Vasile Stancu

The ILIAD




Book VI

Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·001
πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθ' ἴθυσε μάχη πεδίοιο002
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα003
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.004


Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν 005
Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν,006
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο007
υἱὸν Ἐϋσσώρου Ἀκάμαντ' ἠΰν τε μέγαν τε.008
τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,009
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω 010
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.011


Ἄξυλον δ' ἄρ' ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης012
Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ013
ἀφνειὸς βιότοιο, φίλος δ' ἦν ἀνθρώποισι.014
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 015
ἀλλά οἱ οὔ τις τῶν γε τότ' ἤρκεσε λυγρὸν ὄλεθρον016
πρόσθεν ὑπαντιάσας, ἀλλ' ἄμφω θυμὸν ἀπηύρα017
αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ' ἵππων018
ἔσκεν ὑφηνίοχος· τὼ δ' ἄμφω γαῖαν ἐδύτην.019


Δρῆσον δ' Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· 020
βῆ δὲ μετ' Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη021
νηῒς Ἀβαρβαρέη τέκ' ἀμύμονι Βουκολίωνι.022
Βουκολίων δ' ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος023
πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·024
ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 025
ἣ δ' ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.026
καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα027
Μηκιστηϊάδης καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα.028


Ἀστύαλον δ' ἄρ' ἔπεφνε μενεπτόλεμος Πολυποίτης·029
Πιδύτην δ' Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 030
ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ' Ἀρετάονα δῖον.031
Ἀντίλοχος δ' Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ032
Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·033
ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ' ὄχθας034
Πήδασον αἰπεινήν. Φύλακον δ' ἕλε Λήϊτος ἥρως 035
φεύγοντ'· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.036


Ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος037
ζωὸν ἕλ'· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο038
ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα039
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 040
πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,041
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη042
πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη043
Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.044
Ἄδρηστος δ' ἄρ' ἔπειτα λαβὼν ἐλίσσετο γούνων· 045
ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα·046
πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται047
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,048
τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα049
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. 050


ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·051
καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν052
δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ' Ἀγαμέμνων053
ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·054
ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως 055
ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον056
πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον057
χεῖράς θ' ἡμετέρας, μηδ' ὅν τινα γαστέρι μήτηρ058
κοῦρον ἐόντα φέροι, μηδ' ὃς φύγοι, ἀλλ' ἅμα πάντες059
Ἰλίου ἐξαπολοίατ' ἀκήδεστοι καὶ ἄφαντοι. 060


ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως061
αἴσιμα παρειπών· ὃ δ' ἀπὸ ἕθεν ὤσατο χειρὶ062
ἥρω' Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων063
οὖτα κατὰ λαπάρην· ὃ δ' ἀνετράπετ', Ἀτρεΐδης δὲ064
λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 065


Νέστωρ δ' Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·066
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος067
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε068
μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,069
ἀλλ' ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 070
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.071


ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.072
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν073
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,074
εἰ μὴ ἄρ' Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς 075
Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ' ἄριστος·076
Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα077
Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ' ἄριστοι078
πᾶσαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,079
στῆτ' αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 080
πάντῃ ἐποιχόμενοι πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν081
φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.082
αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,083
ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ' αὖθι μένοντες,084
καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· 085
Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ' ἔπειτα086
μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς087
νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ088
οἴξασα κληῖ̈δι θύρας ἱεροῖο δόμοιο089
πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 090
εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,091
θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,092
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ093
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ094
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 095
ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς096
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,097
ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.098
οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,099
ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ' ὅδε λίην 100
μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.101


ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι κασιγνήτῳ ἀπίθησεν.102
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,103
πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ104
ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 105
οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·106
Ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,107
φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος108
Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.109
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· 110
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι111
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,112
ὄφρ' ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν113
εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι114
δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας. 115


ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·116
ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν117
ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.118


