ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ | 001 | |
εὗδον παννύχιοι, Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος, | 002 | |
ἀλλ' ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα | 003 | |
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. | 004 | |
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, | 005 | |
πέμψαι ἐπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· | 006 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 007 | |
βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· | 008 | |
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο | 009 | |
πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· | 010 | |
θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς | 011 | |
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν | 012 | |
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες | 013 | |
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας | 014 | |
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται. | 015 | |
ὣς φάτο, βῆ δ' ἄρ' ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· | 016 | |
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, | 017 | |
βῆ δ' ἄρ' ἐπ' Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν | 018 | |
εὕδοντ' ἐν κλισίῃ, περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος. | 019 | |
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς Νηληίῳ υἷι ἐοικώς | 020 | |
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων· | 021 | |
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· | 022 | |
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· | 023 | |
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα | 024 | |
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε· | 025 | |
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, | 026 | |
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει. | 027 | |
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς | 028 | |
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν | 029 | |
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες | 030 | |
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας | 031 | |
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται | 032 | |
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη | 033 | |
αἱρείτω εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ. | 034 | |
ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦ | 035 | |
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἅ ῥ' οὐ τελέεσθαι ἔμελλον· | 036 | |
φῆ γὰρ ὅ γ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ | 037 | |
νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· | 038 | |
θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε στοναχάς τε | 039 | |
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. | 040 | |
ἔγρετο δ' ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ' ὀμφή· | 041 | |
ἕζετο δ' ὀρθωθείς, μαλακὸν δ' ἔνδυνε χιτῶνα | 042 | |
καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· | 043 | |
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, | 044 | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· | 045 | |
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ | 046 | |
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· | 047 | |
ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον | 048 | |
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· | 049 | |
αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε | 050 | |
κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· | 051 | |
οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα· | 052 | |
βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων | 053 | |
Νεστορέῃ παρὰ νηὶ Πυλοιγενέος βασιλῆος· | 054 | |
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· | 055 | |
κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος | 056 | |
ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ | 057 | |
εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐῴκει· | 058 | |
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· | 059 | |
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· | 060 | |
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, | 061 | |
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε· | 062 | |
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, | 063 | |
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει· | 064 | |
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς | 065 | |
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν | 066 | |
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες | 067 | |
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας | 068 | |
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται | 069 | |
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν | 070 | |
ᾤχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. | 071 | |
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· | 072 | |
πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, | 073 | |
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω· | 074 | |
ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. | 075 | |
ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 076 | |
Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, | 077 | |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 078 | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 079 | |
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε | 080 | |
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· | 081 | |
νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· | 082 | |
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. | 083 | |
ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, | 084 | |
οἳ δ' ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν | 085 | |
σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. | 086 | |
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων | 087 | |
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, | 088 | |
βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν· | 089 | |
αἳ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· | 090 | |
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων | 091 | |
ἠιόνος προπάροιθε βαθείης ἐστιχόωντο | 092 | |
ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει | 093 | |
ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος· οἳ δ' ἀγέροντο. | 094 | |
τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα | 095 | |
λαῶν ἱζόντων, ὅμαδος δ' ἦν· ἐννέα δέ σφεας | 096 | |
κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ' ἀϋτῆς | 097 | |
σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. | 098 | |
σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ' ἕδρας | 099 | |
παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων | 100 | |
ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. | 101 | |
Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, | 102 | |
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· | 103 | |
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, | 104 | |
αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν, | 105 | |
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, | 106 | |
αὐτὰρ ὃ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φορῆναι, | 107 | |
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. | 108 | |
τῷ ὅ γ' ἐρεισάμενος ἔπε' Ἀργείοισι μετηύδα· | 109 | |
