Vasile Stancu

The ILIAD




Book XXIV

λῦτο δ' ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι001
ἐσκίδναντ' ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο002
ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς003
κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος004
ᾕρει πανδαμάτωρ, ἀλλ' ἐστρέφετ' ἔνθα καὶ ἔνθα 005
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,006
ἠδ' ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα007
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων·008
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,009
ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δ' αὖτε 010
ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δ' ὀρθὸς ἀναστὰς011
δινεύεσκ' ἀλύων παρὰ θῖν' ἁλός· οὐδέ μιν ἠὼς012
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ' ἠϊόνας τε.013
ἀλλ' ὅ γ' ἐπεὶ ζεύξειεν ὑφ' ἅρμασιν ὠκέας ἵππους,014
Ἕκτορα δ' ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, 015
τρὶς δ' ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος016
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τ' ἔασκεν017
ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δ' Ἀπόλλων018
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ' ἐλεαίρων019
καὶ τεθνηότα περ· περὶ δ' αἰγίδι πάντα κάλυπτε 020
χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.021


ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων·022
τὸν δ' ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,023
κλέψαι δ' ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.024
ἔνθ' ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθ' Ἥρῃ 025
οὐδὲ Ποσειδάων' οὐδὲ γλαυκώπιδι κούρῃ,026
ἀλλ' ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ027
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ' ἄτης,028
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,029
τὴν δ' ᾔνησ' ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. 030
ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς,031
καὶ τότ' ἄρ' ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων·032
σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθ' ὑμῖν033
Ἕκτωρ μηρί' ἔκηε βοῶν αἰγῶν τε τελείων;034
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι 035
ᾗ τ' ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ036
καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα037
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.038
ἀλλ' ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ' ἐπαρήγειν,039
ᾧ οὔτ' ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα 040
γναμπτὸν ἐνὶ στήθεσσι, λέων δ' ὣς ἄγρια οἶδεν,041
ὅς τ' ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ042
εἴξας εἶσ' ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν·043
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς044
γίγνεται, ἥ τ' ἄνδρας μέγα σίνεται ἠδ' ὀνίνησι. 045
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι046
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν·047
ἀλλ' ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε·048
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.049
αὐτὰρ ὅ γ' Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, 050
ἵππων ἐξάπτων περὶ σῆμ' ἑτάροιο φίλοιο051
ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ' ἄμεινον.052
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς·053
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.054


τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· 055
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε056
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.057
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν·058
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ059
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν 060
Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετ' ἀθανάτοισι.061
πάντες δ' ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι062
δαίνυ' ἔχων φόρμιγγα κακῶν ἕταρ', αἰὲν ἄπιστε.063


τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·064
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· 065
οὐ μὲν γὰρ τιμή γε μί' ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ066
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν·067
ὣς γὰρ ἔμοιγ', ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.068
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης069
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. 070
ἀλλ' ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι,071
λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ072
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.073
ἀλλ' εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,074
ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς 075
δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ' Ἕκτορα λύσῃ.076


ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,077
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης078
ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη.079
ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, 080
ἥ τε κατ' ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα081
ἔρχεται ὠμηστῇσιν ἐπ' ἰχθύσι κῆρα φέρουσα.082
εὗρε δ' ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δ' ἄρ' ἄλλαι083
εἵαθ' ὁμηγερέες ἅλιαι θεαί· ἣ δ' ἐνὶ μέσσῃς084
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε 085
φθίσεσθ' ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.086
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·087
ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.088
τὴν δ' ἠμείβετ' ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·089
τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ 090
μίσγεσθ' ἀθανάτοισιν, ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.091
εἶμι μέν, οὐδ' ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.092


