ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς | 001 | |
ἰᾶτ' Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο | 002 | |
Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδ' ἄρ' ἔμελλε | 003 | |
τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν | 004 | |
εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον | 005 | |
ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας· | 006 | |
ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν | 007 | |
ἐντὸς ἔχον ῥύοιτο· θεῶν δ' ἀέκητι τέτυκτο | 008 | |
ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν. | 009 | |
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι' Ἀχιλλεὺς | 010 | |
καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, | 011 | |
τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. | 012 | |
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, | 013 | |
πολλοὶ δ' Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, | 014 | |
πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, | 015 | |
Ἀργεῖοι δ' ἐν νηυσὶ φίλην ἐς πατρίδ' ἔβησαν, | 016 | |
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων | 017 | |
τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. | 018 | |
ὅσσοι ἀπ' Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, | 019 | |
Ῥῆσός θ' Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε | 020 | |
Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος | 021 | |
καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι | 022 | |
κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν· | 023 | |
τῶν πάντων ὁμόσε στόματ' ἔτραπε Φοῖβος Ἀπόλλων, | 024 | |
ἐννῆμαρ δ' ἐς τεῖχος ἵει ῥόον· ὗε δ' ἄρα Ζεὺς | 025 | |
συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. | 026 | |
αὐτὸς δ' ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν | 027 | |
ἡγεῖτ', ἐκ δ' ἄρα πάντα θεμείλια κύμασι πέμπε | 028 | |
φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, | 029 | |
λεῖα δ' ἐποίησεν παρ' ἀγάρροον Ἑλλήσποντον, | 030 | |
αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε | 031 | |
τεῖχος ἀμαλδύνας· ποταμοὺς δ' ἔτρεψε νέεσθαι | 032 | |
κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ. | 033 | |
ὣς ἄρ' ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων | 034 | |
θησέμεναι· τότε δ' ἀμφὶ μάχη ἐνοπή τε δεδήει | 035 | |
τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων | 036 | |
βαλλόμεν'· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες | 037 | |
νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο | 038 | |
Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· | 039 | |
αὐτὰρ ὅ γ' ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· | 040 | |
ὡς δ' ὅτ' ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι | 041 | |
κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων· | 042 | |
οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες | 043 | |
ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς | 044 | |
αἰχμὰς ἐκ χειρῶν· τοῦ δ' οὔ ποτε κυδάλιμον κῆρ | 045 | |
ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· | 046 | |
ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· | 047 | |
ὅππῃ τ' ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· | 048 | |
ὣς Ἕκτωρ ἀν' ὅμιλον ἰὼν ἐλλίσσεθ' ἑταίρους | 049 | |
τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι | 050 | |
τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ' ἄκρῳ | 051 | |
χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος | 052 | |
εὐρεῖ', οὔτ' ἄρ' ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι | 053 | |
ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν | 054 | |
ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν | 055 | |
ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν | 056 | |
πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. | 057 | |
ἔνθ' οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων | 058 | |
ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. | 059 | |
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· | 060 | |
Ἕκτορ τ' ἠδ' ἄλλοι Τρώων ἀγοὶ ἠδ' ἐπικούρων | 061 | |
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους· | 062 | |
ἣ δὲ μάλ' ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ | 063 | |
ὀξέες ἑστᾶσιν, ποτὶ δ' αὐτοὺς τεῖχος Ἀχαιῶν, | 064 | |
ἔνθ' οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι | 065 | |
ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. | 066 | |
εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει | 067 | |
Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετ' ἀρήγειν, | 068 | |
ἦ τ' ἂν ἔγωγ' ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, | 069 | |
νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς· | 070 | |
εἰ δέ χ' ὑποστρέψωσι, παλίωξις δὲ γένηται | 071 | |
ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, | 072 | |
οὐκέτ' ἔπειτ' ὀΐω οὐδ' ἄγγελον ἀπονέεσθαι | 073 | |
ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ' Ἀχαιῶν. | 074 | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 075 | |
ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, | 076 | |
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες | 077 | |
Ἕκτορι πάντες ἑπώμεθ' ἀολλέες· αὐτὰρ Ἀχαιοὶ | 078 | |
οὐ μενέουσ' εἰ δή σφιν ὀλέθρου πείρατ' ἐφῆπται. | 079 | |
ὣς φάτο Πουλυδάμας, ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων, | 080 | |
αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. | 081 | |
