αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι, | 001 | |
Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὣς | 002 | |
ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό· | 003 | |
αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον | 004 | |
κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων | 005 | |
ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι· | 006 | |
ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται. | 007 | |
οἳ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ | 008 | |
ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. | 009 | |
εὖτ' ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην | 010 | |
ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, | 011 | |
τόσσόν τίς τ' ἐπιλεύσσει ὅσον τ' ἐπὶ λᾶαν ἵησιν· | 012 | |
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς | 013 | |
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο. | 014 | |
οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, | 015 | |
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς | 016 | |
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα | 017 | |
καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ | 018 | |
πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους | 019 | |
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηιοτῆτι. | 020 | |
τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος | 021 | |
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα, | 022 | |
ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας | 023 | |
εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα | 024 | |
πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν | 025 | |
σεύωνται ταχέες τε κύνες θαλεροί τ' αἰζηοί· | 026 | |
ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα | 027 | |
ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην· | 028 | |
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. | 029 | |
τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς | 030 | |
ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, | 031 | |
ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων. | 032 | |
ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη | 033 | |
οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, | 034 | |
ἂψ δ' ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, | 035 | |
ὣς αὖτις καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων | 036 | |
δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. | 037 | |
τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· | 038 | |
Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ | 039 | |
αἴθ' ὄφελες ἄγονός τ' ἔμεναι ἄγαμός τ' ἀπολέσθαι· | 040 | |
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν | 041 | |
ἢ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων. | 042 | |
ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ | 043 | |
φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν | 044 | |
εἶδος ἔπ', ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. | 045 | |
ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι | 046 | |
πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, | 047 | |
μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ' εὐειδέ' ἀνῆγες | 048 | |
ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων | 049 | |
πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, | 050 | |
δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ; | 051 | |
οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον; | 052 | |
γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν· | 053 | |
οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ' Ἀφροδίτης | 054 | |
ἥ τε κόμη τό τε εἶδος ὅτ' ἐν κονίῃσι μιγείης. | 055 | |
ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη | 056 | |
λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ' ὅσσα ἔοργας. | 057 | |
τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· | 058 | |
Ἕκτορ ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν· | 059 | |
αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς | 060 | |
ὅς τ' εἶσιν διὰ δουρὸς ὑπ' ἀνέρος ὅς ῥά τε τέχνῃ | 061 | |
νήιον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν· | 062 | |
ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί· | 063 | |
μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης· | 064 | |
οὔ τοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα | 065 | |
ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο· | 066 | |
νῦν αὖτ' εἴ μ' ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι, | 067 | |
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, | 068 | |
αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον | 069 | |
συμβάλετ' ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι· | 070 | |
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, | 071 | |
κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω· | 072 | |
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες | 073 | |
ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων | 074 | |
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. | 075 | |
ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας, | 076 | |
καί ῥ' ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας | 077 | |
μέσσου δουρὸς ἑλών· τοὶ δ' ἱδρύνθησαν ἅπαντες. | 078 | |
τῷ δ' ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ | 079 | |
ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ' ἔβαλλον· | 080 | |
αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 081 | |
ἴσχεσθ' Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν· | 082 | |
στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ. | 083 | |
ὣς ἔφαθ', οἳ δ' ἔσχοντο μάχης ἄνεῴ τ' ἐγένοντο | 084 | |
ἐσσυμένως· Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε· | 085 | |
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ | 086 | |
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. | 087 | |
ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς | 088 | |
τεύχεα κάλ' ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, | 089 | |
αὐτὸν δ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον | 090 | |
οἴους ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. | 091 | |
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται | 092 | |
κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω· | 093 | |
