Vasile Stancu

The ILIAD




Book XXI

ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο001
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,002
ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε003
πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο004
ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·005
τῇ ῥ᾽ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δ᾽ Ἥρη006
πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ007
ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,008
ἐν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ αἰπὰ ῥέεθρα,009
ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον· οἳ δ᾽ ἀλαλητῷ010
ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.011
ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται012
φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ013
ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ·014
ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος015
πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.016


αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθῃ017
κεκλιμένον μυρίκῃσιν, ὃ δ᾽ ἔσθορε δαίμονι ἶσος018
φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,019
τύπτε δ᾽ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς020
ἄορι θεινομένων, ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ.021
ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι022
φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου023
δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·024
ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα025
πτῶσσον ὑπὸ κρημνούς. ὃ δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων,026
ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους027
ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·028
τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,029
δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,030
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,031
δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.032
αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.033


ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο034
ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτ᾽ αὐτὸς035
ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα036
ἐννύχιος προμολών· ὃ δ᾽ ἐρινεὸν ὀξέϊ χαλκῷ037
τάμνε νέους ὄρπηκας, ἵν᾽ ἅρματος ἄντυγες εἶεν·038
τῷ δ᾽ ἄρ᾽ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.039
καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε040
νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·041
κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ᾽ ἔδωκεν042
Ἴμβριος Ἠετίων, πέμψεν δ᾽ ἐς δῖαν Ἀρίσβην·043
ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.044
ἕνδεκα δ᾽ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν045
ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις046
χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε047
πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.048
τὸν δ᾽ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς049
γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ᾽ ἔχεν ἔγχος,050
ἀλλὰ τὰ μέν ῥ᾽ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς051
φεύγοντ᾽ ἐκ ποταμοῦ, κάματος δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα·052
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·053
‘ὢ πόποι ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι·054
ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον055
αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,056
οἷον δὴ καὶ ὅδ᾽ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ057
Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε058
πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.059
ἀλλ᾽ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο060
γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω061
ἢ ἄρ᾽ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει062
γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.063
ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς064
γούνων ἅψασθαι μεμαώς, περὶ δ᾽ ἤθελε θυμῷ065
ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.066
ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς067
οὐτάμεναι μεμαώς, ὃ δ᾽ ὑπέδραμε καὶ λάβε γούνων068
κύψας· ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ069
ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.070
αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,071
τῇ δ᾽ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·072
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·073
‘γουνοῦμαι σ᾽ Ἀχιλεῦ· σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον·074
ἀντί τοί εἰμ᾽ ἱκέταο διοτρεφὲς αἰδοίοιο·075
πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν076
ἤματι τῷ ὅτε μ᾽ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,077
καί μ᾽ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε078
Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.079
νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν080
ἥδε δυωδεκάτη, ὅτ᾽ ἐς Ἴλιον εἰλήλουθα081
πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε082
μοῖρ᾽ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,083
ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ084
γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος085
Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει086
Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.087
τοῦ δ᾽ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·088
τῆς δὲ δύω γενόμεσθα, σὺ δ᾽ ἄμφω δειροτομήσεις,089
ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας090
ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·091
νῦν δὲ δὴ ἐνθάδ᾽ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω092
σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.093
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι·094
μή με κτεῖν᾽, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,095
ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.096


ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς097
‘λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσε·098
νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ᾽ ἀγόρευε·099
πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ100
τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν101
Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ᾽ ἐπέρασσα·102
νῦν δ᾽ οὐκ ἔσθ᾽ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε103
Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι104
καὶ πάντων Τρώων, περὶ δ᾽ αὖ Πριάμοιό γε παίδων.105
ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;106
κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.107
οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;108
πατρὸς δ᾽ εἴμ᾽ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·109
ἀλλ᾽ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·110
ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ111
ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται112
ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.113