ὣς ἄρα φωνήσασα κάλυμμ' ἕλε δῖα θεάων093
κυάνεον, τοῦ δ' οὔ τι μελάντερον ἔπλετο ἔσθος.094
βῆ δ' ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις 095
ἡγεῖτ'· ἀμφὶ δ' ἄρα σφι λιάζετο κῦμα θαλάσσης.096
ἀκτὴν δ' ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,097
εὗρον δ' εὐρύοπα Κρονίδην, περὶ δ' ἄλλοι ἅπαντες098
εἵαθ' ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.099
ἣ δ' ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ' Ἀθήνη. 100
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε101
καί ῥ' εὔφρην' ἐπέεσσι· Θέτις δ' ὤρεξε πιοῦσα.102
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·103
ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,104
πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· 105
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ' εἵνεκα δεῦρο κάλεσσα.106
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν107
Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ·108
κλέψαι δ' ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην·109
αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω 110
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.111
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον·112
σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δ' ἔξοχα πάντων113
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν114
Ἕκτορ' ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσεν, 115
αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ' Ἕκτορα λύσῃ.116
αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω117
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν,118
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ.119


ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, 120
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα,121
ἷξεν δ' ἐς κλισίην οὗ υἱέος· ἔνθ' ἄρα τόν γε122
εὗρ' ἁδινὰ στενάχοντα· φίλοι δ' ἀμφ' αὐτὸν ἑταῖροι123
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον·124
τοῖσι δ' ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. 125
ἣ δὲ μάλ' ἄγχ' αὐτοῖο καθέζετο πότνια μήτηρ,126
χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·127
τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων128
σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου129
οὔτ' εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι 130
μίσγεσθ'· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη131
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.132
ἀλλ' ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι·133
σκύζεσθαι σοί φησι θεούς, ἑὲ δ' ἔξοχα πάντων134
ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν 135
Ἕκτορ' ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ' ἀπέλυσας.136
ἀλλ' ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα.137
τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·138
τῇδ' εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,139
εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. 140


ὣς οἵ γ' ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς141
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον.142
Ἶριν δ' ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν·143
βάσκ' ἴθι Ἶρι ταχεῖα λιποῦσ' ἕδος Οὐλύμποιο144
ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω 145
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν,146
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ147
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.148
κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κ' ἰθύνοι149
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις 150
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς.151
μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος·152
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,153
ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.154
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, 155
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει·156
οὔτε γάρ ἐστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων,157
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.158


ὣς ἔφατ', ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.159
ἷξεν δ' ἐς Πριάμοιο, κίχεν δ' ἐνοπήν τε γόον τε. 160
παῖδες μὲν πατέρ' ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς161
δάκρυσιν εἵματ' ἔφυρον, ὃ δ' ἐν μέσσοισι γεραιὸς162
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ163
κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος164
τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. 165
θυγατέρες δ' ἀνὰ δώματ' ἰδὲ νυοὶ ὠδύροντο166
τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ167
χερσὶν ὑπ' Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.168
στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα169
τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· 170
θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει·171
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ' ἱκάνω172
ἀλλ' ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι,173
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει.174
λύσασθαί σ' ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, 175
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ176
οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.177
κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ' ἰθύνοι178
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις179
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. 180
μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος·181
τοῖος γάρ τοι πομπὸς ἅμ' ἕψεται ἀργεϊφόντης,182
ὅς σ' ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.183
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,184
οὔτ' αὐτὸς κτενέει ἀπό τ' ἄλλους πάντας ἐρύξει· 185
οὔτε γάρ ἔστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων,186
ἀλλὰ μάλ' ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.187


ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πόδας ὠκέα Ἶρις,188
αὐτὰρ ὅ γ' υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην189
ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπ' αὐτῆς. 190
αὐτὸς δ' ἐς θάλαμον κατεβήσετο κηώεντα191
κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει·192
ἐς δ' ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε·193
δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε194
λύσασθαι φίλον υἱὸν ἰόντ' ἐπὶ νῆας Ἀχαιῶν, 195
δῶρα δ' Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.196
ἀλλ' ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;197
αἰνῶς γάρ μ' αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε198
κεῖσ' ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.199


ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· 200
ὤ μοι πῇ δή τοι φρένες οἴχονθ', ᾗς τὸ πάρος περ201
ἔκλε' ἐπ' ἀνθρώπους ξείνους ἠδ' οἷσιν ἀνάσσεις;202
πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος203
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς204
υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. 205
εἰ γάρ σ' αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν206
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ' ἐλεήσει,207
οὐδέ τί σ' αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν208
ἥμενοι ἐν μεγάρῳ· τῷ δ' ὥς ποθι Μοῖρα κραταιὴ209
γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, 210
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων211
ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι212
ἐσθέμεναι προσφῦσα· τότ' ἄντιτα ἔργα γένοιτο213
παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,214
ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων 215
ἑσταότ' οὔτε φόβου μεμνημένον οὔτ' ἀλεωρῆς.216


τὴν δ' αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής·217
μή μ' ἐθέλοντ' ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ218
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις.219
εἰ μὲν γάρ τίς μ' ἄλλος ἐπιχθονίων ἐκέλευεν, 220
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,221
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·222
νῦν δ', αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,223
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα224
τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων 225
βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς226
ἀγκὰς ἑλόντ' ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην.227


ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ' ἀνέῳγεν·228
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,229
δώδεκα δ' ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, 230
τόσσα δὲ φάρεα λευκά, τόσους δ' ἐπὶ τοῖσι χιτῶνας.231
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,232
ἐκ δὲ δύ' αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας,233
ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες234
ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ 235
φείσατ' ἐνὶ μεγάροις ὃ γέρων, περὶ δ' ἤθελε θυμῷ236
λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας237
αἰθούσης ἀπέεργεν ἔπεσσ' αἰσχροῖσιν ἐνίσσων·238
ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν239
οἴκοι ἔνεστι γόος, ὅτι μ' ἤλθετε κηδήσοντες; 240
ἦ ὀνόσασθ' ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε' ἔδωκε241
παῖδ' ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες·242
ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε243
κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε244
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε 245
ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.246


ἦ καὶ σκηπανίῳ δίεπ' ἀνέρας· οἳ δ' ἴσαν ἔξω247
σπερχομένοιο γέροντος· ὃ δ' υἱάσιν οἷσιν ὁμόκλα248
νεικείων Ἕλενόν τε Πάριν τ' Ἀγάθωνά τε δῖον249
Πάμμονά τ' Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην 250
Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν·251
ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε·252
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθ' ἅμα πάντες253
Ἕκτορος ὠφέλετ' ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.254
ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους 255
Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι,256
Μήστορά τ' ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην257
Ἕκτορά θ', ὃς θεὸς ἔσκε μετ' ἀνδράσιν, οὐδὲ ἐῴκει258
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.259
τοὺς μὲν ἀπώλεσ' Ἄρης, τὰ δ' ἐλέγχεα πάντα λέλειπται 260
ψεῦσταί τ' ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι261
ἀρνῶν ἠδ' ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.262
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,263
ταῦτά τε πάντ' ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο;264


ὣς ἔφαθ', οἳ δ' ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν 265
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην266
καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπ' αὐτῆς,267
κὰδ δ' ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον268
πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός·269
ἐκ δ' ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. 270
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ271
πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,272
τρὶς δ' ἑκάτερθεν ἔδησαν ἐπ' ὀμφαλόν, αὐτὰρ ἔπειτα273
ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δ' ἔκαμψαν.274
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ' ἀπήνης 275
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα,276
ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,277
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.278
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς279
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. 280


τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι281
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες·282
ἀγχίμολον δέ σφ' ἦλθ' Ἑκάβη τετιηότι θυμῷ283
οἶνον ἔχουσ' ἐν χειρὶ μελίφρονα δεξιτερῆφι284
χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· 285
στῆ δ' ἵππων προπάροιθεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·286
τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδ' ἱκέσθαι287
ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς288
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.289
ἀλλ' εὔχεο σύ γ' ἔπειτα κελαινεφέϊ Κρονίωνι 290
Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,291
αἴτει δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ292
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,293
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας294
τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. 295
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,296
οὐκ ἂν ἔγωγέ σ' ἔπειτα ἐποτρύνουσα κελοίμην297
νῆας ἐπ' Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.298


τὴν δ' ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής·299
ὦ γύναι οὐ μέν τοι τόδ' ἐφιεμένῃ ἀπιθήσω. 300
ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ' ἐλεήσῃ.301


ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν' ὃ γεραιὸς302
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη303
χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα.304
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· 305
εὔχετ' ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον306
οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα·307
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε308
δός μ' ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν,309
πέμψον δ' οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ 310
φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον,311
δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας312
τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.313


ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε μητίετα Ζεὺς314
αὐτίκα δ' αἰετὸν ἧκε τελειότατον πετεηνῶν 315
μόρφνον θηρητῆρ' ὃν καὶ περκνὸν καλέουσιν.316
ὅσση δ' ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται317
ἀνέρος ἀφνειοῖο ἐῢ κληῖσ' ἀραρυῖα,318
τόσσ' ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι319
δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες 320
γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.321


σπερχόμενος δ' ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,322
ἐκ δ' ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.323
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,324
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν 325
ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε326
καρπαλίμως κατὰ ἄστυ· φίλοι δ' ἅμα πάντες ἕποντο327
πόλλ' ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.328
οἳ δ' ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δ' ἀφίκοντο,329
οἳ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο 330
παῖδες καὶ γαμβροί, τὼ δ' οὐ λάθον εὐρύοπα Ζῆν331
ἐς πεδίον προφανέντε· ἰδὼν δ' ἐλέησε γέροντα,332
αἶψα δ' ἄρ' Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα·333
Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν334
ἀνδρὶ ἑταιρίσσαι, καί τ' ἔκλυες ᾧ κ' ἐθέλῃσθα, 335
βάσκ' ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν336
ὣς ἄγαγ', ὡς μήτ' ἄρ τις ἴδῃ μήτ' ἄρ τε νοήσῃ337
τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δ' ἱκέσθαι.338


ὣς ἔφατ', οὐδ' ἀπίθησε διάκτορος ἀργεϊφόντης.339
αὐτίκ' ἔπειθ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα 340
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ' ὑγρὴν341
ἠδ' ἐπ' ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·342
εἵλετο δὲ ῥάβδον, τῇ τ' ἀνδρῶν ὄμματα θέλγει343
ὧν ἐθέλει, τοὺς δ' αὖτε καὶ ὑπνώοντας ἐγείρει·344
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. 345
αἶψα δ' ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,346
βῆ δ' ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς347
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.348


οἳ δ' ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,349
στῆσαν ἄρ' ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν 350
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.351
τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ352
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·353
φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.354
ἄνδρ' ὁρόω, τάχα δ' ἄμμε διαρραίσεσθαι ὀΐω. 355
ἀλλ' ἄγε δὴ φεύγωμεν ἐφ' ἵππων, ἤ μιν ἔπειτα356
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ' ἐλεήσῃ.357
ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ' αἰνῶς,358
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,359
στῆ δὲ ταφών· αὐτὸς δ' ἐριούνιος ἐγγύθεν ἐλθὼν 360
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·361
πῇ πάτερ ὧδ' ἵππους τε καὶ ἡμιόνους ἰθύνεις362
νύκτα δι' ἀμβροσίην, ὅτε θ' εὕδουσι βροτοὶ ἄλλοι;363
οὐδὲ σύ γ' ἔδεισας μένεα πνείοντας Ἀχαιούς,364
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; 365
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν366
τοσσάδ' ὀνείατ' ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;367
οὔτ' αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,368
ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.369
ἀλλ' ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον 370
σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω.371


τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής·372
οὕτω πῃ τάδε γ' ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.373
ἀλλ' ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,374
ὅς μοι τοιόνδ' ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι 375
αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,376
πέπνυσαί τε νόῳ, μακάρων δ' ἔξεσσι τοκήων.377
τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·378
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.379
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, 380
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ381
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,382
ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν383
δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε384
σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ' Ἀχαιῶν. 385


τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής·386
τίς δὲ σύ ἐσσι φέριστε τέων δ' ἔξεσσι τοκήων;387
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.388


τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·389
πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. 390
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ391
ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτ' ἐπὶ νηυσὶν ἐλάσσας392
Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ·393
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς394
εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. 395
τοῦ γὰρ ἐγὼ θεράπων, μία δ' ἤγαγε νηῦς εὐεργής·396
Μυρμιδόνων δ' ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ.397
ἀφνειὸς μὲν ὅ γ' ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε,398
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι·399
τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ' ἕπεσθαι. 400
νῦν δ' ἦλθον πεδίον δ' ἀπὸ νηῶν· ἠῶθεν γὰρ401
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.402
ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται403
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.404


τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής· 405
εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος406
εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,407
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη408
ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.409


τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· 410
ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ' οἰωνοί,411
ἀλλ' ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ412
αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς413
κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ414
ἔσθουσ', αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. 415
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο416
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,417
οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν418
οἷον ἐερσήεις κεῖται, περὶ δ' αἷμα νένιπται,419
οὐδέ ποθι μιαρός· σὺν δ' ἕλκεα πάντα μέμυκεν 420
ὅσσ' ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.421
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος422
καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι.423


ὣς φάτο, γήθησεν δ' ὃ γέρων, καὶ ἀμείβετο μύθῳ·424
ὦ τέκος, ἦ ῥ' ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι 425
ἀθανάτοις, ἐπεὶ οὔ ποτ' ἐμὸς πάϊς, εἴ ποτ' ἔην γε,426
λήθετ' ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι·427
τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.428
ἀλλ' ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,429
αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, 430
ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.431


τὸν δ' αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης·432
πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις,433
ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.434
τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι 435
συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται.436
σοὶ δ' ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,437
ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων·438
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.439


ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους 440
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,441
ἐν δ' ἔπνευσ' ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.442
ἀλλ' ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,443
οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,444
τοῖσι δ' ἐφ' ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης 445
πᾶσιν, ἄφαρ δ' ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,446
ἐς δ' ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ' ἐπ' ἀπήνης.447
ἀλλ' ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο448
ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι449
δοῦρ' ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν 450
λαχνήεντ' ὄροφον λειμωνόθεν ἀμήσαντες·451
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι452
σταυροῖσιν πυκινοῖσι· θύρην δ' ἔχε μοῦνος ἐπιβλὴς453
εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,454
τρεῖς δ' ἀναοίγεσκον μεγάλην κληῖδα θυράων 455
τῶν ἄλλων· Ἀχιλεὺς δ' ἄρ' ἐπιρρήσσεσκε καὶ οἶος·456
δή ῥα τόθ' Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,457
ἐς δ' ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,458
ἐξ ἵππων δ' ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε·459
ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα 460
Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.461
ἀλλ' ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδ' Ἀχιλῆος462
ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη463
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην·464
τύνη δ' εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, 465
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο466
λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.467


ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον468
Ἑρμείας· Πρίαμος δ' ἐξ ἵππων ἆλτο χαμᾶζε,469
Ἰδαῖον δὲ κατ' αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων 470
ἵππους ἡμιόνους τε· γέρων δ' ἰθὺς κίεν οἴκου,471
τῇ ῥ' Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν472
εὗρ', ἕταροι δ' ἀπάνευθε καθήατο· τὼ δὲ δύ' οἴω473
ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος474
ποίπνυον παρεόντε· νέον δ' ἀπέληγεν ἐδωδῆς 475
ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα.476
τοὺς δ' ἔλαθ' εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δ' ἄρα στὰς477
χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας478
δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας.479
ὡς δ' ὅτ' ἂν ἄνδρ' ἄτη πυκινὴ λάβῃ, ὅς τ' ἐνὶ πάτρῃ 480
φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον481
ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δ' ἔχει εἰσορόωντας,482
ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα·483
θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο.484
τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· 485
μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ,486
τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ·487
καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες488
τείρουσ', οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.489
ἀλλ' ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων 490
χαίρει τ' ἐν θυμῷ, ἐπί τ' ἔλπεται ἤματα πάντα491
ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα·492
αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους493
Τροίῃ ἐν εὐρείῃ, τῶν δ' οὔ τινά φημι λελεῖφθαι.494
πεντήκοντά μοι ἦσαν ὅτ' ἤλυθον υἷες Ἀχαιῶν· 495
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,496
τοὺς δ' ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.497
τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ' ἔλυσεν·498
ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,499
τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης 500
Ἕκτορα· τοῦ νῦν εἵνεχ' ἱκάνω νῆας Ἀχαιῶν501
λυσόμενος παρὰ σεῖο, φέρω δ' ἀπερείσι' ἄποινα.502
ἀλλ' αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τ' ἐλέησον503
μνησάμενος σοῦ πατρός· ἐγὼ δ' ἐλεεινότερός περ,504
ἔτλην δ' οἷ' οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, 505
ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ' ὀρέγεσθαι.506


