Vasile Stancu

The ILIAD




Book XVI

ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·001
Πάτροκλος δ' Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν002
δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,003
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.004
τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς, 005
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·006
τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη007
νηπίη, ἥ θ' ἅμα μητρὶ θέουσ' ἀνελέσθαι ἀνώγει008
εἱανοῦ ἁπτομένη, καί τ' ἐσσυμένην κατερύκει,009
δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρ' ἀνέληται· 010
τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.011
ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,012
ἦέ τιν' ἀγγελίην Φθίης ἐξέκλυες οἶος;013
ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,014
ζώει δ' Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι; 015
τῶν κε μάλ' ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.016
ἦε σύ γ' Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται017
νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;018
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.019


τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ· 020
ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ' Ἀχαιῶν021
μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.022
οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,023
ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.024
βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, 025
οὔτασται δ' Ὀδυσεὺς δουρικλυτὸς ἠδ' Ἀγαμέμνων,026
βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.027
τοὺς μέν τ' ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται028
ἕλκε' ἀκειόμενοι· σὺ δ' ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.029
μὴ ἐμέ γ' οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις 030
αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ031
αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;032
νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,033
οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα034
πέτραι τ' ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. 035
εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις036
καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,037
ἀλλ' ἐμέ περ πρόες ὦχ', ἃμα δ' ἄλλον λαὸν ὄπασσον038
Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι.039
δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, 040
αἴ κ' ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο041
Τρῶες, ἀναπνεύσωσι δ' Ἀρήϊοι υἷες Ἀχαιῶν042
τειρόμενοι· ὀλίγη δέ τ' ἀνάπνευσις πολέμοιο.043
ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ044
ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. 045


ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν046
οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.047
τὸν δὲ μέγ' ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·048
ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·049
οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα, 050
οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·051
ἀλλὰ τόδ' αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,052
ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι053
καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·054
αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ. 055
κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,056
δουρὶ δ' ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,057
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων058
Ἀτρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην.059
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδ' ἄρα πως ἦν 060
ἀσπερχὲς κεχολῶσθαι ἐνὶ φρεσίν· ἤτοι ἔφην γε061
οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν, ἀλλ' ὁπότ' ἂν δὴ062
νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε.063
τύνη δ' ὤμοιιν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι,064
ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι, 065
εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε066
νηυσὶν ἐπικρατέως, οἳ δὲ ῥηγμῖνι θαλάσσης067
κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες068
Ἀργεῖοι, Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε069
θάρσυνος· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον 070
ἐγγύθι λαμπομένης· τάχα κεν φεύγοντες ἐναύλους071
πλήσειαν νεκύων, εἴ μοι κρείων Ἀγαμέμνων072
ἤπια εἰδείη· νῦν δὲ στρατὸν ἀμφιμάχονται.073
οὐ γὰρ Τυδεΐδεω Διομήδεος ἐν παλάμῃσι074
μαίνεται ἐγχείη Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι· 075
οὐδέ πω Ἀτρεΐδεω ὀπὸς ἔκλυον αὐδήσαντος076
ἐχθρῆς ἐκ κεφαλῆς· ἀλλ' Ἕκτορος ἀνδροφόνοιο077
Τρωσὶ κελεύοντος περιάγνυται, οἳ δ' ἀλαλητῷ078
πᾶν πεδίον κατέχουσι μάχῃ νικῶντες Ἀχαιούς.079
ἀλλὰ καὶ ὧς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων 080
ἔμπεσ' ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο081
νῆας ἐνιπρήσωσι, φίλον δ' ἀπὸ νόστον ἕλωνται.082
πείθεο δ' ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,083
ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι084
πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην 085
ἂψ ἀπονάσσωσιν, ποτὶ δ' ἀγλαὰ δῶρα πόρωσιν.086
ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι087
δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,088
μὴ σύ γ' ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν089
Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις· 090
μὴ δ' ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι091
Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,092
μή τις ἀπ' Οὐλύμποιο θεῶν αἰειγενετάων093
ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·094
ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι 095
θήῃς, τοὺς δ' ἔτ' ἐᾶν πεδίον κάτα δηριάασθαι.096
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον097
μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,098
μήτέ τις Ἀργείων, νῶϊν δ' ἐκδῦμεν ὄλεθρον,099
ὄφρ' οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν. 100
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,101
Αἴας δ' οὐκ ἔτ' ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·102
δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ103
βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ104
πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δ' αἰεὶ 105
κὰπ φάλαρ' εὐποίηθ'· ὃ δ' ἀριστερὸν ὦμον ἔκαμνεν106
ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο107
ἀμφ' αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.108
αἰεὶ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς109
πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν 110
ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.111


ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι,112
ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.113


Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς114
πλῆξ' ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν, 115
ἀντικρὺ δ' ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας116
πῆλ' αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ' ἀπ' αὐτοῦ117
αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.118
γνῶ δ' Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε119
ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε 120
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ βούλετο νίκην·121
χάζετο δ' ἐκ βελέων. τοὶ δ' ἔμβαλον ἀκάματον πῦρ122
νηῒ θοῇ· τῆς δ' αἶψα κατ' ἀσβέστη κέχυτο φλόξ.123
ὣς τὴν μὲν πρυμνὴν πῦρ ἄμφεπεν· αὐτὰρ Ἀχιλλεὺς124
μηρὼ πληξάμενος Πατροκλῆα προσέειπεν· 125
ὄρσεο διογενὲς Πατρόκλεες ἱπποκέλευθε·126
λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰωήν·127
μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται·128
δύσεο τεύχεα θᾶσσον, ἐγὼ δέ κε λαὸν ἀγείρω.129


