Vasile Stancu

The ILIAD




Book XXIII

ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν· αὐτὰρ Ἀχαιοὶ001
ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,002
οἳ μὲν ἄρ' ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,003
Μυρμιδόνας δ' οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,004
ἀλλ' ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα· 005
Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι006
μὴ δή πω ὑπ' ὄχεσφι λυώμεθα μώνυχας ἵππους,007
ἀλλ' αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες008
Πάτροκλον κλαίωμεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.009
αὐτὰρ ἐπεί κ' ὀλοοῖο τεταρπώμεσθα γόοιο, 010
ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.011


ὣς ἔφαθ', οἳ δ' ᾤμωξαν ἀολλέες, ἦρχε δ' Ἀχιλλεύς.012
οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους013
μυρόμενοι· μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.014
δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν 015
δάκρυσι· τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.016
τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο017
χεῖρας ἐπ' ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου·018
χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·019
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην 020
Ἕκτορα δεῦρ' ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,021
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν022
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.023


ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα024
πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας 025
ἐν κονίῃς· οἳ δ' ἔντε' ἀφωπλίζοντο ἕκαστος026
χάλκεα μαρμαίροντα, λύον δ' ὑψηχέας ἵππους,027
κὰδ δ' ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο028
μυρίοι· αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.029
πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ 030
σφαζόμενοι, πολλοὶ δ' ὄϊες καὶ μηκάδες αἶγες·031
πολλοὶ δ' ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ032
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο·033
πάντῃ δ' ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.034


αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα 035
εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν036
σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.037
οἳ δ' ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,038
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν039
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν 040
Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.041
αὐτὰρ ὅ γ' ἠρνεῖτο στερεῶς, ἐπὶ δ' ὅρκον ὄμοσσεν·042
οὐ μὰ Ζῆν', ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,043
οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι044
πρίν γ' ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι 045
κείρασθαί τε κόμην, ἐπεὶ οὔ μ' ἔτι δεύτερον ὧδε046
ἵξετ' ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.047
ἀλλ' ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί·048
ἠῶθεν δ' ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον049
ὕλην τ' ἀξέμεναι παρά τε σχεῖν ὅσσ' ἐπιεικὲς 050
νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,051
ὄφρ' ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ052
θᾶσσον ἀπ' ὀφθαλμῶν, λαοὶ δ' ἐπὶ ἔργα τράπωνται.053


ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.054
ἐσσυμένως δ' ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι 055
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.056
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,057
οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,058
Πηλεΐδης δ' ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης059
κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν 060
ἐν καθαρῷ, ὅθι κύματ' ἐπ' ἠϊόνος κλύζεσκον·061
εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ062
νήδυμος ἀμφιχυθείς· μάλα γὰρ κάμε φαίδιμα γυῖα063
Ἕκτορ' ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν·064
ἦλθε δ' ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο 065
πάντ' αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυῖα066
καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο·067
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·068
εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.069
οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος· 070
θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.071
τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,072
οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,073
ἀλλ' αὔτως ἀλάλημαι ἀν' εὐρυπυλὲς Ἄϊδος δῶ.074
καί μοι δὸς τὴν χεῖρ'· ὀλοφύρομαι, οὐ γὰρ ἔτ' αὖτις 075
νίσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε.076
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων077
βουλὰς ἑζόμενοι βουλεύσομεν, ἀλλ' ἐμὲ μὲν κὴρ078
ἀμφέχανε στυγερή, ἥ περ λάχε γιγνόμενόν περ·079
καὶ δὲ σοὶ αὐτῷ μοῖρα, θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, 080
τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.081
ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι·082
μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ' Ἀχιλλεῦ,083
ἀλλ' ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,084
εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος 085
ἤγαγεν ὑμέτερόνδ' ἀνδροκτασίης ὕπο λυγρῆς,086
ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος087
νήπιος οὐκ ἐθέλων ἀμφ' ἀστραγάλοισι χολωθείς·088
ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς089
ἔτραφέ τ' ἐνδυκέως καὶ σὸν θεράποντ' ὀνόμηνεν· 090
ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι091
χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ.092


τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·093
τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ' εἰλήλουθας094
καί μοι ταῦτα ἕκαστ' ἐπιτέλλεαι; αὐτὰρ ἐγώ τοι 095
πάντα μάλ' ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.096
ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντε097
ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.098


ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν099
οὐδ' ἔλαβε· ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς 100
ᾤχετο τετριγυῖα· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς101
χερσί τε συμπλατάγησεν, ἔπος δ' ὀλοφυδνὸν ἔειπεν·102
ὢ πόποι ἦ ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι103
ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν·104
παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο 105
ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,106
καί μοι ἕκαστ' ἐπέτελλεν, ἔϊκτο δὲ θέσκελον αὐτῷ.107


ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο·108
μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς109
ἀμφὶ νέκυν ἐλεεινόν. ἀτὰρ κρείων Ἀγαμέμνων 110
οὐρῆάς τ' ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην111
πάντοθεν ἐκ κλισιῶν· ἐπὶ δ' ἀνὴρ ἐσθλὸς ὀρώρει112
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.113
οἳ δ' ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες114
σειράς τ' εὐπλέκτους· πρὸ δ' ἄρ' οὐρῆες κίον αὐτῶν. 115
πολλὰ δ' ἄναντα κάταντα πάραντά τε δόχμιά τ' ἦλθον·116
ἀλλ' ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,117
αὐτίκ' ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ118
τάμνον ἐπειγόμενοι· ταὶ δὲ μεγάλα κτυπέουσαι119
πῖπτον· τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ 120
ἔκδεον ἡμιόνων· ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο121
ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά.122
πάντες δ' ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει123
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.124
κὰδ δ' ἄρ' ἐπ' ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθ' ἄρ' Ἀχιλλεὺς 125
φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ.126


αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην127
ἥατ' ἄρ' αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς128
αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε129
χαλκὸν ζώννυσθαι, ζεῦξαι δ' ὑπ' ὄχεσφιν ἕκαστον 130
ἵππους· οἳ δ' ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον,131
ἂν δ' ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε,132
πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν133
μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι.134
θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον 135
κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς136
ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπ' Ἄϊδος δέ.137


οἳ δ' ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδ' Ἀχιλλεὺς138
κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην.139
ἔνθ' αὖτ' ἄλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· 140
στὰς ἀπάνευθε πυρῆς ξανθὴν ἀπεκείρατο χαίτην,141
τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν·142
ὀχθήσας δ' ἄρα εἶπεν ἰδὼν ἐπὶ οἴνοπα πόντον·143
Σπερχεί' ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς144
κεῖσέ με νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν 145
σοί τε κόμην κερέειν ῥέξειν θ' ἱερὴν ἑκατόμβην,146
πεντήκοντα δ' ἔνορχα παρ' αὐτόθι μῆλ' ἱερεύσειν147
ἐς πηγάς, ὅθι τοι τέμενος βωμός τε θυήεις.148
ὣς ἠρᾶθ' ὃ γέρων, σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας.149
νῦν δ' ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν 150
Πατρόκλῳ ἥρωϊ κόμην ὀπάσαιμι φέρεσθαι.151


ὣς εἰπὼν ἐν χερσὶ κόμην ἑτάροιο φίλοιο152
θῆκεν, τοῖσι δὲ πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο.153
καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο154
εἰ μὴ Ἀχιλλεὺς αἶψ' Ἀγαμέμνονι εἶπε παραστάς· 155
Ἀτρεΐδη, σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν156
πείσονται μύθοισι, γόοιο μὲν ἔστι καὶ ἆσαι,157
νῦν δ' ἀπὸ πυρκαϊῆς σκέδασον καὶ δεῖπνον ἄνωχθι158
ὅπλεσθαι· τάδε δ' ἀμφὶ πονησόμεθ' οἷσι μάλιστα159
κήδεός ἐστι νέκυς· παρὰ δ' οἵ τ' ἀγοὶ ἄμμι μενόντων. 160


αὐτὰρ ἐπεὶ τό γ' ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,161
αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας,162
κηδεμόνες δὲ παρ' αὖθι μένον καὶ νήεον ὕλην,163
ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα,164
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ. 165
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς166
πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον· ἐκ δ' ἄρα πάντων167
δημὸν ἑλὼν ἐκάλυψε νέκυν μεγάθυμος Ἀχιλλεὺς168
ἐς πόδας ἐκ κεφαλῆς, περὶ δὲ δρατὰ σώματα νήει.169
ἐν δ' ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας 170
πρὸς λέχεα κλίνων· πίσυρας δ' ἐριαύχενας ἵππους171
ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων.172
ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν,173
καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας,174
δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς 175
χαλκῷ δηϊόων· κακὰ δὲ φρεσὶ μήδετο ἔργα·176
ἐν δὲ πυρὸς μένος ἧκε σιδήρεον ὄφρα νέμοιτο.177
ᾤμωξέν τ' ἄρ' ἔπειτα, φίλον δ' ὀνόμηνεν ἑταῖρον·178
χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι·179
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην, 180
δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς181
τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει· Ἕκτορα δ' οὔ τι182
δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν.183


ὣς φάτ' ἀπειλήσας· τὸν δ' οὐ κύνες ἀμφεπένοντο,184
ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη 185
ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ186
ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.187
τῷ δ' ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων188
οὐρανόθεν πεδίον δέ, κάλυψε δὲ χῶρον ἅπαντα189
ὅσσον ἐπεῖχε νέκυς, μὴ πρὶν μένος ἠελίοιο 190
σκήλει' ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν.191


οὐδὲ πυρὴ Πατρόκλου ἐκαίετο τεθνηῶτος·192
ἔνθ' αὖτ' ἀλλ' ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·193
στὰς ἀπάνευθε πυρῆς δοιοῖς ἠρᾶτ' ἀνέμοισι194
Βορέῃ καὶ Ζεφύρῳ, καὶ ὑπίσχετο ἱερὰ καλά· 195
πολλὰ δὲ καὶ σπένδων χρυσέῳ δέπαϊ λιτάνευεν196
ἐλθέμεν, ὄφρα τάχιστα πυρὶ φλεγεθοίατο νεκροί,197
ὕλη τε σεύαιτο καήμεναι. ὦκα δὲ Ἶρις198
ἀράων ἀΐουσα μετάγγελος ἦλθ' ἀνέμοισιν.199
οἳ μὲν ἄρα Ζεφύροιο δυσαέος ἀθρόοι ἔνδον 200
εἰλαπίνην δαίνυντο· θέουσα δὲ Ἶρις ἐπέστη201
βηλῷ ἔπι λιθέῳ· τοὶ δ' ὡς ἴδον ὀφθαλμοῖσι202
πάντες ἀνήϊξαν, κάλεόν τέ μιν εἰς ἓ ἕκαστος·203
ἣ δ' αὖθ' ἕζεσθαι μὲν ἀνήνατο, εἶπε δὲ μῦθον·204
οὐχ ἕδος· εἶμι γὰρ αὖτις ἐπ' Ὠκεανοῖο ῥέεθρα 205
Αἰθιόπων ἐς γαῖαν, ὅθι ῥέζουσ' ἑκατόμβας206
ἀθανάτοις, ἵνα δὴ καὶ ἐγὼ μεταδαίσομαι ἱρῶν.207
ἀλλ' Ἀχιλεὺς Βορέην ἠδὲ Ζέφυρον κελαδεινὸν208
ἐλθεῖν ἀρᾶται, καὶ ὑπίσχεται ἱερὰ καλά,209
ὄφρα πυρὴν ὄρσητε καήμεναι, ᾗ ἔνι κεῖται 210
Πάτροκλος, τὸν πάντες ἀναστενάχουσιν Ἀχαιοί.211


ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπεβήσετο, τοὶ δ' ὀρέοντο212
ἠχῇ θεσπεσίῃ νέφεα κλονέοντε πάροιθεν.213
αἶψα δὲ πόντον ἵκανον ἀήμεναι, ὦρτο δὲ κῦμα214
πνοιῇ ὕπο λιγυρῇ· Τροίην δ' ἐρίβωλον ἱκέσθην, 215
ἐν δὲ πυρῇ πεσέτην, μέγα δ' ἴαχε θεσπιδαὲς πῦρ.216
παννύχιοι δ' ἄρα τοί γε πυρῆς ἄμυδις φλόγ' ἔβαλλον217
φυσῶντες λιγέως· ὃ δὲ πάννυχος ὠκὺς Ἀχιλλεὺς218
χρυσέου ἐκ κρητῆρος ἑλὼν δέπας ἀμφικύπελλον219
οἶνον ἀφυσσόμενος χαμάδις χέε, δεῦε δὲ γαῖαν 220
ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο.221
ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων222
νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας,223
ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων,224
ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. 225


ἦμος δ' ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν,226
ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς,227
τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ.228
οἳ δ' ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι229
Θρηΐκιον κατὰ πόντον· ὃ δ' ἔστενεν οἴδματι θύων. 230
Πηλεΐδης δ' ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς231
κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν·232
οἳ δ' ἀμφ' Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο·233
τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν,234
ἕζετο δ' ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· 235
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,236
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατ' αἴθοπι οἴνῳ237
πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα238
ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν239
εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται· 240
ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ, τοὶ δ' ἄλλοι ἄνευθεν241
ἐσχατιῇ καίοντ' ἐπιμὶξ ἵπποι τε καὶ ἄνδρες.242
καὶ τὰ μὲν ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ243
θείομεν, εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κεύθωμαι.244
τύμβον δ' οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα, 245
ἀλλ' ἐπιεικέα τοῖον· ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ246
εὐρύν θ' ὑψηλόν τε τιθήμεναι, οἵ κεν ἐμεῖο247
δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε.248


ὣς ἔφαθ', οἳ δ' ἐπίθοντο ποδώκεϊ Πηλεΐωνι.249
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ 250
ὅσσον ἐπὶ φλὸξ ἦλθε, βαθεῖα δὲ κάππεσε τέφρη·251
κλαίοντες δ' ἑτάροιο ἐνηέος ὀστέα λευκὰ252
ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν,253
ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν·254
τορνώσαντο δὲ σῆμα θεμείλιά τε προβάλοντο 255
ἀμφὶ πυρήν· εἶθαρ δὲ χυτὴν ἐπὶ γαῖαν ἔχευαν,256
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον. αὐτὰρ Ἀχιλλεὺς257
αὐτοῦ λαὸν ἔρυκε καὶ ἵζανεν εὐρὺν ἀγῶνα,258
νηῶν δ' ἔκφερ' ἄεθλα λέβητάς τε τρίποδάς τε259
ἵππους θ' ἡμιόνους τε βοῶν τ' ἴφθιμα κάρηνα, 260
ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον.261
ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλά' ἄεθλα262
θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργα ἰδυῖαν263
καὶ τρίποδ' ὠτώεντα δυωκαιεικοσίμετρον264
τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον ἔθηκεν 265
ἑξέτε' ἀδμήτην βρέφος ἡμίονον κυέουσαν·266
αὐτὰρ τῷ τριτάτῳ ἄπυρον κατέθηκε λέβητα267
καλὸν τέσσαρα μέτρα κεχανδότα λευκὸν ἔτ' αὔτως·268
τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα,269
πέμπτῳ δ' ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε. 270
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·271
Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ272
ἱππῆας τάδ' ἄεθλα δεδεγμένα κεῖτ' ἐν ἀγῶνι.273
εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ274
ἦ τ' ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην. 275
ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι·276
ἀθάνατοί τε γάρ εἰσι, Ποσειδάων δὲ πόρ' αὐτοὺς277
πατρὶ ἐμῷ Πηλῆϊ, ὃ δ' αὖτ' ἐμοὶ ἐγγυάλιξεν.278
ἀλλ' ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·279
τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο 280
ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον281
χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.282
τὸν τώ γ' ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι283
χαῖται ἐρηρέδαται, τὼ δ' ἕστατον ἀχνυμένω κῆρ.284
ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν 285
ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.286


