οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο | 001 | |
χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη | 002 | |
νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι | 003 | |
δειδέχατ' ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· | 004 | |
αὐτίκ' ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην | 005 | |
κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· | 006 | |
δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων | 007 | |
Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. | 008 | |
ἀλλ' ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι | 009 | |
τέρπεσθον· τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη | 010 | |
αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· | 011 | |
καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. | 012 | |
ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· | 013 | |
ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα, | 014 | |
ἤ ῥ' αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν | 015 | |
ὄρσομεν, ἦ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν. | 016 | |
εἰ δ' αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, | 017 | |
ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, | 018 | |
αὖτις δ' Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο. | 019 | |
ὣς ἔφαθ', αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· | 020 | |
πλησίαι αἵ γ' ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. | 021 | |
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε | 022 | |
σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· | 023 | |
Ἥρῃ δ' οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· | 024 | |
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· | 025 | |
πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον, | 026 | |
ἱδρῶ θ' ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι | 027 | |
λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. | 028 | |
ἕρδ'· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. | 029 | |
τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· | 030 | |
δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες | 031 | |
τόσσα κακὰ ῥέζουσιν, ὅ τ' ἀσπερχὲς μενεαίνεις | 032 | |
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; | 033 | |
εἰ δὲ σύ γ' εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ | 034 | |
ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας | 035 | |
ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. | 036 | |
ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω | 037 | |
σοὶ καὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται. | 038 | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 039 | |
ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι | 040 | |
τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, | 041 | |
μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι· | 042 | |
καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ· | 043 | |
αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι | 044 | |
ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, | 045 | |
τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ | 046 | |
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. | 047 | |
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης | 048 | |
λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. | 049 | |
τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· | 050 | |
ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες | 051 | |
Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· | 052 | |
τὰς διαπέρσαι ὅτ' ἄν τοι ἀπέχθωνται περὶ κῆρι· | 053 | |
τάων οὔ τοι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω. | 054 | |
εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, | 055 | |
οὐκ ἀνύω φθονέουσ' ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. | 056 | |
ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· | 057 | |
καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, | 058 | |
καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, | 059 | |
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις | 060 | |
κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις. | 061 | |
ἀλλ' ἤτοι μὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι, | 062 | |
σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί· ἐπὶ δ' ἕψονται θεοὶ ἄλλοι | 063 | |
ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι | 064 | |
ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, | 065 | |
πειρᾶν δ' ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς | 066 | |
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. | 067 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· | 068 | |
αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· | 069 | |
αἶψα μάλ' ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, | 070 | |
πειρᾶν δ' ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς | 071 | |
ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. | 072 | |
ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, | 073 | |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα. | 074 | |
οἷον δ' ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω | 075 | |
ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν | 076 | |
λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· | 077 | |
τῷ ἐϊκυῖ' ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, | 078 | |
κὰδ δ' ἔθορ' ἐς μέσσον· θάμβος δ' ἔχεν εἰσορόωντας | 079 | |
Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· | 080 | |
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· | 081 | |
ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ | 082 | |
ἔσσεται, ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησι | 083 | |
Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. | 084 | |
ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. | 085 | |
ἣ δ' ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθ' ὅμιλον | 086 | |
Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, | 087 | |
Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. | 088 | |
εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε | 089 | |