ὣς φάτο, τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·114
ἔγχος μέν ῥ᾽ ἀφέηκεν, ὃ δ᾽ ἕζετο χεῖρε πετάσσας115
ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ116
τύψε κατὰ κληῗδα παρ᾽ αὐχένα, πᾶν δέ οἱ εἴσω117
δῦ ξίφος ἄμφηκες· ὃ δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίῃ118
κεῖτο ταθείς, ἐκ δ᾽ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.119
τὸν δ᾽ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,120
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ᾽ ἀγόρευεν·121
‘ἐνταυθοῖ νῦν κεῖσο μετ᾽ ἰχθύσιν, οἵ σ᾽ ὠτειλὴν122
αἷμ᾽ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ123
ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος124
οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·125
θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ᾽ ὑπαΐξει126
ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.127
φθείρεσθ᾽ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς128
ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δ᾽ ὄπιθεν κεραΐζων.129
οὐδ᾽ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης130
ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,131
ζωοὺς δ᾽ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.132
ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες133
τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,134
οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.135


ὣς ἄρ᾽ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,136
ὅρμηνεν δ᾽ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο137
δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.138
τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος139
Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων140
υἱέϊ Πηλεγόνος· τὸν δ᾽ Ἀξιὸς εὐρυρέεθρος141
γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν142
πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.143
τῷ ῥ᾽ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δ᾽ ἀντίος ἐκ ποταμοῖο144
ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε145
Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,146
τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν.147
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,148
τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·149
‘τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;150
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.151


τὸν δ᾽ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·152
‘Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;153
εἴμ᾽ ἐκ Παιονίης ἐριβώλου τηλόθ᾽ ἐούσης154
Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν155
ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.156
αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος157
Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,158
ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δ᾽ ἐμέ φασι159
γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμ᾽ Ἀχιλλεῦ.160


ὣς φάτ᾽ ἀπειλήσας, ὃ δ᾽ ἀνέσχετο δῖος Ἀχιλλεὺς161
Πηλιάδα μελίην· ὃ δ᾽ ἁμαρτῇ δούρασιν ἀμφὶς162
ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.163
καί ῥ᾽ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ164
ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·165
τῷ δ᾽ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς166
δεξιτερῆς, σύτο δ᾽ αἷμα κελαινεφές· ἣ δ᾽ ὑπὲρ αὐτοῦ167
γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.168
δεύτερος αὖτ᾽ Ἀχιλεὺς μελίην ἰθυπτίωνα169
Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.170
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν, ὃ δ᾽ ὑψηλὴν βάλεν ὄχθην,171
μεσσοπαγὲς δ᾽ ἄρ᾽ ἔθηκε κατ᾽ ὄχθης μείλινον ἔγχος.172
Πηλεΐδης δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ173
ἆλτ᾽ ἐπί οἱ μεμαώς· ὃ δ᾽ ἄρα μελίην Ἀχιλῆος174
οὐ δύνατ᾽ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.175
τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,176
τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ177
ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,178
ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.179
γαστέρα γάρ μιν τύψε παρ᾽ ὀμφαλόν, ἐκ δ᾽ ἄρα πᾶσαι180
χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν181
ἀσθμαίνοντ᾽· Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐνὶ στήθεσσιν ὀρούσας182
τεύχεά τ᾽ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·183
‘κεῖσ᾽ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος184
παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.185
φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,186
αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.187
τίκτέ μ᾽ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι188
Πηλεὺς Αἰακίδης· ὃ δ᾽ ἄρ᾽ Αἰακὸς ἐκ Διὸς ἦεν.189
τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,190
κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.191
καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι192
χραισμεῖν· ἀλλ᾽ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,193
τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,194
οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,195
ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα196
καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·197
ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν198
δεινήν τε βροντήν, ὅτ᾽ ἀπ᾽ οὐρανόθεν σμαραγήσῃ.199


ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,200
τὸν δὲ κατ᾽ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,201
κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.202
τὸν μὲν ἄρ᾽ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο203
δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·204
αὐτὰρ ὃ βῆ ῥ᾽ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,205
οἵ ῥ᾽ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,206
ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ207
χέρσ᾽ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.208
ἔνθ᾽ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε209
Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδ᾽ Ὀφελέστην·210
καί νύ κ᾽ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,211
εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης212
ἀνέρι εἰσάμενος, βαθέης δ᾽ ἐκ φθέγξατο δίνης·213
‘ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δ᾽ αἴσυλα ῥέζεις214
ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.215
εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,216
ἐξ ἐμέθεν γ᾽ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·217
πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,218
οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν219
στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.220
ἀλλ᾽ ἄγε δὴ καὶ ἔασον· ἄγη μ᾽ ἔχει ὄρχαμε λαῶν.221


τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·222
‘ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.223
Τρῶας δ᾽ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,224
πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι225
ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.226


ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·227
καὶ τότ᾽ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·228
‘ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς229
εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλ᾽ ἐπέτελλε230
Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ231
δείελος ὀψὲ δύων, σκιάσῃ δ᾽ ἐρίβωλον ἄρουραν.232


ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ233
κρημνοῦ ἀπαΐξας· ὃ δ᾽ ἐπέσσυτο οἴδματι θύων,234
πάντα δ᾽ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς235
πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς236
τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος237
χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,238
κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.239
δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,240
ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν241
εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν242
εὐφυέα μεγάλην· ἣ δ᾽ ἐκ ῥιζῶν ἐριποῦσα243
κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα244
ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν245
εἴσω πᾶσ᾽ ἐριποῦσ᾽· ὃ δ᾽ ἄρ᾽ ἐκ δίνης ἀνορούσας246
ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι247
δείσας· οὐδέ τ᾽ ἔληγε θεὸς μέγας, ὦρτο δ᾽ ἐπ᾽ αὐτῷ248
ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο249
δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.250
Πηλεΐδης δ᾽ ἀπόρουσεν ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωή,251
αἰετοῦ οἴματ᾽ ἔχων μέλανος τοῦ θηρητῆρος,252
ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·253
τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς254
σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς255
φεῦγ᾽, ὃ δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.256
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου257
ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ258
χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·259
τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι260
ὀχλεῦνται· τὸ δέ τ᾽ ὦκα κατειβόμενον κελαρύζει261
χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·262
ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο263
καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.264
ὁσσάκι δ᾽ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς265
στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες266
ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,267
τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο268
πλάζ᾽ ὤμους καθύπερθεν· ὃ δ᾽ ὑψόσε ποσσὶν ἐπήδα269
θυμῷ ἀνιάζων· ποταμὸς δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα270
λάβρος ὕπαιθα ῥέων, κονίην δ᾽ ὑπέρεπτε ποδοῖιν.271
Πηλεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·272
Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη273
ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.274
ἄλλος δ᾽ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,275
ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·276
ἥ μ᾽ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων277
λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.278
ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ᾽ ἔτραφ᾽ ἄριστος·279
τώ κ᾽ ἀγαθὸς μὲν ἔπεφν᾽, ἀγαθὸν δέ κεν ἐξενάριξε·280
νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι281
ἐρχθέντ᾽ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,282
ὅν ῥά τ᾽ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.283
ὣς φάτο, τῷ δὲ μάλ᾽ ὦκα Ποσειδάων καὶ Ἀθήνη284
στήτην ἐγγὺς ἰόντε, δέμας δ᾽ ἄνδρεσσιν ἐΐκτην,285
χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ᾽ ἐπέεσσι.286
τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·287
‘Πηλεΐδη μήτ᾽ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·288
τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν289
Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·290
ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,291
ἀλλ᾽ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·292
αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ᾽ αἴ κε πίθηαι·293
μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο294
πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι295
Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δ᾽ Ἕκτορι θυμὸν ἀπούρας296
ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.297