ὣς φάτο Πηλεΐδης, ταχέες δ' ἱππῆες ἄγερθεν.287
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος288
Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο·289
τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, 290
ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτ' ἀπηύρα291
Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.292
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος293
διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους294
Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· 295
τὴν Ἀγαμέμνονι δῶκ' Ἀγχισιάδης Ἐχέπωλος296
δῶρ', ἵνα μή οἱ ἕποιθ' ὑπὸ Ἴλιον ἠνεμόεσσαν,297
ἀλλ' αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε298
Ζεὺς ἄφενος, ναῖεν δ' ὅ γ' ἐν εὐρυχόρῳ Σικυῶνι·299
τὴν ὅ γ' ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν. 300
Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ' ἵππους,301
Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος302
τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι303
ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς304
μυθεῖτ' εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· 305
Ἀντίλοχ' ἤτοι μέν σε νέον περ ἐόντ' ἐφίλησαν306
Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν307
παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·308
οἶσθα γὰρ εὖ περὶ τέρμαθ' ἑλισσέμεν· ἀλλά τοι ἵπποι309
βάρδιστοι θείειν· τώ τ' οἴω λοίγι' ἔσεσθαι. 310
τῶν δ' ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ311
πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.312
ἀλλ' ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ313
παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.314
μήτι τοι δρυτόμος μέγ' ἀμείνων ἠὲ βίηφι· 315
μήτι δ' αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ316
νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι·317
μήτι δ' ἡνίοχος περιγίγνεται ἡνιόχοιο.318
ἀλλ' ὃς μέν θ' ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς319
ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, 320
ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·321
ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,322
αἰεὶ τέρμ' ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει323
ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,324
ἀλλ' ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει. 325
σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδές, οὐδέ σε λήσει.326
ἕστηκε ξύλον αὖον ὅσον τ' ὄργυι' ὑπὲρ αἴης327
ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,328
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ329
ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δ' ἱππόδρομος ἀμφὶς 330
ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,331
ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,332
καὶ νῦν τέρματ' ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.333
τῷ σὺ μάλ' ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,334
αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ 335
ἦκ' ἐπ' ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον336
κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.337
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,338
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι339
κύκλου ποιητοῖο· λίθου δ' ἀλέασθαι ἐπαυρεῖν, 340
μή πως ἵππους τε τρώσῃς κατά θ' ἅρματα ἄξῃς·341
χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ342
ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.343
εἰ γάρ κ' ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,344
οὐκ ἔσθ' ὅς κέ σ' ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, 345
οὐδ' εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι346
Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν,347
ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γ' ἔτραφεν ἐσθλοί.348


ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ349
ἕζετ', ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ' ἔειπε. 350


Μηριόνης δ' ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ' ἵππους.351
ἂν δ' ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·352
πάλλ' Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο353
Ἀντιλόχου· μετὰ τὸν δ' ἔλαχε κρείων Εὔμηλος·354
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, 355
τῷ δ' ἐπὶ Μηριόνης λάχ' ἐλαυνέμεν· ὕστατος αὖτε356
Τυδεΐδης ὄχ' ἄριστος ἐὼν λάχ' ἐλαυνέμεν ἵππους.357
στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματ' Ἀχιλλεὺς358
τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν359
ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, 360
ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.361


οἳ δ' ἅμα πάντες ἐφ' ἵπποιιν μάστιγας ἄειραν,362
πέπληγόν θ' ἱμᾶσιν, ὁμόκλησάν τ' ἐπέεσσιν363
ἐσσυμένως· οἳ δ' ὦκα διέπρησσον πεδίοιο364
νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη 365
ἵστατ' ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,366
χαῖται δ' ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.367
ἅρματα δ' ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,368
ἄλλοτε δ' ἀΐξασκε μετήορα· τοὶ δ' ἐλατῆρες369
ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου 370
νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος371
ἵπποις, οἳ δ' ἐπέτοντο κονίοντες πεδίοιο.372


ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι373
ἂψ ἐφ' ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου374
φαίνετ', ἄφαρ δ' ἵπποισι τάθη δρόμος· ὦκα δ' ἔπειτα 375
αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.376
τὰς δὲ μετ' ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι377
Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθ' ἔσαν, ἀλλὰ μάλ' ἐγγύς·378
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,379
πνοιῇ δ' Εὐμήλοιο μετάφρενον εὐρέε τ' ὤμω 380
θέρμετ'· ἐπ' αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.381
καί νύ κεν ἢ παρέλασσ' ἢ ἀμφήριστον ἔθηκεν,382
εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,383
ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.384
τοῖο δ' ἀπ' ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, 385
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,386
οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.387
οὐδ' ἄρ' Ἀθηναίην ἐλεφηράμενος λάθ' Ἀπόλλων388
Τυδεΐδην, μάλα δ' ὦκα μετέσσυτο ποιμένα λαῶν,389
δῶκε δέ οἱ μάστιγα, μένος δ' ἵπποισιν ἐνῆκεν· 390
ἣ δὲ μετ' Ἀδμήτου υἱὸν κοτέουσ' ἐβεβήκει,391
ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι392
ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη.393
αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,394
ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, 395
θρυλίχθη δὲ μέτωπον ἐπ' ὀφρύσι· τὼ δέ οἱ ὄσσε396
δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.397
Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,398
πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη399
ἵπποις ἧκε μένος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκε. 400
τῷ δ' ἄρ' ἐπ' Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.401
Ἀντίλοχος δ' ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·402
ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα.403
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω404
Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη 405
νῦν ὤρεξε τάχος καὶ ἐπ' αὐτῷ κῦδος ἔθηκεν·406
ἵππους δ' Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον,407
καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ408
Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι;409
ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· 410
οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν411
ἔσσεται, αὐτίκα δ' ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,412
αἴ κ' ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.413
ἀλλ' ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·414
ταῦτα δ' ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω 415
στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.416


ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν417
μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δ' ἔπειτα418
στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.419
ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ 420
ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα·421
τῇ ῥ' εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.422
Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους423
ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.424
Ἀτρεΐδης δ' ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· 425
Ἀντίλοχ' ἀφραδέως ἱππάζεαι, ἀλλ' ἄνεχ' ἵππους·426
στεινωπὸς γὰρ ὁδός, τάχα δ' εὐρυτέρη παρελάσσαι·427
μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.428


ὣς ἔφατ', Ἀντίλοχος δ' ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε429
κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. 430
ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,431
ὅν τ' αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,432
τόσσον ἐπιδραμέτην· αἳ δ' ἠρώησαν ὀπίσσω433
Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν434
μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, 435
δίφρους τ' ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δ' αὐτοὶ436
ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.437
τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος·438
Ἀντίλοχ' οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος·439
ἔρρ', ἐπεὶ οὔ σ' ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. 440
ἀλλ' οὐ μὰν οὐδ' ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.441


ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·442
μή μοι ἐρύκεσθον μὴ δ' ἕστατον ἀχνυμένω κῆρ.443
φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα444
ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. 445


ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν446
μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.447


Ἀργεῖοι δ' ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο448
ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.449
πρῶτος δ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ' ἵππους· 450
ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ·451
τοῖο δ' ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας452
ἔγνω, φράσσατο δ' ἵππον ἀριπρεπέα προὔχοντα,453
ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ454
λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. 455
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·456
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες457
οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;458
ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,459
ἄλλος δ' ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ 460
ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν·461
ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,462
νῦν δ' οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε463
Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι·464
ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη 465
εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας·466
ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ' ἅρματα ἆξαι,467
αἳ δ' ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.468
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε469
εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ 470
Αἰτωλὸς γενεήν, μετὰ δ' Ἀργείοισιν ἀνάσσει471
Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.472


τὸν δ' αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας·473
Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τ' ἄνευθεν474
ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. 475
οὔτε νεώτατός ἐσσι μετ' Ἀργείοισι τοσοῦτον,476
οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε·477
ἀλλ' αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ478
λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.479
ἵπποι δ' αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, 480
Εὐμήλου, ἐν δ' αὐτὸς ἔχων εὔληρα βέβηκε.481


τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα·482
Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα483
δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής.484
δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, 485
ἴστορα δ' Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,486
ὁππότεραι πρόσθ' ἵπποι, ἵνα γνώῃς ἀποτίνων.487


ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας488
χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι·489
καί νύ κε δὴ προτέρω ἔτ' ἔρις γένετ' ἀμφοτέροισιν, 490
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον·491
μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν492
Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.493
καὶ δ' ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.494
ἀλλ' ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε 495
ἵππους· οἳ δὲ τάχ' αὐτοὶ ἐπειγόμενοι περὶ νίκης496
ἐνθάδ' ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος497
ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.498


ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,499
μάστι δ' αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι 500
ὑψόσ' ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.501
αἰεὶ δ' ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,502
ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε503
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ504
γίγνετ' ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν 505
ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην.506
στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δ' ἀνεκήκιεν ἱδρὼς507
ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.508
αὐτὸς δ' ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,509
κλῖνε δ' ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν 510
ἴφθιμος Σθένελος, ἀλλ' ἐσσυμένως λάβ' ἄεθλον,511
δῶκε δ' ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα512
καὶ τρίποδ' ὠτώεντα φέρειν· ὃ δ' ἔλυεν ὑφ' ἵππους.513


τῷ δ' ἄρ' ἐπ' Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους514
κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· 515
ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ' ἐγγύθεν ὠκέας ἵππους.516
ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα517
ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι·518
τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι519
οὐραῖαι· ὃ δέ τ' ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ 520
χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος·521
τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο522
λείπετ'· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,523
ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ524
ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· 525
εἰ δέ κ' ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,526
τώ κέν μιν παρέλασσ' οὐδ' ἀμφήριστον ἔθηκεν.527
αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος528
λείπετ' ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν·529
βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, 530
ἤκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ' ἐν ἀγῶνι.531
υἱὸς δ' Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων532
ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.533
τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,534
στὰς δ' ἄρ' ἐν Ἀργείοις ἔπεα πτερόεντ' ἀγόρευε· 535
λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους·536
ἀλλ' ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς537
δεύτερ'· ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.538


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.539
καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί, 540
εἰ μὴ ἄρ' Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς541
Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ' ἀναστάς·542
ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς543
τοῦτο ἔπος· μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον544
τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ' ἵππω 545
αὐτός τ' ἐσθλὸς ἐών· ἀλλ' ὤφελεν ἀθανάτοισιν546
εὔχεσθαι· τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.547
εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ548
ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς549
καὶ πρόβατ', εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι· 550
τῶν οἱ ἔπειτ' ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον551
ἠὲ καὶ αὐτίκα νῦν, ἵνα σ' αἰνήσωσιν Ἀχαιοί.552
τὴν δ' ἐγὼ οὐ δώσω· περὶ δ' αὐτῆς πειρηθήτω553
ἀνδρῶν ὅς κ' ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.554


ὣς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς 555
χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος·556
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·557
Ἀντίλοχ', εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο558
Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.559
δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων 560
χάλκεον, ᾧ πέρι χεῦμα φαεινοῦ κασσιτέροιο561
ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιος ἔσται.562


ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ563
οἰσέμεναι κλισίηθεν· ὃ δ' ᾤχετο καί οἱ ἔνεικεν,564
Εὐμήλῳ δ' ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων. 565


τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων566
Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δ' ἄρα κῆρυξ567
χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν568
Ἀργείους· ὃ δ' ἔπειτα μετηύδα ἰσόθεος φώς·569
Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. 570
ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους571
τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.572
ἀλλ' ἄγετ' Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες573
ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ' ἐπ' ἀρωγῇ,574
μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· 575
Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος576
οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν577
ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.578
εἰ δ' ἄγ' ἐγὼν αὐτὸς δικάσω, καί μ' οὔ τινά φημι579
ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται. 580
Ἀντίλοχ' εἰ δ' ἄγε δεῦρο διοτρεφές, ἣ θέμις ἐστί,581
στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην582
χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,583
ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον584
ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι. 585


