ' ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· 020
ἀλλ' οὐκ ἂν ἐρύσαιτ' ἐξ οὐρανόθεν πεδίον δὲ021
Ζῆν' ὕπατον μήστωρ', οὐδ' εἰ μάλα πολλὰ κάμοιτε.022
ἀλλ' ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,023
αὐτῇ κεν γαίῃ ἐρύσαιμ' αὐτῇ τε θαλάσσῃ·024
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 025
δησαίμην, τὰ δέ κ' αὖτε μετήορα πάντα γένοιτο.026
τόσσον ἐγὼ περί τ' εἰμὶ θεῶν περί τ' εἴμ' ἀνθρώπων.027


ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ028
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.029
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 030
ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων031
εὖ νυ καὶ ἡμεΐς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·032
ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,033
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.034
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ' ὡς σὺ κελεύεις· 035
βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει,036
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοΐο.037


τὴν δ' ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·038
θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ039
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι. 040


ὣς εἰπὼν ὑπ' ὄχεσφι τιτύσκετο χαλκόποδ' ἵππω041
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,042
χρυσὸν δ' αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ' ἱμάσθλην043
χρυσείην εὔτυκτον, ἑοῦ δ' ἐπεβήσετο δίφρου,044
μάστιξεν δ' ἐλάαν· τὼ δ' οὐκ ἀέκοντε πετέσθην 045
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.046
Ἴδην δ' ἵκανεν πολυπίδακα μητέρα θηρῶν047
Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.048
ἔνθ' ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε049
λύσας ἐξ ὀχέων, κατὰ δ' ἠέρα πουλὺν ἔχευεν. 050
αὐτὸς δ' ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων051
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.052


οἳ δ' ἄρα δεΐπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ053
ῥίμφα κατὰ κλισίας, ἀπὸ δ' αὐτοῦ θωρήσσοντο.054
Τρῶες δ' αὖθ' ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο 055
παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμΐνι μάχεσθαι056
χρειοΐ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.057
πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαός,058
πεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.059
οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο 060
σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν061
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι062
ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει.063
ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν064
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαΐα. 065


ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,066
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πΐπτε δὲ λαός.067
ἦμος δ' Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,068
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·069
ἐν δ' ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο 070
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,071
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ' αἴσιμον ἦμαρ Ἀχαιῶν.072
αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ073
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·074
αὐτὸς δ' ἐξ Ἴδης μεγάλ' ἔκτυπε, δαιόμενον δὲ 075
ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες076
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.077


ἔνθ' οὔτ' Ἰδομενεὺς τλῆ μίμνειν οὔτ' Ἀγαμέμνων,078
οὔτε δύ' Αἴαντες μενέτην θεράποντες Ἄρηος·079
Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν 080
οὔ τι ἑκών, ἀλλ' ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ081
δΐος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο082
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων083
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.084
ἀλγήσας δ' ἀνέπαλτο, βέλος δ' εἰς ἐγκέφαλον δῦ, 085
σὺν δ' ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.086
ὄφρ' ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε087
φασγάνῳ ἀΐσσων, τόφρ' Ἕκτορος ὠκέες ἵπποι088
ἦλθον ἀν' ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες089
Ἕκτορα· καί νύ κεν ἔνθ' ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν 090
εἰ μὴ ἄρ' ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·091
σμερδαλέον δ' ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·092
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ093
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;094
μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ· 095
ἀλλὰ μέν' ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.096


ὣς ἔφατ', οὐδ' ἐσάκουσε πολύτλας δΐος Ὀδυσσεύς,097
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.098
Τυδεΐδης δ' αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,099
στῆ δὲ πρόσθ' ἵππων Νηληϊάδαο γέροντος, 100
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·101
ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,102
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,103
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.104
ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι 105
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο106
κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,107
οὕς ποτ' ἀπ' Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.108
τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ109
Τρωσὶν ἐφ' ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ 110
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.111


