Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
| μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος | 001 |
| τὴν ὀργὴν εἰπὲ ἡμῖν ὦ Θεὰ τοῦ υἱοῦ τοῦ Πηλέως τοῦ Ἀχιλλέως, | |
| οὐλομένην, ἣ μυρί᾽ Ἀχαιοῖς ἄλγε᾽ ἔθηκε, | 002 |
| τὴν ὀλεθρίαν, ἥτις πολλὰ τοῖς Ἕλλησιν ἀνιαρὰ ἐξειργάσατο, | |
| πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄιδι προΐαψεν | 003 |
| καὶ πολλὰς ἰσχυρὰς ψυχὰς τῷ ᾅδῃ βλάψασα ἔπεμψεν | |
| ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν | 004 |
| ἀνδρῶν ἡμιθέων, τὰ σώματα δ’ ἀυτῶν σπαράγματα κατεσκεύασε τοῖς κυσί, | |
| οἰωνοῖσί τε πᾶσι, Διὸς δ᾽ ἐτελείετο βουλή, | 005 |
| καὶ τοῖς ὀρνέοις ἅπασι· τοῦ Διὸς δὲ ἐπληροῦτο ἡ βουλή· | |
| ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε | 006 |
| ἀφ΄ οὗ δὴ τὴν ἀρχὴν διεχωρίσθησαν φιλονεικήσαντες | |
| Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. | 007 |
| ὅ τε υἱὸς τοῦ Ἀτρέως ὁ βασιλεὺς τῶν λαῶν, καὶ ὁ ἔνδοξος Ἀχιλλεύς· | |
| τίς τ᾽ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; | 008 |
| καὶ πρὸς τούτοις εἰπέ, τίς δὲ αὐτοὺς τῶν θεῶν φιλονεικίᾳ συνέβαλεν ὥστε μάχεσθαι; | |
| Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς | 009 |
| ὁ τῆς Λητοῦς καὶ τοῦ Διὸς παῖς Ἀπόλλων· οὗτος γὰρ τῷ βασιλεῖ ὀργισθεὶς | |
| νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, | 010 |
| νόσον κατὰ τὸ στρατόπεδον διήγειρε βαρεῖαν· ἐφθείροντο δὲ οἱ ὄχλοι, | |
| οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα | 011 |
| διότι τὸν Χρύσην τὸν ἱερέα ἀτίμως ἀπέπεμψεν | |
| Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν | 012 |
| ὁ Ἀγαμέμνων· οὗτος γὰρ παρεγένετο ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων | |
| λυσόμενός τε θύγατρα φέρων τ᾽ ἀπερείσι᾽ ἄποινα, | 013 |
| λυτρωσόμενός τε τὴν θυγατέρα, καὶ κομίζων πλεῖστα δῶρα τῷ πλήθει, | |
| στέμματ᾽ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος | 014 |
| καὶ τὸ στέμμα κατέχων ἐν ταῖς χερσὶ τοῦ πόρρωθεν τοξεύοντος Ἀπόλλωνος | |
| χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, | 015 |
| ἐπὶ τῇ τιμίᾳ ῥάβδῳ, καὶ ἱκέτευε πάντας τοὺς Ἀχαιούς, | |
| Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· | 016 |
| τοὺς υἱοὺς δὲ τοῦ Ἀτρέως ἐξαιρέτως, τοὺς (δύο) βασιλεῖς τῶν ὄχλων, λέγων· | |
| "Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐυκνήμιδες Ἀχαιοί, | 017 |
| ὦ υἱοὶ τοῦ Ἀτρέως, καὶ λοιποὶ εὔοπλοι Ἕλληνες, | |
| ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ' ἔχοντες | 018 |
| ὑμῖν μὲν εἴθε παράσχοιεν οἱ θεοὶ οἱ τὰ οὐράνια οἰκήματα οἰκοῦντες, | |
| ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ' οἴκαδ' ἱκέσθαι· | 019 |
| ἐκπορθῆσαι μὲν τὴν τοῦ Πριάμου πόλιν, καλῶς δὲ εἰς τῆν οἰκείαν ἐπανελθεῖν· | |
| παῖδα δ' ἐμοὶ λῦσαί τε φίλην, τὰ τ' ἄποινα δέχεσθαι | 020 |
| ἐμοὶ δ’ ἀπολύσατε τὴν προσφιλῆ θυγατέρα, καὶ τὰ λύτρα δέξασθε, | |
| ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα." | 021 |
| εὐλαβούμενοι τὸν τοῦ Διὸς υἱὸν τὸν πόρρωθεν τοξεύοντα Ἀπόλλωνα. | |
| ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ | 022 |
| τότε οἱ μὲν λοιποὶ πάντες Ἕλληνες ἐπεβόησαν μετ’ εὐφημίας | |
| αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· | 023 |
| αἰσχύνεσθαι τὸν ἱερέα, καὶ τὰ περικαλλῆ αὐτοῦ δέχεσθαι δῶρα. | |
| ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, | 024 |
| ἀλλ’ οὐ τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι τοῦτο ἤρεσκε κατὰ τὴν ἑαυτοῦ ψυχήν· | |
| ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν· | 025 |
| καὶ δὴ σκληρῶς αὐτὸν ἀπέπεμψεν· ἀπότομον δὲ καὶ ἐπικρατείας ἐχόμενον ἐπίταγμα ἐπέταττε· | |
| "μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω | 026 |
| τόδ’ ἦν, ὅρα μή σε, ὦ πρεσβύτα, παρὰ ταῖς κοίλαις ναυσὶν ἐγὼ καταλάβω, | |
| ἢ νῦν δηθύνοντ' ἢ ὕστερον αὖτις ἰόντα, | 027 |
| ἤ νῦν βραδύνοντα, ἤ ὕστερον αὖθις ἐπανελθόντα, | |
| μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο. | 028 |
| μήποτέ σοι οὐ χρησιμεύσῃ ἡ ῥάβδος καὶ τὸ στέμμα τοῦ θεοῦ· | |
| τὴν δ' ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν | 029 |
| ταύτην δὲ ἐγὼ οὐ λύτροις ἐλευθερώσω πρὶν ἐπ' αὐτὴν τὸ γήρας ἐλεύσεται | |
| ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, | 030 |
| ἐν τῷ ἐμῷ οἴκῳ, λέγω ἐν τῷ Ἄργει, πόρρω τῆς πατρίδος αὐτῆς | |
| ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν. | 031 |
| ἱστὸν μεταχειριζομένην καὶ τῇ ἐμῇ κοίτῃ ὑπηρετουμένην· | |
| ἀλλ' ἴθι μή μ' ἐρέθιζε, σαώτερος ὥς κε νέηαι." | 032 |
| ἀλλ’ ἄπιθι, μή με παρόξυνε, ὡς ἄν σῷος καὶ ἀζήμιος ἀπέλθῃς. | |
| ὣς ἔφατ', ἔδεισεν δ' ὃ γέρων καὶ ἐπείθετο μύθῳ. | 033 |
| οὕτως εἶπεν. ἐφοβήθη δὲ ὁ γέρων, καὶ ἐπείσθη τῷ ἐπιτάγματι· | |
| βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης. | 034 |
| ἀπῆλθε δὲ σιωπῶν, μετ’ ἐκπλήξεως πρὸς τὸν αἰγιαλὸν τῆς πολυταράχου θαλάσσης, (ἤ πλησίον τοῦ αἰγιαλοῦ)· | |
| πολλὰ δ' ἔπειτ' ἀπάνευθε κιὼν ἠρᾶθ' ὃ γεραιὸς | 035 |
| ἐκτενῶς δὲ μετὰ ταῦτα πόρρω ἀπελθὼν ὁ πρεσβύτης ηὔχετο | |
| Ἀπόλλωνι ἄνακτι, τὸν ἠύκομος τέκε Λητώ· | 036 |
| τῷ Ἀπόλλωνι τῷ βασιλεῖ, ὃν ἡ καλλίκομος ἔτεκε Λητὼ λέγων· | |
| κλῦθί μευ, ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας | 037 |
| ἐπάκουσόν μου ὦ καλλίτοξε, ὃς τῆς Χρύσης ὑπερασπίζεις, | |
| Κίλλάν τε ζαθέην, Τενέδοιό τε ἶφι ἀνάσσεις, | 038 |
| καὶ τῆς Κίλλης τῆς θειοτάτης, καὶ τῆς Τενέδου κρατερῶς ἀνάσσεις, | |
| Σμινθεῦ, εἴ ποτέ τοι χαρίεντ' ἐπὶ νηὸν ἔρεψα, | 039 |
| ὦ Σμίνθιε, εἴ ποτέ σοι ἐπὶ τὸν ναὸν περικαλλῆ ἀναθήματα καὶ ἐπαγωγὰ φέρων ἀνέθηκα, | |
| ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα | 040 |
| ἢ ἐάν ποτέ σοι λιπαροὺς μηροὺς κατέκαυσα | |
| ταύρων ἠδ' αἰγῶν, τόδε μοι κρήηνον ἐέλδωρ· | 041 |
| ταύρων καὶ αἰγῶν, ταύτην μοι τὴν ἐπιθυμίαν τελείωσον· | |
| τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. | 042 |
| δότωσαν τιμωρίαν οἱ Ἕλληνες εἰς ἐκδίκησιν τῶν ἐμῶν δακρύων, διὰ τῶν σῶν βελῶν. | |
| ὧς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων, | 043 |
| οὕτως εἶπεν εὐχὴν ποιούμενος· τούτου δὲ ἐπήκουσεν ὁ μαντικὸς (ἢ καθαρὸς) Ἀπόλλων· | |
| βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος κῆρ, | 044 |
| κατέβη δὲ ἀπὸ τῶν τοῦ Ὀλύμπου ἀκροτηρίων ὀργὴν βαρεῖαν ἔχων κατὰ τὴν ψυχήν, | |
| τόξ' ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην. | 045 |
| τόξον φέρων ἐπὶ τῶν ὤμων, καὶ πανταχόθεν ἠσφαλισμένην βελοθήκην· | |
| ἔκλαγξαν δ' ἄρ' ὀιστοὶ ἐπ' ὤμων χωομένοιο, | 046 |
| φθόγγον δέ τινα ἐποίησαν τὰ βέλη ἐπὶ τῶν ὤμων σὺν ὀργῇ βαρείᾳ | |
| αὐτοῦ κινηθέντος· ὃ δ' ἤιε νυκτὶ ἐοικώς. | 047 |
| ὁρμηθέντος αὐτοῦ· ὁ δὲ ἐπορεύετο σκυθρωπάζων καὶ νυκτὶ ὡμοιωμένος· | |
| ἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, μετὰ δ' ἰὸν ἕηκεν· | 048 |
| ἐκάθισε δὴ πόρρω τῶν νεῶν, βέλος δὲ ἀφῆκε. | |
| δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο. | 049 |
| μέγας δὲ φθόγγος ἐγένετο τοῦ ἀργυροῦ τόξου· | |
| οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, | 050 |
| καὶ πρῶτον μὲν τὰς ἡμιόνους ἐτιμωρήσατο, καὶ τοὺς ταχεῖς κύνας· | |
| αὐτὰρ ἔπειτ' αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς | 051 |
| ἔπειτα δὲ κατ' αὐτῶν πικρὸν βέλος ἀφεὶς ἔβαλλεν· | |
| βάλλ'· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. | 052 |
| ἀδιαλείπτως δὲ πυρκαϊαὶ νεκρῶν ἀνήπτοντο συχναί· | |
| ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, | 053 |
| ἐπὶ ἐννέα μὲν οὖν ἡμέρας ἐπὶ τὸ στρατόπεδον ἐπέμπετο τὰ βέλη τοῦ θεοῦ, | |
| τῇ δεκάτῃ δ' ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς· | 054 |
| κατὰ δὲ τὴν δεκάτην εἰς ἐκκλησίαν συνεκάλεσε τὸ πλῆθος ὁ Ἀχιλλεύς· | |
| τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ, λευκώλενος Ἥρη· | 055 |
| τούτῳ γὰρ ἐνέβαλεν ἐπὶ τῷ λογισμῷ τὴν ἐπιμέλειαν τούτου ἡ Θεὰ ἡ λευκοβραχίων Ἥρα. | |
| κήδετο γὰρ Δαναῶν ὅτι ῥα θνήσκοντας ὁρᾶτο. | 056 |
| ἐφρόντιζε γὰρ τῶν Ἑλλήνων ὅτι ἀπολλυμένους αὐτοὺς ἑώρα. | |
| οἳ δ' ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, | 057 |
| ἐπεὶ οὖν οὗτοι συνηθροίσθησαν, καὶ ὁμοῦ πάντες ἐγένοντο, | |
| τοῖσι δ' ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 058 |
| ἐπὶ τούτοις ἀναστὰς εἶπεν ὁ κατὰ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
| Ἀτρεΐδη, νῦν ἄμμε πάλιν πλαγχθέντας ὀίω | 059 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, νῦν ὑπολαμβάνω εἰς ὑποστροφὴν τραπέντας ἡμᾶς | |
| ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, | 060 |
| εἰς τοὐπίσω ἐπανελθεῖν, εἴπερ ἂν τὸν θάνατον διαφύγοιμεν, | |
| εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. | 061 |
| ἐπειδὴ ὁμοῦ πόλεμός τε καὶ νόσος λοιμικὴ κατατρέχει τοὺς Ἕλληνας· | |
| ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα | 062 |
| ἀλλ' εἶά τινα μάντιν ἐρωτήσωμεν, ἢ ἱερέα, | |
| ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν, | 063 |
| ἤ τινα ὀνείροις προσέχοντα τὸν νοῦν· καὶ γὰρ ἔστι καί τι ὄναρ ἐκ τοῦ Διός· | |
| ὅς κ' εἴποι ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, | 064 |
| ὅστις ἂν εἴποι, διότι κατὰ τοσοῦτον ὀργὴν βαρεῖαν ἔσχεν ὁ μαντικὸς (ἢ ὁ λαμπρὸς) Ἀπόλλων. | |
| εἴ τ' ἄρ' ὅ γ' εὐχωλῆς ἐπιμέμφεται εἴ θ' ἑκατόμβης, | 065 |
| εἴτε δὴ οὗτος ἕνεκα εὐχῆς ἡμῖν ἐπιμέμφεται, εἴτε ἕνεκα θυσίας, | |
| αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων | 066 |
| καὶ ἐὰν ἐθέλῃ μετασχὼν ἀτμοῦ ἀρνῶν, καὶ αἰγῶν ὁλοκλήρων, | |
| βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. | 067 |
| ἀποσοβῆσαι ἡμῖν τὸν ὄλεθρον. | |
| ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 068 |
| ὁ μὲν οὕτως εἰπὼν ἐκάθισε· μετὰ δὲ ταῦτα ἠγέρθη | |
| Κάλχας Θεστορίδης, οἰωνοπόλων ὄχ' ἄριστος, | 069 |
| ὁ Κάλχας ὁ υἱὸς τοῦ Θέστορος ὁ τῶν οἰωνιστῶν ἄγαν κράτιστος, | |
| ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, | 070 |
| ὅστις ἐγίνωσκε τά τε παρόντα καὶ τὰ μέλλοντα, καὶ τὰ προγεγονότα | |
| καὶ νήεσσ' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω | 071 |
| καὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων ἡγεμὼν ἐγένετο ἐπὶ τὸ Ἴλιον | |
| ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· | 072 |
| διὰ τὴν ἑαυτοῦ μαντικήν, ἣν αὐτῷ παρέσχεν ὁ μαντικὸς Ἀπόλλων, | |
| ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 073 |
| ὅς γε καλῶς φρονῶν ἐδημηγόρησέ τε καὶ μετὰ ταῦθ´ ὅ, τι δεῖ ποιεῖν εἰσηγήσατο λέγων· | |
| ὦ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι | 074 |
| ὦ Ἀχιλλεῦ προσφιλέστατε τῷ Διὶ, προστάττεις εἰπεῖν με | |
| μῆνιν Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος· | 075 |
| τὴν μνησικακίαν τοῦ Ἀπόλλωνος τοῦ πόρρωθεν τὰ βέλη πέμποντος βασιλέως· | |
| τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μοι ὄμοσσον | 076 |