τὸν δ' αὖτ' Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα·586
ἄνσχεο νῦν· πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι587
σεῖο ἄναξ Μενέλαε, σὺ δὲ πρότερος καὶ ἀρείων.588
οἶσθ' οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι·589
κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις. 590
τώ τοι ἐπιτλήτω κραδίη· ἵππον δέ τοι αὐτὸς591
δώσω, τὴν ἀρόμην. εἰ καί νύ κεν οἴκοθεν ἄλλο592
μεῖζον ἐπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι593
βουλοίμην ἢ σοί γε διοτρεφὲς ἤματα πάντα594
ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός. 595
ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς596
ἐν χείρεσσι τίθει Μενελάου· τοῖο δὲ θυμὸς597
ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση598
ληΐου ἀλδήσκοντος, ὅτε φρίσσουσιν ἄρουραι·599
ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη. 600
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·601
Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς602
χωόμενος, ἐπεὶ οὔ τι παρήορος οὐδ' ἀεσίφρων603
ἦσθα πάρος· νῦν αὖτε νόον νίκησε νεοίη.604
δεύτερον αὖτ' ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν. 605
οὐ γάρ κέν με τάχ' ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.606
ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας607
σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ' ἐμεῖο·608
τώ τοι λισσομένῳ ἐπιπείσομαι, ἠδὲ καὶ ἵππον609
δώσω ἐμήν περ ἐοῦσαν, ἵνα γνώωσι καὶ οἵδε 610
ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.611


ἦ ῥα, καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ612
ἵππον ἄγειν· ὃ δ' ἔπειτα λέβηθ' ἕλε παμφανόωντα.613
Μηριόνης δ' ἀνάειρε δύω χρυσοῖο τάλαντα614
τέτρατος, ὡς ἔλασεν. πέμπτον δ' ὑπελείπετ' ἄεθλον, 615
ἀμφίθετος φιάλη· τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς616
Ἀργείων ἀν' ἀγῶνα φέρων, καὶ ἔειπε παραστάς·617
τῆ νῦν, καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω618
Πατρόκλοιο τάφου μνῆμ' ἔμμεναι· οὐ γὰρ ἔτ' αὐτὸν619
ὄψῃ ἐν Ἀργείοισι· δίδωμι δέ τοι τόδ' ἄεθλον 620
αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι, οὐδὲ παλαίσεις,621
οὐδ' ἔτ' ἀκοντιστὺν ἐσδύσεαι, οὐδὲ πόδεσσι622
θεύσεαι· ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.623


ὣς εἰπὼν ἐν χερσὶ τίθει· ὃ δ' ἐδέξατο χαίρων,624
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· 625
ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες·626
οὐ γὰρ ἔτ' ἔμπεδα γυῖα φίλος πόδες, οὐδέ τι χεῖρες627
ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.628
εἴθ' ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη629
ὡς ὁπότε κρείοντ' Ἀμαρυγκέα θάπτον Ἐπειοὶ 630
Βουπρασίῳ, παῖδες δ' ἔθεσαν βασιλῆος ἄεθλα·631
ἔνθ' οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ', οὔτ' ἄρ' Ἐπειῶν632
οὔτ' αὐτῶν Πυλίων οὔτ' Αἰτωλῶν μεγαθύμων.633
πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,634
Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη· 635
Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,636
δουρὶ δ' ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.637
οἴοισίν μ' ἵπποισι παρήλασαν Ἀκτορίωνε638
πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,639
οὕνεκα δὴ τὰ μέγιστα παρ' αὐτόθι λείπετ' ἄεθλα. 640
οἳ δ' ἄρ' ἔσαν δίδυμοι· ὃ μὲν ἔμπεδον ἡνιόχευεν,641
ἔμπεδον ἡνιόχευ', ὃ δ' ἄρα μάστιγι κέλευεν.642
ὥς ποτ' ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων643
ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ644
πείθεσθαι, τότε δ' αὖτε μετέπρεπον ἡρώεσσιν. 645
ἀλλ' ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.646
τοῦτο δ' ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,647
ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,648
τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' Ἀχαιοῖς.649
σοὶ δὲ θεοὶ τῶνδ' ἀντὶ χάριν μενοεικέα δοῖεν. 650


ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθ' ὅμιλον Ἀχαιῶν651
ᾤχετ', ἐπεὶ πάντ' αἶνον ἐπέκλυε Νηλεΐδαο.652
αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα·653
ἡμίονον ταλαεργὸν ἄγων κατέδησ' ἐν ἀγῶνι654
ἑξέτε' ἀδμήτην, ἥ τ' ἀλγίστη δαμάσασθαι· 655
τῷ δ' ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.656
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·657
Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ658
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,659
πὺξ μάλ' ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κ' Ἀπόλλων 660
δώῃ καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,661
ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω·662
αὐτὰρ ὃ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.663


ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' ἀνὴρ ἠΰς τε μέγας τε664
εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, 665
ἅψατο δ' ἡμιόνου ταλαεργοῦ φώνησέν τε·666
ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον·667
ἡμίονον δ' οὔ φημί τιν' ἀξέμεν ἄλλον Ἀχαιῶν668
πυγμῇ νικήσαντ', ἐπεὶ εὔχομαι εἶναι ἄριστος.669
ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ' ἄρα πως ἦν 670
ἐν πάντεσσ' ἔργοισι δαήμονα φῶτα γενέσθαι.671
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·672
ἀντικρὺ χρόα τε ῥήξω σύν τ' ὀστέ' ἀράξω.673
κηδεμόνες δέ οἱ ἐνθάδ' ἀολλέες αὖθι μενόντων,674
οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. 675
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.676
Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς677
Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,678
ὅς ποτε Θήβας δ' ἦλθε δεδουπότος Οἰδιπόδαο679
ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας. 680
τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο681
θαρσύνων ἔπεσιν, μέγα δ' αὐτῷ βούλετο νίκην.682
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα683
δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.684
τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, 685
ἄντα δ' ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ' ἄμφω686
σύν ῥ' ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.687
δεινὸς δὲ χρόμαδος γενύων γένετ', ἔρρεε δ' ἱδρὼς688
πάντοθεν ἐκ μελέων· ἐπὶ δ' ὄρνυτο δῖος Ἐπειός,689
κόψε δὲ παπτήναντα παρήϊον· οὐδ' ἄρ' ἔτι δὴν 690
ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.691
ὡς δ' ὅθ' ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς692
θίν' ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν,693
ὣς πληγεὶς ἀνέπαλτ'· αὐτὰρ μεγάθυμος Ἐπειὸς694
χερσὶ λαβὼν ὤρθωσε· φίλοι δ' ἀμφέσταν ἑταῖροι, 695
οἵ μιν ἄγον δι' ἀγῶνος ἐφελκομένοισι πόδεσσιν696
αἷμα παχὺ πτύοντα κάρη βάλλονθ' ἑτέρωσε·697
κὰδ δ' ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,698
αὐτοὶ δ' οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.699