ὣς φάτο, Πάτροκλος δὲ κορύσσετο νώροπι χαλκῷ. 130
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε131
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·132
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε133
ποικίλον ἀστερόεντα ποδώκεος Αἰακίδαο.134
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον 135
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε·136
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν137
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν.138
εἵλετο δ' ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει.139
ἔγχος δ' οὐχ ἕλετ' οἶον ἀμύμονος Αἰακίδαο 140
βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατ' ἄλλος Ἀχαιῶν141
πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς142
Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων143
Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.144
ἵππους δ' Αὐτομέδοντα θοῶς ζευγνῦμεν ἄνωγε, 145
τὸν μετ' Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα,146
πιστότατος δέ οἱ ἔσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν.147
τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους148
Ξάνθον καὶ Βαλίον, τὼ ἅμα πνοιῇσι πετέσθην,149
τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη 150
βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο.151
ἐν δὲ παρηορίῃσιν ἀμύμονα Πήδασον ἵει,152
τόν ῥά ποτ' Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ' Ἀχιλλεύς,153
ὃς καὶ θνητὸς ἐὼν ἕπεθ' ἵπποις ἀθανάτοισι.154


Μυρμιδόνας δ' ἄρ' ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς 155
πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν· οἳ δὲ λύκοι ὣς156
ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή,157
οἵ τ' ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες158
δάπτουσιν· πᾶσιν δὲ παρήϊον αἵματι φοινόν·159
καί τ' ἀγεληδὸν ἴασιν ἀπὸ κρήνης μελανύδρου 160
λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ161
ἄκρον ἐρευγόμενοι φόνον αἵματος· ἐν δέ τε θυμὸς162
στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ·163
τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες164
ἀμφ' ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο 165
ῥώοντ'· ἐν δ' ἄρα τοῖσιν ἀρήϊος ἵστατ' Ἀχιλλεύς,166
ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.167


πεντήκοντ' ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς168
ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ169
πεντήκοντ' ἔσαν ἄνδρες ἐπὶ κληῖσιν ἑταῖροι· 170
πέντε δ' ἄρ' ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει171
σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε.172
τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ173
υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο·174
ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη 175
Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα,176
αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι,177
ὅς ῥ' ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα.178
τῆς δ' ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε179
παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη 180
Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης181
ἠράσατ', ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν182
ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.183
αὐτίκα δ' εἰς ὑπερῷ' ἀναβὰς παρελέξατο λάθρῃ184
Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν 185
Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.186
αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια187
ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς,188
τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο189
ἠγάγετο πρὸς δώματ', ἐπεὶ πόρε μυρία ἕδνα, 190
τὸν δ' ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδ' ἀτίταλλεν191
ἀμφαγαπαζόμενος ὡς εἴ θ' ἑὸν υἱὸν ἐόντα.192
τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε193
Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν194
ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. 195
τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ,196
πέμπτης δ' Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων.197
αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμ' ἡγεμόνεσσιν Ἀχιλλεὺς198
στῆσεν ἐῢ κρίνας, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε·199
Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω, 200
ἃς ἐπὶ νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι201
πάνθ' ὑπὸ μηνιθμόν, καί μ' ᾐτιάασθε ἕκαστος·202
σχέτλιε Πηλέος υἱὲ χόλῳ ἄρα σ' ἔτρεφε μήτηρ,203
νηλεές, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους·204
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα ποντοπόροισιν 205
αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ.206
ταῦτά μ' ἀγειρόμενοι θάμ' ἐβάζετε· νῦν δὲ πέφανται207
φυλόπιδος μέγα ἔργον, ἕης τὸ πρίν γ' ἐράασθε.208
ἔνθά τις ἄλκιμον ἦτορ ἔχων Τρώεσσι μαχέσθω.209


ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 210
μᾶλλον δὲ στίχες ἄρθεν, ἐπεὶ βασιλῆος ἄκουσαν.211
ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι212
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων,213
ὣς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι.214
ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνήρ· 215
ψαῦον δ' ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι216
νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι.217
πάντων δὲ προπάροιθε δύ' ἀνέρε θωρήσσοντο218
Πάτροκλός τε καὶ Αὐτομέδων ἕνα θυμὸν ἔχοντες219
πρόσθεν Μυρμιδόνων πολεμιζέμεν. αὐτὰρ Ἀχιλλεὺς 220
βῆ ῥ' ἴμεν ἐς κλισίην, χηλοῦ δ' ἀπὸ πῶμ' ἀνέῳγε221
καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα222
θῆκ' ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων223
χλαινάων τ' ἀνεμοσκεπέων οὔλων τε ταπήτων.224
ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος 225
οὔτ' ἀνδρῶν πίνεσκεν ἀπ' αὐτοῦ αἴθοπα οἶνον,226
οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.227
τό ῥα τότ' ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ228
πρῶτον, ἔπειτα δ' ἔνιψ' ὕδατος καλῇσι ῥοῇσι,229
νίψατο δ' αὐτὸς χεῖρας, ἀφύσσατο δ' αἴθοπα οἶνον. 230
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον231
οὐρανὸν εἰσανιδών· Δία δ' οὐ λάθε τερπικέραυνον·232
Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων233
Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ234
σοὶ ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι, 235
ἠμὲν δή ποτ' ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,236
τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν,237
ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ·238
αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,239
ἀλλ' ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι 240
μάρνασθαι· τῷ κῦδος ἅμα πρόες εὐρύοπα Ζεῦ,241
θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσίν, ὄφρα καὶ Ἕκτωρ242
εἴσεται ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν243
ἡμέτερος θεράπων, ἦ οἱ τότε χεῖρες ἄαπτοι244
μαίνονθ', ὁππότ' ἐγώ περ ἴω μετὰ μῶλον Ἄρηος. 245
αὐτὰρ ἐπεί κ' ἀπὸ ναῦφι μάχην ἐνοπήν τε δίηται,246
ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵκοιτο247
τεύχεσί τε ξὺν πᾶσι καὶ ἀγχεμάχοις ἑτάροισιν.248


ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεύς.249
τῷ δ' ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δ' ἀνένευσε· 250
νηῶν μέν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε251
δῶκε, σόον δ' ἀνένευσε μάχης ἐξαπονέεσθαι.252
ἤτοι ὃ μὲν σπείσας τε καὶ εὐξάμενος Διὶ πατρὶ253
ἂψ κλισίην εἰσῆλθε, δέπας δ' ἀπέθηκ' ἐνὶ χηλῷ,254
στῆ δὲ πάροιθ' ἐλθὼν κλισίης, ἔτι δ' ἤθελε θυμῷ 255
εἰσιδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν.256


οἳ δ' ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες257
ἔστιχον, ὄφρ' ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.258
αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο259
εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες 260
αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί' ἔχοντας261
νηπίαχοι· ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι.262
τοὺς δ' εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης263
κινήσῃ ἀέκων, οἳ δ' ἄλκιμον ἦτορ ἔχοντες264
πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. 265
τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες266
ἐκ νηῶν ἐχέοντο· βοὴ δ' ἄσβεστος ὀρώρει.267
Πάτροκλος δ' ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας·268
Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος269
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, 270
ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ' ἄριστος271
Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες,272
γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων273
ἣν ἄτην, ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.274


ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, 275
ἐν δ' ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες276
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν.277


Τρῶες δ' ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν278
αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας,279
πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες 280
ἐλπόμενοι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα281
μηνιθμὸν μὲν ἀπορρῖψαι, φιλότητα δ' ἑλέσθαι·282
πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.283


Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ284
ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, 285
νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου,286
καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς287
ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος·288
τὸν βάλε δεξιὸν ὦμον· ὃ δ' ὕπτιος ἐν κονίῃσι289
κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν 290
Παίονες· ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν291
ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι.292
ἐκ νηῶν δ' ἔλασεν, κατὰ δ' ἔσβεσεν αἰθόμενον πῦρ.293
ἡμιδαὴς δ' ἄρα νηῦς λίπετ' αὐτόθι· τοὶ δὲ φόβηθεν294
Τρῶες θεσπεσίῳ ὁμάδῳ· Δαναοὶ δ' ἐπέχυντο 295
νῆας ἀνὰ γλαφυράς· ὅμαδος δ' ἀλίαστος ἐτύχθη.296
ὡς δ' ὅτ' ἀφ' ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο297
κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς,298
ἔκ τ' ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι299
καὶ νάπαι, οὐρανόθεν δ' ἄρ' ὑπερράγη ἄσπετος αἰθήρ, 300
ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ301
τυτθὸν ἀνέπνευσαν, πολέμου δ' οὐ γίγνετ' ἐρωή·302
οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν303
προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν,304
ἀλλ' ἔτ' ἄρ' ἀνθίσταντο, νεῶν δ' ὑπόεικον ἀνάγκῃ. 305


ἔνθα δ' ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης306
ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς307
αὐτίκ' ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν308
ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·309
ῥῆξεν δ' ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ 310
κάππεσ'· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα311
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα.312
Φυλεΐδης δ' Ἄμφικλον ἐφορμηθέντα δοκεύσας313
ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος314
μυὼν ἀνθρώπου πέλεται· περὶ δ' ἔγχεος αἰχμῇ 315
νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε.316
Νεστορίδαι δ' ὃ μὲν οὔτασ' Ἀτύμνιον ὀξέϊ δουρὶ317
Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος·318
ἤριπε δὲ προπάροιθε. Μάρις δ' αὐτοσχεδὰ δουρὶ319
Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς 320
στὰς πρόσθεν νέκυος· τοῦ δ' ἀντίθεος Θρασυμήδης321
ἔφθη ὀρεξάμενος πρὶν οὐτάσαι, οὐδ' ἀφάμαρτεν,322
ὦμον ἄφαρ· πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ323
δρύψ' ἀπὸ μυώνων, ἀπὸ δ' ὀστέον ἄχρις ἄραξε·324
δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν. 325
ὣς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε326
βήτην εἰς Ἔρεβος Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι327
υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν328
θρέψεν ἀμαιμακέτην πολέσιν κακὸν ἀνθρώποισιν.329
Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσας 330
ζωὸν ἕλε βλαφθέντα κατὰ κλόνον· ἀλλά οἱ αὖθι331
λῦσε μένος πλήξας ξίφει αὐχένα κωπήεντι.332
πᾶν δ' ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατ' ὄσσε333
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.334
Πηνέλεως δὲ Λύκων τε συνέδραμον· ἔγχεσι μὲν γὰρ 335
ἤμβροτον ἀλλήλων, μέλεον δ' ἠκόντισαν ἄμφω·336
τὼ δ' αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν337
ἱπποκόμου κόρυθος φάλον ἤλασεν, ἀμφὶ δὲ καυλὸν338
φάσγανον ἐρραίσθη· ὃ δ' ὑπ' οὔατος αὐχένα θεῖνε339
Πηνέλεως, πᾶν δ' εἴσω ἔδυ ξίφος, ἔσχεθε δ' οἶον 340
δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.341
Μηριόνης δ' Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι342
νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·343
ἤριπε δ' ἐξ ὀχέων, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς.344
Ἰδομενεὺς δ' Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ 345
νύξε· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε346
νέρθεν ὑπ' ἐγκεφάλοιο, κέασσε δ' ἄρ' ὀστέα λευκά·347
ἐκ δ' ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω348
αἵματος ὀφθαλμοί· τὸ δ' ἀνὰ στόμα καὶ κατὰ ῥῖνας349
πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. 350


οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.351
ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι352
σίνται ὑπ' ἐκ μήλων αἱρεύμενοι, αἵ τ' ἐν ὄρεσσι353
ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες354
αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· 355
ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο356
δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.357


Αἴας δ' ὃ μέγας αἰὲν ἐφ' Ἕκτορι χαλκοκορυστῇ358
ἵετ' ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο359
ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους 360
σκέπτετ' ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων.361
ἦ μὲν δὴ γίγνωσκε μάχης ἑτεραλκέα νίκην·362
ἀλλὰ καὶ ὧς ἀνέμιμνε, σάω δ' ἐρίηρας ἑταίρους.363


ὡς δ' ὅτ' ἀπ' Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω364
αἰθέρος ἐκ δίης, ὅτε τε Ζεὺς λαίλαπα τείνῃ, 365
ὣς τῶν ἐκ νηῶν γένετο ἰαχή τε φόβος τε,366
οὐδὲ κατὰ μοῖραν πέραον πάλιν. Ἕκτορα δ' ἵπποι367
ἔκφερον ὠκύποδες σὺν τεύχεσι, λεῖπε δὲ λαὸν368
Τρωϊκόν, οὓς ἀέκοντας ὀρυκτὴ τάφρος ἔρυκε.369
πολλοὶ δ' ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι 370
ἄξαντ' ἐν πρώτῳ ῥυμῷ λίπον ἅρματ' ἀνάκτων,371
Πάτροκλος δ' ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων372
Τρωσὶ κακὰ φρονέων· οἳ δὲ ἰαχῇ τε φόβῳ τε373
πάσας πλῆσαν ὁδούς, ἐπεὶ ἂρ τμάγεν· ὕψι δ' ἀέλλη374
σκίδναθ' ὑπὸ νεφέων, τανύοντο δὲ μώνυχες ἵπποι 375
ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.376
Πάτροκλος δ' ᾗ πλεῖστον ὀρινόμενον ἴδε λαόν,377
τῇ ῥ' ἔχ' ὁμοκλήσας· ὑπὸ δ' ἄξοσι φῶτες ἔπιπτον378
πρηνέες ἐξ ὀχέων, δίφροι δ' ἀνακυμβαλίαζον.379
ἀντικρὺ δ' ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι 380
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα,381
πρόσσω ἱέμενοι, ἐπὶ δ' Ἕκτορι κέκλετο θυμός·382
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι.383
ὡς δ' ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν384
ἤματ' ὀπωρινῷ, ὅτε λαβρότατον χέει ὕδωρ 385
Ζεύς, ὅτε δή ῥ' ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ,386
οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας,387
ἐκ δὲ δίκην ἐλάσωσι θεῶν ὄπιν οὐκ ἀλέγοντες·388
τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες,389
πολλὰς δὲ κλιτῦς τότ' ἀποτμήγουσι χαράδραι, 390
ἐς δ' ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι391
ἐξ ὀρέων ἐπικάρ, μινύθει δέ τε ἔργ' ἀνθρώπων·392
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.393


Πάτροκλος δ' ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,394
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές, οὐδὲ πόληος 395
εἴα ἱεμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ396
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο397
κτεῖνε μεταΐσσων, πολέων δ' ἀπετίνυτο ποινήν.398
ἔνθ' ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ399
στέρνον γυμνωθέντα παρ' ἀσπίδα, λῦσε δὲ γυῖα· 400
δούπησεν δὲ πεσών· ὃ δὲ Θέστορα Ἤνοπος υἱὸν401
δεύτερον ὁρμηθείς· ὃ μὲν εὐξέστῳ ἐνὶ δίφρῳ402
ἧστο ἀλείς· ἐκ γὰρ πλήγη φρένας, ἐκ δ' ἄρα χειρῶν403
ἡνία ἠΐχθησαν· ὃ δ' ἔγχεϊ νύξε παραστὰς404
γναθμὸν δεξιτερόν, διὰ δ' αὐτοῦ πεῖρεν ὀδόντων, 405
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις φὼς406
πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν407
ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ·408
ὣς ἕλκ' ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,409
κὰδ δ' ἄρ' ἐπὶ στόμ' ἔωσε· πεσόντα δέ μιν λίπε θυμός. 410
αὐτὰρ ἔπειτ' Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ411
μέσσην κὰκ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη412
ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνὴς ἐπὶ γαίῃ413
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.414
αὐτὰρ ἔπειτ' Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην 415
Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε416
Ἰφέα τ' Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον417
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.418


Σαρπηδὼν δ' ὡς οὖν ἴδ' ἀμιτροχίτωνας ἑταίρους419
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας, 420
κέκλετ' ἄρ' ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·421
αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.422
ἀντήσω γὰρ ἐγὼ τοῦδ' ἀνέρος, ὄφρα δαείω423
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε424
Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν. 425


ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.426
Πάτροκλος δ' ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.427
οἳ δ' ὥς τ' αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι428
πέτρῃ ἐφ' ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,429
ὣς οἳ κεκλήγοντες ἐπ' ἀλλήλοισιν ὄρουσαν. 430
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,431
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·432
ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν433
μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.434
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι, 435
ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης436
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,437
ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.438


τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη·439
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. 440
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ441
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;442
ἔρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.443
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·444
αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ, 445
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος446
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης·447
πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται448
υἱέες ἀθανάτων, τοῖσιν κότον αἰνὸν ἐνήσεις.449
ἀλλ' εἴ τοι φίλος ἐστί, τεὸν δ' ὀλοφύρεται ἦτορ, 450
ἤτοι μέν μιν ἔασον ἐνὶ κρατερῇ ὑσμίνῃ451
χέρσ' ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι·452
αὐτὰρ ἐπὴν δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών,453
πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον454
εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ἵκωνται, 455
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε456
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων.457


ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε·458
αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε459
παῖδα φίλον τιμῶν, τόν οἱ Πάτροκλος ἔμελλε 460
φθίσειν ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.461


οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,462
ἔνθ' ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον,463
ὅς ῥ' ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,464
τὸν βάλε νείαιραν κατὰ γαστέρα, λῦσε δὲ γυῖα. 465
Σαρπηδὼν δ' αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ466
δεύτερον ὁρμηθείς, ὃ δὲ Πήδασον οὔτασεν ἵππον467
ἔγχεϊ δεξιὸν ὦμον· ὃ δ' ἔβραχε θυμὸν ἀΐσθων,468
κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών, ἀπὸ δ' ἔπτατο θυμός.469
τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγόν, ἡνία δέ σφι 470
σύγχυτ', ἐπεὶ δὴ κεῖτο παρήορος ἐν κονίῃσι.471
τοῖο μὲν Αὐτομέδων δουρικλυτὸς εὕρετο τέκμωρ·472
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ473
ἀΐξας ἀπέκοψε παρήορον οὐδ' ἐμάτησε·474
τὼ δ' ἰθυνθήτην, ἐν δὲ ῥυτῆρσι τάνυσθεν· 475
τὼ δ' αὖτις συνίτην ἔριδος πέρι θυμοβόροιο.476


ἔνθ' αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ,477
Πατρόκλου δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ478
ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν· ὃ δ' ὕστερος ὄρνυτο χαλκῷ479
Πάτροκλος· τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός, 480
ἀλλ' ἔβαλ' ἔνθ' ἄρα τε φρένες ἔρχαται ἀμφ' ἁδινὸν κῆρ.481
ἤριπε δ' ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς482
ἠὲ πίτυς βλωθρή, τήν τ' οὔρεσι τέκτονες ἄνδρες483
ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·484
ὣς ὃ πρόσθ' ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς 485
βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.486
ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν487
αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,488
ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,489
ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων 490
κτεινόμενος μενέαινε, φίλον δ' ὀνόμηνεν ἑταῖρον·491
Γλαῦκε πέπον πολεμιστὰ μετ' ἀνδράσι νῦν σε μάλα χρὴ492
αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·493
νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.494
πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας 495
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·496
αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.497
σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος498
ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μ' Ἀχαιοὶ499
τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. 500
ἀλλ' ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.501


ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν502
ὀφθαλμοὺς ῥῖνάς θ'· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων503
ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο·504
τοῖο δ' ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ' αἰχμήν. 505
Μυρμιδόνες δ' αὐτοῦ σχέθον ἵππους φυσιόωντας506
ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ' ἀνάκτων.507


Γλαύκῳ δ' αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι·508
ὠρίνθη δέ οἱ ἦτορ ὅ τ' οὐ δύνατο προσαμῦναι.509
χειρὶ δ' ἑλὼν ἐπίεζε βραχίονα· τεῖρε γὰρ αὐτὸν 510
ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ511
τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.512
εὐχόμενος δ' ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι·513
κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ514
εἲς ἢ ἐνὶ Τροίῃ· δύνασαι δὲ σὺ πάντοσ' ἀκούειν 515
ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.516
ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ517
ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα518
τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ' αὐτοῦ·519
ἔγχος δ' οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι 520
ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ' ὤριστος ὄλωλε521
Σαρπηδὼν Διὸς υἱός· ὃ δ' οὐ οὗ παιδὸς ἀμύνει.522
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,523
κοίμησον δ' ὀδύνας, δὸς δὲ κράτος, ὄφρ' ἑτάροισι524
κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, 525
αὐτός τ' ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.526


ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων.527
αὐτίκα παῦσ' ὀδύνας ἀπὸ δ' ἕλκεος ἀργαλέοιο528
αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.529
Γλαῦκος δ' ἔγνω ᾗσιν ἐνὶ φρεσὶ γήθησέν τε 530
ὅττί οἱ ὦκ' ἤκουσε μέγας θεὸς εὐξαμένοιο.531
πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας532
πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·533
αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων534
Πουλυδάμαντ' ἔπι Πανθοΐδην καὶ Ἀγήνορα δῖον, 535
βῆ δὲ μετ' Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήν,536
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·537
Ἕκτορ νῦν δὴ πάγχυ λελασμένος εἰς ἐπικούρων,538
οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης539
θυμὸν ἀποφθινύθουσι· σὺ δ' οὐκ ἐθέλεις ἐπαμύνειν. 540
κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,541
ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·542
τὸν δ' ὑπὸ Πατρόκλῳ δάμασ' ἔγχεϊ χάλκεος Ἄρης.543
ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,544
μὴ ἀπὸ τεύχε' ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν 545
Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,546
τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.547


ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος548
ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος549
ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμ' αὐτῷ 550
λαοὶ ἕποντ', ἐν δ' αὐτὸς ἀριστεύεσκε μάχεσθαι·551
βὰν δ' ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δ' ἄρά σφιν552
Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς553
ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·554
Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· 555
Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,556
οἷοί περ πάρος ἦτε μετ' ἀνδράσιν ἢ καὶ ἀρείους.557
κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν558
Σαρπηδών· ἀλλ' εἴ μιν ἀεικισσαίμεθ' ἑλόντες,559
τεύχεά τ' ὤμοιιν ἀφελοίμεθα, καί τιν' ἑταίρων 560
αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.561


ὣς ἔφαθ', οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.562
οἳ δ' ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας563
Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,564
σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι 565
δεινὸν ἀΰσαντες· μέγα δ' ἔβραχε τεύχεα φωτῶν.566
Ζεὺς δ' ἐπὶ νύκτ' ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,567
ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.568


ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·569
βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν 570
υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,571
ὅς ῥ' ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε572
τὸ πρίν· ἀτὰρ τότε γ' ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας573
ἐς Πηλῆ' ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·574
οἳ δ' ἅμ' Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι 575
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.576
τόν ῥα τόθ' ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ577
χερμαδίῳ κεφαλήν· ἣ δ' ἄνδιχα πᾶσα κεάσθη578
ἐν κόρυθι βριαρῇ· ὃ δ' ἄρα πρηνὴς ἐπὶ νεκρῷ579
κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. 580
Πατρόκλῳ δ' ἄρ' ἄχος γένετο φθιμένου ἑτάροιο,581
ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς582
ὠκέϊ, ὅς τ' ἐφόβησε κολοιούς τε ψῆράς τε·583
ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε584
ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. 585
καί ῥ' ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν586
αὐχένα χερμαδίῳ, ῥῆξεν δ' ἀπὸ τοῖο τένοντας.587
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ.588
ὅσση δ' αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται,589
ἥν ῥά τ' ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ 590
ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων,591
τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δ' Ἀχαιοί.592
Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων593
ἐτράπετ', ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον594
Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων 595
ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι.596
τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ597
στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων·598
δούπησεν δὲ πεσών· πυκινὸν δ' ἄχος ἔλλαβ' Ἀχαιούς,599
ὡς ἔπεσ' ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο, 600
στὰν δ' ἀμφ' αὐτὸν ἰόντες ἀολλέες· οὐδ' ἄρ' Ἀχαιοὶ601
ἀλκῆς ἐξελάθοντο, μένος δ' ἰθὺς φέρον αὐτῶν.602
ἔνθ' αὖ Μηριόνης Τρώων ἕλεν ἄνδρα κορυστὴν603
Λαόγονον θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ἱρεὺς604
Ἰδαίου ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ. 605
τὸν βάλ' ὑπὸ γναθμοῖο καὶ οὔατος· ὦκα δὲ θυμὸς606
ᾤχετ' ἀπὸ μελέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλεν.607
Αἰνείας δ' ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν·608
ἔλπετο γὰρ τεύξεσθαι ὑπασπίδια προβιβῶντος.609
ἀλλ' ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· 610
πρόσσω γὰρ κατέκυψε, τὸ δ' ἐξόπιθεν δόρυ μακρὸν611
οὔδει ἐνισκίμφθη, ἐπὶ δ' οὐρίαχος πελεμίχθη612
ἔγχεος· ἔνθα δ' ἔπειτ' ἀφίει μένος ὄβριμος Ἄρης.613
αἰχμὴ δ' Αἰνείαο κραδαινομένη κατὰ γαίης614
ᾤχετ', ἐπεί ῥ' ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. 615
Αἰνείας δ' ἄρα θυμὸν ἐχώσατο φώνησέν τε·616
Μηριόνη τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα617
ἔγχος ἐμὸν κατέπαυσε διαμπερές, εἴ σ' ἔβαλόν περ.618


τὸν δ' αὖ Μηριόνης δουρικλυτὸς ἀντίον ηὔδα·619
Αἰνεία χαλεπόν σε καὶ ἴφθιμόν περ ἐόντα 620
πάντων ἀνθρώπων σβέσσαι μένος, ὅς κέ σευ ἄντα621
ἔλθῃ ἀμυνόμενος· θνητὸς δέ νυ καὶ σὺ τέτυξαι.622
εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ,623
αἶψά κε καὶ κρατερός περ ἐὼν καὶ χερσὶ πεποιθὼς624
εὖχος ἐμοὶ δοίης, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ. 625


ὣς φάτο, τὸν δ' ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός·626
Μηριόνη τί σὺ ταῦτα καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις;627
ὦ πέπον οὔ τοι Τρῶες ὀνειδείοις ἐπέεσσι628
νεκροῦ χωρήσουσι· πάρος τινὰ γαῖα καθέξει.629
ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δ' ἐνὶ βουλῇ· 630
τὼ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι.631