ὣς ἔφατ', οὐδ' ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.112
Νεστορέας μὲν ἔπειθ' ἵππους θεράποντε κομείτην113
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.114
τὼ δ' εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· 115
Νέστωρ δ' ἐν χείρεσσι λάβ' ἡνία σιγαλόεντα,116
μάστιξεν δ' ἵππους· τάχα δ' Ἕκτορος ἄγχι γένοντο.117
τοῦ δ' ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·118
καὶ τοῦ μέν ῥ' ἀφάμαρτεν, ὃ δ' ἡνίοχον θεράποντα119
υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα 120
ἵππων ἡνί' ἔχοντα βάλε στῆθος παρὰ μαζόν.121
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι122
ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε.123
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·124
τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου 125
κεΐσθαι, ὃ δ' ἡνίοχον μέθεπε θρασύν· οὐδ' ἄρ' ἔτι δὴν126
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν127
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθ' ἵππων128
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.129


ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, 130
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,131
εἰ μὴ ἄρ' ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·132
βροντήσας δ' ἄρα δεινὸν ἀφῆκ' ἀργῆτα κεραυνόν,133
κὰδ δὲ πρόσθ' ἵππων Διομήδεος ἧκε χαμᾶζε·134
δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο, 135
τὼ δ' ἵππω δείσαντε καταπτήτην ὑπ' ὄχεσφι·136
Νέστορα δ' ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,137
δεΐσε δ' ὅ γ' ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·138
Τυδεΐδη ἄγε δ' αὖτε φόβον δ' ἔχε μώνυχας ἵππους.139
ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετ' ἀλκή; 140
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει141
σήμερον· ὕστερον αὖτε καὶ ἡμΐν, αἴ κ' ἐθέλῃσι,142
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο143
οὐδὲ μάλ' ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.144


τὸν δ' ἠμείβετ' ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· 145
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοΐραν ἔειπες·146
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·147
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ' ἀγορεύων·148
Τυδεΐδης ὑπ' ἐμεΐο φοβεύμενος ἵκετο νῆας.149
ὥς ποτ' ἀπειλήσει· τότε μοι χάνοι εὐρεΐα χθών. 150


τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·151
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.152
εἴ περ γάρ σ' Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,153
ἀλλ' οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες154
καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, 155
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.156


ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους157
αὖτις ἀν' ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ158
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.159
τῷ δ' ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ· 160
Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι161
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·162
νῦν δέ σ' ἀτιμήσουσι· γυναικὸς ἄρ' ἀντὶ τέτυξο.163
ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεΐο164
πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναΐκας 165
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.166


ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν167
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.168
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,169
τρὶς δ' ἄρ' ἀπ' Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς 170
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.171
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·172
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ173
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.174
γιγνώσκω δ' ὅτι μοι πρόφρων κατένευσε Κρονίων 175
νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοΐσί γε πῆμα·176
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο177
ἀβλήχρ' οὐδενόσωρα· τὰ δ' οὐ μένος ἁμὸν ἐρύξει·178
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.179
ἀλλ' ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι, 180
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,181
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς182
Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.183


ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·184
Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δΐε 185
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν186
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος187
ὑμΐν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν188
οἶνόν τ' ἐγκεράσασα πιεΐν, ὅτε θυμὸς ἀνώγοι,189
ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι. 190
ἀλλ' ἐφομαρτεΐτον καὶ σπεύδετον ὄφρα λάβωμεν191
ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει192
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,193
αὐτὰρ ἀπ' ὤμοιιν Διομήδεος ἱπποδάμοιο194
δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων. 195
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς196
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.197


ὣς ἔφατ' εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,198
σείσατο δ' εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,199
καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα· 200
ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οὐδέ νυ σοί περ201
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.202
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσι203
πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.204
εἴ περ γάρ κ' ἐθέλοιμεν, ὅσοι Δαναοΐσιν ἀρωγοί, 205
Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,206
αὐτοῦ κ' ἔνθ' ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.207