Πηλεΐδης δ' αἶψ' ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα 700
δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,701
τῷ μὲν νικήσαντι μέγαν τρίποδ' ἐμπυριβήτην,702
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί·703
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ' ἐς μέσσον ἔθηκε,704
πολλὰ δ' ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον. 705
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·706
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.707
ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας,708
ἂν δ' Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.709
ζωσαμένω δ' ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα, 710
ἀγκὰς δ' ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν711
ὡς ὅτ' ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων712
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.713
τετρίγει δ' ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν714
ἑλκόμενα στερεῶς· κατὰ δὲ νότιος ῥέεν ἱδρώς, 715
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους716
αἵματι φοινικόεσσαι ἀνέδραμον· οἳ δὲ μάλ' αἰεὶ717
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο·718
οὔτ' Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,719
οὔτ' Αἴας δύνατο, κρατερὴ δ' ἔχεν ἲς Ὀδυσῆος. 720
ἀλλ' ὅτε δή ῥ' ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,721
δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας·722
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ723
ἤ μ' ἀνάειρ', ἢ ἐγὼ σέ· τὰ δ' αὖ Διὶ πάντα μελήσει.724


ὣς εἰπὼν ἀνάειρε· δόλου δ' οὐ λήθετ' Ὀδυσσεύς· 725
κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα,726
κὰδ δ' ἔβαλ' ἐξοπίσω· ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς727
κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.728
δεύτερος αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,729
κίνησεν δ' ἄρα τυτθὸν ἀπὸ χθονός, οὐδ' ἔτ' ἄειρεν, 730
ἐν δὲ γόνυ γνάμψεν· ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω731
πλησίοι ἀλλήλοισι, μιάνθησαν δὲ κονίῃ.732
καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ' ἐπάλαιον,733
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε·734
μηκέτ' ἐρείδεσθον, μὴ δὲ τρίβεσθε κακοῖσι· 735
νίκη δ' ἀμφοτέροισιν· ἀέθλια δ' ἶσ' ἀνελόντες736
ἔρχεσθ', ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.737


ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,738
καί ῥ' ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.739


Πηλεΐδης δ' αἶψ' ἄλλα τίθει ταχυτῆτος ἄεθλα 740
ἀργύρεον κρητῆρα τετυγμένον· ἓξ δ' ἄρα μέτρα741
χάνδανεν, αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ' αἶαν742
πολλόν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,743
Φοίνικες δ' ἄγον ἄνδρες ἐπ' ἠεροειδέα πόντον,744
στῆσαν δ' ἐν λιμένεσσι, Θόαντι δὲ δῶρον ἔδωκαν· 745
υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε746
Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.747
καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,748
ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο·749
δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, 750
ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ' ἔθηκε.751
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·752
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.753
ὣς ἔφατ', ὄρνυτο δ' αὐτίκ' Ὀϊλῆος ταχὺς Αἴας,754
ἂν δ' Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς 755
Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.756
στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματ' Ἀχιλλεύς.757
τοῖσι δ' ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δ' ἔπειτα758
ἔκφερ' Ὀϊλιάδης· ἐπὶ δ' ὄρνυτο δῖος Ὀδυσσεὺς759
ἄγχι μάλ', ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο 760
στήθεός ἐστι κανών, ὅν τ' εὖ μάλα χερσὶ τανύσσῃ761
πηνίον ἐξέλκουσα παρὲκ μίτον, ἀγχόθι δ' ἴσχει762
στήθεος· ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν763
ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι·764
κὰδ δ' ἄρα οἱ κεφαλῆς χέ' ἀϋτμένα δῖος Ὀδυσσεὺς 765
αἰεὶ ῥίμφα θέων· ἴαχον δ' ἐπὶ πάντες Ἀχαιοὶ766
νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.767
ἀλλ' ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ' Ὀδυσσεὺς768
εὔχετ' Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν·769
κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. 770
ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη,771
γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.772
ἀλλ' ὅτε δὴ τάχ' ἔμελλον ἐπαΐξασθαι ἄεθλον,773
ἔνθ' Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,774
τῇ ῥα βοῶν κέχυτ' ὄνθος ἀποκταμένων ἐριμύκων, 775
οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς·776
ἐν δ' ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε·777
κρητῆρ' αὖτ' ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,778
ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.779
στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο 780
ὄνθον ἀποπτύων, μετὰ δ' Ἀργείοισιν ἔειπεν·781
ὢ πόποι ἦ μ' ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ782
μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ' ἐπαρήγει.783


ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπ' αὐτῷ ἡδὺ γέλασσαν.784
Ἀντίλοχος δ' ἄρα δὴ λοισθήϊον ἔκφερ' ἄεθλον 785
μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·786
εἰδόσιν ὔμμ' ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν787
ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.788
Αἴας μὲν γὰρ ἐμεῖ' ὀλίγον προγενέστερός ἐστιν,789
οὗτος δὲ προτέρης γενεῆς προτέρων τ' ἀνθρώπων· 790
ὠμογέροντα δέ μίν φασ' ἔμμεναι· ἀργαλέον δὲ791
ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.792


ὣς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.793
τὸν δ' Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν·794
Ἀντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος, 795
ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.796


ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δ' ἐδέξατο χαίρων.797
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος798
θῆκ' ἐς ἀγῶνα φέρων, κατὰ δ' ἀσπίδα καὶ τρυφάλειαν799
τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος ἀπηύρα. 800
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν·801
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω,802
τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε803
ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.804
ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν, 805
ψαύσῃ δ' ἐνδίνων διά τ' ἔντεα καὶ μέλαν αἷμα,806
τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον807
καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων·808
τεύχεα δ' ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων·809
καί σφιν δαῖτ' ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν. 810


ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μέγας Τελαμώνιος Αἴας,811
ἂν δ' ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.812
οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,813
ἐς μέσον ἀμφοτέρω συνίτην μεμαῶτε μάχεσθαι814
δεινὸν δερκομένω· θάμβος δ' ἔχε πάντας Ἀχαιούς. 815
ἀλλ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες,816
τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὁρμήθησαν.817
ἔνθ' Αἴας μὲν ἔπειτα κατ' ἀσπίδα πάντοσ' ἐΐσην818
νύξ', οὐδὲ χρό' ἵκανεν· ἔρυτο γὰρ ἔνδοθι θώρηξ·819
Τυδεΐδης δ' ἄρ' ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο 820
αἰὲν ἐπ' αὐχένι κῦρε φαεινοῦ δουρὸς ἀκωκῇ.821
καὶ τότε δή ῥ' Αἴαντι περιδείσαντες Ἀχαιοὶ822
παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσ' ἀνελέσθαι.823
αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως824
σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. 825


αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον826
ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος·827
ἀλλ' ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,828
τὸν δ' ἄγετ' ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.829
στῆ δ' ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· 830
ὄρνυσθ' οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.831
εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί,832
ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς833
χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου834
ποιμὴν οὐδ' ἀροτὴρ εἶσ' ἐς πόλιν, ἀλλὰ παρέξει. 835
ὣς ἔφατ', ὦρτο δ' ἔπειτα μενεπτόλεμος Πολυποίτης,836
ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο,837
ἂν δ' Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός.838
ἑξείης δ' ἵσταντο, σόλον δ' ἕλε δῖος Ἐπειός,839
ἧκε δὲ δινήσας· γέλασαν δ' ἐπὶ πάντες Ἀχαιοί. 840
δεύτερος αὖτ' ἀφέηκε Λεοντεὺς ὄζος Ἄρηος·841
τὸ τρίτον αὖτ' ἔρριψε μέγας Τελαμώνιος Αἴας842
χειρὸς ἄπο στιβαρῆς, καὶ ὑπέρβαλε σήματα πάντων.843
ἀλλ' ὅτε δὴ σόλον εἷλε μενεπτόλεμος Πολυποίτης,844
ὅσσόν τίς τ' ἔρριψε καλαύροπα βουκόλος ἀνήρ, 845
ἣ δέ θ' ἑλισσομένη πέτεται διὰ βοῦς ἀγελαίας,846
τόσσον παντὸς ἀγῶνος ὑπέρβαλε· τοὶ δὲ βόησαν.847
ἀνστάντες δ' ἕταροι Πολυποίταο κρατεροῖο848
νῆας ἔπι γλαφυρὰς ἔφερον βασιλῆος ἄεθλον.849


αὐτὰρ ὃ τοξευτῇσι τίθει ἰόεντα σίδηρον, 850
κὰδ δ' ἐτίθει δέκα μὲν πελέκεας, δέκα δ' ἡμιπέλεκκα,851
ἱστὸν δ' ἔστησεν νηὸς κυανοπρῴροιο852
τηλοῦ ἐπὶ ψαμάθοις, ἐκ δὲ τρήρωνα πέλειαν853
λεπτῇ μηρίνθῳ δῆσεν ποδός, ἧς ἄρ' ἀνώγει854
τοξεύειν· ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν, 855
πάντας ἀειράμενος πελέκεας οἶκον δὲ φερέσθω·856
ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών,857
ἥσσων γὰρ δὴ κεῖνος, ὃ δ' οἴσεται ἡμιπέλεκκα.858


ὣς ἔφατ', ὦρτο δ' ἔπειτα βίη Τεύκροιο ἄνακτος,859
ἂν δ' ἄρα Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος. 860
κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,861
Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν· αὐτίκα δ' ἰὸν862
ἧκεν ἐπικρατέως, οὐδ' ἠπείλησεν ἄνακτι863
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.864
ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γ' Ἀπόλλων· 865
αὐτὰρ ὃ μήρινθον (Perseus: βάλε πὰρ πόδα, τῇ δέδετ' ὄρνις·)(Gaza: τάμε πικρὸς ὀϊστός.)866
ἀντικρὺ δ' ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. (La Gaza, lispește).867
ἣ μὲν ἔπειτ' ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη868
μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί.869
σπερχόμενος δ' ἄρα Μηριόνης ἐξείρυσε χειρὸς 870
τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν.871
αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι872
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην.873
ὕψι δ' ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν·874
τῇ ῥ' ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, 875
ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ876
πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις877
ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο878
αὐχέν' ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν.879
ὠκὺς δ' ἐκ μελέων θυμὸς πτάτο, τῆλε δ' ἀπ' αὐτοῦ 880
κάππεσε· λαοὶ δ' αὖ θηεῦντό τε θάμβησάν τε.881
ἂν δ' ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε,882
Τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.883


αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος,884
κὰδ δὲ λέβητ' ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα 885
θῆκ' ἐς ἀγῶνα φέρων· καί ῥ' ἥμονες ἄνδρες ἀνέσταν·886
ἂν μὲν ἄρ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,887
ἂν δ' ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος.888
τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς·889
Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων 890
ἠδ' ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος·891
ἀλλὰ σὺ μὲν τόδ' ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας892
ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν,893
εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε.894


ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 895
δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γ' ἥρως896
Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.897