τὼ μὲν ἄρ᾽ ὣς εἰπόντε μετ᾽ ἀθανάτους ἀπεβήτην·298
αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,299
ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθ᾽ ὕδατος ἐκχυμένοιο,300
πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν301
πλῶον καὶ νέκυες· τοῦ δ᾽ ὑψόσε γούνατ᾽ ἐπήδα302
πρὸς ῥόον ἀΐσσοντος ἀν᾽ ἰθύν, οὐδέ μιν ἴσχεν303
εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλ᾽ Ἀθήνη.304
οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλ᾽ ἔτι μᾶλλον305
χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο306
ὑψόσ᾽ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετ᾽ ἀΰσας·307
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ308
σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος309
ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.310
ἀλλ᾽ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα311
ὕδατος ἐκ πηγέων, πάντας δ᾽ ὀρόθυνον ἐναύλους,312
ἵστη δὲ μέγα κῦμα, πολὺν δ᾽ ὀρυμαγδὸν ὄρινε313
φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα314
ὃς δὴ νῦν κρατέει, μέμονεν δ᾽ ὅ γε ἶσα θεοῖσι.315
φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος316
οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης317
κείσεθ᾽ ὑπ᾽ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν318
εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας319
μυρίον, οὐδέ οἱ ὀστέ᾽ ἐπιστήσονται Ἀχαιοὶ320
ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.321
αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ322
ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.323
ἦ, καὶ ἐπῶρτ᾽ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων324
μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.325
πορφύρεον δ᾽ ἄρα κῦμα διιπετέος ποταμοῖο326
ἵστατ᾽ ἀειρόμενον, κατὰ δ᾽ ᾕρεε Πηλεΐωνα·327
Ἥρη δὲ μέγ᾽ ἄϋσε περιδείσασ᾽ Ἀχιλῆϊ328
μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,329
αὐτίκα δ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·330
‘ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ331
Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·332
ἀλλ᾽ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.333
αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο334
εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,335
ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι336
φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρ᾽ ὄχθας337
δένδρεα καῖ᾽, ἐν δ᾽ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν338
μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·339
μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ340
φθέγξομ᾽ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.341


ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.342
πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς343
πολλούς, οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν, οὓς κτάν᾽ Ἀχιλλεύς·344
πᾶν δ᾽ ἐξηράνθη πεδίον, σχέτο δ᾽ ἀγλαὸν ὕδωρ.345
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης νεοαρδέ᾽ ἀλωὴν346
αἶψ᾽ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·347
ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δ᾽ ἄρα νεκροὺς348
κῆεν· ὃ δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.349
καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,350
καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,351
τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·352
τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,353
οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα354
πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.355
καίετο δ᾽ ἲς ποταμοῖο ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·356
Ἥφαιστ᾽, οὔ τις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν,357
οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.358
λῆγ᾽ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς359
ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;360


φῆ πυρὶ καιόμενος, ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα.361
ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ362
κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο363
πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,364
ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δ᾽ ὕδωρ·365
οὐδ᾽ ἔθελε προρέειν, ἀλλ᾽ ἴσχετο· τεῖρε δ᾽ ἀϋτμὴ366
Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γ᾽ Ἥρην367
πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·368
‘Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν369
ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι370
ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.371
ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,372
παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι,373
μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,374
μὴ δ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται375
καιομένη, καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.376


αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος Ἥρη,377
αὐτίκ᾽ ἄρ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·378
‘Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν379
ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.380


ὣς ἔφαθ᾽, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,381
ἄψορρον δ᾽ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.382


αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα383
παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·384
ἐν δ᾽ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα385
ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·386
σὺν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δ᾽ εὐρεῖα χθών,387
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς388
ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ389
γηθοσύνῃ, ὅθ᾽ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.390
ἔνθ᾽ οἵ γ᾽ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης391
ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε392
χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·393
τίπτ᾽ αὖτ᾽ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις394
θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;395
ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε᾽ ἀνῆκας396
οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα397
ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;398
τώ σ᾽ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.399