τὴν δὲ μέγ' ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·208
Ἥρη ἀπτοεπὲς ποΐον τὸν μῦθον ἔειπες.209
οὐκ ἂν ἔγωγ' ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι 210
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.211


ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·212
τῶν δ' ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε213
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων214
εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ 215
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.216
καί νύ κ' ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,217
εἰ μὴ ἐπὶ φρεσὶ θῆκ' Ἀγαμέμνονι πότνια Ἥρη218
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.219
βῆ δ' ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν 220
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,221
στῆ δ' ἐπ' Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,222
ἥ ῥ' ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,223
ἠμὲν ἐπ' Αἴαντος κλισίας Τελαμωνιάδαο224
ἠδ' ἐπ' Ἀχιλλῆος, τοί ῥ' ἔσχατα νῆας ἐΐσας 225
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·226
ἤϋσεν δὲ διαπρύσιον Δαναοΐσι γεγωνώς·227
αἰδὼς Ἀργεΐοι, κάκ' ἐλέγχεα, εἶδος ἀγητοί·228
πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,229
ἃς ὁπότ' ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, 230
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων231
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,232
Τρώων ἄνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος233
στήσεσθ' ἐν πολέμῳ· νῦν δ' οὐδ' ἑνὸς ἄξιοί εἰμεν234
Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ. 235
Ζεῦ πάτερ, ἦ ῥά τιν' ἤδη ὑπερμενέων βασιλήων236
τῇδ' ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;237
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν238
νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,239
ἀλλ' ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρί' ἔκηα 240
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.241
ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·242
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,243
μηδ' οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.244


ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα, 245
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδ' ἀπολέσθαι.246
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν,247
νεβρὸν ἔχοντ' ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·248
πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,249
ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί. 250
οἳ δ' ὡς οὖν εἴδονθ' ὅ τ' ἄρ' ἐκ Διὸς ἤλυθεν ὄρνις,251
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.252


ἔνθ' οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων253
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους254
τάφρου τ' ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι, 255
ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν256
Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδ' ἔτραπεν ἵππους·257
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν258
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·259
ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. 260


τὸν δὲ μετ' Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,261
τοΐσι δ' ἐπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,262
τοΐσι δ' ἐπ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος263
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,264
τοΐσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· 265
Τεῦκρος δ' εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,266
στῆ δ' ἄρ' ὑπ' Αἴαντος σάκεϊ Τελαμωνιάδαο.267
ἔνθ' Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γ' ἥρως268
παπτήνας, ἐπεὶ ἄρ τιν' ὀϊστεύσας ἐν ὁμίλῳ269
βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, 270
αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν271
εἰς Αἴανθ'· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.272


ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;273
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδ' Ὀφελέστην274
Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην 275
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,276
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.277
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων278
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·279
στῆ δὲ παρ' αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε· 280
Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν281
βάλλ' οὕτως, αἴ κέν τι φόως Δαναοΐσι γένηαι282
πατρί τε σῷ Τελαμῶνι, ὅ σ' ἔτρεφε τυτθὸν ἐόντα,283
καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·284
τὸν καὶ τηλόθ' ἐόντα ἐϋκλείης ἐπίβησον. 285
σοὶ δ' ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·286
αἴ κέν μοι δώῃ Ζεύς τ' αἰγίοχος καὶ Ἀθήνη287
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,288
πρώτῳ τοι μετ' ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,289
ἢ τρίποδ' ἠὲ δύω ἵππους αὐτοΐσιν ὄχεσφιν 290
ἠὲ γυναΐχ', ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.291