| τοιγαροῦν ἐγὼ μὲν λέξω· σὺ δὲ συνθήκας ἐμοὶ ποίησον, καὶ ὅρκον, | |
| ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν. | 077 |
| ὄντως δή μοι προθύμως λόγοις καὶ ἔργοις βοηθήσειν· | |
| ἦ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων | 078 |
| ὄντως γὰρ ὑπολαμβάνω ἄνδρα εἰς θυμὸν κινήσειν, ὅς μεγάλως ἁπάντων | |
| Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί. | 079 |
| τῶν Ἑλλήνων ἄρχει, καὶ αὐτῷ πείθονται οἱ Ἕλληνες· | |
| κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι· | 080 |
| ἐπικρατέστερος γὰρ ὁ βασιλεὺς ἡνίκα ὀργισθῇ ἀνδρὶ ὑποδεεστέρῳ· | |
| εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, | 081 |
| εἰ γὰρ καὶ τὸν θυμὸν κατ᾿ αὐτὴν τὴν ἡμέραν τῆς ὀργῆς κατάσχοι, | |
| ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, | 082 |
| ἀλλὰ καὶ ὕστερον ἐναποκειμένην ἔχει τῇ ἑαυτοῦ διανοίᾳ τὴν τοῦ βλάπτειν ὁρμήν, | |
| ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις. | 083 |
| ἕως ἂν εἰς τέλος ἀγάγῃ· σὺ δὲ σκέψαι, ὅπως ἄν με ῥύσαιο. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 084 |
| πρὸς τοῦτον ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
| θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅτι οἶσθα· | 085 |
| μηδὲν ὑποστειλάμενος εἰπὲ τὸ μάντευμα, ὃ γινώσκεις· | |
| οὐ μὰ γὰρ Ἀπόλλωνα Διίφιλον, ᾧ τε σύ, Κάλχαν, | 086 |
| μὰ γὰρ τὸν Ἀπόλλωνα τὸν προσφιλῆ τῷ Διΐ, πρὸς ὃν σύ, ὦ Κάλχαν, | |
| εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, | 087 |
| τὰς εὐχὰς ἀναφέρων τοῖς Ἕλλησι τὰς τῶν ἐσομένων προγνώσεις ἀνακαλύπτεις, | |
| οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο | 088 |
| οὐδαμῶς οὐδεὶς ἐμοῦ ζῶντος, καὶ ἐπὶ τῆς γῆς ὁρωμένου | |
| σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει | 089 |
| κακωτικὰς ἐπάξει σοι χεῖρας παρὰ ταῖς ναυσὶ ταῖς βαθείαις | |
| συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, | 090 |
| ἀπὸ πάντων τῶν Ἑλλήνων, οὐδ' ἂν τὸν Ἀγαμέμνονα λέγῃς, | |
| ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. | 091 |
| ὃς δὴ πολὺ κράτιστος ἐν τῷ στρατῷ διατείνεται εἶναι. | |
| καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· | 092 |
| καὶ τότε δὴ θάρρος ἔλαβε, καὶ εἶπεν ὁ μάντις ὁ ἄμεμπτος· | |
| οὔ τ' ἄρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται οὐδ' ἑκατόμβης, | 093 |
| οὔτε δὴ ἕνεκα εὐχῆς ἡμᾶς αἰτιᾶται, οὔτε ἕνεκα θυσίας, | |
| ἀλλ' ἕνεκ' ἀρητῆρος ὃν ἠτίμησ' Ἀγαμέμνων, | 094 |
| ἀλλ’ ἕνεκα τοῦ ἱερέως, ὅν ἀτίμως ἀπέπεμψεν ὁ Ἀγαμέμνων, | |
| οὐδ' ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ' ἄποινα, | 095 |
| οὐδὲ ἠλευθέρωσε τὴν θυγατέρα, καὶ οὐκ ἐδέξατο τὰ ὑπὲρ αὐτῆς λύτρα· | |
| τοὔνεκ' ἄρ' ἄλγε' ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώσει· | 096 |
| τούτου ἕνεκα λύπας ἔδωκεν ὁ πόρρωθεν τοξεύων, καὶ ἔτι δώσει· | |
| οὐδ' ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει | 097 |
| οὐδὲ οὗτος πρότερον τὴν τοῦ λοιμοῦ κακωτικὴν δύναμιν ἀποστήσει, | |
| πρίν γ' ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην | 098 |
| πρὶν ἀποδοῦναι τῷ προσφιλεῖ πατρὶ τὴν μετεώρους καὶ κυκλοτερεῖς ὀφθαλμοὺς ἔχουσαν κόρην | |
| ἀπριάτην ἀνάποινον, ἄγειν θ' ἱερὴν ἑκατόμβην | 099 |
| μηδενὸς αὐτὴν ὠνουμένου, μηδὲ λύτρα διδόντος, καὶ πρός γε ἀναγαγεῖν μεγάλην θυσίαν | |
| ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. | 100 |
| εἰς τὴν Χρύσην· τότ’ ἂν ἤδη ἐξευμενισάμενοι αὐτὸν, θάρρος σχοίημεν· | |
| ἦ τοι ὅ γ' ὧς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 101 |
| Ὁ μὲν οὕτως εἰπὼν ἐκάθισε· μετὰ ταῦτα δὲ ἀνέστη | |
| ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 102 |
| ὁ ἥρως ὁ υἱὸς τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων | |
| ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι | 103 |
| λυπούμενος, μνησικακίας δὲ αἱ κατὰ πολὺ σκοτούμεναι φρένες αὐτοῦ | |
| πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην. | 104 |
| ἐπληροῦντο· οἱ ὀφθαλμοὶ δὲ αὐτῷ πυρὶ λάμποντι ἦσαν ὅμοιοι· | |
| Κάλχαντα πρώτιστα κάκ' ὀσσόμενος προσέειπεν· | 105 |
| ὃς πρὸς τὸν Κάλχαντα πρῶτον κακῶς καὶ ὀργιλῶς ὑποβλεψάμενος εἶπεν· | |
| μάντι κακῶν, οὔ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· | 106 |
| ὦ μάντι κακῶν, οὔποτέ μοι τὸ θυμῆρες εἶπας· | |
| αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, | 107 |
| ἀεί σοι τὰ κακόφημά ἐστιν ἐν τῷ λογισμῷ προσφιλῆ ὥστε μαντεύεσθαι. | |
| ἐσθλὸν δ' οὔτε τί πω εἶπας ἔπος οὔτε τέλεσσας. | 108 |
| ἀγαθὸν δέ τινα λόγον οὐδένα μέχρι τοῦ νῦν οὔτε εἶπας, οὔτε ἐτελείωσας· | |
| καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις, | 109 |
| καὶ νῦν ἐνώπιον τῶν Ἑλλήνων μαντευόμενος δημηγορεῖς, | |
| ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, | 110 |
| ὅτι δὴ τούτου ἕνεκα ὁ πόρρωθεν τοξεύων λύπας αὐτοῖς κατασκευάζει, | |
| οὕνεκ' ἐγὼ κούρης Χρυσηίδος ἀγλά' ἄποινα | 111 |
| διότι ἐγὼ τῆς κόρης τῆς θυγατρὸς τοῦ Χρύσου τὰ περικαλλῆ λύτρα | |
| οὐκ ἔθελον δέξασθαι, - ἐπεὶ πολὺ βούλομαι αὐτὴν | 112 |
| οὐκ ἠθέλησα δέξασθαι, ἐπειδὴ πάνυ θέλω αὐτὴν | |
| οἴκοι ἔχειν. καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα, | 113 |
| ἐν τῷ οἴκῳ ἔχειν· καὶ γὰρ τῆς Κλυταιμνήστρας προτιμοτέραν νομίζω | |
| κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, | 114 |
| τῆς ἐκ παρθένου μεμνηστευμένης γαμετῆς, ἐπεὶ οὐκ ἔστι χείρων αὐτῆς, | |
| οὐ δέμας οὐδὲ φυήν οὔτ' ἂρ φρένας οὔτέ τι ἔργα. | 115 |
| οὔτε κατὰ τὸ εἶδος καὶ τὴν τῶν μελῶν ἀναλογίαν, οὔτε κατὰ τὴν τοῦ σώματος ἀναδρομήν, οὔτε κατὰ τὴν φρόνησιν, οὔτε κατὰ τὰ ἔργα· | |
| ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ' ἄμεινον· | 116 |
| ἀλλὰ καὶ οὕτως ἐθέλω ἀποδοῦναι αὐτήν, εἰ τοῦτο κρεῖττον ἐστί· | |
| βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι. | 117 |
| θέλω ἐγὼ τὸν λαὸν ἀβλαβῆ εἶναι, καὶ οὐκ ἀπολέσθαι· | |
| αὐτὰρ ἐμοὶ γέρας αὐτίχ' ἑτοιμάσατ', ὄφρα μὴ οἶος | 118 |
| ἐμοὶ δὲ τιμὴν εὐθέως ἑτοιμάσατε, ἵνα μὴ μόνος | |
| Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικεν· | 119 |
| ἀπὸ τῶν Ἑλλήνων ἄτιμος ᾦ, καὶ γὰρ οὐδὲ πρέπον ἐστίν· | |
| λεύσσετε γὰρ τό γε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ. | 120 |
| ὁρᾶτε γὰρ τόδε πάντες, ὅτι μοι τὸ γέρας ἀπέρχεται ἀλλαχόσε· | |
| τὸν δ' ἠμείβετ' ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· | 121 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ τοῖς τῶν ποδῶν διαρκῶν δρόμοις ἔνδοξος Ἀχιλλεύς· | |
| Ἀτρεΐδη, κύδιστε, φιλοκτεανώτατε πάντων, | 122 |
| ὦ υἱὲ τοῦ Ἀτρέως ἔνδοξε, φιλοχρηματώτατε πάντων, | |
| πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; | 123 |
| πόθεν δή σοι παρέξουσι τιμὴν οἱ μεγαλόψυχοι Ἕλληνες; | |
| οὐδέ τί που ἴδμεν ξυνήια κείμενα πολλά, | 124 |
| οὐκέτι δὴ ἴσμεν πράγματα κοινὰ ἐναποκείμενα πολλά, | |
| ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, | 125 |
| ἀλλ’ ἅπερ μὲν ἀπὸ τῶν πόλεων πορθήσαντες ἐλάβομεν, ταῦτα μεμέρισται· | |
| λαοὺς δ' οὐκ ἐπέοικε παλίλλογα ταῦτ' ἐπαγείρειν. | 126 |
| τοὺς ὄχλους δὲ οὐ πρέπον ἐστὶ παλισύλλεκτα ταῦτα ἐπιφέροντας ἀθροίζειν· | |
| ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ | 127 |
| ἀλλὰ σὺ μὲν νῦν ταύτην τῷ θεῷ πέμψον· οἱ Ἕλληνες δὲ | |
| τριπλῇ τετραπλῇ τ' ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς | 128 |
| κατὰ τὸ τριπλάσιον καὶ τετραπλάσιον ἀποδώσομεν, ἐὰν ὁ Ζεὺς | |
| δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. | 129 |
| ἡμῖν δῷ ἐκπορθῆσαι τὴν πόλιν τῆς Τροίας τὴν καλῶς τετειχισμένην· | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 130 |
| πρὸς τοῦτον ἀποκρινόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων· | |
| μὴ δ' οὕτως ἀγαθός περ ἐὼν θεοείκελ' Ἀχιλλεῦ | 131 |
| μὴ δὴ οὕτω, καὶ ταῦτ’ ἀγαθὸς ὤν, ὦ θεοῖς ὅμοιε τὸ εἶδος Ἀχιλλεῦ, | |
| κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. | 132 |
| παραλογίζου· ἐπεὶ οὔ με νικήσεις, οὐδ’ ἐπαγγελίας πείσῃς· | |
| ἦ ἐθέλεις ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως | 133 |
| ἢ θέλεις ἵν' αὐτὸς μὲν ἔχῃς γέρας, ἐμὲ δὲ κατὰ τοῦτον τὸν τρόπον, ὃν λέγεις, | |
| ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι; | 134 |
| καθῆσθαι δεόμενον· λέγεις δὲ ἀποδοῦναί με ταύτην, | |
| ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ | 135 |
| ἀλλ’ εἰ μὲν παρέξουσι γέρας οἱ μεγαλόψυχοι Ἕλληνες, | |
| ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· | 136 |
| ἁρμόδιον κρίναντες κατὰ τὴν ψυχήν, ὡς ἄν ἀντάξιον εἴη τούτου (καλῶς ἄν ἔχοι τὸ πρᾶγμα·) | |
| εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι | 137 |
| ἐὰν δὲ μὴ δῶσιν, ἐγὼ δ’ ἄν αὐτὸς παραγενόμενος ἀφέλωμαι, | |
| ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος | 138 |
| ἢ τὸ σόν, ἢ τὸ τοῦ Αἴαντος γέρας, ἢ τὸ τοῦ Ὀδυσσέως | |
| ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. | 139 |
| ἄξω λαβών· οὗτος δὲ ὀργισθείη ἂν πρὸς ὃν ἂν ἀφίκωμαι· | |
| ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, | 140 |
| ἀλλὰ ταῦτα μὲν καὶ ὕστερον ἐπαναλαβόντες σκεψόμεθα· | |
| νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, | 141 |
| νῦν δὲ ἄγε ναῦν μέλαιναν ἑλκύσωμεν ἐπὶ τὴν ἔνδοξον θάλασσαν· | |
| ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ' ἑκατόμβην | 142 |
| εἰς αὐτὴν δὲ ἐρέτας ἐξέργου ἀθροίσωμεν, ἐς αὐτὴν δὲ τὰ πρὸς θυσίαν | |
| θείομεν, ἂν δ' αὐτὴν Χρυσηίδα καλλιπάρῃον | 143 |
| θῶμεν, ἐς αὐτὴν δὲ τοῦ Χρύσου τὴν θυγατέρα τὴν εὐπρόσωπον | |
| βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, | 144 |
| ἀναβιβάσωμεν· εἷς δέ τις ἀρχηγὸς ἀνὴρ γνωμοδότης παρέστω, | |
| ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς | 145 |
| ἣ ὁ Αἴας, ἢ ὁ Ἰδομενεύς, ἢ ὁ ἔνδοξος Ὀδυσσεύς, | |
| ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ' ἀνδρῶν, | 146 |
| ἢ σὺ υἱὲ τοῦ Πηλέως, ἐκπληκτικώτατε πάντων ἀνθρώπων, | |
| ὄφρ' ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας. | 147 |
| ὅπως τὸν πόρρωθεν ἐργαζόμενον Ἀπόλλωνα ἐξευμενίσαιο θύματα θύσας. | |
| τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 148 |
| πρὸς δὲ τοῦτον ταυρηδὸν ἀπιδὼν εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
| ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον | 149 |
| οἴ μοι ἀναίδειαν ἐνδεδυμένε, κέρδεσι προσέχων τὸν νοῦν, | |
| πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν | 150 |
| πῶς ἄν σου τοῖς λόγοις τις τῶν Ἑλλήνων προθύμως πεισθείη, | |
| ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; | 151 |
| ἢ εἰς λόχον ἀπελθεῖν, ἢ ἀνδράσι κραταιῶς πολεμῆσαι; | |
| οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον αἰχμητάων | 152 |
| οὐ γὰρ ἐγὼ ἕνεκα τῶν Τρῴων τῶν πολεμιστῶν ἦλθον | |
| δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· | 153 |
| ἐνταῦθα μαχούμενος· ἐπεὶ κατ’ οὐδέν εἰσιν ἐμοὶ οὗτοι ὑπ’ αἰτίαν· | |
| οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, | 154 |
| οὐδέποτε γὰρ τὰς ἐμὰς βοῦς ἀπήλασαν, οὐδὲ μὴν ἵππους, | |
| οὐδέ ποτ' ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ | 155 |
| οὐδέποτε ἐν τῇ Φθίᾳ τῇ λιπαρογέῳ, καὶ ἀνδροτρόφῳ | |
| καρπὸν ἐδηλήσαντ', ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ, | 156 |
| καρπὸν ἐλυμήναντο, ἐπεὶ πάνυ πολλὰ ἐν τῷ μεταξύ εἰσιν | |
| οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· | 157 |
| ὄρη σκιᾶς ποιητικά, καὶ πολλὴ θάλασσα ἠχητική· | |
| ἀλλὰ σοὶ ὦ μέγ' ἀναιδὲς ἅμ' ἑσπόμεθ' ὄφρα σὺ χαίρῃς, | 158 |
| ἀλλὰ σοὶ, ὦ ἀναιδέστατε, ἠκολουθήσαμεν, ἵνα σὺ εὐφραίνῃ, | |
| τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα | 159 |
| δίκην λαμβάνοντες παρὰ τῶν Τρῴων τῷ Μενελάῳ, καὶ σοί, ὦ ἀναίσχυντε, | |
| πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις· | 160 |
| καὶ κυνὸς ἀναίδειαν ἔχων, ὧν οὐδαμῶς σὺ ἐπιστροφὴν ποιῇ, οὐδὲ φροντίζεις· | |
| καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, | 161 |
| καὶ δὴ τὴν ἐμὴν τιμὴν σὺ ἀφελέσθαι ἀπειλεῖς, | |
| ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. | 162 |
| δι’ ἣν πολλὰ ἔκαμον· δεδώκασι δέ μοι αὐτὴν οἱ υἱοὶ τῶν Ἑλλήνων· | |
| οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ' Ἀχαιοὶ | 163 |
| οὐ μὴν ἰσοστάσιον γέρας ἔχω ποτέ, ὁπόταν οἱ Ἕλληνες | |
| Τρώων ἐκπέρσωσ' εὖ ναιόμενον πτολίεθρον· | 164 |
| Τρῴων ἐκπορθήσωσι πόλιν καλῶς οἰκουμένην, | |
| ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο | 165 |
| ἀλλὰ τὸ μὲν πλέον μέρος τοῦ πολυστρόφου πολέμου | |
| χεῖρες ἐμαὶ διέπουσ'· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, | 166 |
| αἱ ἐμαὶ χεῖρες ἐπιστημονικῶς ἐνεργοῦσιν· ἂν δέ ποτε μερισμὸς παραγένηται, | |
| σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε | 167 |
| σοὶ μὲν τὸ γέρας κατὰ πολὺ μεῖζον δίδοται, ἐγὼ δὲ καὶ ὀλίγον καὶ προσφιλὲς | |
| ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. | 168 |
| ἀπέρχομαι ἐπὶ τὰς ναῦς ἔχων, ἐπειδὰν κοπιάσω μαχόμενος· | |
| νῦν δ' εἶμι Φθίην δ', ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν | 169 |
| νῦν δὲ ἀπελεύσομαι εἰς τὴν Φθίαν· ἐπειδὴ κατὰ πολύ ἐστι κρεῖσσον | |
| οἴκαδ' ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σ' ὀίω | 170 |
| εἰς τὸν οἶκον ἀπιέναι σὺν ταῖς ναυσὶ ταῖς μελαίναις· οὐδὲ ὑπολαμβάνω | |
| ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. | 171 |
| ἐνταῦθα ἄτιμος ὤν, τροφῶν περιουσίαν καὶ πλοῦτον κομίσειν δαψιλῶς. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 172 |
| πρὸς τοῦτον δ’ ἔπειτα ἀπεκρίνατο ὁ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων· | |
| φεῦγε μάλ' εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἔγωγε | 173 |
| φεῦγε λίαν, εἴ σοι ἡ ψυχὴ προθυμεῖται· οὐ γάρ σου ἔγωγε | |
| λίσσομαι εἵνεκ' ἐμεῖο μένειν· πάρ' ἔμοιγε καὶ ἄλλοι | 174 |
| δέομαι ἕνεκεν ἐμοῦ μένειν· πάρεισιν ἐμοὶ καὶ ἄλλοι, | |
| οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. | 175 |
| οἵτινες ἄν με τιμήσωσι, μάλιστα δὲ πάντων ὁ βουλευτικὸς Ζεύς· | |
| ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· | 176 |
| σὺ δέ μοι μάλιστα μεμισημένος ὑπάρχεις ἀπὸ τῶν ἐνταῦθα ὑπὸ τοῦ Διὸς πεπαιδευμένων βασιλέων· | |
| αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· | 177 |
| ἀεὶ γάρ σοι φιλονεικία ἐστὶ προσφιλὴς καὶ πόλεμοι καὶ μάχαι· | |
| εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν· | 178 |
| εἰ κατὰ πολὺ ἰσχυρὸς εἶ, θεός σοι τοῦτο παρέσχετο· | |
| οἴκαδ' ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι | 179 |
| ἀπελθὼν εἰς τὸν σὸν οἶκον σὺν ταῖς ναυσὶ ταῖς σαῖς καὶ τοῖς σοῖς φίλοις, | |
| Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζω, | 180 |
| ἐν τοῖς Μυρμιδόσι βασίλευε· σοῦ δὲ ἔγωγε οὐ φροντίζω· | |
| οὐδ' ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· | 181 |
| οὐδὲ ἐπιστρέφομαι ὀργιζομένου καὶ μνησικακοῦντος· ἀπειλήσω δέ σοι οὕτως· | |
| ὡς ἔμ' ἀφαιρεῖται Χρυσηίδα Φοῖβος Ἀπόλλων, | 182 |
| ἐπεὶ τὴν τοῦ Χρύσου θυγατέρα ἀφαιρεῖται ὁ μαντικὸς (ἢ ὁ λαμπρὸς) Ἀπόλλων, | |
| τὴν μὲν ἐγὼ σὺν νηί τ' ἐμῇ καὶ ἐμοῖς ἑτάροισι | 183 |
| ταύτην μὲν ἐγὼ διὰ νεὼς ἐμῆς καὶ ἐμῶν φίλων | |
| πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηίδα καλλιπάρῃον | 184 |
| ἀποστελῶ· ἐγὼ δ´ αὐτὸς ἄξω τὴν Βρισηίδα τὴν εὐπρόσωπον | |
| αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ' ἐὺ εἰδῇς | 185 |
| παραγενόμενος ἐπὶ τὴν σὴν σκηνήν, τὸ γέρας τὸ σόν, ἵνα καλῶς μάθῃς | |
| ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος | 186 |
| καθόσον εἰμὶ κρείττων σοῦ, φοβηθῇ δὲ καὶ ἄλλος | |
| ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. | 187 |
| ἰσῶσαι τοὺς ἑαυτοῦ λόγους τοῖς ἐμοῖς, κἀμοὶ ἑαυτὸν ὅμοιον ποιῆσαι. | |
| ὣς φάτο· Πηλεΐωνι δ' ἄχος γένετ', ἐν δέ οἱ ἦτορ | 188 |
| οὕτως εἶπε· τῷ υἱῷ δὲ τοῦ Πηλέως λύπη ἐγένετο· | |
| στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, | 189 |
| ψυχὴ δὲ αὐτῷ ἐντὸς τῶν τετριχωμένων στέρνων διχῆ ἐφρόντισε, | |
| ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ | 190 |
| ἢ ἵνα οὗτος ξίφος ὀξὺ ἑλκύσας ἀπὸ τοῦ μέρους τοῦ μηροῦ | |
| τοὺς μὲν ἀναστήσειεν, ὃ δ' Ἀτρεΐδην ἐναρίζοι, | 191 |
| τοὺς μὲν ἄλλους ἀναστάτους ποιήσειεν, αὐτὸς δὲ τὸν τοῦ Ἀτρέως υἱὸν φονεύσοι, | |
| ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. | 192 |
| ἤ τὴν ὀργὴν σβέσειε, καὶ τὸν θυμὸν ἐπισχοίη· | |
| ἧος ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, | 193 |
| ἐν ὅσῳ δὲ ταῦτα ἐφρόντιζε κατὰ νοῦν καὶ κατὰ ψυχήν, | |
| ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη | 194 |
| ἐξεῖλκε δὲ τῆς ξιφοθήκης τὸ μέγα ξίφος, ἦλθεν ἡ Ἀθηνᾶ | |
| οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη | 195 |
| ἐκ τοῦ οὐρανοῦ, ἔπεμψεν γὰρ αὐτὴν ἡ θεὰ ἡ λευκοὺς ἔχουσα τοὺς πήχεις Ἥρα, | |
| ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· | 196 |
| καὶ ἀμφοτέρους ὁμοίως ἐν τῇ ψυχῇ φιλοῦσα καὶ φροντίζουσα· | |
| στῆ δ' ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα | 197 |
| ἔστη δὲ ὄπισθεν, ἀπὸ τῆς ξανθῆς δὲ κόμης ἔλαβε τὸν υἱὸν τοῦ Πηλέως, | |
| οἴῳ φαινομένη· τῶν δ' ἄλλων οὔ τις ὁρᾶτο. | 198 |
| μόνῳ αὐτῷ ὁρωμένη, ἀπὸ δὲ τῶν ἄλλων οὐδεὶς ἑώρα· | |
| θάμβησεν δ' Ἀχιλεύς, μετὰ δ' ἐτράπετ', αὐτίκα δ' ἔγνω | 199 |
| ἐξεπλάγη δὲ ὁ Ἀχιλλεύς· πρὸς αὐτὴν δὲ ἐπεστράφη, εὐθέως δὲ ἐγνώρισε | |
| Παλλάδ' Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· | 200 |
| τὴν Ἀθηνᾶν τὴν πολεμικήν· φοβεροὶ δὲ αὐτῆς οἱ ὀφθαλμοὶ ἐφάνησαν, | |
| καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 201 |
| καὶ πρὸς αὐτὴν φωνήσας λόγους ταχεῖς εἶπε· | |
| τίπτ' αὖτ' αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; | 202 |
| διὰ τί δήποτε ὦ θύγατερ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος ἐλήλυθας, | |
| ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; | 203 |
| ἢ ἵνα γνῷς τὴν ἀτιμίαν τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως; | |
| ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· | 204 |
| καὶ μὴν ἐρῶ σοι λόγον, τοῦτον δὲ καὶ τετελεσμένον εἶναι ὑπολαμβάνω· | |
| ᾗς ὑπεροπλίῃσι τάχ' ἄν ποτε θυμὸν ὀλέσσῃ. | 205 |
| διὰ τὰς αὐτοῦ ὑπερηφανίας ἴσως ἄν ποτε τὴν ψυχὴν ἀπολέσειεν· | |
| τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 206 |
| πρὸς τοῦτον δὲ εἶπεν ἡ θεὰ ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ· | |
| ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, | 207 |
| ἦλθον ἐγὼ ἐξ οὐρανοῦ καταπαύσουσα τὴν σὴν μνησικακίαν, εἴγε πεισθείης· | |
| οὐρανόθεν· πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη | 208 |
| ἔπεμψε δέ με ἡ θεὰ ἡ λευκοὺς ἔχουσα τοὺς πήχεις Ἥρα, | |
| ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· | 209 |
| καὶ ἀμφοτέρους ὁμοίως ἐν τῇ ψυχῇ φιλοῦσα καὶ φροντίζουσα· | |
| ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· | 210 |
| ἀλλὰ ἄγε παύου τῆς φιλονεικίας, μὴ δὲ τὸ ξίφος ἕλκε διὰ χειρός· | |
| ἀλλ' ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· | 211 |
| ἀλλὰ διὰ λόγων μὲν ὀνείδισον, κατὰ πρέπον ἐστὶ γενήσεσθαι· | |
| ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 212 |
| οὕτω γὰρ ἐρῶ, τοῦτο δὲ καὶ τετελεσμένον γενήσεται· | |
| καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα | 213 |
| ἔσται ὅτε καὶ τρὶς τοσαῦτα παρέσται σοι περικαλλῆ δῶρα | |
| ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν. | 214 |
| ἕνεκα ταύτης τῆς ἀτιμίας· σὺ δὲ ἔπεχε σαυτὸν, πείθου δὲ ἐμοί. | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 215 |
| πρὸς ταύτην δὲ ἀποκρινόμενος ἔφη ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
| χρὴ μὲν σφωίτερόν γε θεὰ ἔπος εἰρύσσασθαι | 216 |
| πρέπον δή ἐστιν, ὦ θεὰ, τὸν σὸν λόγον φυλάξαι με, | |
| καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· | 217 |
| καίπερ θυμὸν ἔχοντα πολὺν ἐν τῇ ψυχῇ, οὕτω γάρ ἐστι καλόν· | |
| ὅς κε θεοῖς ἐπιπείθηται μάλα τ' ἔκλυον αὐτοῦ. | 218 |
| ὃς ἃν θεοῖς πείθηται, καὶ αὐτοὶ σὺν προθυμίᾳ πολλῇ ἐπακούουσιν αὐτοῦ. | |
| ἦ καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, | 219 |
| ἔφη, καὶ ἐπὶ τῇ ἀργυρᾷ λαβῇ τοῦ ξίφους ἐπέσχε τὴν χεῖρα τὴν ἰσχυρὰν καὶ ἐπαχθῆ, | |
| ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησε | 220 |
| ὀπίσω δὲ εἰς τὴν ξιφοθήκην ὤθησε τὸ μέγα ξίφος, οὐδὲ ἠπείθησε | |
| μύθῳ Ἀθηναίης· ἣ δ' Οὔλυμπον δὲ βεβήκει | 221 |
| τῇ παραινέσει τῆς Ἀθηνᾶς· ἡ δὲ εἰς τὸν οὐρανὸν ἀπῆλθεν | |
| δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. | 222 |
| εἰς τὰ οἰκήματα τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ἐπὶ τοὺς ἄλλους θεούς. | |
| Πηλεΐδης δ' ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν | 223 |
| Ὁ δὲ υἱὸς τοῦ Πηλέως μετὰ ταῦτα δι’ ὑβριστικῶν λόγων | |
| Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· | 224 |
| πρὸς τὸν υἱὸν τοῦ Ἀτρέως διελέχθη καὶ οὔπω ἐπαύετο τοῦ θυμοῦ. | |
| οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο, | 225 |
| οἴνῳ βεβαρημένε, ἀναίσχυντε κατὰ τοὺς κύνας καὶ ἀκάρδιε κατὰ τὰς ἐλάφους, | |
| οὔτέ ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι | 226 |
| οὔτε ποτὲ εἰς πόλεμον σὺν τῷ λαῷ ὁπλισθῆναι, | |
| οὔτε λόχον δ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν | 227 |
| οὔτε εἰς ἔνεδραν πορευθῆναι σὺν τοῖς ἀριστεῦσι τῶν Ἑλλήνων | |
| τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. | 228 |
| καρτερίαν ἔσχες ἐν τῇ ψυχῇ· τοῦτο δέ σοι θάνατος φαίνεται ὑπάρχειν· | |
| ἦ πολὺ λώιόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν | 229 |
| ὄντως κατὰ πολὺ κρεῖττόν ἐστι κατὰ τὸ πολὺ στράτευμα τῶν Ἑλλήνων | |
| δῶρ' ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· | 230 |
| γέρα ἀφαιρεῖσθαι ἐκεῖνον, ὅστις ἐναντία σοι εἴπῃ· | |
| δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· | 231 |
| βίαιος καὶ ἅρπαξ τῶν δημοσίων εἶ βασιλεύς, ἐπεὶ ἐν ἀνθρώποις βασιλεύεις οὐδενὸς ἀξίοις· | |
| ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. | 232 |
| ὄντως γὰρ ὦ υἱὲ τοῦ Ἀτρέως νῦν ἐσχάτως ὑβρίσθης ἄν, εἰ μὴ τοιούτων ἐβασίλευες· | |
| ἀλλ' ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· | 233 |
| ἀλλ' ἐρῶ σοι λόγον, καὶ ὅρκον ἐπὶ τούτων ἰσχυρὸν ὀμόσω· | |
| ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους | 234 |
| ναὶ μὰ τὴν ῥάβδον ταύτην, ἢ δὴ οὐκέτι ποτὲ φύλλα καὶ κλάδους | |
| φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, | 235 |
| ἀναβλαστήσει, ἐπειδὴ ἅπαξ τμηθεῖσα τὴν τομὴν ἐν τῷ ὄρει καταλέλοιπεν, | |
| οὐδ' ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε | 236 |
| οὐδ’ ἐξυπαρχῆς θαλερὰ γενήσεται, περιῄρηκε γὰρ αὐτὴν ὁ σίδηρος | |
| φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν | 237 |
| τὰ φύλλα καὶ τὸν φλοιόν· νῦν δὴ αὐτὴν οἱ υἱοὶ τῶν Ἑλλήνων | |
| ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας | 238 |
| ἐν ταῖς χερσὶ φέρουσιν, οἱ βασιλεῖς καὶ περὶ τὸ δικάζειν διατρίβοντες, οἲ τὰς νομοθεσίας | |
| πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· | 239 |
| παρὰ τοῦ Διὸς λαβόντες φυλάττουσιν, ὂς δὴ ὅρκος ἐστὶν ἰσχυρός· | |
| ἦ ποτ' Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν | 240 |
| ὄντως ἔσται ὅτε ζήτησις τοῦ Ἀχιλλέως ἀφίξεται ἐπὶ τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
| σύμπαντας· τότε δ' οὔ τι δυνήσεαι ἀχνύμενός περ | 241 |
| ἅπαντας· τούτοις δὲ οὐκέτι δυνήσῃ βοηθεῖν, καίπερ ἀχθόμενος, | |
| χραισμεῖν, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνοιο | 242 |
| ἐπειδὰν πολλοὶ ὑπὸ τοῦ ἀνδροφόνου Ἕκτορος | |
| θνήσκοντες πίπτωσι· σὺ δ' ἔνδοθι θυμὸν ἀμύξεις | 243 |
| ἀποθνήσκοντες πίπτωσι, σὺ δὲ ἐντὸς τὴν ψυχὴν σπαράξεις, | |
| χωόμενος ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας. | 244 |
| ὀργιζόμενος ὅτι τὸν κράτιστον τῶν Ἑλλήνων οὐδαμῶς ἐτίμησας. | |
| ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ | 245 |
| οὕτως εἶπεν ὁ υἱὸς τοῦ Πηλέως· πρὸς τῇ γῇ δὲ τὴν ῥάβδον ἔρριψε, | |
| χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ' αὐτός· | 246 |
| τὴν διὰ χρυσῶν ἥλων πεπερονημένην, αὐτὸς δὲ 'κάθισε. | |
| Ἀτρεΐδης δ' ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ | 247 |
| ὁ υἱὸς δὲ τοῦ Ἀτρέως ἀπὸ τοῦ ἑτέρου μέρους ἐμνησικάκει· μετὰ δὲ ταῦτα ὁ Νέστωρ | |
| ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, | 248 |
| ὁ ἡδυλόγος ἀνέστη, ὁ ἐμμελὴς τῶν Πυλίων δημηγόρος, | |
| τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· | 249 |
| οὗ δὴ ἀπὸ τῆς γλώττης μέλτιος γλυκύτερος ἔρρει λόγος· | |
| τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων | 250 |
| ἐφ’ οὗ ἤδη δύο μὲν τριακονταετίαι ἀνθρώπων μεμερισμένην | |
| ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο | 251 |
| ἐχόντων τὴν φωνὴν παρῆλθον, οἳ τῆν ἀρχὴν ἅμα αὐτῷ ἐγεννήθησαν, καὶ ἀνετράφησαν | |
| ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν· | 252 |
| ἐν τῇ Πύλῳ τῇ θειοτάτῃ, ἐπὶ δὲ τῶν γενομένων ἐν τῇ τρίτῃ γενεᾷ ἐβασίλευεν· | |
| ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 253 |
| ὅστις καλῶς φρονῶν ἐδημηγόρησε, καὶ μετὰ ταῦτα ὅ, τι δεῖ ποιεῖν αὐτοῖς εἰσηγήσατο. | |
| ὦ πόποι ἦ μέγα πένθος Ἀχαιίδα γαῖαν ἱκάνει· | 254 |
| φεῦ, ὄντως μεγάλη λύπη τὴν Ἑλληνίδα γῆν καταλαμβάνει, | |
| ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες | 255 |
| ὄντως ἂν ἡδέως διατεθείη ὁ Πρίαμος, καὶ οἱ τοῦ Πριάμου παῖδες, | |
| ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ | 256 |
| καὶ οἱ ἄλλοι Τρῶες μεγάλως ἂν σχοῖεν εὐφροσύνην ἐν τῇ ψυχῇ, | |
| εἰ σφῶιν τάδε πάντα πυθοίατο μαρναμένοιιν, | 257 |
| εἰ ὑμῶν μαχομένων ταῦτα δὴ πάντα μάθοιεν, | |
| οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι. | 258 |
| οἱτινες ὑπερέχετε μὲν ἐν βουλῇ τοὺς Ἕλληνας, ὑπερέχετε δὲ ἐν τῷ μάχεσθαι· | |
| ἀλλὰ πίθεσθ'· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· | 259 |
| ἀλλὰ πείσθητέ μοι, καὶ ἀμφότεροι γὰρ νεώτεροι ἐμοῦ ὑπάρχετε· | |
| ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν | 260 |
| ἤδη γάρ ποτε ἐγὼ καὶ κρείττοσιν ἢ ὑμῖν | |
| ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον. | 261 |
| ἀνδράσι συνέμιξα, καὶ οὐδέποτέ με ἐκεῖνοι ἀπόβλητον ἡγοῦντο· | |
| οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, | 262 |
| οὔπω γὰρ ἐγὼ τοιούτους ἑώρακα ἄνδρας, οὐδ’ ἂν ἴδοιμι, | |
| οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν | 263 |
| οἷον τὸν Πυρίθοόν τε καὶ τὸν Δρύαντα, τὸν βασιλέα τῶν ὄχλων, | |
| Καινέα τ' Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον | 264 |
| καὶ τὸν Καινέα, καὶ τὸν Ἐξάδιον, καὶ τὸν ἰσόθεον Πολύφημον· | |
| [Θησέα τ' Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·] | 265 |
| - | |
| κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· | 266 |
| ἰσχυρότατοι δὴ ἐκεῖνοι τῶν ἐπὶ γῆς γεγονότων ἀνθρώπων ἀνετράφησαν· | |
| κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο | 267 |
| ἰσχυρότατοι μὲν ἦσαν καὶ ἰσχυροτάτοις ἐμάχοντο | |
| φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. | 268 |
| θηρσὶν ἐν τοῖς ὄρεσι τὴν καταγωγὴν ἔχουσι, καὶ θαυμασίως αὐτοὺς ἀπώλεσαν· | |
| καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν | 269 |
| καὶ μὴν ἐγὼ σὺν τούτοις ἀνεστρεφόμην ἐκ Πύλου μεταπεμφθείς, | |
| τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· | 270 |
| πόρρωθεν ἐκ τῆς Πελοποννησιακῆς γῆς· μετεκαλέσαντο γάρ με αὐτοί, | |
| καὶ μαχόμην κατ' ἔμ' αὐτὸν ἐγώ· κείνοισι δ' ἂν οὔ τις | 271 |
| καὶ ἐμαχόμην ἐγὼ κατὰ τὴν ἐμὴν αὐτοῦ δύναμιν· | |
| τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· | 272 |
| ἐκείνοις δὲ οὐδεὶς ἄν τῶν ἀνθρώπων, οἲ νῦν ὑπάρχουσιν ἐπὶ τῆς γῆς, εἰς μάχην ἐρίσειε· | |
| καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· | 273 |
| καὶ μέντοι τῶν συμβουλῶν ἐμοῦ συνίεσαν, καὶ ἐπείθοντο τῷ ἐμῷ λόγῳ· | |
| ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· | 274 |
| ἀλλὰ πείθεσθέ μοι καὶ ὑμεῖς, ἐπεὶ πείθεσθαι καλόν· | |
| μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, | 275 |
| μήτε σὺ Ἀγάμεμνον, καὶ ταῦτα ἀγαθὸς ὤν, ἀφαιροῦ τοῦτον τὴν κόρην, | |
| ἀλλ' ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· | 276 |
| ἀλλ’ ἄφες, καθὰ τὴν ἀρχὴν αὐτῷ γέρας ἔδωκαν οἱ υἱοὶ τῶν Ἑλλήνων, | |
| μήτε σὺ Πηλεΐδη, θέλ' ἐριζέμεναι βασιλῆι | 277 |
| μήτε σὺ ὦ υἱὲ τοῦ Πηλέως βούλου φιλονεικεῖν τῷ βασιλεῖ | |
| ἀντιβίην, ἐπεὶ οὔ ποθ' ὁμοίης ἔμμορε τιμῆς | 278 |
| κατὰ βιαίαν ἐναντίωσιν, ἐπεὶ οὐχ ὁμοίας σοι ἔτυχε τιμῆς | |
| σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. | 279 |
| ὁ τῶν σκήπτρων ἐγκρατὴς βασιλεύς, ᾧ τὴν τιμὴν ὁ Ζεὺς ἔδωκεν· | |
| εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, | 280 |
| εἰ δὲ σὺ ἰσχυρὸς εἶ, μητὴρ δέ σε ἔτεκε θεά, | |
| ἀλλ' ὅδε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. | 281 |
| ἀλλ’ οὗτος κρείττων ἐστίν, ἐπειδὴ ἐν πλείοσι βασιλεύει· | |
| Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε | 282 |
| ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ δὲ λῆγε τῆς σῆς μνησικακίας, ἐγὼ δὲ | |
| λίσσομ' Ἀχιλλῆι μεθέμεν χόλον, ὃς μέγα πᾶσιν | 283 |
| δεήσομαι τοῦ Ἀχιλλέως ἀφεῖναι τὸν θυμόν, ὃς πᾶσι μεγάλη | |
| ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο. | 284 |
| ἀσφάλεια τοῖς Ἕλλησιν ὑπάρχει, ἕνεκα τοῦ κακωτικοῦ πολέμου. | |
| τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 285 |
| πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ βασιλεὺς Ἀγαμέμνων εἶπε· | |
| ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· | 286 |
| καὶ δὴ ταῦτα πάντα ὦ γέρον κατὰ τὸ πρέπον εἴρηκας, | |
| ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, | 287 |
| ἀλλ’ οὗτος ὁ ἀνὴρ ἐθέλει περιγίνεσθαι πάντων τῶν ἄλλων, | |
| πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν, | 288 |
| πάντων μὲν ἐπικρατέστερος εἶναι βούλεται, ἐν πᾶσι δὲ βασιλεύειν, | |
| πᾶσι δὲ σημαίνειν, ἅ τιν' οὐ πείσεσθαι ὀίω· | 289 |
| πᾶσι δὲ ἐπιτάττειν· καθ’ ἃ οἶμαι οὐ πείσεσθαι αὐτῷ τινά· | |
| εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες | 290 |
| εἰ δὲ πολεμιστὴν αὐτὸν ἐποίησαν οἱ θεοὶ οἱ ἀεὶ ὄντες, | |
| τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; | 291 |
| διὰ τοῦτο λοιδορίαι ἀπὸ τῆς ψυχῆς αὐτοῦ προπετῶς κινοῦνται ὥστε προφέρειν αὐτάς. | |
| τὸν δ' ἄρ' ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· | 292 |
| Πρὸς τοῦτον δὲ εἶπε ὁ ἔνδοξος Ἀχιλλεὺς ὑποβαλὼν τὸν ἑαυτοῦ λόγον καὶ ἐγκόψας αὐτὸν τῆς ὁρμῆς· | |
| ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην | 293 |
| ὄντως γὰρ ἂν δειλός, οὐ πολεμιστής, καὶ οὐδενὸς ἄξιος κληθείην, | |
| εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· | 294 |
| εἰ δὴ κατὰ πᾶσαν πρᾶξιν ὑποτάσσομαί σοι, ἣν ἂν σὺ εἴπῃς πρᾶξαι με· | |
| ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε | 295 |
| ἄλλοις δὴ ταῦτα ἐπίταττε, μὴ δὲ ἔμοιγε | |
| [σήμαιν'· οὐ γὰρ ἔγωγ' ἔτι σοὶ πείσεσθαι ὀίω.] | 296 |
| πρόσταττε, οὐκέτι γὰρ ἐγώ σοι πεισθῆναι ὑπολαμβάνω· | |
| ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν· | 297 |
| ἄλλο δέ σοι λέξω, σὺ δὲ τοῦτο ἐν τῷ σῷ λογισμῷ λάμβανε· | |
| χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης | 298 |
| χερσὶ μὲν ἐγὼ οὐδαμῶς μαχοῦμαι ἕνεκα τῆς κόρης | |
| οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες· | 299 |
| οὔτε σοι, οὔτέ τινι ἄλλω, ἐπεὶ ἀφῄρησθέ με αὐτὴν ὑμεῖς οἱ δεδωκότες· | |
| τῶν δ' ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηὶ μελαίνῃ | 300 |
| ἀπὸ δὲ τῶν ἄλλων, ἅ ἐστιν ἐμοὶ ἐπὶ τῇ ταχείᾳ νηὶ τῇ μελαίνῃ, | |
| τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο· | 301 |
| ἀπὸ τούτων οὐδὲν ἂν ἑλῶν κομίσαις μὴ βουλομένου ἐμοῦ· | |
| εἰ δ' ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· | 302 |
| εἰ δὲ μή, ἄγε δὴ πεῖραν λαβεῖν θέλησον, ἵνα μάθωσι καὶ οὗτοι, ὁποῖος τις εἶ. | |
| αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. | 303 |
| ταχέως ἀπὸ σοῦ αἷμα μέλαν περιρρυήσεται τῷ ἐμῷ δόρατι. | |
| ὣς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν | 304 |
| οὕτως οὗτοι διὰ λόγων βίαν ἀντεισφερόντων διενεχθέντες, | |
| ἀνστήτην, λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· | 305 |
| ἀνέστησαν· ἔλυσαν δὲ τὴν ἐκκλησίαν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων· | |
| Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐίσας | 306 |
| ὁ μὲν υἱὸς τοῦ Πηλέως ἐπὶ τὰς σκηνάς, καὶ τὰς ναῦς τὰς ἑκατέρωθεν ἰσοστάθμους | |
| ἤιε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· | 307 |
| ἀπεληλύθει σὺν τῷ υἱῷ τοῦ Μενοιτίου, καὶ τοῖς ἑαυτοῦ ἑταίροις· | |