ὣς φάτο, τῷ δ' ἄρα πατρὸς ὑφ' ἵμερον ὦρσε γόοιο·507
ἁψάμενος δ' ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.508
τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο509
κλαῖ' ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, 510
αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ', ἄλλοτε δ' αὖτε511
Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματ' ὀρώρει.512
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,513
καί οἱ ἀπὸ πραπίδων ἦλθ' ἵμερος ἠδ' ἀπὸ γυίων,514
αὐτίκ' ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη 515
οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,516
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·517
ἆ δείλ', ἦ δὴ πολλὰ κάκ' ἄνσχεο σὸν κατὰ θυμόν.518
πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος519
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς 520
υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ.521
ἀλλ' ἄγε δὴ κατ' ἄρ' ἕζευ ἐπὶ θρόνου, ἄλγεα δ' ἔμπης522
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ·523
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο·524
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι 525
ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τ' ἀκηδέες εἰσί.526
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει527
δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων·528
ᾧ μέν κ' ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,529
ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλῷ· 530
ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε,531
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,532
φοιτᾷ δ' οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.533
ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα534
ἐκ γενετῆς· πάντας γὰρ ἐπ' ἀνθρώπους ἐκέκαστο 535
ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι,536
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.537
ἀλλ' ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι538
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,539
ἀλλ' ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε 540
γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης541
ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα.542
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι·543
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει544
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, 545
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.546
αὐτὰρ ἐπεί τοι πῆμα τόδ' ἤγαγον Οὐρανίωνες547
αἰεί τοι περὶ ἄστυ μάχαι τ' ἀνδροκτασίαι τε.548
ἄνσχεο, μὴ δ' ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν·549
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, 550
οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.551


τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής·552
μή πω μ' ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ553
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα554
λῦσον ἵν' ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα 555
πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδ' ἀπόναιο, καὶ ἔλθοις556
σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας557
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.558


τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·559
μηκέτι νῦν μ' ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς 560
Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε561
μήτηρ, ἥ μ' ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος.562
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις,563
ὅττι θεῶν τίς σ' ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.564
οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλ' ἡβῶν, 565
ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κ' ὀχῆα566
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.567
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,568
μή σε γέρον οὐδ' αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω569
καὶ ἱκέτην περ ἐόντα, Διὸς δ' ἀλίτωμαι ἐφετμάς. 570


ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ.571
Πηλεΐδης δ' οἴκοιο λέων ὣς ἆλτο θύραζε572
οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο573
ἥρως Αὐτομέδων ἠδ' Ἄλκιμος, οὕς ῥα μάλιστα574
τῖ' Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, 575
οἳ τόθ' ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,576
ἐς δ' ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,577
κὰδ δ' ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δ' ἀπ' ἀπήνης578
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι' ἄποινα.579
κὰδ δ' ἔλιπον δύο φάρε' ἐΰννητόν τε χιτῶνα, 580
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.581
δμῳὰς δ' ἐκκαλέσας λοῦσαι κέλετ' ἀμφί τ' ἀλεῖψαι582
νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν,583
μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο584
παῖδα ἰδών, Ἀχιλῆϊ δ' ὀρινθείη φίλον ἦτορ, 585
καί ἑ κατακτείνειε, Διὸς δ' ἀλίτηται ἐφετμάς.586
τὸν δ' ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,587
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,588
αὐτὸς τόν γ' Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,589
σὺν δ' ἕταροι ἤειραν ἐϋξέστην ἐπ' ἀπήνην. 590
ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον·591
μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι592
εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα593
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.594
σοὶ δ' αὖ ἐγὼ καὶ τῶνδ' ἀποδάσσομαι ὅσσ' ἐπέοικεν. 595


ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,596
ἕζετο δ' ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη597
τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον·598
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,599
κεῖται δ' ἐν λεχέεσσ'· ἅμα δ' ἠοῖ φαινομένηφιν 600
ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου.601
καὶ γάρ τ' ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,602
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο603
ἓξ μὲν θυγατέρες, ἓξ δ' υἱέες ἡβώοντες.604
τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ' ἀργυρέοιο βιοῖο 605
χωόμενος Νιόβῃ, τὰς δ' Ἄρτεμις ἰοχέαιρα,606
οὕνεκ' ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ·607
φῆ δοιὼ τεκέειν, ἣ δ' αὐτὴ γείνατο πολλούς·608
τὼ δ' ἄρα καὶ δοιώ περ ἐόντ' ἀπὸ πάντας ὄλεσσαν.609
οἳ μὲν ἄρ' ἐννῆμαρ κέατ' ἐν φόνῳ, οὐδέ τις ἦεν 610
κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων·611
τοὺς δ' ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.612
ἣ δ' ἄρα σίτου μνήσατ', ἐπεὶ κάμε δάκρυ χέουσα.613
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν614
ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς 615
νυμφάων, αἵ τ' ἀμφ' Ἀχελώϊον ἐρρώσαντο,616
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.617
ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ618
σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα619
Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται. 620


ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς621
σφάξ'· ἕταροι δ' ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,622
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν,623
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.624
Αὐτομέδων δ' ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ 625
καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.626
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.627
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,628
ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ' Ἀχιλῆα629
ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· 630
αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς631
εἰσορόων ὄψίν τ' ἀγαθὴν καὶ μῦθον ἀκούων.632
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,633
τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής·634
λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη 635
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες·636
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν637
ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,638
ἀλλ' αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω639
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. 640
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον641
λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην.642


ἦ ῥ', Ἀχιλεὺς δ' ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε643
δέμνι' ὑπ' αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ644
πορφύρε' ἐμβαλέειν, στορέσαι τ' ἐφύπερθε τάπητας, 645
χλαίνας τ' ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.646
αἳ δ' ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,647
αἶψα δ' ἄρα στόρεσαν δοιὼ λέχε' ἐγκονέουσαι.648
τὸν δ' ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·649
ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν 650
ἐνθάδ' ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ651
βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί·652
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,653
αὐτίκ' ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,654
καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. 655
ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,656
ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,657
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.658


τὸν δ' ἠμείβετ' ἔπειτα γέρων Πρίαμος θεοειδής·659
εἰ μὲν δή μ' ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, 660
ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.661
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δ' ὕλη662
ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν.663
ἐννῆμαρ μέν κ' αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,664
τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, 665
ἑνδεκάτῃ δέ κε τύμβον ἐπ' αὐτῷ ποιήσαιμεν,666
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.667


τὸν δ' αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·668
ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ' ὡς σὺ κελεύεις·669
σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. 670


ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος671
ἔλλαβε δεξιτερήν, μή πως δείσει' ἐνὶ θυμῷ.672
οἳ μὲν ἄρ' ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο673
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε' ἔχοντες,674
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· 675
τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.676


ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ677
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ·678
ἀλλ' οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν679
ὁρμαίνοντ' ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα 680
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.681
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·682
ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθ' εὕδεις683
ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σ' εἴασεν Ἀχιλλεύς.684
καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δ' ἔδωκας· 685
σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα686
παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κ' Ἀγαμέμνων687
γνώῃ σ' Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί.688


ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων, κήρυκα δ' ἀνίστη.689
τοῖσιν δ' Ἑρμείας ζεῦξ' ἵππους ἡμιόνους τε, 690
ῥίμφα δ' ἄρ' αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω.691


ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο692
Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,693
Ἑρμείας μὲν ἔπειτ' ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,694
Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ' αἶαν, 695
οἳ δ' εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε696
ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος697
ἔγνω πρόσθ' ἀνδρῶν καλλιζώνων τε γυναικῶν,698
ἀλλ' ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ699
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ' εἰσενόησεν 700
ἑσταότ' ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην·701
τὸν δ' ἄρ' ἐφ' ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι·702
κώκυσέν τ' ἄρ' ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ·703
ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ' ἰόντες,704
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι 705
χαίρετ', ἐπεὶ μέγα χάρμα πόλει τ' ἦν παντί τε δήμῳ.706