ὣς εἰπὼν ὃ μὲν ἦρχ', ὃ δ' ἅμ' ἕσπετο ἰσόθεος φώς.632
τῶν δ' ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει633
οὔρεος ἐν βήσσῃς, ἕκαθεν δέ τε γίγνετ' ἀκουή,634
ὣς τῶν ὄρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυοδείης 635
χαλκοῦ τε ῥινοῦ τε βοῶν τ' εὐποιητάων,636
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν.637
οὐδ' ἂν ἔτι φράδμων περ ἀνὴρ Σαρπηδόνα δῖον638
ἔγνω, ἐπεὶ βελέεσσι καὶ αἵματι καὶ κονίῃσιν639
ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους. 640
οἳ δ' αἰεὶ περὶ νεκρὸν ὁμίλεον, ὡς ὅτε μυῖαι641
σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατὰ πέλλας642
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύει·643
ὣς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον, οὐδέ ποτε Ζεὺς644
τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ, 645
ἀλλὰ κατ' αὐτοὺς αἰὲν ὅρα καὶ φράζετο θυμῷ,646
πολλὰ μάλ' ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων,647
ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ648
αὐτοῦ ἐπ' ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ649
χαλκῷ δῃώσῃ, ἀπό τ' ὤμων τεύχε' ἕληται, 650
ἦ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν.651
ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι652
ὄφρ' ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος653
ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν654
ὤσαιτο προτὶ ἄστυ, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο. 655
Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν·656
ἐς δίφρον δ' ἀναβὰς φύγαδ' ἔτραπε, κέκλετο δ' ἄλλους657
Τρῶας φευγέμεναι· γνῶ γὰρ Διὸς ἱρὰ τάλαντα.658
ἔνθ' οὐδ' ἴφθιμοι Λύκιοι μένον, ἀλλὰ φόβηθεν659
πάντες, ἐπεὶ βασιλῆα ἴδον βεβλαμμένον ἦτορ 660
κείμενον ἐν νεκύων ἀγύρει· πολέες γὰρ ἐπ' αὐτῷ661
κάππεσον, εὖτ' ἔριδα κρατερὴν ἐτάνυσσε Κρονίων.662
οἳ δ' ἄρ' ἀπ' ὤμοιιν Σαρπηδόνος ἔντε' ἕλοντο663
χάλκεα μαρμαίροντα, τὰ μὲν κοίλας ἐπὶ νῆας664
δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός. 665
καὶ τότ' Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·666
εἰ δ' ἄγε νῦν φίλε Φοῖβε, κελαινεφὲς αἷμα κάθηρον667
ἐλθὼν ἐκ βελέων Σαρπηδόνα, καί μιν ἔπειτα668
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσον ποταμοῖο ῥοῇσι669
χρῖσόν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσον· 670
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι671
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα672
θήσουσ' ἐν Λυκίης εὐρείης πίονι δήμῳ,673
ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε674
τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων. 675


ὣς ἔφατ', οὐδ' ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων.676
βῆ δὲ κατ' Ἰδαίων ὀρέων ἐς φύλοπιν αἰνήν,677
αὐτίκα δ' ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας678
πολλὸν ἀπὸ πρὸ φέρων λοῦσεν ποταμοῖο ῥοῇσι679
χρῖσέν τ' ἀμβροσίῃ, περὶ δ' ἄμβροτα εἵματα ἕσσε· 680
πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,681
ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν, οἵ ῥά μιν ὦκα682
κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ.683


Πάτροκλος δ' ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας684
Τρῶας καὶ Λυκίους μετεκίαθε, καὶ μέγ' ἀάσθη 685
νήπιος· εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν686
ἦ τ' ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο.687
ἀλλ' αἰεί τε Διὸς κρείσσων νόος ἠέ περ ἀνδρῶν·688
ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην689
ῥηϊδίως, ὅτε δ' αὐτὸς ἐποτρύνῃσι μάχεσθαι· 690
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.691


ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξας692
Πατρόκλεις, ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;693
Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον694
καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον, 695
αὐτὰρ ἔπειτ' Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην·696
τοὺς ἕλεν· οἳ δ' ἄλλοι φύγαδε μνώοντο ἕκαστος.697


ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν698
Πατρόκλου ὑπὸ χερσί, περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,699
εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου 700
ἔστη τῷ ὀλοὰ φρονέων, Τρώεσσι δ' ἀρήγων.701
τρὶς μὲν ἐπ' ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο702
Πάτροκλος, τρὶς δ' αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων703
χείρεσσ' ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.704
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, 705
δεινὰ δ' ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·706
χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα707
σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,708
οὐδ' ὑπ' Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων.709


ὣς φάτο, Πάτροκλος δ' ἀνεχάζετο πολλὸν ὀπίσσω 710
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.711


Ἕκτωρ δ' ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους·712
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,713
ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.714
ταῦτ' ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων 715
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε716
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο717
αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος,718
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο·719
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· 720
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.721
αἴθ' ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·722
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.723
ἀλλ' ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,724
αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων. 725


ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,726
Κεβριόνῃ δ' ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ727
ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων728
δύσεθ' ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν729
ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. 730
Ἕκτωρ δ' ἄλλους μὲν Δαναοὺς ἔα οὐδ' ἐνάριζεν·731
αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.732
Πάτροκλος δ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε733
σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον734
μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν, 735
ἧκε δ' ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,736
οὐδ' ἁλίωσε βέλος, βάλε δ' Ἕκτορος ἡνιοχῆα737
Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο738
ἵππων ἡνί' ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.739
ἀμφοτέρας δ' ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν 740
ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν741
αὐτοῦ πρόσθε ποδῶν· ὃ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς742
κάππεσ' ἀπ' εὐεργέος δίφρου, λίπε δ' ὀστέα θυμός.743
τὸν δ' ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·744
ὢ πόποι ἦ μάλ' ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ. 745
εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,746
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν747
νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,748
ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.749
ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν. 750


ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει751
οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων752
ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·753
ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.754
Ἕκτωρ δ' αὖθ' ἑτέρωθεν ἀφ' ἵππων ἆλτο χαμᾶζε. 755
τὼ περὶ Κεβριόναο λέονθ' ὣς δηρινθήτην,756
ὥ τ' ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο757
ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·758
ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς759
Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ 760
ἵεντ' ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.761
Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει·762
Πάτροκλος δ' ἑτέρωθεν ἔχεν ποδός· οἳ δὲ δὴ ἄλλοι763
Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.764


ὡς δ' Εὖρός τε Νότος τ' ἐριδαίνετον ἀλλήλοιιν 765
οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην766
φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν,767
αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους768
ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων,769
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ' ἀλλήλοισι θορόντες 770
δῄουν, οὐδ' ἕτεροι μνώοντ' ὀλοοῖο φόβοιο.771
πολλὰ δὲ Κεβριόνην ἀμφ' ὀξέα δοῦρα πεπήγει772
ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες,773
πολλὰ δὲ χερμάδια μεγάλ' ἀσπίδας ἐστυφέλιξαν774
μαρναμένων ἀμφ' αὐτόν· ὃ δ' ἐν στροφάλιγγι κονίης 775
κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.776


ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,777
τόφρα μάλ' ἀμφοτέρων βέλε' ἥπτετο, πῖπτε δὲ λαός·778
ἦμος δ' Ἠέλιος μετενίσετο βουλυτὸν δέ,779
καὶ τότε δή ῥ' ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν. 780
ἐκ μὲν Κεβριόνην βελέων ἥρωα ἔρυσσαν781
Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ' ὤμων τεύχε' ἕλοντο,782
Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε.783
τρὶς μὲν ἔπειτ' ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ784
σμερδαλέα ἰάχων, τρὶς δ' ἐννέα φῶτας ἔπεφνεν. 785
ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,786
ἔνθ' ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή·787
ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ788
δεινός· ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν,789
ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε· 790
στῆ δ' ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ' ὤμω791
χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε.792
τοῦ δ' ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων·793
ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ' ἵππων794
αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι 795
αἵματι καὶ κονίῃσι· πάρος γε μὲν οὐ θέμις ἦεν796
ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν,797
ἀλλ' ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον798
ῥύετ' Ἀχιλλῆος· τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν799
ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἦεν ὄλεθρος. 800
πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος801
βριθὺ μέγα στιβαρὸν κεκορυθμένον· αὐτὰρ ἀπ' ὤμων802
ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα.803
λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων.804
τὸν δ' ἄτη φρένας εἷλε, λύθεν δ' ὑπὸ φαίδιμα γυῖα, 805
στῆ δὲ ταφών· ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ806
ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ807
Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο808
ἔγχεΐ θ' ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι·809
καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ' ἵππων 810
πρῶτ' ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο·811
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ812
οὐδὲ δάμασσ'· ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δ' ὁμίλῳ,813
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ' ὑπέμεινε814
Πάτροκλον γυμνόν περ ἐόντ' ἐν δηϊοτῆτι. 815
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς816
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.817


Ἕκτωρ δ' ὡς εἶδεν Πατροκλῆα μεγάθυμον818
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,819
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας, οὖτα δὲ δουρὶ 820
νείατον ἐς κενεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε·821
δούπησεν δὲ πεσών, μέγα δ' ἤκαχε λαὸν Ἀχαιῶν·822
ὡς δ' ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,823
ὥ τ' ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον824
πίδακος ἀμφ' ὀλίγης· ἐθέλουσι δὲ πιέμεν ἄμφω· 825
πολλὰ δέ τ' ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν·826
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν827
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,828
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα·829
Πάτροκλ' ἦ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν, 830
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας831
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν832
νήπιε· τάων δὲ πρόσθ' Ἕκτορος ὠκέες ἵπποι833
ποσσὶν ὀρωρέχαται πολεμίζειν· ἔγχεϊ δ' αὐτὸς834
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω, ὅ σφιν ἀμύνω 835
ἦμαρ ἀναγκαῖον· σὲ δέ τ' ἐνθάδε γῦπες ἔδονται.836
ἆ δείλ', οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,837
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ' ἰόντι·838
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε839
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο 840
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.841
ὥς πού σε προσέφη, σοὶ δὲ φρένας ἄφρονι πεῖθε.842


τὸν δ' ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ·843
ἤδη νῦν Ἕκτορ μεγάλ' εὔχεο· σοὶ γὰρ ἔδωκε844
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων, οἵ με δάμασσαν 845
ῥηιδίως· αὐτοὶ γὰρ ἀπ' ὤμων τεύχε' ἕλοντο.846
τοιοῦτοι δ' εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,847
πάντές κ' αὐτόθ' ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.848
ἀλλά με μοῖρ' ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,849
ἀνδρῶν δ' Εὔφορβος· σὺ δέ με τρίτος ἐξεναρίζεις. 850
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·851
οὔ θην οὐδ' αὐτὸς δηρὸν βέῃ, ἀλλά τοι ἤδη852
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ853
χερσὶ δαμέντ' Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.854
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε· 855
ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει856
ὃν πότμον γοόωσα λιποῦσ' ἀνδροτῆτα καὶ ἥβην.857
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ·858
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;859
τίς δ' οἶδ' εἴ κ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο 860
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;861
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς862
εἴρυσε λὰξ προσβάς, τὸν δ' ὕπτιον ὦσ' ἀπὸ δουρός.863
αὐτίκα δὲ ξὺν δουρὶ μετ' Αὐτομέδοντα βεβήκει864
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο· 865
ἵετο γὰρ βαλέειν· τὸν δ' ἔκφερον ὠκέες ἵπποι866
ἄμβροτοι, οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.867