ὣς εἰπὼν οὔτησε κατ᾽ αἰγίδα θυσσανόεσσαν400
σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·401
τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.402
ἣ δ᾽ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ403
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,404
τόν ῥ᾽ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·405
τῷ βάλε θοῦρον Ἄρηα κατ᾽ αὐχένα, λῦσε δὲ γυῖα.406
ἑπτὰ δ᾽ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,407
τεύχεά τ᾽ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,408
καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·409
‘νηπύτι᾽ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων410
εὔχομ᾽ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.411
οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,412
ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκ᾽ Ἀχαιοὺς413
κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.414


ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·415
τὸν δ᾽ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη416
πυκνὰ μάλα στενάχοντα· μόγις δ᾽ ἐσαγείρετο θυμόν.417
τὴν δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,418
αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·419
‘ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη420
καὶ δ᾽ αὖθ᾽ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα421
δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.422


ὣς φάτ᾽, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,423
καί ῥ᾽ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ424
ἤλασε· τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.425
τὼ μὲν ἄρ᾽ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,426
ἣ δ᾽ ἄρ᾽ ἐπευχομένη ἔπεα πτερόεντ᾽ ἀγόρευε·427
‘τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ428
εἶεν, ὅτ᾽ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,429
ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη430
ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·431
τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο432
Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.433


ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.434
αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·435
‘Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν436
ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κ᾽ ἀμαχητὶ437
ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.438
ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε439
καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.440
νηπύτι᾽ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ441
μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ442
μοῦνοι νῶϊ θεῶν, ὅτ᾽ ἀγήνορι Λαομέδοντι443
πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν444
μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.445
ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα446
εὐρύ τε καὶ μάλα καλόν, ἵν᾽ ἄρρηκτος πόλις εἴη·447
Φοῖβε σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες448
Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.449
ἀλλ᾽ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι450
ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα451
Λαομέδων ἔκπαγλος, ἀπειλήσας δ᾽ ἀπέπεμπε.452
σὺν μὲν ὅ γ᾽ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε453
δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·454
στεῦτο δ᾽ ὅ γ᾽ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.455
νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ456
μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.457
τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθ᾽ ἡμέων458
πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται459
πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι460


τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·461
‘ἐννοσίγαι᾽ οὐκ ἄν με σαόφρονα μυθήσαιο462
ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω463
δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε464
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,465
ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα466
παυώμεσθα μάχης· οἳ δ᾽ αὐτοὶ δηριαάσθων.467


ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ᾽· αἴδετο γάρ ῥα468
πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.469
τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν470
Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·471
φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην472
πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·473
νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;474
μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω475
εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,476
ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.477


ὣς φάτο, τὴν δ᾽ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,478
ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις479
νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·480
πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί᾽ ἐμεῖο481
στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι482
τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ483
Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κ᾽ ἐθέλῃσθα.484
ἤτοι βέλτερόν ἐστι κατ᾽ οὔρεα θῆρας ἐναίρειν485
ἀγροτέρας τ᾽ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.486
εἰ δ᾽ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρ᾽ ἐῢ εἰδῇς487
ὅσσον φερτέρη εἴμ᾽, ὅτι μοι μένος ἀντιφερίζεις.488


ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε489
σκαιῇ, δεξιτερῇ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμων αἴνυτο τόξα,490
αὐτοῖσιν δ᾽ ἄρ᾽ ἔθεινε παρ᾽ οὔατα μειδιόωσα491
ἐντροπαλιζομένην· ταχέες δ᾽ ἔκπιπτον ὀϊστοί.492
δακρυόεσσα δ᾽ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,493
ἥ ῥά θ᾽ ὑπ᾽ ἴρηκος κοίλην εἰσέπτατο πέτρην494
χηραμόν· οὐδ᾽ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·495
ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δ᾽ αὐτόθι τόξα.496
Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·497
‘Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ498
πληκτίζεσθ᾽ ἀλόχοισι Διὸς νεφεληγερέταο·499
ἀλλὰ μάλα πρόφρασσα μετ᾽ ἀθανάτοισι θεοῖσιν500
εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.501


ὣς ἄρ᾽ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα502
πεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.503
ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·504
ἣ δ᾽ ἄρ᾽ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,505
δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,506
ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ507
εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·508
τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων509
μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;510