Γλαῦκος δ' Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς119
ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. 120
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντε,121
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·122
τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;123
οὐ μὲν γάρ ποτ' ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ124
τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων 125
σῷ θάρσει, ὅ τ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·126
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.127
εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας,128
οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.129
οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος 130
δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·131
ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας132
σεῦε κατ' ἠγάθεον Νυσήϊον· αἳ δ' ἅμα πᾶσαι133
θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου134
θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς 135
δύσεθ' ἁλὸς κατὰ κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ136
δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.137
τῷ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,138
καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ' ἄρ' ἔτι δὴν139
ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν· 140
οὐδ' ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.141
εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,142
ἆσσον ἴθ' ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.143


τὸν δ' αὖθ' Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·144
Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; 145
οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.146
φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη147
τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίγνεται ὥρη·148
ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ' ἀπολήγει.149
εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' ἐῢ εἰδῇς 150
ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·151
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,152
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν,153
Σίσυφος Αἰολίδης· ὃ δ' ἄρα Γλαῦκον τέκεθ' υἱόν,154
αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· 155
τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν156
ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,157
ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,158
Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.159
τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια 160
κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι161
πεῖθ' ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.162
ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·163
τεθναίης ὦ Προῖτ', ἢ κάκτανε Βελλεροφόντην,164
ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. 165
ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·166
κτεῖναι μέν ῥ' ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,167
πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ' ὅ γε σήματα λυγρὰ168
γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,169
δεῖξαι δ' ἠνώγειν ᾧ πενθερῷ ὄφρ' ἀπόλοιτο. 170
αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ' ἀμύμονι πομπῇ.171
ἀλλ' ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,172
προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·173
ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.174
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς 175
καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι176
ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.177
αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,178
πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε179
πεφνέμεν· ἣ δ' ἄρ' ἔην θεῖον γένος οὐδ' ἀνθρώπων, 180
πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,181
δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,182
καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.183
δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·184
καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. 185
τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.186
τῷ δ' ἄρ' ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·187
κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους188
εἷσε λόχον· τοὶ δ' οὔ τι πάλιν οἶκον δὲ νέοντο·189
πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. 190
ἀλλ' ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα191
αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν,192
δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·193
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων194
καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. 195
ἣ δ' ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ196
Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.197
Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,198
ἣ δ' ἔτεκ' ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.199
ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, 200
ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο201
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·202
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο203
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·204
τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 205
Ἱππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·206
πέμπε δέ μ' ἐς Τροίην, καί μοι μάλα πόλλ' ἐπέτελλεν207
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,208
μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι209
ἔν τ' Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 210
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.211


ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·212
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,213
αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·214
ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· 215
Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην216
ξείνισ' ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ' ἐρύξας·217
οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·218
Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,219
Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον 220
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοῖσι.221
Τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα222
κάλλιφ', ὅτ' ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.223
τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ224
εἰμί, σὺ δ' ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. 225
ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου·226
πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ' ἐπίκουροι227
κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,228
πολλοὶ δ' αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.229
τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε 230
γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι.231


ὣς ἄρα φωνήσαντε καθ' ἵππων ἀΐξαντε232
χεῖράς τ' ἀλλήλων λαβέτην καὶ πιστώσαντο·233
ἔνθ' αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,234
ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε' ἄμειβε 235
χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων.236


Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,237
ἀμφ' ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες238
εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε239
καὶ πόσιας· ὃ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 240
πάσας ἑξείης· πολλῇσι δὲ κήδε' ἐφῆπτο.241


ἀλλ' ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ' ἵκανε242
ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ243
πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο244
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες 245
κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,246
κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς247
δώδεκ' ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο248
πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ249
κοιμῶντο Πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισιν· 250
ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ251
Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·252
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·253
τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;254
ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 255
μαρνάμενοι περὶ ἄστυ· σὲ δ' ἐνθάδε θυμὸς ἀνῆκεν256
ἐλθόντ' ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.257
ἀλλὰ μέν' ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,258
ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι259
πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. 260
ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,261
ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.262


τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·263
μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,264
μή μ' ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· 265
χερσὶ δ' ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον266
ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι267
αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.268
ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης269
ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς· 270
πέπλον δ', ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος271
ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,272
τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,273
καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ274
ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ 275
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,276
αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς277
ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.278
ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης279
ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω 280
αἴ κ' ἐθέλῃσ' εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι281
γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα282
Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.283
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ' Ἄϊδος εἴσω284
φαίην κε φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. 285