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν. | 094 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· | 095 | |
τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· | 096 | |
κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει | 097 | |
θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη | 098 | |
Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε | 099 | |
εἵνεκ' ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς· | 100 | |
ἡμέων δ' ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται | 101 | |
τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. | 102 | |
οἴσετε ἄρν', ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, | 103 | |
Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ' ἡμεῖς οἴσομεν ἄλλον· | 104 | |
ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ' ὅρκια τάμνῃ | 105 | |
αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι, | 106 | |
μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται. | 107 | |
αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται· | 108 | |
οἷς δ' ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω | 109 | |
λεύσσει, ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται. | 110 | |
ὣς ἔφαθ', οἳ δ' ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε | 111 | |
ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο. | 112 | |
καί ῥ' ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ' ἔβαν αὐτοί, | 113 | |
τεύχεά τ' ἐξεδύοντο· τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ | 114 | |
πλησίον ἀλλήλων, ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα· | 115 | |
Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε | 116 | |
καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι· | 117 | |
αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων | 118 | |
νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ' ἄρν' ἐκέλευεν | 119 | |
οἰσέμεναι· ὃ δ' ἄρ' οὐκ ἀπίθησ' Ἀγαμέμνονι δίῳ. | 120 | |
Ἶρις δ' αὖθ' Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν | 121 | |
εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, | 122 | |
τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων | 123 | |
Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. | 124 | |
τὴν δ' εὗρ' ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε | 125 | |
δίπλακα πορφυρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους | 126 | |
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, | 127 | |
οὕς ἑθεν εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων· | 128 | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· | 129 | |
δεῦρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι | 130 | |
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, | 131 | |
οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα | 132 | |
ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· | 133 | |
οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, | 134 | |
ἀσπίσι κεκλιμένοι, παρὰ δ' ἔγχεα μακρὰ πέπηγεν. | 135 | |
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος | 136 | |
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· | 137 | |
τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. | 138 | |
ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ | 139 | |
ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· | 140 | |
αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν | 141 | |
ὁρμᾶτ' ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα | 142 | |
οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο, | 143 | |
Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις· | 144 | |
αἶψα δ' ἔπειθ' ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. | 145 | |
οἳ δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην | 146 | |
Λάμπόν τε Κλυτίον θ' Ἱκετάονά τ' ὄζον Ἄρηος | 147 | |
Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω | 148 | |
ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, | 149 | |
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ | 150 | |
ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ' ὕλην | 151 | |
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· | 152 | |
τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ' ἐπὶ πύργῳ. | 153 | |
οἳ δ' ὡς οὖν εἴδονθ' Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, | 154 | |
ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον· | 155 | |
οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς | 156 | |
τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· | 157 | |
αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· | 158 | |
ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ' ἐν νηυσὶ νεέσθω, | 159 | |
μηδ' ἡμῖν τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο. | 160 | |
ὣς ἄρ' ἔφαν, Πρίαμος δ' Ἑλένην ἐκαλέσσατο φωνῇ· | 161 | |
δεῦρο πάροιθ' ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο, | 162 | |
ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε· | 163 | |
οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν | 164 | |
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· | 165 | |
ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς | 166 | |
ὅς τις ὅδ' ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε. | 167 | |
ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι, | 168 | |
καλὸν δ' οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν, | 169 | |
οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. | 170 | |
τὸν δ' Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν· | 171 | |
αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε· | 172 | |
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο | 173 | |
υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα | 174 | |
παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. | 175 | |
ἀλλὰ τά γ' οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα. | 176 | |
τοῦτο δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς· | 177 | |
οὗτός γ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, | 178 | |
ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής· | 179 | |
δαὴρ αὖτ' ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ' ἔην γε. | 180 | |
ὣς φάτο, τὸν δ' ὁ γέρων ἠγάσσατο φώνησέν τε· | 181 | |
ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον, | 182 | |
ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. | 183 | |
ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, | 184 | |
ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους | 185 | |
λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, | 186 | |
οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο· | 187 | |
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην | 188 | |
ἤματι τῷ ὅτε τ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι· | 189 | |
ἀλλ' οὐδ' οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. | 190 | |
δεύτερον αὖτ' Ὀδυσῆα ἰδὼν ἐρέειν' ὁ γεραιός· | 191 | |
εἴπ' ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ' ἐστί· | 192 | |
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο, | 193 | |
εὐρύτερος δ' ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι. | 194 | |
τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, | 195 | |
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· | 196 | |
ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, | 197 | |
ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων. | 198 | |
τὸν δ' ἠμείβετ' ἔπειθ' Ἑλένη Διὸς ἐκγεγαυῖα· | 199 | |
οὗτος δ' αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, | 200 | |
ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης | 201 | |
εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά. | 202 | |
τὴν δ' αὖτ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· | 203 | |
ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· | 204 | |
ἤδη γὰρ καὶ δεῦρό ποτ' ἤλυθε δῖος Ὀδυσσεὺς | 205 | |
σεῦ ἕνεκ' ἀγγελίης σὺν ἀρηιφίλῳ Μενελάῳ· | 206 | |
τοὺς δ' ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, | 207 | |
ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. | 208 | |
ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν | 209 | |
στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, | 210 | |
ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· | 211 | |
ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον | 212 | |
ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, | 213 | |
παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος | 214 | |
οὐδ' ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. | 215 | |
ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς | 216 | |
στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, | 217 | |
σκῆπτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, | 218 | |
ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· | 219 | |
φαίης κε ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. | 220 | |
ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη | 221 | |
καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν, | 222 | |
οὐκ ἂν ἔπειτ' Ὀδυσῆΐ γ' ἐρίσσειε βροτὸς ἄλλος· | 223 | |
οὐ τότε γ' ὧδ' Ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες. | 224 | |
τὸ τρίτον αὖτ' Αἴαντα ἰδὼν ἐρέειν' ὃ γεραιός· | 225 | |
τίς τὰρ ὅδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε | 226 | |
ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους; | 227 | |
τὸν δ' Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν· | 228 | |
οὗτος δ' Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν· | 229 | |
Ἰδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς | 230 | |
ἕστηκ', ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται. | 231 | |
πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος | 232 | |
οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο. | 233 | |
νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, | 234 | |
οὕς κεν ἐὺ̈ γνοίην καί τ' οὔνομα μυθησαίμην· | 235 | |
δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν | 236 | |
Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα | 237 | |
αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ. | 238 | |
ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, | 239 | |
ἢ δεύρω μὲν ἕποντο νέεσσ' ἔνι ποντοπόροισι, | 240 | |
νῦν αὖτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν | 241 | |
αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν. | 242 | |
ὣς φάτο, τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα | 243 | |
ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ. | 244 | |
κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ | 245 | |
ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης | 246 | |
ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν | 247 | |
κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα· | 248 | |
ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν· | 249 | |
ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι | 250 | |
Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων | 251 | |
ἐς πεδίον καταβῆναι ἵν' ὅρκια πιστὰ τάμητε· | 252 | |
αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος | 253 | |
μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί· | 254 | |
τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ' ἕποιτο· | 255 | |
οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες | 256 | |
ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται | 257 | |
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. | 258 | |
ὣς φάτο ῥίγησεν δ' ὃ γέρων, ἐκέλευσε δ' ἑταίρους | 259 | |
ἵππους ζευγνύμεναι· τοὶ δ' ὀτραλέως ἐπίθοντο. | 260 | |
ἂν δ' ἄρ' ἔβη Πρίαμος, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω· | 261 | |
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον· | 262 | |
τὼ δὲ διὰ Σκαιῶν πεδίον δ' ἔχον ὠκέας ἵππους. | 263 | |
ἀλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, | 264 | |
ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν | 265 | |
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. | 266 | |
ὄρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 267 | |
ἂν δ' Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ | 268 | |
ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον | 269 | |
μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. | 270 | |
Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, | 271 | |
ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, | 272 | |
ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα | 273 | |
κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. | 274 | |
τοῖσιν δ' Ἀτρεΐδης μεγάλ' εὔχετο χεῖρας ἀνασχών· | 275 | |