| Ἀτρεΐδης δ' ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, | 308 |
| ὁ δὲ υἱὸς τοῦ Ἀτρέως ναῦν ταχεῖαν ἐπὶ τὴν θάλασσαν καθείλκυσεν, | |
| ἐς δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην | 309 |
| εἰς αὐτὴν δὲ κωπηλάτας ἐπιλεξάμενος ἀνεβίβασεν εἴκοσιν, ἐς αὐτὴν δὲ τὰ πρὸς θυσίαν | |
| βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηίδα καλλιπάρῃον | 310 |
| ἐνέβαλε χάριν τοῦ θεοῦ. ἐπ’ αὐτὴν δὲ τὴν θυγατέρα τοῦ Χρύσου τὴν εὐπρόσωπον | |
| εἷσεν ἄγων· ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. | 311 |
| ἀγαγὼν ἐκάθισεν· ἐπ’ αὐτὴν δὲ ἀρχηγὸς ἀνέβη ὁ πόριμος τὰς βουλὰς Ὀδυσσεύς· | |
| οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, | 312 |
| οἱ μὲν δὴ ἀναβάντες ἔπλεον κατὰ τὰς ὑγρὰς τῆς θαλάττης πορείας. | |
| λαοὺς δ' Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· | 313 |
| τοὺς ὄχλους δὲ ὁ υἱὸς τοῦ Ἀτρέως ἀποκαθαίρεσθαι προσέταξεν· | |
| οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, | 314 |
| οὗτοι δὲ ἀπεκαθαίροντο, καὶ εἰς τὴν θάλασσαν τοὺς ῥύπους ἀπέβαλλον· | |
| ἔρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας | 315 |
| ἔθυον δὲ τῷ Ἀπόλλωνι θυσίας, ἀπὸ ζώων τελείων, | |
| ταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο· | 316 |
| ταύρων, καὶ αἰγῶν, κατὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης τῆς πικρᾶς· | |
| κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. | 317 |
| ὁ ἀτμὸς δὲ τοῦ λίπους ἐπὶ πολὺ τοῦ ἀέρος ἀνῄει, περιελισσόμενος, καὶ συμμιγεὶς τῷ καπνῷ. | |
| ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδ' Ἀγαμέμνων | 318 |
| οὕτως οἱ μὲν ταῦτα κατὰ τὸν στρατὸν ἐνήργουν· ὁ Ἀγαμέμνων δὲ | |
| λῆγ' ἔριδος τὴν πρῶτον ἐπηπείλησ' Ἀχιλῆι, | 319 |
| οὐκ ἔληγε τῆς ἐριστικῆς ἀπειλῆς, ἣν τὴν ἀρχὴν ἠπείλησε τῷ Ἀχιλλεῖ· | |
| ἀλλ' ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, | 320 |
| ἀλλ’ οὗτος πρὸς τὸν Ταλθύβιόν τε καὶ τὸν Εὐρυβάτην εἶπεν, | |
| τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· | 321 |
| οἵτινες ἦσαν αὐτῷ κήρυκες καὶ σπουδαῖοι θεράποντες· | |
| ἔρχεσθον κλισίην Πηληιάδεω Ἀχιλῆος· | 322 |
| ἄπιτε ἐπὶ τὴν σκηνὴν τοῦ υἱοῦ τοῦ Πηλέως τοῦ Ἀχιλλέως, | |
| χειρὸς ἑλόντ' ἀγέμεν Βρισηίδα καλλιπάρῃον· | 323 |
| ὥστε ἀπὸ τῆς χειρὸς λαβόντες ἀγαγεῖν δεῦρο τὴν θυγατέρα τοῦ Βρισέως τὴν εὐπρόσωπον· | |
| εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι | 324 |
| ἐὰν δὲ μὴ δῷ, ἐγὼ δ’ ἂν αὐτὸς ἀφέλωμαι αὐτήν, | |
| ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται. | 325 |
| παραγενόμενος σὺν πλείοσιν, ὃ καὶ ἀλγεινότερον ἔσται αὐτῷ. | |
| ὣς εἰπὼν προΐει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 326 |
| Οὕτως εἰπὼν ἐξέπεμψεν· ἰσχυρὸν δὲ τοῦτο ἐπίταγμα προσέταξεν. | |
| τὼ δ' ἀέκοντε βάτην παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο, | 327 |
| οἱ δὲ, καίτοι μὴ βουλόμενοι, ὅμως ἀπῆλθον πλησίον τοῦ αἰγιαλοῦ τῆς πικρᾶς θαλάσσης· | |
| Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, | 328 |
| ἐπὶ δὲ τὰς τῶν Μυρμιδόνων σκηνὰς καὶ ναῦς παρεγένοντο· | |
| τὸν δ' εὗρον παρά τε κλισίῃ καὶ νηὶ μελαίνῃ | 329 |
| εὗρον δὲ τὸν Ἀχιλλέα παρὰ τῇ σκηνῇ καὶ τῇ νηὶ τῇ μελαίνῃ | |
| ἥμενον· οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. | 330 |
| καθήμενον· οὗτος δὲ τούτους ἰδών, σφόδρα ἤλγησεν· | |
| τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα | 331 |
| οἱ δὲ δείσαντες, καὶ αἰδεσθέντες τὸν βασιλέα | |
| στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδ' ἐρέοντο· | 332 |
| ἔστησαν· οὐκ ἐφθέγγοντο δὲ πρὸς αὐτόν, οὐδὲ ἠρώτων. | |
| αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· | 333 |
| ὁ δὲ εἰόησεν ἐν τοῖς ἑαυτοῦ λογισμοῖς, καὶ ἐφώνησεν αὐτοῖς· | |
| χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, | 334 |
| χαίρετε, κήρυκες, ἀγγελιαφόροι τοῦ Διός, καὶ τῶν ἀνθρώπων, | |
| ἆσσον ἴτ'· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ' Ἀγαμέμνων, | 335 |
| πλησίον ἔλθετε, οὐδαμῶς μοι ὑπὸ αἰτίαν ὑμεῖς, ἀλλ’ ὁ Ἀγαμέμνων, | |
| ὃ σφῶι προΐει Βρισηίδος εἵνεκα κούρης. | 336 |
| ὅστις ὑμᾶς ἔπεμψεν ἕνεκα τῆς κόρης τῆς θυγατρὸς τοῦ Βρισέως. | |
| ἀλλ' ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην | 337 |
| ἀλλὰ ἄγε, ὦ εὐγενὲς Πάτροκλε, ἐξάγαγε τὴν κόρην, | |
| καί σφωιν δὸς ἄγειν· τὼ δ' αὐτὼ μάρτυροι ἔστων | 338 |
| καὶ δὸς αὐτοῖς, ὥστε ἀγαγεῖν· οὗτοι δὲ αὐτοὶ μάρτυρες ἔστωσαν | |
| πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων | 339 |
| ἐνώπιόν τε τῶν θεῶν ἀθανάτων, καὶ ἐνώπιον τῶν θνητῶν ἀνθρώπων, | |
| καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ' αὖτε | 340 |
| καὶ ἐνώπιον τοῦ βασιλέως τοῦ ἀπηνοῦς· ἐάν ποτε | |
| χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι | 341 |
| χρεία ἐμοῦ ὑπάρξῃ τὸν ἀπρεπῆ ὄλεθρον ἀποσοβῆσαι | |
| τοῖς ἄλλοις· ἦ γὰρ ὅ γ' ὀλοιῇσι φρεσὶ θύει, | 342 |
| τοῖς Ἕλλησιν· ὄντως γὰρ οὗτος βεβλαμμένοις λογισμοῖς κινεῖται, | |
| οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, | 343 |
| οὐδὲ γινώσκει συλλογίσασθαι ἅμα τὰ μέλλοντα καὶ τὰ παρεληλυθότα, | |
| ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. | 344 |
| λέγω ὅπως αὐτῷ παρὰ ταῖς ναυσίν οἱ Ἕλληνες ἀζήμιοι μάχοιντο. | |
| ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ, | 345 |
| οὕτως εἶπεν· ὁ Πάτροκλος δὲ ἐπείσθη τῷ προσφιλεῖ ἑταίρῳ, | |
| ἐκ δ' ἄγαγε κλισίης Βρισηίδα καλλιπάρῃον, | 346 |
| ἐξήγαγε δὲ τῆς σκηνῆς τὴν τοῦ Βρισέως θυγατέρα τὴν εὐπρόσωπον, | |
| δῶκε δ' ἄγειν· τὼ δ' αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· | 347 |
| ἔδωκε δὲ ὥστε ἀγαγεῖν· οὗτοι δὲ ἐπανέστρεψαν εἰς τὰς ναῦς τῶν Ἑλλήνων· | |
| ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς | 348 |
| ἡ δὲ γυνὴ μὴ βουλομένη σὺν αὐτοῖς ἀπήρχετο. ὁ Ἀχιλλεὺς δὲ | |
| δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, | 349 |
| δακρύσας, ἰδίᾳ ἀπὸ τῶν αὐτοῦ ἑταίρων σὺν ταχυτῆτι ἀπελθών, ἐκαθέζετο | |
| θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπ' ἀπείρονα πόντον | 350 |
| παρὰ τὸν αἰγιαλὸν τῆς θαλάσσης τῆς λευκῆς ὁρῶν ἐπὶ τὸν μέλανα πόντον· | |
| πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· | 351 |
| κατὰ πολὺ δὲ τῇ προσφιλεῖ αὐτοῦ μητρὶ ηὔξατο τὰς χεῖρας ἐκτείνων, λέγων· | |
| μῆτερ ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, | 352 |
| ὦ μῆτερ, ἐπεί με ἐγέννησας ὀλιγοχρόνιον ἐσόμενον, | |
| τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι | 353 |
| τιμήν μοι ὤφειλε δοῦναι ὁ οὐράνιος | |
| Ζεὺς ὑψιβρεμέτης· νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν· | 354 |
| Ζεύς, ὁ τῶν βροντῶν αἴτιος· νῦν δὲ οὐδὲ ἐπὶ μικρόν με ἐτίμησε· | |
| ἦ γάρ μ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 355 |
| ὄντως γάρ με ὁ τοῦ Ἀτρέως υἱὸς ὁ μέγας βασιλεὺς Ἀγαμέμνων | |
| ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 356 |
| ἄτιμον ἐποίησεν· ἀφείλετο γὰρ τὸ ἐμὸν γέρας αὐτός, ἀλλοτριώσας τοῦτο ἀπ’ ἐμοῦ. | |
| ὣς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ | 357 |
| οὕτως εἶπε δακρυρροῶν. τούτου δὲ ἤκουσεν ἡ σεπτὴ μήτηρ | |
| ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· | 358 |
| καθημένη ἐν τῷ βάθει τῆς θαλάσσης παρὰ τῷ πατρὶ αὐτῆς τῷ γέροντι· | |
| καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ' ὀμίχλη, | 359 |
| ταχέως δὲ ἀνῆλθεν ἀπὸ τῆς λευκῆς θαλάσσης, ὥσπερ ὀμίχλη, | |
| καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος, | 360 |
| καὶ πρὸ προσώπου αὐτοῦ ἐκάθισε δακρυρροοῦντος, | |
| χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 361 |
| τῇ χειρὶ δὲ αὐτὸν κατέψησε, καὶ λόγον εἴρηκε, καὶ ἐξ ὀνόματος ἐκάλεσε λέγουσα· | |
| τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; | 362 |
| ὦ παῖ, διὰ τί κλαίεις; τί δέ ἐστι τὸ πένθος, οἳ ἐπὶ σὲ ἀφίκετο κατὰ τοὺς λογισμούς; | |
| ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. | 363 |
| ἔξειπε, μὴ κρύψῃς ἐν τῷ νῷ, ἵνα ἀμφότεροι γινώσκωμεν. | |
| τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 364 |
| πρὸς ταύτην δὲ βαρέως στενάζων εἶπεν ὁ ταχὺς τοὺς πόδας Ἀχιλλεύς. | |
| οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ' ἀγορεύω; | 365 |
| οἶδας, τίνος χάριν σοι ταῦτα ἐρῶ, πάντα γινωσκούσῃ; ὅμως ἐρῶ δή. | |
| ᾠχόμεθ' ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, | 366 |
| ἀπήλθομεν εἰς τὴν ἱερὰν πόλιν τοῦ Ἠετίωνος, τὰς Θήβας λέγω· | |
| τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· | 367 |
| ταύτην δὲ ἐξεπορθήσαμεν, καὶ ἠγάγομεν ἐνταῦθα πάντα τὰ τῆς λείας· | |
| καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, | 368 |
| καὶ ταῦτα μὲν καλῶς ἐμερίσαντο ἐν σφίσιν αὐτοῖς οἱ υἱοὶ τῶν Ἑλλήνων· | |
| ἐκ δ' ἕλον Ἀτρεΐδῃ Χρυσηίδα καλλιπάρῃον. | 369 |
| ἐξελέξαντο δὲ τῷ υἱῷ τοῦ Ἀτρέως τῆν θυγατέρα τοῦ Χρύσου τὴν εὐπρόσωπον· | |
| Χρύσης δ' αὖθ' ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος | 370 |
| ὁ Χρύσης δὲ ὁ ἱερεὺς τοῦ πόρρωθεν τοξεύοντος Ἀπόλλωνος | |
| ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων | 371 |
| ἀφίκετο ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων τῶν σιδηροθωράκων, | |
| λυσόμενός τε θύγατρα φέρων τ' ἀπερείσι' ἄποινα, | 372 |
| ἐλευθερώσων τὴν θυγατέρα καὶ φέρων ἔτι καὶ πλεῖστα λύτρα, | |
| στέμματ' ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος | 373 |
| καὶ τὸ στέμμα κατέχων ἐν ταῖς χερσὶ τοῦ πόρρωθεν βάλλοντος Ἀπόλλωνος, | |
| χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, | 374 |
| ἐπὶ τῇ ῥάβδῳ τῇ χρυσῇ καὶ τιμίᾳ, καὶ ἱκέτευε πάντας τοὺς Ἕλληνας, | |
| Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. | 375 |
| τοὺς δύο δὲ υἱοὺς τοῦ Ἀτρέως μᾶλλον τῶν ἄλλων, τοὺς βασιλεῖς καὶ διατάκτορας τῶν ὄχλων· | |
| ἔνθ' ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ | 376 |
| τότε οἱ ἄλλοι μὲν πάντες Ἕλληνες ἐπεβόησαν, ἀξιοῦντες | |
| αἰδεῖσθαί θ' ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· | 377 |
| αἰσχύνεσθαι τὸν ἱερέα, καὶ τὰ περικαλλῆ λύτρα δέχεσθαι, | |
| ἀλλ' οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, | 378 |
| ἀλλ’ οὐ τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι ἤρεσκε τοῦτο κατὰ τὴν ἑαυτοῦ ψυχήν, | |
| ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε· | 379 |
| καὶ δὴ σκληρῶς αὐτὸν ἀπέπεμψεν, ἰσχυρὸν δὲ ἐπίταγμα προσέταττε. | |
| χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο· τοῖο δ' Ἀπόλλων | 380 |
| ὀργὴν δὲ βαρεῖαν ἔχων ὁ γέρων, ἐπανέστρεψεν· τούτου δὲ ὁ Ἀπόλλων | |
| εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, | 381 |
| εὐχὴν ποιησαμένου ἐπήκουσε, ἐπειδὴ σφόδρα ἦν αὐτῷ φίλος· | |
| ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ | 382 |
| ἀφῆκε δὲ κατὰ τῶν Ἑλλήνων βέλος κακοτικόν· οἱ ὄχλοι δὲ | |