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος | 110 | |
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, | 111 | |
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν | 112 | |
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, | 113 | |
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει | 114 | |
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. | 115 | |
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, | 116 | |
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα | 117 | |
ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. | 118 | |
αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι | 119 | |
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν | 120 | |
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι | 121 | |
ἀνδράσι παυροτέροισι, τέλος δ' οὔ πώ τι πέφανται· | 122 | |
εἴ περ γάρ κ' ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε | 123 | |
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, | 124 | |
Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, | 125 | |
ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, | 126 | |
Τρώων δ' ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, | 127 | |
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. | 128 | |
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν | 129 | |
Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ' ἐπίκουροι | 130 | |
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, | 131 | |
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ' ἐθέλοντα | 132 | |
Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. | 133 | |
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, | 134 | |
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται· | 135 | |
αἳ δέ που ἡμέτεραί τ' ἄλοχοι καὶ νήπια τέκνα | 136 | |
εἵατ' ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον | 137 | |
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα. | 138 | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 139 | |
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 140 | |
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. | 141 | |
ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε | 142 | |
πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν· | 143 | |
κινήθη δ' ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης | 144 | |
πόντου Ἰκαρίοιο, τὰ μέν τ' Εὖρός τε Νότος τε | 145 | |
ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων. | 146 | |
ὡς δ' ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν | 147 | |
λάβρος ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν, | 148 | |
ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη· τοὶ δ' ἀλαλητῷ | 149 | |
νῆας ἔπ' ἐσσεύοντο, ποδῶν δ' ὑπένερθε κονίη | 150 | |
ἵστατ' ἀειρομένη· τοὶ δ' ἀλλήλοισι κέλευον | 151 | |
ἅπτεσθαι νηῶν ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν, | 152 | |
οὐρούς τ' ἐξεκάθαιρον· ἀϋτὴ δ' οὐρανὸν ἷκεν | 153 | |
οἴκαδε ἱεμένων· ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν. | 154 | |
ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη | 155 | |
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· | 156 | |
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, | 157 | |
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν | 158 | |
Ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης, | 159 | |
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν | 160 | |
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν | 161 | |
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· | 162 | |
ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· | 163 | |
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, | 164 | |
μηδὲ ἔα νῆας ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας. | 165 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, | 166 | |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα· | 167 | |
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | 168 | |
εὗρεν ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον | 169 | |
ἑσταότ'· οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης | 170 | |
ἅπτετ', ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν· | 171 | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· | 172 | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, | 173 | |
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν | 174 | |
φεύξεσθ' ἐν νήεσσι πολυκλήϊσι πεσόντες, | 175 | |
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε | 176 | |
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν | 177 | |
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης; | 178 | |
ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ' ἔτ' ἐρώει, | 179 | |
σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, | 180 | |
μηδὲ ἔα νῆας ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας. | 181 | |
ὣς φάθ', ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, | 182 | |
βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε | 183 | |
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει· | 184 | |
αὐτὸς δ' Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν | 185 | |
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί· | 186 | |
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. | 187 | |
ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη | 188 | |
τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· | 189 | |
δαιμόνι' οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, | 190 | |
ἀλλ' αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· | 191 | |
οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος Ἀτρεΐωνος· | 192 | |
νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν. | 193 | |
ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. | 194 | |
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· | 195 | |
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, | 196 | |
τιμὴ δ' ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς. | 197 | |
ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι βοόωντά τ' ἐφεύροι, | 198 | |
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· | 199 | |
δαιμόνι' ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, | 200 | |
οἳ σέο φέρτεροί εἰσι, σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις | 201 | |
οὔτέ ποτ' ἐν πολέμῳ ἐναρίθμιος οὔτ' ἐνὶ βουλῇ· | 202 | |
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί· | 203 | |
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, | 204 | |
εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω | 205 | |
σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι. | 206 | |
ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ' ἀγορὴν δὲ | 207 | |
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων | 208 | |
ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης | 209 | |
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. | 210 | |
ἄλλοι μέν ῥ' ἕζοντο, ἐρήτυθεν δὲ καθ' ἕδρας· | 211 | |
Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, | 212 | |
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη | 213 | |
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, | 214 | |
ἀλλ' ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν | 215 | |
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· | 216 | |
φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα· τὼ δέ οἱ ὤμω | 217 | |