τὸν δ' ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·292
Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν293
ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι294
παύομαι, ἀλλ' ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθ' αὐτοὺς 295
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.296
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,297
πάντες δ' ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·298
τοῦτον δ' οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.299
ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν 300
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·301
καὶ τοῦ μέν ῥ' ἀφάμαρθ', ὃ δ' ἀμύμονα Γοργυθίωνα302
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,303
τόν ῥ' ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ304
καλὴ Καστιάνειρα δέμας ἐϊκυΐα θεῇσι. 305
μήκων δ' ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τ' ἐνὶ κήπῳ306
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,307
ὣς ἑτέρωσ' ἤμυσε κάρη πήληκι βαρυνθέν.308


Τεῦκρος δ' ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν309
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός. 310
ἀλλ' ὅ γε καὶ τόθ' ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·311
ἀλλ' Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα312
ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·313
ἤριπε δ' ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι314
ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε. 315
Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·316
τὸν μὲν ἔπειτ' εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,317
Κεβριόνην δ' ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα318
ἵππων ἡνί' ἑλεΐν· ὃ δ' ἄρ' οὐκ ἀπίθησεν ἀκούσας.319
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος 320
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,321
βῆ δ' ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.322
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,323
θῆκε δ' ἐπὶ νευρῇ· τὸν δ' αὖ κορυθαίολος Ἕκτωρ324
αὐερύοντα παρ' ὦμον, ὅθι κληῒς ἀποέργει 325
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,326
τῇ ῥ' ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,327
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,328
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.329
Αἴας δ' οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, 330
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.331
τὸν μὲν ἔπειθ' ὑποδύντε δύω ἐρίηρες ἑταΐροι332
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δΐος Ἀλάστωρ333
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.334


ἂψ δ' αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· 335
οἳ δ' ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·336
Ἕκτωρ δ' ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.337
ὡς δ' ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος338
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων339
ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει, 340
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,341
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.342
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν343
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,344
οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες, 345
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοΐσι346
χεΐρας ἀνίσχοντες μεγάλ' εὐχετόωντο ἕκαστος·347
Ἕκτωρ δ' ἀμφιπεριστρώφα καλλίτριχας ἵππους348
Γοργοῦς ὄμματ' ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.349


τοὺς δὲ ἰδοῦσ' ἐλέησε θεὰ λευκώλενος Ἥρη, 350
αἶψα δ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·351
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ352
ὀλλυμένων Δαναῶν κεκαδησόμεθ' ὑστάτιόν περ;353
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται354
ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτ' ἀνεκτῶς 355
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.356


τὴν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·357
καὶ λίην οὗτός γε μένος θυμόν τ' ὀλέσειε358
χερσὶν ὑπ' Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·359
ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι 360
σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·361
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν362
τειρόμενον σώεσκον ὑπ' Εὐρυσθῆος ἀέθλων.363
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς364
τῷ ἐπαλεξήσουσαν ἀπ' οὐρανόθεν προΐαλλεν. 365
εἰ γὰρ ἐγὼ τάδε ᾔδε' ἐνὶ φρεσὶ πευκαλίμῃσιν366
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν367
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,368
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.369
νῦν δ' ἐμὲ μὲν στυγέει, Θέτιδος δ' ἐξήνυσε βουλάς, 370
ἥ οἱ γούνατ' ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,371
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.372
ἔσται μὰν ὅτ' ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.373
ἀλλὰ σὰ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,374
ὄφρ' ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο 375
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι376
ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ377
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,378
ἦ τις καὶ Τρώων κορέει κύνας ἠδ' οἰωνοὺς379
δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. 380


ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη.381
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους382
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·383
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο384
πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει 385
ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,386
ἣ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο387
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.388
ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος389
βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν 390
ἡρώων, τοΐσίν τε κοτέσσεται ὀβριμοπάτρη.391
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους·392
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,393
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε394
ἠμὲν ἀνακλΐναι πυκινὸν νέφος ἠδ' ἐπιθεΐναι. 395
τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους.396


Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατ' ἄρ' αἰνῶς,397
Ἶριν δ' ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·398
βάσκ' ἴθι Ἶρι ταχεΐα, πάλιν τρέπε μηδ' ἔα ἄντην399
ἔρχεσθ'· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ. 400
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·401
γυιώσω μέν σφωϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,402
αὐτὰς δ' ἐκ δίφρου βαλέω κατά θ' ἅρματα ἄξω·403
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς404
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός· 405
ὄφρα ἰδῇ γλαυκῶπις ὅτ' ἂν ᾧ πατρὶ μάχηται.406
Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·407
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.408


ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,409
βῆ δ' ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. 410
πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο411
ἀντομένη κατέρυκε, Διὸς δέ σφ' ἔννεπε μῦθον·412
πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;413
οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.414
ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ, 415
γυιώσειν μὲν σφῶϊν ὑφ' ἅρμασιν ὠκέας ἵππους,416
αὐτὰς δ' ἐκ δίφρου βαλέειν κατά θ' ἅρματα ἄξειν·417
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς418
ἕλκε' ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·419
ὄφρα ἰδῇς γλαυκῶπι ὅτ' ἂν σῷ πατρὶ μάχηαι. 420
Ἥρῃ δ' οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·421
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·422
ἀλλὰ σύ γ' αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε423
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεΐραι.424


ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις, 425
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·426
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτ' ἔγωγε427
νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·428
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,429
ὅς κε τύχῃ· κεΐνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ 430
Τρωσί τε καὶ Δαναοΐσι δικαζέτω, ὡς ἐπιεικές.431


ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·432
τῇσιν δ' Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,433
καὶ τοὺς μὲν κατέδησαν ἐπ' ἀμβροσίῃσι κάπῃσιν,434
ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα· 435
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοΐσι κάθιζον436
μίγδ' ἄλλοισι θεοΐσι, φίλον τετιημέναι ἦτορ.437


Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους438
Οὔλυμπον δὲ δίωκε, θεῶν δ' ἐξίκετο θώκους.439
τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος, 440
ἅρματα δ' ἂμ βωμοΐσι τίθει κατὰ λΐτα πετάσσας·441
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς442
ἕζετο, τῷ δ' ὑπὸ ποσσὶ μέγας πελεμίζετ' Ὄλυμπος.443
αἳ δ' οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη444
ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο· 445
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·446
τίφθ' οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;447
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ448
ὀλλῦσαι Τρῶας, τοΐσιν κότον αἰνὸν ἔθεσθε.449
πάντως, οἷον ἐμόν γε μένος καὶ χεΐρες ἄαπτοι, 450
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ.451
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυΐα452
πρὶν πόλεμόν τε ἰδεΐν πολέμοιό τε μέρμερα ἔργα.453
ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·454
οὐκ ἂν ἐφ' ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ 455
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵν' ἀθανάτων ἕδος ἐστίν.456


ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·457
πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.458
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε459
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· 460
Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·461
αἰνότατε Κρονίδη ποΐον τὸν μῦθον ἔειπες.462
εὖ νυ καὶ ἡμεΐς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·463
ἀλλ' ἔμπης Δαναῶν ὀλοφυρόμεθ' αἰχμητάων,464
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. 465
ἀλλ' ἤτοι πολέμου μὲν ἀφεξόμεθ', εἰ σὺ κελεύεις·466
βουλὴν δ' Ἀργείοις ὑποθησόμεθ' ἥ τις ὀνήσει,467
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοΐο.468


τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·469
ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα 470
ὄψεαι, αἴ κ' ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη471
ὀλλύντ' Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·472
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ473
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,474
ἤματι τῷ ὅτ' ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται 475
στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·476
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω477
χωομένης, οὐδ' εἴ κε τὰ νείατα πείραθ' ἵκηαι478
γαίης καὶ πόντοιο, ἵν' Ἰάπετός τε Κρόνος τε479
ἥμενοι οὔτ' αὐγῇς Ὑπερίονος Ἠελίοιο 480
τέρποντ' οὔτ' ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·481
οὐδ' ἢν ἔνθ' ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε482
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.483