| θνῇσκον ἐπασσύτεροι, τὰ δ' ἐπῴχετο κῆλα θεοῖο | 383 |
| ἀπέθνησκον ἀλλεπάλληλοι καὶ συνεχεῖς· τὰ δὲ τοῦ θεοῦ βέλη ἐπέμπετο | |
| πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις | 384 |
| πανταχόσε ἀνὰ (ἐπὶ) τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων· ἡμῖν δὲ ὁ μάντις | |
| εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. | 385 |
| καλῶς εἰδὼς τὰς μαντείας τοῦ Ἀπόλλωνος δημηγορῶν ἀνέφαινε· | |
| αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· | 386 |
| εὐθέως ἐγὼ πρώτως ἔλεγον ἐξευμενίζεσθαι τὸν θεόν· | |
| Ἀτρεΐωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰς | 387 |
| τὸν δὲ τοῦ Ἀτρέως υἱὸν ὀργὴ κατέσχε· σὺν ταχυτῆτι δὲ ἀναστάς, | |
| ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· | 388 |
| ἠπείλησεν ἐμοὶ ἀπειλήν, ἣ δὴ καὶ τετελεσμένη ἐστίν. | |
| τὴν μὲν γὰρ σὺν νηὶ θοῇ ἑλίκωπες Ἀχαιοὶ | 389 |
| τὴν μὲν γὰρ Χρυσηίδα διὰ νεὼς ταχείας Ἕλληνες εὐόφθαλμοι (ἢ ἑλίσσειν τὰς κώπας εἰδότες) | |
| ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· | 390 |
| ἐς τὴν Χρύσαν παραπέμπουσι, κομίζουσι δὲ καὶ δῶρα τῷ βασιλεῖ Ἀπόλλωνι· | |
| τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες | 391 |
| τὴν δὲ θυγατέρα τοῦ Βρισέως νῦν νεωστὶ ἀπὸ τῆς ἐμῆς σκηνῆς ἀπῆλθον οἱ κήρυκες ἄγοντες, | |
| κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. | 392 |
| ἥν μοι δεδώκασιν οἱ υἱοὶ τῶν Ἑλλήνων· | |
| ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· | 393 |
| ἀλλὰ σὺ εἴ τινα δύναμιν ἔχεις, ἀντιλαβοῦ τοῦ καλοῦ παιδός, | |
| ἐλθοῦσ' Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι | 394 |
| ἀνελθοῦσα εἰς τὸν Ὄλυμπον δεήθητι τοῦ Διός, ἐάν ποτέ τι | |
| ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. | 395 |
| ἢ λόγῳ ὠφέλησας τὴν καρδίαν τοῦ Διός, ἢ καὶ ἔργῳ· | |
| πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα | 396 |
| πολλάκις γάρ σου ἤκουσα ἐν τῷ οἴκῳ τοῦ πατρὸς | |
| εὐχομένης ὅτ' ἔφησθα κελαινεφέι Κρονίωνι | 397 |
| καυχωμένης, ὅτε ἔλεγες, τῷ τοῦ Κρόνου υἱῷ τῷ τῆς συμπιλήσεως καὶ σκοτώσεως τῶν νεφῶν αἰτίῳ | |
| οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, | 398 |
| μόνη ἐν τοῖς θεοῖς ἀπρεπῆ ὄλεθρον ἀποσοβῆσαι, | |
| ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι | 399 |
| ὅτε αὐτὸν ἤθελον συνδῆσαι οἱ λοιποὶ οὐράνιοι θεοί, | |
| Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· | 400 |
| ἡ Ἥρα καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ ἡ Παλλάς· | |
| ἀλλὰ σὺ τόν γ' ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, | 401 |
| ἀλλὰ σὺ, ὦ θεά, παραγενομένη τοῦτον ἀπήλλαξας ταχέως τῶν δεσμῶν, | |
| ὦχ' ἑκατόγχειρον καλέσασ' ἐς μακρὸν Ὄλυμπον, | 402 |
| τὸν Ἑκατόγχειρα καλέσασα ἐπὶ τὸν ὑψηλὸν Ὄλυμπον, | |
| ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες | 403 |
| ὃν οἱ μὲν θεοὶ Βριάρεων ὀνομάζουσιν, οἱ ἄνθρωποι δὲ πάντες | |
| Αἰγαίων', ὃ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμείνων· | 404 |
| Αἰγαίωνα· οὗτος γὰρ κατὰ τὴν ἰσχὺν ἀμείνων ἐστὶ τοῦ ἑαυτοῦ πατρός, | |
| ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· | 405 |
| ὃς δὴ τότε ἀνελθὼν ἐκαθέζετο παρὰ τῷ υἱῷ τοῦ Κρόνου λαμπρυνόμενος, καὶ διαχευόμενος διὰ τὴν δόξαν· | |
| τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν. | 406 |
| ὃν δὴ καὶ ἐφοβήθησαν οἱ μακάριοι θεοί, καὶ οὐκέτι ἐδέσμευσαν τὸν Δία· | |
| τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων | 407 |
| τούτων δὴ αὐτὸν ἀναμνήσασα, πλησίον κάθισον καὶ λαβοῦ τῶν γονάτων αὐτοῦ, | |
| αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, | 408 |
| εἴπως ἂν ἐθελήσῃ συνάρασθαι μὲν καὶ βοηθῆσαι τοῖς Τρωσί· | |
| τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι Ἀχαιοὺς | 409 |
| τοὺς δὲ Ἕλληνας ἐπί τε τὰς ναῦς συνελαθῆναι ποιῆσαι, καὶ ἐπὶ τὴν θάλασσαν | |
| κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, | 410 |
| ἀναιρουμένους, ὅπως πάντες παραπολαύσωσι τοῦ βασιλέως, | |
| γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 411 |
| μάθῃ δὲ καὶ αὐτὸς ὁ υἱὸς τοῦ Ἀτρέως, ὁ μέγας βασιλεὺς Ἀγαμέμνων | |
| ἣν ἄτην ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. | 412 |
| τὴν ἑαυτοῦ βλάβην, ὅτι τὸν κράτιστον τῶν Ἑλλήνων κατ’ οὐδὲν ἐτίμησε. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· | 413 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνατο ἡ Θέτις σφόδρα δακρυρροοῦσα· | |
| ὤ μοι τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα; | 414 |
| οἴμοι, ὦ τέκνον ἐμόν, τίνος χάριν σε ἀνέθρεψα ἐπὶ κακῇ μοίρᾳ τεκοῦσα; | |
| αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων | 415 |
| εἴθε ἀποκείμενον ἦν σοὶ παρὰ ταῖς ναυσὶν ἀδακρύτῳ καὶ ἀβλαβεῖ | |
| ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· | 416 |
| καθῆσθαι, ἐπειδή σοι ἡ τῆς ζωῆς μοῖρα ἐπ’ ὀλίγον χρόνον ἐστίν, οὐκέτι σφόδρα ἐπὶ πολύν· | |
| νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων | 417 |
| νῦν δ’ ἅμα καὶ ὀλιγοχρόνιος, καὶ ἄθλιος πλέον πάντων ἐγένου, | |
| ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. | 418 |
| δἰ’ ὃ δὴ ἐπὶ κακῇ μοίρᾳ σε ἔτεκον ἐπὶ τῶν οἴκων· | |
| τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ | 419 |
| τοῦτον δέ σοι τὸν λόγον λέξουσα τῷ Διὶ τῷ τρέποντι τοὺς ἐναντίους τῷ κεραυνῷ, | |
| εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. | 420 |
| ἀπέρχομαι ἐγὼ πρὸς τὸν οὐρανὸν ἀφ’ οὗ οἱ σφοδροὶ νιφετοί, ἐάν γε πεισθείη· | |
| ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι | 421 |
| ἀλλὰ σὺ μὲν νῦν παρὰ ταῖς ναυσὶ καθήμενος ταῖς ταχείαις, | |
| μήνι' Ἀχαιοῖσιν, πολέμου δ' ἀποπαύεο πάμπαν· | 422 |
| μνησικάκει τοῖς Ἕλλησι, ἀπὸ τοῦ πολέμου δὲ ἀγρίαν ἄγε παντελῆ· | |
| Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας | 423 |
| ὁ γὰρ Ζεὺς εἰς τὸν Ὠκεανὸν ἐπὶ τοὺς ἀμέμπτους Αἰθίοπας | |
| χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες ἕποντο· | 424 |
| ἀπῆλθε χθὲς εἰς εὐωχίαν· οἱ θεοὶ δὲ οἱ πλείους ἅμα αὐτῷ ἠκολούθουν· | |
| δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, | 425 |
| κατὰ δὲ τὴν δωδεκάτην ἡμέραν ἐπανελεύσεται ἐπὶ τὸν Ὄλυμπον, | |
| καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, | 426 |
| καὶ τότε δὴ ἀπελεύσομαι πρὸς τὸ τοῦ Διὸς οἴκημα τὸ ἰσχυρόν, | |
| καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. | 427 |
| καὶ δεήσομαι αὐτοῦ τῶν γονάτων ἁπτομένη, καὶ ὑπολαμβάνω πείσεσθαί μοι αὐτόν. | |
| ὣς ἄρα φωνήσασ' ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦ | 428 |
| οὕτω δὴ εἰποῦσα ἀπελήλυθε· τὸν δὲ κατέλιπεν ἐκεῖ | |
| χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς | 429 |
| βαρεῖαν ὀργὴν ἔχοντα κατὰ ψυχήν, ἕνεκα τῆς πολυτελῶς ἐστολισμένης γυναικός, | |
| τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς | 430 |
| ἣν βιαίως καὶ μὴ βουλομένου αὐτοῦ ἀφείλοντο. ὁ Ὀδυσσεὺς δὲ | |
| ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. | 431 |
| εἰς τὴν Χρύσαν κατέλαβε, ἄγων τὴν ἱερὰν μεγάλην θυσίαν· | |
| οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο | 432 |
| οἳ δὴ ὅτε ἐντὸς τοῦ λιμένος τοῦ ἐπὶ πολὺ βάθος διήκοντος παρεγένοντο, | |
| ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηὶ μελαίνῃ, | 433 |
| τὴν ὀθόνην μὲν συνέστειλαν, κατέθηκαν δὲ αὐτὴν ἐν τῇ νηὶ τῇ μελαίνῃ· | |
| ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες | 434 |
| τὸν ἱστὸν δὲ τῇ ἱστοθήκῃ ἥρμοσαν, χαλάσαντες αὐτὸν τοῖς σχοινίοις | |
| καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. | 435 |
| ταχέως· τὴν ναῦν δὲ εἰς τὸν ὅρμον ταῖς κώπαις εἵλκυσαν, | |
| ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν· | 436 |
| ἐξέβαλον δὲ τὰς ἀγκύρας, κατέδησαν δὲ τὰ πρυμνήσια· | |
| ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, | 437 |
| ἐξῆλθον δὲ καὶ αὐτοὶ ἐπὶ τὸν αἰγιαλὸν τῆς θαλάσσης, | |
| ἐκ δ' ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· | 438 |
| ἐξήγαγον δὲ τὴν μεγάλην θυσίαν τῷ πόρρωθεν βάλλοντι Ἀπόλλωνι· | |
| ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο. | 439 |
| ἐξῆλθε δὲ ἡ τοῦ Χρύσου θυγάτηρ τῆς νεὼς τῆς περώσης τὸν πόντον· | |
| τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς | 440 |
| ταύτην μὲν δὴ ἐπὶ τὸν βωμὸν ἀγαγὼν ὁ πόριμος τὰς βουλὰς Ὀδυσσεὺς | |
| πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· | 441 |
| τῷ προσφιλεῖ αὐτῆς πατρὶ ἐνεχείρισε, καὶ πρὸς αὐτὸν εἴπε· | |
| ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 442 |
| ὦ Χρύση, ὁ Ἀγαμέμνων με ἔπεμψεν ὁ βασιλεὺς τῶν λαῶν, | |
| παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην | 443 |
| σοί τε ἀγαγεῖν τὴν θυγατέρα, καὶ τῷ Φοίβῳ τὴν ἱερὰν μεγάλην θυσίαν | |
| ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ' ἱλασόμεσθα ἄνακτα, | 444 |
| θυσιάσαι ὑπὲρ τῶν Ἑλλήνων, ἵνα ἐξευμενισώμεθα τὸν βασιλέα Ἀπόλλωνα, | |
| ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν. | 445 |
| ὅστις νῦν κατὰ τῶν Ἑλλήνων λύπας ἔπεμψε πολλῶν στεναγμῶν αἰτίας· | |
| ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων | 446 |
| οὕτως εἰπὼν ἐνεχείρισεν αὐτῷ· ὁ δὲ παρέλαβε μετὰ χαρᾶς | |
| παῖδα φίλην· τοὶ δ' ὦκα θεῷ ἱερὴν ἑκατόμβην | 447 |
| τὴν προσφιλῆ θυγατέρα· οἱ δὲ ταχέως τῷ θεῷ τὴν ἔνδοξον θυσίαν | |
| ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, | 448 |
| ἐφεξῆς ἔστησαν περὶ τὸν βωμὸν τὸν καλῶς ᾠκοδομημένον | |
| χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. | 449 |
| ἔπειτα δὲ τὰς χεῖρας ἐνίψαντο, καὶ τὰ κανᾶ ἐφ’ οἷς ἦσαν αἱ σύμμικτοι ταῖς ἁλσὶ κριθαὶ ἐβάστασαν· | |
| τοῖσιν δὲ Χρύσης μεγάλ' εὔχετο χεῖρας ἀνασχών· | 450 |
| ἐπὶ τούτοις δὲ ὁ Χρύσης ἐξαισίως ηὔχετο τὰς χεῖρας ἀνατείνας, λέγων· | |
| κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβηκας | 451 |
| ἐπάκουσόν μου, ὦ ἀργυρότοξε, ὃς τῆς Χρύσης ὑπερασπίζεις, | |
| Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· | 452 |
| καὶ τῆς Κίλλης τῆς θειοτάτης, καὶ τῆς Τενέδου κραταιῶς βασιλεύεις· | |
| ἦ μὲν δή ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, | 453 |
| πρὸ ὀλίγου μὲν πρότερον ἐπήκουσάς μου εὐχὴν ποιησαμένου, | |
| τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν· | 454 |
| ἐτίμησας μὲν ἐμέ· μεγάλως δὲ ἔβλαψας τὸ πλῆθος τῶν Ἑλλήνων· | |
| ἠδ' ἔτι καὶ νῦν μοι τόδ' ἐπικρήηνον ἐέλδωρ· | 455 |
| καὶ νῦν δή μοι ἔτι ταύτην τὴν ἐπιθυμίαν τελείωσον· | |
| ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. | 456 |
| ἀπάρτι τοῖς Ἕλλησι τὸν ἀπρεπῆ ὄλεθρον ἀποσόβησον. | |
| ὣς ἔφατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Φοῖβος Ἀπόλλων. | 457 |
| Οὕτως εἶπεν εὐχόμενος· τούτου δὲ ἐπήκουσεν ὁ λαμπρὸς Ἀπόλλων. | |
| αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, | 458 |
| ἐπεὶ δὲ τὴν εὐχὴν ἐποιήσαντο, καὶ τὰ κανᾶ, ἐν οἷς αἱ κριθαί, προέτειναν χέοντες τὰς σὺν ἁλσὶ κριθάς, | |
| αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, | 459 |
| ἀνέστρεψαν μὲν πρῶτον τὸν τράχηλον τοῦ ἱερείου καὶ ἔσφαξαν αὐτό, καὶ ἐξέδειραν, | |
| μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν | 460 |
| καὶ τοὺς μηροὺς ἀπέκοψαν, καὶ λίπει αὐτοὺς κατεκάλυψαν, | |
| δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν· | 461 |
| διττὰς μοίρας ποιήσαντες, ἐπάνω δὲ αὐτῶν ὠμὰ κρέα ἀπὸ τῶν ἄλλων ἔθηκαν, | |
| καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνον | 462 |
| ἔκαιε δ’ αὐτοὺς ὁ γέρων ὁ Χρύσης ἐπάνω τῶν σχιζῶν, καυστικὸν δὲ οἶνον | |
| λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. | 463 |
| ἐπέσπενδε, νέοι δὲ πλησίον αὐτοῦ ὄργανα σιδηρᾶ ταῖς χερσὶ κατεῖχον· | |
| αὐτὰρ ἐπεὶ κατὰ μῆρα κάη καὶ σπλάγχνα πάσαντο, | 464 |
| ἐπεὶ δὲ κατεκαύθησαν οἱ μηροὶ καὶ τὰ ἐντόσθια ἔφαγον, | |
| μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, | 465 |
| τὰ ἄλλα δὴ πάντα κρέα εἰς μικρὰ ἔτεμον, καὶ περιέπειραν αὐτὰ τοῖς ὀβελοῖς, | |
| ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 466 |
| καὶ ὤπτησαν περιεσκεμμένως, καὶ ἐξήγαγον πάντα· | |
| αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα | 467 |
| ἐπεὶ δὲ ἔληξαν τοῦ πόνου καὶ εὐτρέπισαν τὴν εὐωχίαν, | |
| δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. | 468 |
| εὐωχοῦντο· οὐκέτι δὲ ψυχή τινος ἐδεῖτο τροφῆς ἐν κοινῇ τραπέζῃ κειμένης· | |
| αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 469 |
| ἐπεὶ δὲ τὴν ἐπιθυμίαν ἐπλήρωσαν, τῆς τε πόσεως καὶ τροφῆς, | |
| κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, | 470 |
| νέοι μὲν τοὺς κρατῆρας ὑπερχειλεῖς ἐποιήσαντο πόματος, | |
| νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· | 471 |
| ἀρξάμενοι δὲ διένειμαν πᾶσι τοῖς ἐκπώμασι· | |
| οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο | 472 |
| οἱ δὲ παῖδες τῶν Ἑλλήνων κατὰ πᾶσαν τὴν ἡμέραν δι’ ᾠδῆς τὸν θεὸν ἐξευμενίζοντο | |
| καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν | 473 |
| ἐμμελῆ παιᾶνα ᾄδοντες, | |
| μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετ' ἀκούων. | 474 |
| ὑμνοῦντες τὸν πόρρωθεν ἐργαζόμενον· ὁ δὲ ἀκούων ἐυφραίνετο κατὰ τὸν λογισμόν. | |
| ἦμος δ' ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, | 475 |
| ὁπηνίκα δὲ ὁ ἥλιος ἔδυ καὶ ἐπῆλθε τὸ τῆς νυκτὸς σκότος, | |
| δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· | 476 |
| τότε δὴ ἐκοιμήθησαν πλησίων τῶν ἀπογείων σχοινίων τῆς νεώς· | |
| ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, | 477 |
| ὁπηνίκα δὲ ἐφάνη ἡ λαμπρὰ καὶ περιφανὴς ἡμέρα ἡ μετὰ τὸν ὄρθρον γεννομένη, | |
| καὶ τότ' ἔπειτ' ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· | 478 |
| καὶ δὴ τότε ἀνήγοντο ἐπὶ τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων· | |
| τοῖσιν δ' ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· | 479 |
| τούτοις δὲ ἄνεμον ἐπιτήδειον ἔπεμψεν ὁ πόρρωθεν ἐργαζόμενος Ἀπόλλων· | |
| οἳ δ' ἱστὸν στήσαντ' ἀνά θ' ἱστία λευκὰ πέτασσαν, | 480 |
| οἱ δὲ τὸν ἱστὸν ἔστησαν, καὶ τὴν ὀθόνην τὴν λευκὴν ἀνεπέτασαν· | |
| ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα | 481 |
| ἐνέπνευσε δὲ ὁ ἄνεμος κατὰ τὸ μέσον τῆς ὀθόνης, τὸ κῦμα δὲ | |
| στείρῃ πορφύρεον μεγάλ' ἴαχε νηὸς ἰούσης· | 482 |
| τὸ μέλαν παρὰ τῇ τρόπιδι μεγάλως ἤχει, τῆς νεὼς πορευομένης· | |
| ἣ δ' ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. | 483 |
| ἡ δὲ ἔτρεχε ἐπὶ τοῦ κύματος διαπερῶσα τὴν τῆς θαλάττης πορείαν· | |
| αὐτὰρ ἐπεί ῥ' ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, | 484 |
| ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων, | |
| νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν | 485 |
| τὴν ναῦν μὲν οὗτοι τὴν μέλαιναν ἐπὶ τῆς ξηρᾶς εἵλκυσαν | |
| ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν· | 486 |
| ἐφ’ ὕψους ἐπὶ τῆς ἄμμου· ὑπερείσματα δὲ αὐτῇ μακρὰ ὑπέτειναν, | |
| αὐτοὶ δ' ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. | 487 |
| αὐτοὶ δὲ ἐσκεδάσθησαν ἐπί τε τὰς σκηνάς, καὶ τὰς ναῦς. | |
| αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι | 488 |
| ὁ δὲ ἐμνησικάκει παρὰ ταῖς ναυσὶ καθήμενος ταῖς ταχείαις, | |
| διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· | 489 |
| ὁ ἔνδοξος τὸ γένος, ὁ υἱὸς τοῦ Πηλέως, ὁ κατὰ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
| οὔτέ ποτ' εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν | 490 |
| οὔτέ ποτε ἐπ’ ἐκκλησίαν τὴν δοξάζουσαν τοὺς ἄνδρας ἐρχόμενος ἀνεστρέφετο, | |
| οὔτέ ποτ' ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ | 491 |
| οὔτε εἰς πόλεμον ποτέ· ἀλλὰ ἐφθείρετο κατὰ τὴν προσφιλῆ ψυχὴν | |
| αὖθι μένων, ποθέεσκε δ' ἀϋτήν τε πτόλεμόν τε. | 492 |
| αὐτόθι μένων· ἐπόθει γὰρ τὴν βοὴν τοῦ πολέμου, καὶ τὸν πόλεμον. | |
| ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς, | 493 |
| ἀλλ’ ὅτε δὴ ἐξ ἐκείνου δωδεκάτη ἐγένετο ἡμέρα, | |
| καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες | 494 |
| καὶ δὴ τότε πρὸς τὸν Ὄλυμπον ἐπανίεσαν οἱ θεοὶ οἱ ἀεὶ ὄντες, | |
| πάντες ἅμα, Ζεὺς δ' ἦρχε· Θέτις δ' οὐ λήθετ' ἐφετμέων | 495 |
| ὁμοῦ πάντες, ὁ Ζεὺς δὲ προηγεῖτο. ἡ Θέτις δὲ οὐκ ἐπελανθάνετο τῶν ἐντολῶν | |
| παιδὸς ἑοῦ, ἀλλ' ἥ γ' ἀνεδύσετο κῦμα θαλάσσης. | 496 |
| τοῦ ἑαυτῆς παιδός· ἀλλ’ αὕτη ἀνέδυ μὲν τὸ κῦμα τῆς θαλάττης· | |
| ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. | 497 |
| ὀρθρινὴ δὲ ἀνέβη εἰς τὸν μέγαν οὐρανόν, καὶ τὸν Ὄλυμπον· | |
| εὗρεν δ' εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων | 498 |
| εὗρε δὲ τὸν υἱὸν τοῦ Κρόνου τὸν μεγαλόφωνον ἰδίᾳ ἀπὸ τῶν ἄλλων καθήμενον | |
| ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· | 499 |
| ἐπὶ τῇ ἀκροτάτῃ κορυφῇ τοῦ πολλὰς ἐξοχὰς ἔχοντος Ὀλύμπου· | |
| καί ῥα πάροιθ' αὐτοῖο καθέζετο, καὶ λάβε γούνων | 500 |
| καὶ πρὸ προσώπου αὐτοῦ ἐκάθισε, καὶ ἐλάβετο τῶν γονάτων αὐτοῦ | |
| σκαιῇ, δεξιτερῇ δ' ἄρ' ὑπ' ἀνθερεῶνος ἑλοῦσα | 501 |
| τῇ ἀριστερᾷ χειρί, τῇ δεξιᾷ δὲ ὑποκάτω τοῦ ἀνθερεῶνος κρατήσασα, | |
| λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· | 502 |
| δεομένη εἷπε πρὸς τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου τὸν βασιλέα· | |
| Ζεῦ πάτερ εἴ ποτε δή σε μετ' ἀθανάτοισιν ὄνησα | 503 |
| ὦ Ζεῦ πάτερ, εἴποτε δή σε ἐν τοῖς θεοῖς ὠφέλησα | |
| ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· | 504 |
| ἢ λόγῳ, ἢ ἔργῳ, ταύτην μοι τὴν ἐπιθυμίαν τελείωσον· | |
| τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων | 505 |
| τίμησόν μοι τὸν υἱόν, ὅς ὀλιγοχρονιώτατος τὸν ἄλλων | |
| ἔπλετ'· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 506 |
| ἐγένετο· ὁ Ἀγαμέμνων δὲ ὁ βασιλεὺς τῶν λαῶν νῦν αὐτὸν | |
| ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 507 |
| ἄτιμον ἐποίησεν· ἀφείλετο γὰρ αὐτὸς τὸ γέρας, ἀλλοτριώσας τοῦτο αὐτοῦ· | |
| ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· | 508 |
| ἀλλὰ σὺ δὴ τίμησον αὐτόν, ὦ βουλευτικὲ οὐράνιε Ζεῦ· | |
| τόφρα δ' ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ' ἂν Ἀχαιοὶ | 509 |
| μέχρι δὲ τοσούτου ἐπὶ τοῖς Τρωσὶ τίθει νίκην, μέχρις ἂν οἱ Ἕλληνες | |
| υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. | 510 |
| τὸν ἐμὸν υἱὸν τιμήσωσι, καὶ διὰ τιμῆς αὐτὸν ὑψώσωσιν. | |
| ὣς φάτο· τὴν δ' οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, | 511 |
| οὕτως εἶπε· πρὸς ταύτην δὲ οὐδὲν ἀπεκρίνατο ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, | |
| ἀλλ' ἀκέων δὴν ἧστο· Θέτις δ' ὡς ἥψατο γούνων | 512 |
| ἀλλ’ ἐπὶ πολὺ ἐκάθητο σιωπῶν· ἡ Θέτις δὲ ὡς τὴν ἀρχὴν ἥψατο τῶν γονάτων, | |
| ὣς ἔχετ' ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· | 513 |
| οὕτως ἐξείχετο προσπεπλεγμένη, καὶ ἠρώτησε δεύτερον· | |
| νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον | 514 |
| ἀναμαρτήτως δή μοι ὑπόσχου καὶ κατάνευσον, | |
| ἢ ἀπόειπ', ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ' ἐῢ εἰδέω | 515 |
| ἢ ἄρνησαι· ἐπειδὴ οὐκ ἔπεστί σοι φόβος, ἵνα καλῶς γνῶ, | |
| ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. | 516 |
| καθόσον ἐγὼ ἐν πᾶσι τοῖς θεοῖς εἰμὶ θεὸς ἐν οὐδεμίᾳ τιμῇ. | |
| τὴν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· | 517 |
| πρὸς ταύτην μεγάλως ἀγανακτήσας ἔφη ὁ τῆς ἀθροίσεως τῶν νεφελῶν αἴτιος Ζεύς· | |
| ἦ δὴ λοίγια ἔργ' ὅ τέ μ' ἐχθοδοπῆσαι ἐφήσεις | 518 |
| ὅπως δὴ ὀλέθρια ἔργα ἔσται, ὅτε με ἐχθρωδῶς ἐμβλέψαι τῇ Ἥρᾳ διεγερεῖς, | |
| Ἥρῃ ὅτ' ἄν μ' ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· | 519 |
| ὅταν με λόγοις ὀνειδιστικοῖς διερεθίζῃ· | |
| ἣ δὲ καὶ αὔτως μ' αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι | 520 |
| αὕτη δὲ καὶ μάτην ἄλλως ἐνώπιον τῶν ἀθανάτων θεῶν ἀεί με | |
| νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. | 521 |
| ὀνειδίζει, καὶ δή με φησὶ τοῖς Τρωσὶ βοηθεῖν κατὰ τὴν μάχην· | |
| ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ | 522 |
| ἀλλὰ σὺ μὲν νῦν ἐπανάστρεψον, ἵνα μή σε ἴδῃ | |
| Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· | 523 |
| Ἥρα· ἐμοὶ δὲ διὰ φροντίδος ἂν ταῦτα γένοιτο, ὅπως τελέσω αὐτά· | |
| εἰ δ' ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· | 524 |
| ἄγε δή σοι τῇ κεφαλῇ κατανεύσω, ἵνα θάρρος λάβῃς· | |
| τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ' ἀθανάτοισι μέγιστον | 525 |
| τοῦτο γάρ ἐστιν ἐξ ἐμοῦ ἐν τοῖς ἀθανάτοις μέγιστον | |
| τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν | 526 |
| σημεῖον· οὐδὲν γάρ ἐστιν ἐμὸν παλλισσύλλεκτον, οὐδὲ ψευδές, | |
| οὐδ' ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. | 527 |
| οὐδ’ ἀτέλεστον, ὅπερ ἂν τῇ κεφαλῇ κατανεύσω τελέσειν. | |
| ἦ καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων· | 528 |
| ἔφη, καὶ ταῖς μελαίναις ὀφρύσιν ἐπένευσεν ὁ τοῦ Κρόνου υἱός· | |
| ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος | 529 |
| αἱ θείαι δὲ τρίχες ἐκινήθησαν τοῦ βασιλέως | |
| κρατὸς ἀπ' ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον. | 530 |
| ἀπὸ τῆς ἀθανάτου κεφαλῆς, τὸν μέγαν δὲ Ὄλυμπον συνέστρεψεν. | |
| τώ γ' ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα | 531 |
| οὕτως οὗτοι συμβουλευσάμενοι διέστησαν ἀπ’ ἀλλήλων· ἡ μὲν δὴ | |
| εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ' αἰγλήεντος Ὀλύμπου, | 532 |
| εἰς τὴν θάλασσαν τὴν βαθεῖαν ἤλατο ἀπὸ τοῦ λαμπροῦ Ὀλύμπου· | |
| Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δ' ἅμα πάντες ἀνέσταν | 533 |
| ὁ Ζεὺς δὲ πρὸς τὸ ἑαυτοῦ οἴκημα ἀπελήλυθεν· οἱ θεοὶ δὲ ὁμοῦ πάντες ἀνέστησαν | |
| ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη | 534 |
| ἐκ τῶν καθεδρῶν, ἐνώπιον τοῦ σφετέρου πατρός, οὐδὲ ὑπέμεινέ τις | |
| μεῖναι ἐπερχόμενον, ἀλλ' ἀντίοι ἔσταν ἅπαντες. | 535 |