ὣς ἔφαθ', ἣ δὲ μολοῦσα ποτὶ μέγαρ' ἀμφιπόλοισι286
κέκλετο· ταὶ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.287
αὐτὴ δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,288
ἔνθ' ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν289
Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς 290
ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,291
τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·292
τῶν ἕν' ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,293
ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,294
ἀστὴρ δ' ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. 295
βῆ δ' ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.296


αἳ δ' ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,297
τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος298
Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·299
τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. 300
αἳ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·301
ἣ δ' ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος302
θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,303
εὐχομένη δ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·304
πότνι' Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων 305
ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν306
πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,307
ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ308
ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ' ἐλεήσῃς309
ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα. 310


ὣς ἔφατ' εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.311
ὣς αἳ μέν ῥ' εὔχοντο Διὸς κούρῃ μεγάλοιο,312
Ἕκτωρ δὲ πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει313
καλά, τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ' ἄριστοι314
ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, 315
οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν316
ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.317
ἔνθ' Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ' ἄρα χειρὶ318
ἔγχος ἔχ' ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς319
αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. 320
τὸν δ' εὗρ' ἐν θαλάμῳ περικαλλέα τεύχε' ἕποντα321
ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ' ἁφόωντα·322
Ἀργείη δ' Ἑλένη μετ' ἄρα δμῳῇσι γυναιξὶν323
ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.324
τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· 325
δαιμόνι' οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ,326
λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος327
μαρνάμενοι· σέο δ' εἵνεκ' ἀϋτή τε πτόλεμός τε328
ἄστυ τόδ' ἀμφιδέδηε· σὺ δ' ἂν μαχέσαιο καὶ ἄλλῳ,329
ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. 330
ἀλλ' ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.331


τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·332
Ἕκτορ ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν,333
τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·334
οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι 335
ἥμην ἐν θαλάμῳ, ἔθελον δ' ἄχεϊ προτραπέσθαι.336
νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν337
ὅρμησ' ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ338
λώϊον ἔσσεσθαι· νίκη δ' ἐπαμείβεται ἄνδρας.339
ἀλλ' ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· 340
ἢ ἴθ', ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σ' ὀΐω.341


ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·342
τὸν δ' Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·343
δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,344
ὥς μ' ὄφελ' ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ 345


οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα346
εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,347
ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.348
αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε θεοὶ κακὰ τεκμήραντο,349
ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, 350
ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ' ἀνθρώπων.351
τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι οὔτ' ἄρ' ὀπίσσω352
ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.353
ἀλλ' ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ354
δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν 355
εἵνεκ' ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ' ἄτης,356
οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω357
ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσσομένοισι.358


τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ359
μή με κάθιζ' Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις· 360
ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ' ἐπαμύνω361
Τρώεσσ', οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.362
ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,363
ὥς κεν ἔμ' ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.364
καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι 365
οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.366
οὐ γὰρ οἶδ' εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,367
ἦ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.368


ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·369
αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας, 370
οὐδ' εὗρ' Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,371
ἀλλ' ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ372
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.373
Ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν374
ἔστη ἐπ' οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· 375
εἰ δ' ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·376
πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;377
ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων378
ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι379
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται; 380


τὸν δ' αὖτ' ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·381
Ἕκτορ ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι,382
οὔτέ πῃ ἐς γαλόων οὔτ' εἰνατέρων ἐϋπέπλων383
οὔτ' ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι384
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, 385
ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ' ἄκουσε386
τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.387
ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει388
μαινομένῃ ἐϊκυῖα· φέρει δ' ἅμα παῖδα τιθήνη.389