ὣς φάτο, τὸν δ' οὔ τι προσέφη λευκώλενος Ἥρη.484
ἐν δ' ἔπεσ' Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο 485
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.486
Τρωσὶν μέν ῥ' ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοΐς487
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.488


Τρώων αὖτ' ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ489
νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι, 490
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.491
ἐξ ἵππων δ' ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον492
τόν ῥ' Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δ' ἄρα χειρὶ493
ἔγχος ἔχ' ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς494
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης, 495
τῷ ὅ γ' ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·496


κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι·497
νῦν ἐφάμην νῆάς τ' ὀλέσας καὶ πάντας Ἀχαιοὺς498
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·499
ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα 500
Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμΐνι θαλάσσης.501
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ502
δόρπά τ' ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους503
λύσαθ' ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετ' ἐδωδήν·504
ἐκ πόλιος δ' ἄξεσθε βόας καὶ ἴφια μῆλα 505
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε506
σΐτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,507
ὥς κεν παννύχιοι μέσφ' ἠοῦς ἠριγενείης508
καίωμεν πυρὰ πολλά, σέλας δ' εἰς οὐρανὸν ἵκῃ,509
μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ 510
φεύγειν ὁρμήσωνται ἐπ' εὐρέα νῶτα θαλάσσης.511
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαΐεν ἕκηλοι,512
ἀλλ' ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ513
βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι514
νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος 515
Τρωσὶν ἐφ' ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.516
κήρυκες δ' ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων517
παΐδας πρωθήβας πολιοκροτάφους τε γέροντας518
λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·519
θηλύτεραι δὲ γυναΐκες ἐνὶ μεγάροισιν ἑκάστη 520
πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω521
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.522
ὧδ' ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·523
μῦθος δ' ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,524
τὸν δ' ἠοῦς Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω. 525
ἔλπομαι εὐχόμενος Διί τ' ἄλλοισίν τε θεοΐσιν526
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,527
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.528
ἀλλ' ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,529
πρῶϊ δ' ὑπηοΐοι σὺν τεύχεσι θωρηχθέντες 530
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.531
εἴσομαι εἴ κέ μ' ὁ Τυδεΐδης κρατερὸς Διομήδης532
πὰρ νηῶν πρὸς τεΐχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν533
χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.534
αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κ' ἐμὸν ἔγχος 535
μείνῃ ἐπερχόμενον· ἀλλ' ἐν πρώτοισιν ὀΐω536
κείσεται οὐτηθείς, πολέες δ' ἀμφ' αὐτὸν ἑταΐροι537
ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς538
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,539
τιοίμην δ' ὡς τίετ' Ἀθηναίη καὶ Ἀπόλλων, 540
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.541


ὣς Ἕκτωρ ἀγόρευ', ἐπὶ δὲ Τρῶες κελάδησαν.542
οἳ δ' ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,543
δῆσαν δ' ἱμάντεσσι παρ' ἅρμασιν οἷσιν ἕκαστος·544
ἐκ πόλιος δ' ἄξοντο βόας καὶ ἴφια μῆλα 545
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,546
σΐτόν τ' ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.547
[ἔρδον δ' ἀθανάτοισι τεληέσσας ἑκατόμβας]548
κνίσην δ' ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.549


[ἡδεΐαν· τῆς δ' οὔ τι θεοὶ μάκαρες δατέοντο, 550
οὐδ' ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρὴ 551
καὶ Πρίαμος καὶ λαὸς ἐυμμελίω Πριάμοιο.]552
οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας553
εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά. 554
ὡς δ' ὅτ' ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην555
φαίνετ' ἀριπρεπέα, ὅτε τ' ἔπλετο νήνεμος αἰθήρ·556
ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι557
καὶ νάπαι· οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ,558
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·559
τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων 560
Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.561
χίλι' ἄρ' ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ562
εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.563
ἵπποι δὲ κρΐ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας564
ἑσταότες παρ' ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον. 565