| ἀτρέμας ὑποδέξασθαι αὐτόν, ἀλλ’ ἐνώπιον αὐτοῦ πάντες ἀνέστησαν· | |
| ὣς ὃ μὲν ἔνθα καθέζετ' ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη | 536 |
| οὕτω τούτων ἐχόντων, ὁ μὲν αὐτόθι ἐκάθισεν ἐπὶ τοῦ θρόνου· ἡ Ἥρα δὲ | |
| ἠγνοίησεν ἰδοῦσ' ὅτι οἱ συμφράσσατο βουλὰς | 537 |
| ἰδοῦσα αὐτὸν οὐκ ἠγνόησεν, ὅτι βουλὰς αὐτῷ συνεβούλευσεν | |
| ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. | 538 |
| ἡ Θέτις ἡ λευκοὺς ἔχουσα τοὺς πόδας, ἡ θυγάτηρ τοῦ θαλασσίου γέροντος τοῦ Νηρέως· | |
| αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· | 539 |
| αὐτίκα δὲ διὰ λόγων θυμαλγῶν πρὸς τὸν υἱὸν τοῦ Κρόνου τὸν Δία ἔφη· | |
| τίς δ' αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; | 540 |
| τίς δή σοι δόλιε τὰς βουλὰς ἀπὸ τῶν θεῶν συνεβούλευσε βουλάς; | |
| αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα | 541 |
| ἀεί σοι προσφιλές ἐστιν ἰδίᾳ καὶ χωρὶς ἐμοῦ ὄντα | |
| κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι | 542 |
| κεκρυμμένα διανοούμενον κρίνειν καὶ διατάττειν· οὔπω δέ μοι | |
| πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. | 543 |
| προθύμως ὑπέμεινας εἰπεῖν λόγον τινά, ὃν ἐννοήσῃς. | |
| τὴν δ' ἠμείβετ' ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· | 544 |
| πρὸς ταύτην ἀπεκρίνατο ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν ὁ Ζεύς, λέγων· | |
| Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους | 545 |
| ὦ Ἥρα, μὴ δὴ πάντας τοὺς ἐμοὺς λόγους ἔλπιζε | |
| εἰδήσειν· χαλεποί τοι ἔσοντ' ἀλόχῳ περ ἐούσῃ· | 546 |
| γνώσεσθαι, δυσκόλως ἔξουσί σοι πρὸς τὸ εἰδέναι. καὶ ταῦτα ἐμῇ γυναικὶ οὔσῃ· | |
| ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα | 547 |
| ἀλλ’ ὃν μὲν λόγον πρέπον ἐστὶν ἀκούειν τινά, οὐδείς γε | |
| οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ' ἀνθρώπων· | 548 |
| οὔτ’ ἀπὸ τῶν θεῶν οὔτ’ ἀπὸ τῶν ἀνθρώπων πρότερος σοῦ γνώσεται αὐτόν· | |
| ὃν δέ κ' ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι | 549 |
| ὃν δ’ ἂν ἐγὼ λόγον ἰδίᾳ ἀπὸ τῶν θεῶν ἐθέλοιμι σκέψασθαι, | |
| μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. | 550 |
| τούτους σὺ πάντας μὴ ζήτει μαθεῖν, μηδὲ ἀκριβῶς ἐρεύνα. | |
| τὸν δ' ἠμείβετ' ἔπειτα βοῶπις πότνια Ἥρη· | 551 |
| πρὸς τοῦτον δὲ ἀπεκρίνατο ἡ σεβασμία Ἥρα ἡ μετεώρους καὶ κυκλοτερεῖς ἔχουσα τοὺς ὀφθαλμούς, λέγουσα· | |
| αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; | 552 |
| ὦ χαλεπώτατε υἱὲ τοῦ Κρόνου, τίς ἐστιν οὗτος ὁ λόγος, ὃν εἶπας; | |
| καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε μεταλλῶ, | 553 |
| καὶ λίαν σε ἐγὼ πρότερον οὔτε ἠρώτων, οὔτε ἀκριβῶς ἠρεύνων· | |
| ἀλλὰ μάλ' εὔκηλος τὰ φράζεαι ἅσσ' ἐθέλῃσθα. | 554 |
| ἀλλὰ μάλα ἥσυχος διενοοῦ ἐκεῖνα, ἃ ἂν ἤθελες· | |
| νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ | 555 |
| νῦν δὲ σφόδρα δέδοικα κατὰ τὸν ἐμὸν λογισμόν, μή σε ἀπατήσῃ | |
| ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· | 556 |
| ἡ Θέτις ἡ λευκόπους, ἡ θυγάτηρ τοῦ θαλασσίου γέροντος τοῦ Νηρέως· | |
| ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· | 557 |
| κατὰ τὸν ὀρθρὸν γάρ σοι παρεκάθισε, καὶ ἐλάβετο τῶν γονάτων σου δεομένη· | |
| τῇ σ' ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα | 558 |
| ταύτῃ σε ὑπολαμβάνω κατανεῦσαι ἀληθῶς, ὅπως τὸν Ἀχιλλέα | |
| τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. | 559 |
| τιμήσῃς, ἀπολέσῃς δὲ πολλοὺς ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | |
| τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· | 560 |
| πρὸς ταύτην ἀποκρινόμενος ἔφη ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, λέγων· | |
| δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· | 561 |
| δαιμονίως περίεργε, ἀεὶ μὲν περιεργάζῃ, οὐδέ σε λανθάνω· | |
| πρῆξαι δ' ἔμπης οὔ τι δυνήσεαι, ἀλλ' ἀπὸ θυμοῦ | 562 |
| ὅμως οὐδὲν δυνήσῃ πρᾶξαι, ἀλλ’ ἀποθύμιος | |
| μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. | 563 |
| μᾶλλον ἐμοὶ ἔσῃ, ὃ δή σοι καὶ ἀλγεινὸν ἔσται· | |
| εἰ δ' οὕτω τοῦτ' ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· | 564 |
| εἰ δὴ τοῦθ’ οὕτως ἔχει, ἐμοὶ προσφιλὲς φαίνεται εἶναι· | |
| ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ, | 565 |
| ἀλλὰ σιωπῶσα κάθησο, τῷ ἐμῷ δὲ λόγῳ πείθου, | |
| μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ | 566 |
| ἵνα μὴ οὐ χρησιμεύσωσί σοι ὅσοι θεοί εἰσιν ἐν τῷ Ὀλύμπῳ | |
| ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. | 567 |
| πλησίον ἐλθόντες, ὅταν σοι ἐπιβάλω τὰς ἐμὰς χεῖρας. | |
| ὣς ἔφατ' ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, | 568 |
| οὕτως εἶπεν· ἐφοβήθη δὲ ἡ σεβασμία Ἥρα, ἡ μετεώρους καὶ κυκλοτερεῖς ἔχουσα τοὺς ὀφθαλμούς, | |
| καί ῥ' ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· | 569 |
| καὶ σιωπῶσα μετ’ ἐκπλήξεως ἐκάθητο, ταπεινώσασα τὴν προσφιλῆ αὐτῆς ψυχήν· | |
| ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· | 570 |
| ἠγανάκτησαν δὲ κατὰ τὸ οἴκημα τοῦ Διὸς οἱ θεοὶ οἱ οὐράνιοι. | |
| τοῖσιν δ' Ἥφαιστος κλυτοτέχνης ἦρχ' ἀγορεύειν | 571 |
| πρὸς τούτους δὲ ὁ Ἥφαιστος ὁ ἔνδοξος τὴν τέχνην δημηγορεῖν ἤρξατο, | |
| μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· | 572 |
| τῇ προσφιλεῖ αὐτοῦ μητρὶ Ἥρᾳ τῇ λευκοὺς ἐχούσῃ τοὺς πήχεις ἐπέραστα φέρων, λέγων· | |
| ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεται οὐδ' ἔτ' ἀνεκτά, | 573 |
| ὄντως δὴ ὀλέθρια ἔργα τάδε ἔσται, οὐδὲ φορητά, | |
| εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, | 574 |
| εἴγε ὑμεῖς ἕνεκα ἀνθρώπων οὕτω φιλονεικεῖτε, | |
| ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς | 575 |
| θόρυβον δὲ ἐν τοῖς θεοῖς κινεῖτε· οὐκέτι δὲ οὐδὲ τῆς εὐωχίας | |
| ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. | 576 |
| τῆς ἀγαθῆς ἔσταί τι ὄφελος, ἐπειδὴ τὰ κακὰ νικᾷ· | |
| μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ | 577 |
| ἐγὼ δὲ τῇ ἐμῇ μητρὶ παραινῶ καί περ νοούσῃ καὶ αὐτῇ | |
| πατρὶ φίλῳ ἐπὶ ἦρα φέρειν Διί, ὄφρα μὴ αὖτε | 578 |
| τῷ ἐμῷ προσφιλεῖ πατρὶ τῷ Διὶ ἐπέραστα φέρειν, ἵνα μὴ οὗτος δὴ | |
| νεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ. | 579 |
| ὁ πατὴρ εἰς ἔριν διεγερθῇ, ταράξῃ δὲ ὑμᾶς, σὺν ἡμῖν δὲ καὶ τὴν εὐωχίαν· | |
| εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς | 580 |
| ἐὰν γὰρ ἐθέλῃ ὁ Ζεὺς ὁ οὐράνιος ὁ τὰς ἀστραπὰς κινῶν, | |
| ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. | 581 |
| ἐκ τῶν καθεδρῶν ἂν ἡμᾶς συστρέψειεν· οὗτος γὰρ κατὰ πολὺ κρείσσων ἐστίν· | |
| ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· | 582 |
| ἀλλὰ σὺ τοῦτον λόγοις μαλάττειν δυναμένοις καθάψαι· | |
| αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. | 583 |
| οὗτος δὲ αὐτὸς ὁ οὐράνιος Ζεὺς αὐτίκα δὴ ἵλεως ἡμῖν ἔσται. | |
| ὣς ἄρ' ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον | 584 |
| οὕτως δὴ ἔφη· καὶ ἀναστὰς ἔκπωμα διπλοῦν, τὴν βάσιν δηλονότι κοίλην ἔχον, | |
| μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· | 585 |
| τῇ προσφιλεῖ αὐτοῦ μητρὶ ἐνεχείρισε, καὶ πρὸς αὐτὴν εἶπεν· | |
| τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, | 586 |
| ὑπόμεινον, μῆτερ ἐμή, καὶ ἀνάσχου, καίπερ λυπουμένη, | |
| μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι | 587 |
| ἵνα μή σε, καίπερ οὖσαν προσφιλῆ, ἐνώπιον τῶν ἐμῶν ὀφθαλμῶν ἴδω | |
| θεινομένην, τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ | 588 |
| τυπτομένην· τότε δὲ κατ’ οὐδέν σοι δυνήσομαι, καίπερ λυπούμενος, | |
| χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· | 589 |
| βοηθεῖν· δυσχερὴς γάρ ἐστιν ὁ Ζεὺς ὁ οὐράνιος εἰς τὸ ἀντιτάττεσθαί τινα αὐτῷ, | |
| ἤδη γάρ με καὶ ἄλλοτ' ἀλεξέμεναι μεμαῶτα | 590 |
| καὶ ἄλλοτε γὰρ ἤδη με συμμαχεῖν σοι προθυμούμενον | |
| ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, | 591 |
| ἀπὸ τοῦ ποδὸς τινάξας ἔρριψεν ἀπὸ τοῦ οὐδοῦ τῶν οὐρανίων πυλῶν τοῦ θείου· | |
| πᾶν δ' ἦμαρ φερόμην, ἅμα δ' ἠελίῳ καταδύντι | 592 |
| κατὰ πᾶσαν δὲ τὴν ἡμέραν κατεφερόμην, ἅμα δὲ καταδεδυκότι τῷ ἡλίῳ | |
| κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν· | 593 |
| κατέπεσον ἐν τῇ Λήμνῳ· τῇ ψυχῇ δέ μοι μικρά τις ἰσχὺς ὑπελείφθη· | |
| ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. | 594 |
| ὅπου με οἱ τὴν Λῆμνον οἰκοῦντες ἄνδρες, ταχέως ἔλαβον καταπεσόντα. | |
| ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, | 595 |
| οὕτως ἔφη· ἡρέμα δ’ ἐγέλασεν ἡ θεὰ ἡ Ἥρα ἡ λευκοὺς ἔχουσα τοὺς πήχεις· | |
| μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· | 596 |
| γελάσασα δὲ ἀπὸ τοῦ παιδὸς αὐτῆς ἐδέξατο τὸ ἔκπωμα τῇ χειρί· | |
| αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν | 597 |
| ὁ δὲ πᾶσι τοῖς ἄλλοις θεοῖς ἐπιδεξίως | |
| οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· | 598 |
| ἐγχέων ἐδίδου γλυκὺ νέκταρ ἀπὸ κρατῆρος ἀρυόμενος· | |
| ἄσβεστος δ' ἄρ' ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν | 599 |
| ἄπαυστος δὲ γέλως ἐκινεῖτο ἐν τοῖς μακαρίοις θεοῖς, | |
| ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. | 600 |
| ἐπεὶ ἴδον τὸν Ἥφαιστον κατὰ τὰ οἰκήματα ὑπηρετούμενον. | |
| ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα | 601 |
| οὕτω τότε μὲν κατὰ πᾶσαν τὴν ἡμέραν μέχρι καταδύσεως ἡλίου | |
| δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐίσης, | 602 |
| εὐωχοῦντο· οὐκέτι δὲ οὐδενὸς ἐδεῖτο ψυχὴ τροφῆς ἐν κοινῇ τραπέζῃ προκειμένης, | |
| οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ' Ἀπόλλων, | 603 |
| οὐ μὴν οὐδὲ φόρμιγγος περικαλλοῦς ἣν εἶχεν ὁ Ἀπόλλων, | |
| Μουσάων θ' αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. | 604 |
| οὐδὲ ᾠδῶν, αἳ ᾔδοντο κατὰ διαδοχὴν διὰ φωνῆς ἐμμελοῦς. | |
| αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, | 605 |
| ἐπεὶ δὲ τὸ λαμπρὸν φῶς τοῦ ἡλίου ἐδεδύκει, | |
| οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, | 606 |
| οἱ μὲν ἄλλοι θεοὶ κοιμηθησόμενοι ἀπῆλθον, ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, | |
| ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις | 607 |
| ὅπου ἑκάστῳ οἴκημα ὁ ἔνδοξος Ἥφαιστος ὁ ἀμφοτέρωθεν χολεύων | |
| Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· | 608 |
| ἐποίησεν, ἐπισταμέναις ἐννοίαις. | |
| Ζεὺς δὲ πρὸς ὃν λέχος ἤι' Ὀλύμπιος ἀστεροπητής, | 609 |
| ὁ Ζεὺς δὲ ὁ οὐράνιος ὁ τὰς ἀστραπὰς κινῶν πρὸς τὴν ἑαυτοῦ κοίτην ἀπῆλθεν, | |
| ἔνθα πάρος κοιμᾶθ' ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· | 610 |
| ὅπου πρότερον ὕπνωττεν, ὅτε γλυκὺς αὐτὸν ὕπνος κατελάμβανε· | |
| ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. | 611 |
| ἐκεῖ ἀναβάς, καὶ τότε ἀνεπαύετο· παρ’ αὐτῷ δὲ καὶ ἡ τὸν χρυσὸν θρόνον ἔχουσα Ἥρα. | |