τὸν δ᾽ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·511
‘σή μ᾽ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,512
ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.513


ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·514
‘αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·515
μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος516
μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.517
οἳ δ᾽ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,518
οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·519
κὰδ δ᾽ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς520
Τρῶας ὁμῶς αὐτούς τ᾽ ὄλεκεν καὶ μώνυχας ἵππους.521
ὡς δ᾽ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται522
ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,523
πᾶσι δ᾽ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδε᾽ ἐφῆκεν,524
ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε᾽ ἔθηκεν.525


ἑστήκει δ᾽ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,526
ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπ᾽ αὐτοῦ527
Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ528
γίγνεθ᾽· ὃ δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε529
ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·530
πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽ εἰς ὅ κε λαοὶ531
ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς532
ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγι᾽ ἔσεσθαι.533
αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,534
αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·535
δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.536


ὣς ἔφαθ᾽, οἳ δ᾽ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·537
αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων538
ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.539
οἳ δ᾽ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο540
δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο541
φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπ᾽ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ542
αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.543
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,544
εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε545
φῶτ᾽ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.546
ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς547
ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι548
φηγῷ κεκλιμένος· κεκάλυπτο δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.549
αὐτὰρ ὅ γ᾽ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον550
ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·551
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·552
ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος553
φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,554
αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.555
εἰ δ᾽ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω556
Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δ᾽ ἀπὸ τείχεος ἄλλῃ557
φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρ᾽ ἂν ἵκωμαι558
Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·559
ἑσπέριος δ᾽ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο560
ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·561
ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;562
μή μ᾽ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ563
καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.564
οὐκέτ᾽ ἔπειτ᾽ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·565
λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ᾽ ἀνθρώπων.566
εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·567
καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,568
ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασ᾽ ἄνθρωποι569
ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.570


ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ571
ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.572
ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο573
ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ574
ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·575
εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,576
ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει577
ἀλκῆς, πρίν γ᾽ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·578
ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ579
οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτ᾽ Ἀχιλῆος.580
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην,581
ἐγχείῃ δ᾽ αὐτοῖο τιτύσκετο, καὶ μέγ᾽ ἀΰτει·582
ἦ δή που μάλ᾽ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ᾽ Ἀχιλλεῦ583
ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων584
νηπύτι᾽· ἦ τ᾽ ἔτι πολλὰ τετεύξεται ἄλγε᾽ ἐπ᾽ αὐτῇ.585
ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,586
οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν587
Ἴλιον εἰρυόμεσθα· σὺ δ᾽ ἐνθάδε πότμον ἐφέψεις588
ὧδ᾽ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.589


ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,590
καί ῥ᾽ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ᾽ ἀφάμαρτεν.591
ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο592
σμερδαλέον κονάβησε· πάλιν δ᾽ ἀπὸ χαλκὸς ὄρουσε593
βλημένου, οὐδ᾽ ἐπέρησε, θεοῦ δ᾽ ἠρύκακε δῶρα.594
Πηλεΐδης δ᾽ ὁρμήσατ᾽ Ἀγήνορος ἀντιθέοιο595
δεύτερος· οὐδ᾽ ἔτ᾽ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,596
ἀλλά μιν ἐξήρπαξε, κάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,597
ἡσύχιον δ᾽ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.598
αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·599
αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς600
ἔστη πρόσθε ποδῶν, ὃ δ᾽ ἐπέσσυτο ποσσὶ διώκειν·601
εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο602
τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον603
τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δ᾽ ἄρ᾽ ἔθελγεν Ἀπόλλων604
ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·605
τόφρ᾽ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ606
ἀσπάσιοι προτὶ ἄστυ, πόλις δ᾽ ἔμπλητο ἀλέντων.607
οὐδ᾽ ἄρα τοί γ᾽ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς608
μεῖναι ἔτ᾽ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι609
ὅς τ᾽ ἔθαν᾽ ἐν πολέμῳ· ἀλλ᾽ ἐσσυμένως ἐσέχυντο610
ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.611