ἦ ῥα γυνὴ ταμίη, ὃ δ' ἀπέσσυτο δώματος Ἕκτωρ 390
τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ' ἀγυιάς.391
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ392
Σκαιάς, τῇ ἄρ' ἔμελλε διεξίμεναι πεδίον δέ,393
ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα394
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος 395
Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ396
Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων·397
τοῦ περ δὴ θυγάτηρ ἔχεθ' Ἕκτορι χαλκοκορυστῇ.398
ἥ οἱ ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ399
παῖδ' ἐπὶ κόλπῳ ἔχουσ' ἀταλάφρονα νήπιον αὔτως 400
Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,401
τόν ῥ' Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι402
Ἀστυάνακτ'· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.403
ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·404
Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, 405
ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·406
δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ' ἐλεαίρεις407
παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη408
σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ409
πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη 410
σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ' ἄλλη411
ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς412
ἀλλ' ἄχε'· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.413
ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,414
ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν 415
Θήβην ὑψίπυλον· κατὰ δ' ἔκτανεν Ἠετίωνα,416
οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,417
ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν418
ἠδ' ἐπὶ σῆμ' ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν419
νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο. 420
οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν421
οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·422
πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς423
βουσὶν ἐπ' εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.424
μητέρα δ', ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, 425
τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν,426
ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι' ἄποινα,427
πατρὸς δ' ἐν μεγάροισι βάλ' Ἄρτεμις ἰοχέαιρα.428
Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ429
ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· 430
ἀλλ' ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ,431
μὴ παῖδ' ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·432
λαὸν δὲ στῆσον παρ' ἐρινεόν, ἔνθα μάλιστα433
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.434
τρὶς γὰρ τῇ γ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι 435
ἀμφ' Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα436
ἠδ' ἀμφ' Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·437
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,438
ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.439


τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 440
ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλ' αἰνῶς441
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,442
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·443
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς444
αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι 445
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ' ἐμὸν αὐτοῦ.446
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·447
ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ448
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.449
ἀλλ' οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, 450
οὔτ' αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος451
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ452
ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν,453
ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων454
δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας· 455
καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,456
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης457
πόλλ' ἀεκαζομένη, κρατερὴ δ' ἐπικείσετ' ἀνάγκη·458
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·459
Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι 460
Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.461
ὥς ποτέ τις ἐρέει· σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος462
χήτεϊ τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.463
ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι464
πρίν γέ τι σῆς τε βοῆς σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι. 465


ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·466
ἂψ δ' ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης467
ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς468
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,469
δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας. 470
ἐκ δ' ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·471
αὐτίκ' ἀπὸ κρατὸς κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ,472
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·473
αὐτὰρ ὅ γ' ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν474
εἶπε δ' ἐπευξάμενος Διί τ' ἄλλοισίν τε θεοῖσι· 475
Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι476
παῖδ' ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,477
ὧδε βίην τ' ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·478
καί ποτέ τις εἴποι πατρός γ' ὅδε πολλὸν ἀμείνων479
ἐκ πολέμου ἀνιόντα· φέροι δ' ἔναρα βροτόεντα 480
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.481


ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε482
παῖδ' ἑόν· ἣ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ483
δακρυόεν γελάσασα· πόσις δ' ἐλέησε νοήσας,484
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· 485
δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·486
οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·487
μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,488
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.489
ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε 490
ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε491
ἔργον ἐποίχεσθαι· πόλεμος δ' ἄνδρεσσι μελήσει492
πᾶσι, μάλιστα δ' ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.493


ὣς ἄρα φωνήσας κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ494
ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει 495
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.496
αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας497
Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ' ἔνδοθι πολλὰς498
ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.499
αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· 500
οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο501
ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.502


οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,503
ἀλλ' ὅ γ', ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,504
σεύατ' ἔπειτ' ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. 505
ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ506
δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων507
εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο508
κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται509
ὤμοις ἀΐσσονται· ὃ δ' ἀγλαΐηφι πεποιθὼς 510
ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων·511
ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης512
τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ἐβεβήκει513
καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ' ἔπειτα514
Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ' ἄρ' ἔμελλε 515
στρέψεσθ' ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.516
τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·517
ἠθεῖ' ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω518
δηθύνων, οὐδ' ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;519


τὸν δ' ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· 520
δαιμόνι' οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη521
ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·522
ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ' ἐμὸν κῆρ523
ἄχνυται ἐν θυμῷ, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω524
πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. 525
ἀλλ' ἴομεν· τὰ δ' ὄπισθεν ἀρεσσόμεθ', αἴ κέ ποθι Ζεὺς526
δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι527
κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν528
ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.529