ἑσταότ'· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων | 090 | |
λαῶν, οἵ οἱ ἕποντο ἀπ' Αἰσήποιο ῥοάων· | 091 | |
ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· | 092 | |
ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. | 093 | |
τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, | 094 | |
πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, | 095 | |
ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆι. | 096 | |
τοῦ κεν δὴ πάμπρωτα παρ' ἀγλαὰ δῶρα φέροιο, | 097 | |
αἴ κεν ἴδῃ Μενέλαον ἀρήιον Ἀτρέος υἱὸν | 098 | |
σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς. | 099 | |
ἀλλ' ἄγ' ὀΐστευσον Μενελάου κυδαλίμοιο, | 100 | |
εὔχεο δ' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ | 101 | |
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην | 102 | |
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. | 103 | |
ὣς φάτ' Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· | 104 | |
αὐτίκ' ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς | 105 | |
ἀγρίου, ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας | 106 | |
πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι | 107 | |
βεβλήκει πρὸς στῆθος· ὃ δ' ὕπτιος ἔμπεσε πέτρῃ. | 108 | |
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· | 109 | |
καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, | 110 | |
πᾶν δ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. | 111 | |
καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ | 112 | |
ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι | 113 | |
μὴ πρὶν ἀναΐξειαν ἀρήιοι υἷες Ἀχαιῶν | 114 | |
πρὶν βλῆσθαι Μενέλαον ἀρήιον Ἀτρέος υἱόν. | 115 | |
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν | 116 | |
ἀβλῆτα πτερόεντα μελαινέων ἕρμ' ὀδυνάων· | 117 | |
αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, | 118 | |
εὔχετο δ' Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ | 119 | |
ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην | 120 | |
οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. | 121 | |
ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· | 122 | |
νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. | 123 | |
αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, | 124 | |
λίγξε βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς | 125 | |
ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαι μενεαίνων. | 126 | |
οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο | 127 | |
ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, | 128 | |
ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. | 129 | |
ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ | 130 | |
παιδὸς ἐέργῃ μυῖαν ὅθ' ἡδέϊ λέξεται ὕπνῳ, | 131 | |
αὐτὴ δ' αὖτ' ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες | 132 | |
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. | 133 | |
ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· | 134 | |
διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, | 135 | |
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο | 136 | |
μίτρης θ', ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, | 137 | |
ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. | 138 | |
ἀκρότατον δ' ἄρ' ὀϊστὸς ἐπέγραψε χρόα φωτός· | 139 | |
αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. | 140 | |
ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ | 141 | |
Μῃονὶς ἠὲ Κάειρα παρήιον ἔμμεναι ἵππων· | 142 | |
κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο | 143 | |
ἱππῆες φορέειν· βασιλῆι δὲ κεῖται ἄγαλμα, | 144 | |
ἀμφότερον κόσμός θ' ἵππῳ ἐλατῆρί τε κῦδος· | 145 | |
τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ | 146 | |
εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλ' ὑπένερθε. | 147 | |
ῥίγησεν δ' ἄρ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 148 | |
ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· | 149 | |
ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. | 150 | |
ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας | 151 | |
ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. | 152 | |
τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων | 153 | |
χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δ' ἑταῖροι· | 154 | |
φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκι' ἔταμνον | 155 | |
οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, | 156 | |
ὥς σ' ἔβαλον Τρῶες, κατὰ δ' ὅρκια πιστὰ πάτησαν. | 157 | |
οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν | 158 | |
σπονδαί τ' ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν. | 159 | |
εἴ περ γάρ τε καὶ αὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν, | 160 | |
ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν | 161 | |
σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. | 162 | |
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· | 163 | |
ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ | 164 | |
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, | 165 | |
Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων | 166 | |
αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι | 167 | |
τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· | 168 | |
ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε | 169 | |
αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. | 170 | |
καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· | 171 | |
αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· | 172 | |
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν | 173 | |
Ἀργείην Ἑλένην· σέο δ' ὀστέα πύσει ἄρουρα | 174 | |
κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. | 175 | |
καί κέ τις ὧδ' ἐρέει Τρώων ὑπερηνορεόντων | 176 | |
τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· | 177 | |
αἴθ' οὕτως ἐπὶ πᾶσι χόλον τελέσει' Ἀγαμέμνων, | 178 | |
ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδ' Ἀχαιῶν, | 179 | |
καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν | 180 | |
σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. | 181 | |
ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών. | 182 | |
τὸν δ' ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· | 183 | |
θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· | 184 | |
οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν | 185 | |
εἰρύσατο ζωστήρ τε παναίολος ἠδ' ὑπένερθε | 186 | |
ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. | 187 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 188 | |
αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· | 189 | |
ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται ἠδ' ἐπιθήσει | 190 | |
φάρμαχ' ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. | 191 | |
ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· | 192 | |
Ταλθύβι' ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον | 193 | |
φῶτ' Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, | 194 | |
ὄφρα ἴδῃ Μενέλαον ἀρήιον Ἀτρέος υἱόν, | 195 | |
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς | 196 | |
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. | 197 | |
ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, | 198 | |
βῆ δ' ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων | 199 | |
παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν | 200 | |
ἑσταότ'· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων | 201 | |
λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. | 202 | |
ἀγχοῦ δ' ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· | 203 | |
ὄρσ' Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, | 204 | |
ὄφρα ἴδῃς Μενέλαον ἀρήιον ἀρχὸν Ἀχαιῶν, | 205 | |
ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς | 206 | |
Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. | 207 | |
ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· | 208 | |
βὰν δ' ἰέναι καθ' ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. | 209 | |
ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι ξανθὸς Μενέλαος | 210 | |
βλήμενος ἦν, περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι | 211 | |
κυκλόσ', ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, | 212 | |
αὐτίκα δ' ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· | 213 | |
τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. | 214 | |
λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδ' ὑπένερθε | 215 | |
ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. | 216 | |
αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθ' ἔμπεσε πικρὸς ὀϊστός, | 217 | |
αἷμ' ἐκμυζήσας ἐπ' ἄρ' ἤπια φάρμακα εἰδὼς | 218 | |
πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. | 219 | |
ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, | 220 | |
τόφρα δ' ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· | 221 | |
οἳ δ' αὖτις κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης. | 222 | |
ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον | 223 | |
οὐδὲ καταπτώσσοντ' οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, | 224 | |
ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. | 225 | |
ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· | 226 | |
καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας | 227 | |
Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· | 228 | |
τῷ μάλα πόλλ' ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν | 229 | |
γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· | 230 | |
αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν· | 231 | |
καί ῥ' οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, | 232 | |
τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· | 233 | |
Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· | 234 | |
οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός, | 235 | |
ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο | 236 | |
τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, | 237 | |
ἡμεῖς αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα | 238 | |
ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. | 239 | |
οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, | 240 | |
τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· | 241 | |
Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; | 242 | |
τίφθ' οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, | 243 | |
αἵ τ' ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι | 244 | |
ἑστᾶσ', οὐδ' ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· | 245 | |
ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. | 246 | |
ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες | 247 | |
εἰρύατ' εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, | 248 | |
ὄφρα ἴδητ' αἴ κ' ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; | 249 | |
ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· | 250 | |
ἦλθε δ' ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. | 251 | |
οἳ δ' ἀμφ' Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· | 252 | |
Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, | 253 | |
Μηριόνης δ' ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. | 254 | |
τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 255 | |
αὐτίκα δ' Ἰδομενῆα προσηύδα μειλιχίοισιν· | 256 | |
Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων | 257 | |
ἠμὲν ἐνὶ πτολέμῳ ἠδ' ἀλλοίῳ ἐπὶ ἔργῳ | 258 | |
ἠδ' ἐν δαίθ', ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον | 259 | |
Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. | 260 | |
εἴ περ γάρ τ' ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ | 261 | |
δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ | 262 | |
ἕστηχ', ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. | 263 | |
ἀλλ' ὄρσευ πόλεμον δ' οἷος πάρος εὔχεαι εἶναι. | 264 | |
τὸν δ' αὖτ' Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· | 265 | |
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος | 266 | |
ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· | 267 | |
ἀλλ' ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς | 268 | |
ὄφρα τάχιστα μαχώμεθ', ἐπεὶ σύν γ' ὅρκι' ἔχευαν | 269 | |
Τρῶες· τοῖσιν δ' αὖ θάνατος καὶ κήδε' ὀπίσσω | 270 | |
ἔσσετ' ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο. | 271 | |
ὣς ἔφατ', Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· | 272 | |
ἦλθε δ' ἐπ' Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· | 273 | |
τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. | 274 | |
ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ | 275 | |
ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· | 276 | |
τῷ δέ τ' ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα | 277 | |
φαίνετ' ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, | 278 | |
ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· | 279 | |
τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν | 280 | |
δήιον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες | 281 | |
κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. | 282 | |
καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, | 283 | |
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 284 | |
Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων, | 285 | |
σφῶι μέν· οὐ γὰρ ἔοικ' ὀτρυνέμεν· οὔ τι κελεύω· | 286 | |
αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. | 287 | |
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον | 288 | |
τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· | 289 | |
τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος | 290 | |
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. | 291 | |
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ' ἄλλους· | 292 | |
ἔνθ' ὅ γε Νέστορ' ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν | 293 | |
οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι | 294 | |
ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε | 295 | |
Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· | 296 | |
ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, | 297 | |
πεζοὺς δ' ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς | 298 | |
ἕρκος ἔμεν πολέμοιο· κακοὺς δ' ἐς μέσσον ἔλασσεν, | 299 | |
ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. | 300 | |
ἱππεῦσιν μὲν πρῶτ' ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει | 301 | |
σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ· | 302 | |
μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς | 303 | |
οἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, | 304 | |
μηδ' ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. | 305 | |
ὃς δέ κ' ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερ' ἅρμαθ' ἵκηται | 306 | |
ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. | 307 | |
ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχε' ἐπόρθεον | 308 | |
τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. | 309 | |
ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· | 310 | |
καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, | 311 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 312 | |
ὦ γέρον εἴθ' ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν | 313 | |
ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· | 314 | |
ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις | 315 | |
ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. | 316 | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 317 | |
Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς | 318 | |
ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. | 319 | |
ἀλλ' οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· | 320 | |
εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει. | 321 | |
ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω | 322 | |
βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων. | 323 | |
αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο | 324 | |
ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. | 325 | |
ὣς ἔφατ', Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. | 326 | |
εὗρ' υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον | 327 | |
ἑσταότ'· ἀμφὶ δ' Ἀθηναῖοι μήστωρες ἀϋτῆς· | 328 | |
αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, | 329 | |
πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ | 330 | |
ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, | 331 | |
ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες | 332 | |
Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες | 333 | |
ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν | 334 | |
Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. | 335 | |
τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 336 | |
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 337 | |
ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, | 338 | |
καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον | 339 | |
τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλους; | 340 | |
σφῶιν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας | 341 | |
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι· | 342 | |
πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, | 343 | |
ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. | 344 | |
ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα | 345 | |
οἴνου πινέμεναι μελιηδέος ὄφρ' ἐθέλητον· | 346 | |
νῦν δὲ φίλως χ' ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν | 347 | |
ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. | 348 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· | 349 | |
Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; | 350 | |
πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότ' Ἀχαιοὶ | 351 | |
Τρωσὶν ἐφ' ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; | 352 | |
ὄψεαι αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ | 353 | |
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα | 354 | |
Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις. | 355 | |
τὸν δ' ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων | 356 | |
ὡς γνῶ χωομένοιο· πάλιν δ' ὅ γε λάζετο μῦθον· | 357 | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 358 | |
οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω· | 359 | |
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν | 360 | |
ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ' ἐγώ περ. | 361 | |
ἀλλ' ἴθι ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθ' εἴ τι κακὸν νῦν | 362 | |
εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. | 363 | |
ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ' ἄλλους. | 364 | |
εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα | 365 | |
ἑσταότ' ἔν θ' ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· | 366 | |
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήιος υἱός. | 367 | |
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, | 368 | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 369 | |
ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο | 370 | |
τί πτώσσεις, τί δ' ὀπιπεύεις πολέμοιο γεφύρας; | 371 | |
οὐ μὲν Τυδέϊ γ' ὧδε φίλον πτωσκαζέμεν ἦεν, | 372 | |
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, | 373 | |
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε | 374 | |
ἤντησ' οὐδὲ ἴδον· περὶ δ' ἄλλων φασὶ γενέσθαι. | 375 | |
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας | 376 | |
ξεῖνος ἅμ' ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων· | 377 | |
οἳ δὲ τότ' ἐστρατόωνθ' ἱερὰ πρὸς τείχεα Θήβης, | 378 | |
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· | 379 | |
οἳ δ' ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· | 380 | |
ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. | 381 | |
οἳ δ' ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, | 382 | |
Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον λεχεποίην, | 383 | |
ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. | 384 | |
αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας | 385 | |
δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. | 386 | |
ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς | 387 | |
τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, | 388 | |
ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο, πάντα δ' ἐνίκα | 389 | |
ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. | 390 | |
οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων | 391 | |
ἂψ ἄρ' ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες | 392 | |
κούρους πεντήκοντα· δύω δ' ἡγήτορες ἦσαν, | 393 | |
Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, | 394 | |
υἱός τ' Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. | 395 | |
Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε· | 396 | |
πάντας ἔπεφν', ἕνα δ' οἶον ἵει οἶκον δὲ νέεσθαι· | 397 | |
Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. | 398 | |
τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν | 399 | |
γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω. | 400 | |
ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κρατερὸς Διομήδης | 401 | |
αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· | 402 | |
τὸν δ' υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· | 403 | |
Ἀτρεΐδη μὴ ψεύδε' ἐπιστάμενος σάφα εἰπεῖν· | 404 | |
ἡμεῖς τοι πατέρων μέγ' ἀμείνονες εὐχόμεθ' εἶναι· | 405 | |
ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο | 406 | |
παυρότερον λαὸν ἀγαγόνθ' ὑπὸ τεῖχος ἄρειον, | 407 | |
πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· | 408 | |
κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· | 409 | |
τὼ μή μοι πατέρας ποθ' ὁμοίῃ ἔνθεο τιμῇ. | 410 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· | 411 | |
τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ· | 412 | |
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν | 413 | |
ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς· | 414 | |
τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται εἴ κεν Ἀχαιοὶ | 415 | |
Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, | 416 | |
τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. | 417 | |
ἀλλ' ἄγε δὴ καὶ νῶι μεδώμεθα θούριδος ἀλκῆς. | 418 | |
ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· | 419 | |
δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος | 420 | |
ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν. | 421 | |
ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης | 422 | |
ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· | 423 | |
πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα | 424 | |
χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας | 425 | |
κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ' ἁλὸς ἄχνην· | 426 | |
ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες | 427 | |
νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος | 428 | |
ἡγεμόνων· οἳ δ' ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης | 429 | |
τόσσον λαὸν ἕπεσθαι ἔχοντ' ἐν στήθεσιν αὐδήν, | 430 | |
σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι | 431 | |
τεύχεα ποικίλ' ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. | 432 | |
Τρῶες δ', ὥς τ' ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ | 433 | |
μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν | 434 | |
ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, | 435 | |
ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· | 436 | |
οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ' ἴα γῆρυς, | 437 | |
ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες. | 438 | |
ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη | 439 | |
Δεῖμός τ' ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, | 440 | |
Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, | 441 | |
ἥ τ' ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα | 442 | |
οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· | 443 | |
ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ | 444 | |
ἐρχομένη καθ' ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. | 445 | |
οἳ δ' ὅτε δή ῥ' ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, | 446 | |
σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν | 447 | |
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι | 448 | |
ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. | 449 | |
ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν | 450 | |
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ' αἵματι γαῖα. | 451 | |
ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες | 452 | |
ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ | 453 | |
κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, | 454 | |
τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· | 455 | |
ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. | 456 | |
πρῶτος δ' Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν | 457 | |
ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· | 458 | |
τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, | 459 | |
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω | 460 | |
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, | 461 | |
ἤριπε δ' ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. | 462 | |
τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ | 463 | |
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, | 464 | |
ἕλκε δ' ὑπ' ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα | 465 | |
τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθ' ὁρμή. | 466 | |
νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ | 467 | |
πλευρά, τά οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη, | 468 | |
οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. | 469 | |
ὣς τὸν μὲν λίπε θυμός, ἐπ' αὐτῷ δ' ἔργον ἐτύχθη | 470 | |
ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς | 471 | |
ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν. | 472 | |
ἔνθ' ἔβαλ' Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας | 473 | |
ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ | 474 | |
Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσιν Σιμόεντος | 475 | |
γείνατ', ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλα ἰδέσθαι· | 476 | |
τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι | 477 | |
θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν | 478 | |
ἔπλεθ' ὑπ' Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. | 479 | |
πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν | 480 | |
δεξιόν· ἀντικρὺ δὲ δι' ὤμου χάλκεον ἔγχος | 481 | |
ἦλθεν· ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς | 482 | |
ἥ ῥά τ' ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει | 483 | |
λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασι· | 484 | |
τὴν μέν θ' ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ | 485 | |
ἐξέταμ', ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· | 486 | |
ἣ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας. | 487 | |
τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν | 488 | |
Αἴας διογενής· τοῦ δ' Ἄντιφος αἰολοθώρηξ | 489 | |
Πριαμίδης καθ' ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. | 490 | |
τοῦ μὲν ἅμαρθ', ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον | 491 | |
βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσ' ἐρύοντα· | 492 | |
ἤριπε δ' ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. | 493 | |
τοῦ δ' Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, | 494 | |
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, | 495 | |
στῆ δὲ μάλ' ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ | 496 | |
ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο | 497 | |
ἀνδρὸς ἀκοντίσσαντος· ὃ δ' οὐχ ἅλιον βέλος ἧκεν, | 498 | |
ἀλλ' υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα | 499 | |
ὅς οἱ Ἀβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων. | 500 | |
τόν ῥ' Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ | 501 | |
κόρσην· ἣ δ' ἑτέροιο διὰ κροτάφοιο πέρησεν | 502 | |
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, | 503 | |
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. | 504 | |
χώρησαν δ' ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· | 505 | |
Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, | 506 | |
ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δ' Ἀπόλλων | 507 | |
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετ' ἀΰσας· | 508 | |
ὄρνυσθ' ἱππόδαμοι Τρῶες μηδ' εἴκετε χάρμης | 509 | |
Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος | 510 | |
χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· | 511 | |
οὐ μὰν οὐδ' Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο | 512 | |
μάρναται, ἀλλ' ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. | 513 | |
ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς | 514 | |
ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια | 515 | |
ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. | 516 | |
ἔνθ' Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· | 517 | |
χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι | 518 | |
κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν | 519 | |
Πείρως Ἰμβρασίδης ὃς ἄρ' Αἰνόθεν εἰληλούθει. | 520 | |
ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς | 521 | |
ἄχρις ἀπηλοίησεν· ὃ δ' ὕπτιος ἐν κονίῃσι | 522 | |
κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας | 523 | |
θυμὸν ἀποπνείων· ὃ δ' ἐπέδραμεν ὅς ῥ' ἔβαλέν περ | 524 | |
Πείροος, οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν· ἐκ δ' ἄρα πᾶσαι | 525 | |
χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε. | 526 | |
τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ | 527 | |
στέρνον ὑπὲρ μαζοῖο, πάγη δ' ἐν πνεύμονι χαλκός· | 528 | |
ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δ' ὄβριμον ἔγχος | 529 | |
ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, | 530 | |
τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δ' αἴνυτο θυμόν. | 531 | |
τεύχεα δ' οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι | 532 | |
Θρήικες ἀκρόκομοι δολίχ' ἔγχεα χερσὶν ἔχοντες, | 533 | |
οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν | 534 | |
ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. | 535 | |
ὣς τώ γ' ἐν κονίῃσι παρ' ἀλλήλοισι τετάσθην, | 536 | |
ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δ' Ἐπειῶν χαλκοχιτώνων | 537 | |
ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. | 538 | |
ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, | 539 | |
ὅς τις ἔτ' ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ | 540 | |
δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη | 541 | |
χειρὸς ἑλοῦσ', αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν· | 542 | |
πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ | 543 | |
πρηνέες ἐν κονίῃσι παρ' ἀλλήλοισι τέταντο. | 544 | |