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, | 276 | |
Ἠέλιός θ', ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις, | 277 | |
καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας | 278 | |
ἀνθρώπους τίνυσθον ὅτις κ' ἐπίορκον ὀμόσσῃ, | 279 | |
ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ' ὅρκια πιστά· | 280 | |
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ | 281 | |
αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, | 282 | |
ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν· | 283 | |
εἰ δέ κ' Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, | 284 | |
Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι, | 285 | |
τιμὴν δ' Ἀργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν, | 286 | |
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται. | 287 | |
εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες | 288 | |
τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, | 289 | |
αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς | 290 | |
αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω. | 291 | |
ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· | 292 | |
καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας | 293 | |
θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. | 294 | |
οἶνον δ' ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν | 295 | |
ἔκχεον, ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν. | 296 | |
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· | 297 | |
Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι | 298 | |
ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν | 299 | |
ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος | 300 | |
αὐτῶν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν. | 301 | |
ὣς ἔφαν, οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. | 302 | |
τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· | 303 | |
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· | 304 | |
ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν | 305 | |
ἄψ, ἐπεὶ οὔ πω τλήσομ' ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι | 306 | |
μαρνάμενον φίλον υἱὸν ἀρηιφίλῳ Μενελάῳ· | 307 | |
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι | 308 | |
ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. | 309 | |
ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, | 310 | |
ἂν δ' ἄρ' ἔβαιν' αὐτός, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω· | 311 | |
πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. | 312 | |
τὼ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο· | 313 | |
Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς | 314 | |
χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα | 315 | |
κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, | 316 | |
ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. | 317 | |
λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, | 318 | |
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· | 319 | |
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε | 320 | |
ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε, | 321 | |
τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, | 322 | |
ἡμῖν δ' αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι. | 323 | |
ὣς ἄρ' ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ | 324 | |
ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. | 325 | |
οἳ μὲν ἔπειθ' ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ | 326 | |
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε' ἔκειτο· | 327 | |
αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ | 328 | |
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο. | 329 | |
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε | 330 | |
καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· | 331 | |
δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν | 332 | |
οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ' αὐτῷ. | 333 | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον | 334 | |
χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· | 335 | |
κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν | 336 | |
ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· | 337 | |
εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει. | 338 | |
ὣς δ' αὔτως Μενέλαος ἀρήιος ἔντε' ἔδυνεν. | 339 | |
οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, | 340 | |
ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο | 341 | |
δεινὸν δερκόμενοι· θάμβος δ' ἔχεν εἰσορόωντας | 342 | |
Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς. | 343 | |
καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ | 344 | |
σείοντ' ἐγχείας ἀλλήλοισιν κοτέοντε. | 345 | |
πρόσθε δ' Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος, | 346 | |
καὶ βάλεν Ἀτρεΐδαο κατ' ἀσπίδα πάντοσε ἴσην, | 347 | |
οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ | 348 | |
ἀσπίδ' ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ | 349 | |
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· | 350 | |
Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ' ἔοργε | 351 | |
δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον, | 352 | |
ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων | 353 | |
ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ. | 354 | |
ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, | 355 | |
καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσε ἴσην· | 356 | |
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, | 357 | |
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· | 358 | |
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα | 359 | |
ἔγχος· ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. | 360 | |
Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον | 361 | |
πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ' ἄρ' αὐτῷ | 362 | |
τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός. | 363 | |
Ἀτρεΐδης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· | 364 | |
Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· | 365 | |
ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος· | 366 | |
νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος | 367 | |
ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν. | 368 | |
ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης, | 369 | |
ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας Ἀχαιούς· | 370 | |
ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν, | 371 | |
ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης. | 372 | |
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, | 373 | |
εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη, | 374 | |
ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· | 375 | |
κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ. | 376 | |
τὴν μὲν ἔπειθ' ἥρως μετ' ἐϋκνήμιδας Ἀχαιοὺς | 377 | |
ῥῖψ' ἐπιδινήσας, κόμισαν δ' ἐρίηρες ἑταῖροι· | 378 | |
αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων | 379 | |
ἔγχεϊ χαλκείῳ· τὸν δ' ἐξήρπαξ' Ἀφροδίτη | 380 | |
ῥεῖα μάλ' ὥς τε θεός, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ, | 381 | |
κὰδ δ' εἷσ' ἐν θαλάμῳ εὐώδεϊ κηώεντι. | 382 | |
αὐτὴ δ' αὖ Ἑλένην καλέουσ' ἴε· τὴν δὲ κίχανε | 383 | |
πύργῳ ἐφ' ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· | 384 | |
χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, | 385 | |
γρηὶ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν | 386 | |
εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ | 387 | |
ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· | 388 | |
τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ' Ἀφροδίτη· | 389 | |
δεῦρ' ἴθ'· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. | 390 | |
κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι | 391 | |
κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης | 392 | |
ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν, ἀλλὰ χορὸν δὲ | 393 | |
ἔρχεσθ', ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. | 394 | |
ὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· | 395 | |
καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν | 396 | |
στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, | 397 | |
θάμβησέν τ' ἄρ' ἔπειτα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· | 398 | |
δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; | 399 | |
ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων | 400 | |
ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, | 401 | |
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων· | 402 | |
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος | 403 | |
νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι, | 404 | |
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; | 405 | |
ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόεικε κελεύθου, | 406 | |
μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον, | 407 | |
ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, | 408 | |
εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. | 409 | |
κεῖσε δ' ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· | 410 | |
κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ' ὀπίσσω | 411 | |
πᾶσαι μωμήσονται· ἔχω δ' ἄχε' ἄκριτα θυμῷ. | 412 | |
τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' Ἀφροδίτη· | 413 | |
μή μ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω, | 414 | |
τὼς δέ σ' ἀπεχθήρω ὡς νῦν ἔκπαγλ' ἐφίλησα, | 415 | |
μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ | 416 | |
Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι. | 417 | |
ὣς ἔφατ', ἔδεισεν δ' Ἑλένη Διὸς ἐκγεγαυῖα, | 418 | |
βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ | 419 | |
σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. | 420 | |
αἳ δ' ὅτ' Ἀλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο, | 421 | |
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο, | 422 | |
ἣ δ' εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν. | 423 | |
τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη | 424 | |
ἀντί' Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· | 425 | |
ἔνθα κάθιζ' Ἑλένη κούρη Διὸς αἰγιόχοιο | 426 | |
ὄσσε πάλιν κλίνασα, πόσιν δ' ἠνίπαπε μύθῳ· | 427 | |
ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ' ὀλέσθαι | 428 | |
ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν. | 429 | |
ἦ μὲν δὴ πρίν γ' εὔχε' ἀρηιφίλου Μενελάου | 430 | |
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· | 431 | |
ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον | 432 | |
ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ' ἔγωγε | 433 | |
παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ | 434 | |
ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι | 435 | |
ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμήῃς. | 436 | |
τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε· | 437 | |
μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε· | 438 | |
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, | 439 | |
κεῖνον δ' αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. | 440 | |
ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε· | 441 | |
οὐ γάρ πώ ποτέ μ' ὧδέ γ' ἔρως φρένας ἀμφεκάλυψεν, | 442 | |
οὐδ' ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς | 443 | |
ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, | 444 | |
νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, | 445 | |
ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. | 446 | |
ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ' εἵπετ' ἄκοιτις. | 447 | |
τὼ μὲν ἄρ' ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν, | 448 | |
Ἀτρεΐδης δ' ἀν' ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς | 449 | |
εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. | 450 | |
ἀλλ' οὔ τις δύνατο Τρώων κλειτῶν τ' ἐπικούρων | 451 | |
δεῖξαι Ἀλέξανδρον τότ' ἀρηιφίλῳ Μενελάῳ· | 452 | |
οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον εἴ τις ἴδοιτο· | 453 | |
ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. | 454 | |
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 455 | |
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι· | 456 | |
νίκη μὲν δὴ φαίνετ' ἀρηιφίλου Μενελάου, | 457 | |
ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ | 458 | |
ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν' ἔοικεν, | 459 | |
ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται. | 460 | |
ὣς ἔφατ' Ἀτρεΐδης, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί. | 461 | |