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε | 218 | |
φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ' ἐπενήνοθε λάχνη. | 219 | |
ἔχθιστος δ' Ἀχιλῆϊ μάλιστ' ἦν ἠδ' Ὀδυσῆϊ· | 220 | |
τὼ γὰρ νεικείεσκε· τότ' αὖτ' Ἀγαμέμνονι δίῳ | 221 | |
ὀξέα κεκλήγων λέγ' ὀνείδεα· τῷ δ' ἄρ' Ἀχαιοὶ | 222 | |
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ' ἐνὶ θυμῷ. | 223 | |
αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ· | 224 | |
Ἀτρεΐδη τέο δ' αὖτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις; | 225 | |
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες | 226 | |
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ | 227 | |
πρωτίστῳ δίδομεν εὖτ' ἂν πτολίεθρον ἕλωμεν. | 228 | |
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει | 229 | |
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, | 230 | |
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, | 231 | |
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, | 232 | |
ἥν τ' αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν | 233 | |
ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. | 234 | |
ὦ πέπονες κάκ' ἐλέγχε' Ἀχαιΐδες οὐκέτ' Ἀχαιοὶ | 235 | |
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ' ἐῶμεν | 236 | |
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται | 237 | |
ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί· | 238 | |
ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ' ἀμείνονα φῶτα | 239 | |
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 240 | |
ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων· | 241 | |
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο· | 242 | |
ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, | 243 | |
Θερσίτης· τῷ δ' ὦκα παρίστατο δῖος Ὀδυσσεύς, | 244 | |
καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· | 245 | |
Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, | 246 | |
ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν· | 247 | |
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον | 248 | |
ἔμμεναι, ὅσσοι ἅμ' Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. | 249 | |
τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ' ἔχων ἀγορεύοις, | 250 | |
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. | 251 | |
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, | 252 | |
ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. | 253 | |
τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν | 254 | |
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν | 255 | |
ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. | 256 | |
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 257 | |
εἴ κ' ἔτι σ' ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε, | 258 | |
μηκέτ' ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, | 259 | |
μηδ' ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, | 260 | |
εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, | 261 | |
χλαῖνάν τ' ἠδὲ χιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει, | 262 | |
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω | 263 | |
πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν. | 264 | |
ὣς ἄρ' ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω | 265 | |
πλῆξεν· ὃ δ' ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ· | 266 | |
σμῶδιξ δ' αἱματόεσσα μεταφρένου ἐξυπανέστη | 267 | |
σκήπτρου ὕπο χρυσέου· ὃ δ' ἄρ' ἕζετο τάρβησέν τε, | 268 | |
ἀλγήσας δ' ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ. | 269 | |
οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ' αὐτῷ ἡδὺ γέλασσαν· | 270 | |
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· | 271 | |
ὢ πόποι ἦ δὴ μυρί' Ὀδυσσεὺς ἐσθλὰ ἔοργε | 272 | |
βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων· | 273 | |
νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, | 274 | |
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ' ἀγοράων. | 275 | |
οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ | 276 | |
νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν. | 277 | |
ὣς φάσαν ἣ πληθύς· ἀνὰ δ' ὃ πτολίπορθος Ὀδυσσεὺς | 278 | |
ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη | 279 | |
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, | 280 | |
ὡς ἅμα θ' οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν | 281 | |
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν· | 282 | |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 283 | |
Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ | 284 | |
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, | 285 | |
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν | 286 | |
ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο | 287 | |
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι. | 288 | |
ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες | 289 | |
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. | 290 | |
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· | 291 | |
καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο | 292 | |
ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ, ὅν περ ἄελλαι | 293 | |
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα· | 294 | |
ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς | 295 | |
ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομ' Ἀχαιοὺς | 296 | |
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης | 297 | |
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι. | 298 | |
τλῆτε φίλοι, καὶ μείνατ' ἐπὶ χρόνον ὄφρα δαῶμεν | 299 | |
ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί. | 300 | |
εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες | 301 | |
μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι· | 302 | |
χθιζά τε καὶ πρωίζ' ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν | 303 | |
ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, | 304 | |
ἡμεῖς δ' ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς | 305 | |
ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας | 306 | |
καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ· | 307 | |
ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς | 308 | |
σμερδαλέος, τόν ῥ' αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ, | 309 | |
βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. | 310 | |
ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, | 311 | |
ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες | 312 | |
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα· | 313 | |
ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· | 314 | |
μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· | 315 | |
τὴν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. | 316 | |
αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν, | 317 | |
τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε· | 318 | |
λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω· | 319 | |
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. | 320 | |
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας, | 321 | |
Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων ἀγόρευε· | 322 | |
τίπτ' ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; | 323 | |
ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητίετα Ζεὺς | 324 | |
ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ' ὀλεῖται. | 325 | |
ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν | 326 | |
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, | 327 | |
ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι, | 328 | |
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. | 329 | |
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. | 330 | |
ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ | 331 | |
αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν. | 332 | |
ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες | 333 | |
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν, | 334 | |
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· | 335 | |
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· | 336 | |
ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε | 337 | |
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. | 338 | |
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; | 339 | |
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν | 340 | |
σπονδαί τ' ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· | 341 | |
αὔτως γὰρ ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος | 342 | |
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ' ἐόντες. | 343 | |
Ἀτρεΐδη σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν | 344 | |
ἄρχευ' Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, | 345 | |
τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν | 346 | |
νόσφιν βουλεύωσ'· ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν· | 347 | |
πρὶν Ἄργος δ' ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο | 348 | |
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. | 349 | |
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα | 350 | |
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον | 351 | |
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες | 352 | |
ἀστράπτων ἐπιδέξι' ἐναίσιμα σήματα φαίνων. | 353 | |
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι | 354 | |
πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, | 355 | |
τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε. | 356 | |
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι | 357 | |
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, | 358 | |
ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. | 359 | |
ἀλλὰ ἄναξ αὐτός τ' εὖ μήδεο πείθεό τ' ἄλλῳ· | 360 | |
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω· | 361 | |
κρῖν' ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, | 362 | |
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. | 363 | |
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, | 364 | |
γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν | 365 | |
ἠδ' ὅς κ' ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. | 366 | |
γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, | 367 | |
ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. | 368 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 369 | |
ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. | 370 | |
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον | 371 | |
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· | 372 | |
τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος | 373 | |
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. | 374 | |
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν, | 375 | |
ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. | 376 | |
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης | 377 | |
ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ' ἦρχον χαλεπαίνων· | 378 | |
εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα | 379 | |
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν. | 380 | |
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. | 381 | |
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω, | 382 | |
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, | 383 | |
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, | 384 | |
ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ' Ἄρηϊ. | 385 | |
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιὸν | 386 | |
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. | 387 | |
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν | 388 | |
ἀσπίδος ἀμφιβρότης, περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται· | 389 | |
ἱδρώσει δέ τευ ἵππος ἐύ̈ξοον ἅρμα τιταίνων. | 390 | |
ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω | 391 | |
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα | 392 | |
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς. | 393 | |
ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον ὡς ὅτε κῦμα | 394 | |
ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, | 395 | |
προβλῆτι σκοπέλῳ· τὸν δ' οὔ ποτε κύματα λείπει | 396 | |
παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθ' ἢ ἔνθα γένωνται. | 397 | |
ἀνστάντες δ' ὀρέοντο κεδασθέντες κατὰ νῆας, | 398 | |
κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. | 399 | |
ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων | 400 | |
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος. | 401 | |
αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 402 | |
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, | 403 | |
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, | 404 | |
Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, | 405 | |
αὐτὰρ ἔπειτ' Αἴαντε δύω καὶ Τυδέος υἱόν, | 406 | |
ἕκτον δ' αὖτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. | 407 | |
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· | 408 | |
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. | 409 | |
βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· | 410 | |
τοῖσιν δ' εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· | 411 | |
Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων | 412 | |
μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν | 413 | |
πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον | 414 | |
αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα, | 415 | |
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι | 416 | |
χαλκῷ ῥωγαλέον· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι | 417 | |
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. | 418 | |
ὣς ἔφατ', οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, | 419 | |
ἀλλ' ὅ γε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν. | 420 | |
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, | 421 | |
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, | 422 | |
μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν | 423 | |
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν. | 424 | |
καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, | 425 | |
σπλάγχνα δ' ἄρ' ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. | 426 | |
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, | 427 | |
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, | 428 | |
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 429 | |
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα | 430 | |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. | 431 | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 432 | |
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· | 433 | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, | 434 | |
μηκέτι νῦν δήθ' αὖθι λεγώμεθα, μηδ' ἔτι δηρὸν | 435 | |
ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. | 436 | |
ἀλλ' ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων | 437 | |
λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, | 438 | |
ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν | 439 | |
ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. | 440 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. | 441 | |
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε | 442 | |
κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· | 443 | |
οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα. | 444 | |
οἳ δ' ἀμφ' Ἀτρεΐωνα διοτρεφέες βασιλῆες | 445 | |
θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη | 446 | |
αἰγίδ' ἔχουσ' ἐρίτιμον ἀγήρων ἀθανάτην τε, | 447 | |
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, | 448 | |
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· | 449 | |
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν | 450 | |
ὀτρύνουσ' ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ | 451 | |
καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. | 452 | |
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι | 453 | |
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. | 454 | |
ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην | 455 | |
οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, | 456 | |
ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο | 457 | |
αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε. | 458 | |
τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ | 459 | |
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων | 460 | |
Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα | 461 | |
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι | 462 | |
κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, | 463 | |
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων | 464 | |
ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν | 465 | |
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. | 466 | |
ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι | 467 | |
μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. | 468 | |
ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ | 469 | |
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν | 470 | |
ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, | 471 | |
τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ | 472 | |
ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. | 473 | |
τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες | 474 | |
ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, | 475 | |
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα | 476 | |
ὑσμίνην δ' ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων | 477 | |
ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, | 478 | |
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. | 479 | |
ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων | 480 | |
ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· | 481 | |
τοῖον ἄρ' Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ | 482 | |
ἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. | 483 | |
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι· | 484 | |
ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, | 485 | |
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν· | 486 | |
οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· | 487 | |
πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, | 488 | |
οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν, | 489 | |
φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, | 490 | |
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο | 491 | |
θυγατέρες μνησαίαθ' ὅσοι ὑπὸ Ἴλιον ἦλθον· | 492 | |
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. | 493 | |
Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον | 494 | |
Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, | 495 | |
οἵ θ' Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν | 496 | |
Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ' Ἐτεωνόν, | 497 | |
Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, | 498 | |
οἵ τ' ἀμφ' Ἅρμ' ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, | 499 | |
οἵ τ' Ἐλεῶν' εἶχον ἠδ' Ὕλην καὶ Πετεῶνα, | 500 | |
Ὠκαλέην Μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον, | 501 | |
Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, | 502 | |
οἵ τε Κορώνειαν καὶ ποιήενθ' Ἁλίαρτον, | 503 | |
οἵ τε Πλάταιαν ἔχον ἠδ' οἳ Γλισᾶντ' ἐνέμοντο, | 504 | |
οἵ θ' Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, | 505 | |
Ὀγχηστόν θ' ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, | 506 | |
οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν | 507 | |
Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ' ἐσχατόωσαν· | 508 | |
τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ | 509 | |
κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. | 510 | |
οἳ δ' Ἀσπληδόνα ναῖον ἰδ' Ὀρχομενὸν Μινύειον, | 511 | |
τῶν ἦρχ' Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος | 512 | |
οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, | 513 | |
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα | 514 | |
Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· | 515 | |
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 516 | |
αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον | 517 | |
υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, | 518 | |
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν | 519 | |
Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, | 520 | |
οἵ τ' Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, | 521 | |
οἵ τ' ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, | 522 | |
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο· | 523 | |
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 524 | |
οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, | 525 | |
Βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο. | 526 | |
Λοκρῶν δ' ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας | 527 | |
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας | 528 | |
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ, | 529 | |
ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· | 530 | |
οἳ Κῦνόν τ' ἐνέμοντ' Ὀπόεντά τε Καλλίαρόν τε | 531 | |
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς | 532 | |
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα· | 533 | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο | 534 | |
Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. | 535 | |
οἳ δ' Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες | 536 | |
Χαλκίδα τ' Εἰρέτριάν τε πολυστάφυλόν θ' Ἱστίαιαν | 537 | |
Κήρινθόν τ' ἔφαλον Δίου τ' αἰπὺ πτολίεθρον, | 538 | |
οἵ τε Κάρυστον ἔχον ἠδ' οἳ Στύρα ναιετάασκον, | 539 | |
τῶν αὖθ' ἡγεμόνευ' Ἐλεφήνωρ ὄζος Ἄρηος | 540 | |
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. | 541 | |
τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες | 542 | |
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι | 543 | |
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι· | 544 | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 545 | |
οἳ δ' ἄρ' Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον | 546 | |