ὣς ἔφατ', οὐδέ τις αὐτόθ' ἐνὶ πτόλεϊ λίπετ' ἀνὴρ707
οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος·708
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.709
πρῶται τόν γ' ἄλοχός τε φίλη καὶ πότνια μήτηρ 710
τιλλέσθην ἐπ' ἄμαξαν ἐΰτροχον ἀΐξασαι711
ἁπτόμεναι κεφαλῆς· κλαίων δ' ἀμφίσταθ' ὅμιλος.712
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα713
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,714
εἰ μὴ ἄρ' ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· 715
εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα716
ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ.717
ὣς ἔφαθ', οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.718
οἳ δ' ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα719
τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δ' εἷσαν ἀοιδοὺς 720
θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν721
οἳ μὲν ἄρ' ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες.722
τῇσιν δ' Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο723
Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα·724
ἆνερ ἀπ' αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην 725
λείπεις ἐν μεγάροισι· πάϊς δ' ἔτι νήπιος αὔτως726
ὃν τέκομεν σύ τ' ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω727
ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατ' ἄκρης728
πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν729
ῥύσκευ, ἔχες δ' ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, 730
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,731
καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δ' αὖ τέκος ἢ ἐμοὶ αὐτῇ732
ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο733
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν734
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον 735
χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ736
ἢ πατέρ' ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν737
Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.738
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ·739
τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, 740
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας741
Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.742
οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,743
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ744
μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. 745


ὣς ἔφατο κλαίουσ', ἐπὶ δὲ στενάχοντο γυναῖκες.746
τῇσιν δ' αὖθ' Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο·747
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,748
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν·749
οἳ δ' ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. 750
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς751
πέρνασχ' ὅν τιν' ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,752
ἐς Σάμον ἔς τ' Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·753
σεῦ δ' ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,754
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ' ἑτάροιο 755
Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ' ὧς.756
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι757
κεῖσαι, τῷ ἴκελος ὅν τ' ἀργυρότοξος Ἀπόλλων758
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.759


ὣς ἔφατο κλαίουσα, γόον δ' ἀλίαστον ὄρινε. 760
τῇσι δ' ἔπειθ' Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·761
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,762
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,763
ὅς μ' ἄγαγε Τροίηνδ'· ὡς πρὶν ὤφελλον ὀλέσθαι.764
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν 765
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·766
ἀλλ' οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ' ἀσύφηλον·767
ἀλλ' εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι768
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,769
ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, 770
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες771
σῇ τ' ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.772
τὼ σέ θ' ἅμα κλαίω καὶ ἔμ' ἄμμορον ἀχνυμένη κῆρ·773
οὐ γάρ τίς μοι ἔτ' ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ774
ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. 775


ὣς ἔφατο κλαίουσ', ἐπὶ δ' ἔστενε δῆμος ἀπείρων.776
λαοῖσιν δ' ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·777
ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ778
δείσητ' Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς779
πέμπων μ' ὧδ' ἐπέτελλε μελαινάων ἀπὸ νηῶν 780
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.781


ὣς ἔφαθ', οἳ δ' ὑπ' ἀμάξῃσιν βόας ἡμιόνους τε782
ζεύγνυσαν, αἶψα δ' ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.783
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην·784
ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, 785
καὶ τότ' ἄρ' ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,786
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δ' ἔβαλον πῦρ.787
ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,788
τῆμος ἄρ' ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.789
αὐτὰρ ἐπεί ῥ' ἤγερθεν ὁμηγερέες τ' ἐγένοντο 790
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ791
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα792
ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ' ἕταροί τε793
μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.794
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες 795
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.796
αἶψα δ' ἄρ' ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε797
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι·798
ῥίμφα δὲ σῆμ' ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ,799
μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. 800
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα801
εὖ συναγειρόμενοι δαίνυντ' ἐρικυδέα δαῖτα802
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.803
ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.804