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη | 547 | |
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, | 548 | |
κὰδ δ' ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ· | 549 | |
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται | 550 | |
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν· | 551 | |
τῶν αὖθ' ἡγεμόνευ' υἱὸς Πετεῶο Μενεσθεύς. | 552 | |
τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ | 553 | |
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· | 554 | |
Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· | 555 | |
τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. | 556 | |
Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, | 557 | |
στῆσε δ' ἄγων ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες. | 558 | |
οἳ δ' Ἄργός τ' εἶχον Τίρυνθά τε τειχιόεσσαν | 559 | |
Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, | 560 | |
Τροιζῆν' Ἠϊόνας τε καὶ ἀμπελόεντ' Ἐπίδαυρον, | 561 | |
οἵ τ' ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, | 562 | |
τῶν αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης | 563 | |
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· | 564 | |
τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς | 565 | |
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· | 566 | |
συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης· | 567 | |
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. | 568 | |
οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον | 569 | |
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, | 570 | |
Ὀρνειάς τ' ἐνέμοντο Ἀραιθυρέην τ' ἐρατεινὴν | 571 | |
καὶ Σικυῶν', ὅθ' ἄρ' Ἄδρηστος πρῶτ' ἐμβασίλευεν, | 572 | |
οἵ θ' Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν | 573 | |
Πελλήνην τ' εἶχον ἠδ' Αἴγιον ἀμφενέμοντο | 574 | |
Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ ἀμφ' Ἑλίκην εὐρεῖαν, | 575 | |
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων | 576 | |
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι | 577 | |
λαοὶ ἕποντ'· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκὸν | 578 | |
κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν | 579 | |
οὕνεκ' ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. | 580 | |
οἳ δ' εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, | 581 | |
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, | 582 | |
Βρυσειάς τ' ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, | 583 | |
οἵ τ' ἄρ' Ἀμύκλας εἶχον Ἕλος τ' ἔφαλον πτολίεθρον, | 584 | |
οἵ τε Λάαν εἶχον ἠδ' Οἴτυλον ἀμφενέμοντο, | 585 | |
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος | 586 | |
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο· | 587 | |
ἐν δ' αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς | 588 | |
ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ | 589 | |
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. | 590 | |
οἳ δὲ Πύλον τ' ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν | 591 | |
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ | 592 | |
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον | 593 | |
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι | 594 | |
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς | 595 | |
Οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου Οἰχαλιῆος· | 596 | |
στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ | 597 | |
Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· | 598 | |
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν | 599 | |
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν· | 600 | |
τῶν αὖθ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ· | 601 | |
τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 602 | |
οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ | 603 | |
Αἰπύτιον παρὰ τύμβον ἵν' ἀνέρες ἀγχιμαχηταί, | 604 | |
οἳ Φενεόν τ' ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον | 605 | |
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην | 606 | |
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν | 607 | |
Στύμφηλόν τ' εἶχον καὶ Παρρασίην ἐνέμοντο, | 608 | |
τῶν ἦρχ' Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ | 609 | |
ἑξήκοντα νεῶν· πολέες δ' ἐν νηὶ ἑκάστῃ | 610 | |
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. | 611 | |
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 612 | |
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον | 613 | |
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. | 614 | |
οἳ δ' ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον | 615 | |
ὅσσον ἐφ' Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα | 616 | |
πέτρη τ' Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, | 617 | |
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ' ἀνδρὶ ἑκάστῳ | 618 | |
νῆες ἕποντο θοαί, πολέες δ' ἔμβαινον Ἐπειοί. | 619 | |
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην | 620 | |
υἷες ὃ μὲν Κτεάτου, ὃ δ' ἄρ' Εὐρύτου, Ἀκτορίωνε· | 621 | |
τῶν δ' Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης· | 622 | |
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς | 623 | |
υἱὸς Ἀγασθένεος Αὐγηιάδαο ἄνακτος. | 624 | |
οἳ δ' ἐκ Δουλιχίοιο Ἐχινάων θ' ἱεράων | 625 | |
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, | 626 | |
τῶν αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηι | 627 | |
Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, | 628 | |
ὅς ποτε Δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς· | 629 | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 630 | |
αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, | 631 | |
οἵ ῥ' Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον | 632 | |
καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, | 633 | |
οἵ τε Ζάκυνθον ἔχον ἠδ' οἳ Σάμον ἀμφενέμοντο, | 634 | |
οἵ τ' ἤπειρον ἔχον ἠδ' ἀντιπέραι' ἐνέμοντο· | 635 | |
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· | 636 | |
τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. | 637 | |
Αἰτωλῶν δ' ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, | 638 | |
οἳ Πλευρῶν' ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην | 639 | |
Χαλκίδα τ' ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· | 640 | |
οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, | 641 | |
οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· | 642 | |
τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· | 643 | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 644 | |
Κρητῶν δ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, | 645 | |
οἳ Κνωσόν τ' εἶχον Γόρτυνά τε τειχιόεσσαν, | 646 | |
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον | 647 | |
Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, | 648 | |
ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. | 649 | |
τῶν μὲν ἄρ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε | 650 | |
Μηριόνης τ' ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· | 651 | |
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. | 652 | |
Τληπόλεμος δ' Ἡρακλεΐδης ἠΰς τε μέγας τε | 653 | |
ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, | 654 | |
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες | 655 | |
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. | 656 | |
τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, | 657 | |
ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, | 658 | |
τὴν ἄγετ' ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος | 659 | |
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. | 660 | |
Τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ, | 661 | |
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα | 662 | |
ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· | 663 | |
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ' ὅ γε λαὸν ἀγείρας | 664 | |
βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι | 665 | |
υἱέες υἱωνοί τε βίης Ἡρακληείης. | 666 | |
αὐτὰρ ὅ γ' ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· | 667 | |
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν | 668 | |
ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, | 669 | |
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. | 670 | |
Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας | 671 | |
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος | 672 | |
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε | 673 | |
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα· | 674 | |
ἀλλ' ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. | 675 | |
οἳ δ' ἄρα Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε | 676 | |
καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, | 677 | |
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην | 678 | |
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· | 679 | |
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 680 | |
νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, | 681 | |
οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο, | 682 | |
οἵ τ' εἶχον Φθίην ἠδ' Ἑλλάδα καλλιγύναικα, | 683 | |
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, | 684 | |
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς. | 685 | |
ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο· | 686 | |
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· | 687 | |
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς | 688 | |
κούρης χωόμενος Βρισηίδος ἠϋκόμοιο, | 689 | |
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας | 690 | |
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, | 691 | |
κὰδ δὲ Μύνητ' ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, | 692 | |
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· | 693 | |
τῆς ὅ γε κεῖτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλεν. | 694 | |
οἳ δ' εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα | 695 | |
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, | 696 | |
ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, | 697 | |
τῶν αὖ Πρωτεσίλαος ἀρήιος ἡγεμόνευε | 698 | |
ζωὸς ἐών· τότε δ' ἤδη ἔχεν κάτα γαῖα μέλαινα. | 699 | |
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο | 700 | |
καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ | 701 | |
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. | 702 | |
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· | 703 | |
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος | 704 | |
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο | 705 | |
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου | 706 | |
ὁπλότερος γενεῇ· ὁ δ' ἅμα πρότερος καὶ ἀρείων | 707 | |
ἥρως Πρωτεσίλαος ἀρήιος· οὐδέ τι λαοὶ | 708 | |
δεύονθ' ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· | 709 | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 710 | |
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην | 711 | |
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, | 712 | |
τῶν ἦρχ' Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν | 713 | |
Εὔμηλος, τὸν ὑπ' Ἀδμήτῳ τέκε δῖα γυναικῶν | 714 | |
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. | 715 | |
οἳ δ' ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο | 716 | |
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, | 717 | |
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς | 718 | |
ἑπτὰ νεῶν· ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα | 719 | |
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. | 720 | |
ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων | 721 | |
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν | 722 | |
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· | 723 | |
ἔνθ' ὅ γε κεῖτ' ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον | 724 | |
Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. | 725 | |
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· | 726 | |
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, | 727 | |
τόν ῥ' ἔτεκεν Ῥήνη ὑπ' Ὀϊλῆι πτολιπόρθῳ. | 728 | |
οἳ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, | 729 | |
οἵ τ' ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, | 730 | |
τῶν αὖθ' ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε | 731 | |
ἰητῆρ' ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· | 732 | |
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 733 | |
οἳ δ' ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, | 734 | |
οἵ τ' ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, | 735 | |
τῶν ἦρχ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· | 736 | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 737 | |
οἳ δ' Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, | 738 | |
Ὄρθην Ἠλώνην τε πόλιν τ' Ὀλοοσσόνα λευκήν, | 739 | |
τῶν αὖθ' ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης | 740 | |
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς· | 741 | |
τόν ῥ' ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια | 742 | |
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, | 743 | |
τοὺς δ' ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· | 744 | |
οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος | 745 | |
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· | 746 | |
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 747 | |
Γουνεὺς δ' ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· | 748 | |
τῷ δ' Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ | 749 | |
οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί' ἔθεντο, | 750 | |
οἵ τ' ἀμφ' ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο | 751 | |
ὅς ῥ' ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, | 752 | |
οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, | 753 | |
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ' ἔλαιον· | 754 | |
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. | 755 | |
Μαγνήτων δ' ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, | 756 | |
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον | 757 | |
ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, | 758 | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 759 | |
οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· | 760 | |
τίς τὰρ τῶν ὄχ' ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα | 761 | |
αὐτῶν ἠδ' ἵππων, οἳ ἅμ' Ἀτρεΐδῃσιν ἕποντο. | 762 | |
ἵπποι μὲν μέγ' ἄρισται ἔσαν Φηρητιάδαο, | 763 | |
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς | 764 | |
ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· | 765 | |
τὰς ἐν Πηρείῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων | 766 | |
ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. | 767 | |
ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας | 768 | |
ὄφρ' Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, | 769 | |
ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. | 770 | |
ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι | 771 | |
κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν | 772 | |
Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης | 773 | |
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες | 774 | |
τόξοισίν θ'· ἵπποι δὲ παρ' ἅρμασιν οἷσιν ἕκαστος | 775 | |
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον | 776 | |
ἕστασαν· ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο ἀνάκτων | 777 | |
ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντες | 778 | |
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. | 779 | |
οἳ δ' ἄρ' ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· | 780 | |
γαῖα δ' ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ | 781 | |
χωομένῳ ὅτε τ' ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ | 782 | |
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· | 783 | |
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα | 784 | |
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο. | 785 | |
Τρωσὶν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις | 786 | |
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· | 787 | |
οἳ δ' ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι | 788 | |
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες· | 789 | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· | 790 | |
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, | 791 | |
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς | 792 | |
τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος, | 793 | |
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· | 794 | |
τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· | 795 | |
ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, | 796 | |
ὥς ποτ' ἐπ' εἰρήνης· πόλεμος δ' ἀλίαστος ὄρωρεν. | 797 | |
ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, | 798 | |
ἀλλ' οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· | 799 | |
λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν | 800 | |
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. | 801 | |
Ἕκτορ σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι· | 802 | |
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, | 803 | |
ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· | 804 | |
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, | 805 | |
τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας. | 806 | |
ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, | 807 | |
αἶψα δ' ἔλυσ' ἀγορήν· ἐπὶ τεύχεα δ' ἐσσεύοντο· | 808 | |
πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαὸς | 809 | |
πεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. | 810 | |
ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη | 811 | |
ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, | 812 | |
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, | 813 | |
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης· | 814 | |
ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ' ἐπίκουροι. | 815 | |
Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ | 816 | |
Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι | 817 | |
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι. | 818 | |
Δαρδανίων αὖτ' ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο | 819 | |
Αἰνείας, τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη | 820 | |
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα, | 821 | |
οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε | 822 | |
Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. | 823 | |
οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης | 824 | |
ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο | 825 | |
Τρῶες, τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς | 826 | |
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. | 827 | |
οἳ δ' Ἀδρήστειάν τ' εἶχον καὶ δῆμον Ἀπαισοῦ | 828 | |
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, | 829 | |
τῶν ἦρχ' Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ | 830 | |
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων | 831 | |
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε | 832 | |
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι | 833 | |
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. | 834 | |
οἳ δ' ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο | 835 | |
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, | 836 | |
τῶν αὖθ' Ὑρτακίδης ἦρχ' Ἄσιος ὄρχαμος ἀνδρῶν, | 837 | |
Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι | 838 | |
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. | 839 | |
Ἱππόθοος δ' ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων | 840 | |
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον· | 841 | |
τῶν ἦρχ' Ἱππόθοός τε Πύλαιός τ' ὄζος Ἄρηος, | 842 | |
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. | 843 | |
αὐτὰρ Θρήϊκας ἦγ' Ἀκάμας καὶ Πείροος ἥρως | 844 | |
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. | 845 | |
Εὔφημος δ' ἀρχὸς Κικόνων ἦν αἰχμητάων | 846 | |
υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. | 847 | |
αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους | 848 | |
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος, | 849 | |
Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. | 850 | |
Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ | 851 | |
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, | 852 | |
οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο | 853 | |
ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον | 854 | |
Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. | 855 | |
αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον | 856 | |
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. | 857 | |
Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· | 858 | |
ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, | 859 | |
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο | 860 | |
ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους. | 861 | |
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς | 862 | |
τῆλ' ἐξ Ἀσκανίης· μέμασαν δ' ὑσμῖνι μάχεσθαι. | 863 | |
Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην | 864 | |
υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, | 865 | |
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. | 866 | |
Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, | 867 | |
οἳ Μίλητον ἔχον Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον | 868 | |
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα· | 869 | |
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, | 870 | |
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, | 871 | |
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ' ἴεν ἠΰτε κούρη | 872 | |
νήπιος, οὐδέ τί οἱ τό γ' ἐπήρκεσε λυγρὸν ὄλεθρον, | 873 | |
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο | 874 | |
ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαΐφρων. | 875 | |
Σαρπηδὼν δ' ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων | 876 | |
τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος. | 877 | |