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ' ἵππων ἠγερέθοντο, | 082 | |
ἀλλ' ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. | 083 | |
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος | 084 | |
ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ' ἐπὶ τάφρῳ· | 085 | |
οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες | 086 | |
πένταχα κοσμηθέντες ἅμ' ἡγεμόνεσσιν ἕποντο. | 087 | |
οἳ μὲν ἅμ' Ἕκτορ' ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, | 088 | |
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα | 089 | |
τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. | 090 | |
καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δ' ἄρ' ὄχεσφιν | 091 | |
ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. | 092 | |
τῶν δ' ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, | 093 | |
τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς | 094 | |
υἷε δύω Πριάμοιο· τρίτος δ' ἦν Ἄσιος ἥρως | 095 | |
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι | 096 | |
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. | 097 | |
τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο | 098 | |
Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε | 099 | |
Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. | 100 | |
Σαρπηδὼν δ' ἡγήσατ' ἀγακλειτῶν ἐπικούρων, | 101 | |
πρὸς δ' ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον· | 102 | |
οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι | 103 | |
τῶν ἄλλων μετά γ' αὐτόν· ὃ δ' ἔπρεπε καὶ διὰ πάντων. | 104 | |
οἳ δ' ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι | 105 | |
βάν ῥ' ἰθὺς Δαναῶν λελιημένοι, οὐδ' ἔτ' ἔφαντο | 106 | |
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. | 107 | |
ἔνθ' ἄλλοι Τρῶες τηλεκλειτοί τ' ἐπίκουροι | 108 | |
βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο· | 109 | |
ἀλλ' οὐχ Ὑρτακίδης ἔθελ' Ἄσιος ὄρχαμος ἀνδρῶν | 110 | |
αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, | 111 | |
ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι | 112 | |
νήπιος, οὐδ' ἄρ' ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας | 113 | |
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν | 114 | |
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· | 115 | |
πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν | 116 | |
ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. | 117 | |
εἴσατο γὰρ νηῶν ἐπ' ἀριστερά, τῇ περ Ἀχαιοὶ | 118 | |
ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι· | 119 | |
τῇ ῥ' ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν | 120 | |
εὗρ' ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα, | 121 | |
ἀλλ' ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν' ἑταίρων | 122 | |
ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας. | 123 | |
τῇ ῥ' ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ' ἅμ' ἕποντο | 124 | |
ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτ' Ἀχαιοὺς | 125 | |
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι | 126 | |
νήπιοι, ἐν δὲ πύλῃσι δύ' ἀνέρας εὗρον ἀρίστους | 127 | |
υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, | 128 | |
τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, | 129 | |
τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. | 130 | |
τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων | 131 | |
ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, | 132 | |
αἵ τ' ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα | 133 | |
ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσ' ἀραρυῖαι· | 134 | |
ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι | 135 | |
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. | 136 | |
οἳ δ' ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας | 137 | |
ὑψόσ' ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ | 138 | |
Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην | 139 | |
Ἀσιάδην τ' Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. | 140 | |
οἳ δ' ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς | 141 | |
ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν· | 142 | |
αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν | 143 | |
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, | 144 | |
ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην | 145 | |
ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ' ἐν ὄρεσσιν | 146 | |
ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, | 147 | |
δοχμώ τ' ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην | 148 | |
πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων | 149 | |
γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· | 150 | |
ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς | 151 | |
ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο | 152 | |
λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν. | 153 | |
οἳ δ' ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων | 154 | |
βάλλον ἀμυνόμενοι σφῶν τ' αὐτῶν καὶ κλισιάων | 155 | |
νηῶν τ' ὠκυπόρων· νιφάδες δ' ὡς πῖπτον ἔραζε, | 156 | |
ἅς τ' ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας | 157 | |
ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ· | 158 | |
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν | 159 | |
ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δ' ἀμφ' αὖον ἀΰτευν | 160 | |
βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι. | 161 | |
δή ῥα τότ' ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ | 162 | |
Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα· | 163 | |
Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο | 164 | |
πάγχυ μάλ'· οὐ γὰρ ἔγωγ' ἐφάμην ἥρωας Ἀχαιοὺς | 165 | |
σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους. | 166 | |
οἳ δ', ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι | 167 | |
οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ, | 168 | |
οὐδ' ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες | 169 | |
ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, | 170 | |
ὣς οἵ γ' οὐκ ἐθέλουσι πυλάων καὶ δύ' ἐόντε | 171 | |
χάσσασθαι πρίν γ' ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι. | 172 | |
ὣς ἔφατ', οὐδὲ Διὸς πεῖθε φρένα ταῦτ' ἀγορεύων· | 173 | |
Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. | 174 | |
ἄλλοι δ' ἀμφ' ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· | 175 | |
ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντ' ἀγορεῦσαι· | 176 | |
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ | 177 | |
λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ | 178 | |
νηῶν ἠμύνοντο· θεοὶ δ' ἀκαχήατο θυμὸν | 179 | |
πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. | 180 | |
σὺν δ' ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα. | 181 | |
ἔνθ' αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης | 182 | |
δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου· | 183 | |
οὐδ' ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ | 184 | |
αἰχμὴ χαλκείη ῥῆξ' ὀστέον, ἐγκέφαλος δὲ | 185 | |
ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα· | 186 | |
αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. | 187 | |
υἱὸν δ' Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος | 188 | |
Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. | 189 | |
αὖτις δ' ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ | 190 | |
Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι' ὁμίλου | 191 | |
πλῆξ' αὐτοσχεδίην· ὃ δ' ἄρ' ὕπτιος οὔδει ἐρείσθη· | 192 | |
αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην | 193 | |
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. | 194 | |
ὄφρ' οἳ τοὺς ἐνάριζον ἀπ' ἔντεα μαρμαίροντα, | 195 | |
τόφρ' οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, | 196 | |
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα | 197 | |
τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, | 198 | |
οἵ ῥ' ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. | 199 | |
ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν | 200 | |
αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων | 201 | |
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον | 202 | |
ζωὸν ἔτ' ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, | 203 | |
κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν | 204 | |
ἰδνωθεὶς ὀπίσω· ὃ δ' ἀπὸ ἕθεν ἧκε χαμᾶζε | 205 | |
ἀλγήσας ὀδύνῃσι, μέσῳ δ' ἐνὶ κάββαλ' ὁμίλῳ, | 206 | |
αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. | 207 | |
Τρῶες δ' ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν | 208 | |
κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο. | 209 | |
δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· | 210 | |
Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν | 211 | |
ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε | 212 | |
δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ' ἐνὶ βουλῇ | 213 | |
οὔτέ ποτ' ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν· | 214 | |
νῦν αὖτ' ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. | 215 | |
μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. | 216 | |
ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε | 217 | |
Τρωσὶν ὅδ' ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν | 218 | |
αἰετὸς ὑψιπέτης ἐπ' ἀριστερὰ λαὸν ἐέργων | 219 | |
φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον | 220 | |
ζωόν· ἄφαρ δ' ἀφέηκε πάρος φίλα οἰκί' ἱκέσθαι, | 221 | |
οὐδ' ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. | 222 | |
ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν | 223 | |
ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ' Ἀχαιοί, | 224 | |
οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα· | 225 | |
πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ | 226 | |
χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. | 227 | |
ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ | 228 | |
εἰδείη τεράων καί οἱ πειθοίατο λαοί. | 229 | |
τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· | 230 | |
Πουλυδάμα, σὺ μὲν οὐκ ἔτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις· | 231 | |
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. | 232 | |
εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, | 233 | |
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, | 234 | |
ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι | 235 | |
βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε· | 236 | |
τύνη δ' οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις | 237 | |
πείθεσθαι, τῶν οὔ τι μετατρέπομ' οὐδ' ἀλεγίζω | 238 | |
εἴτ' ἐπὶ δεξί' ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε, | 239 | |
εἴτ' ἐπ' ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. | 240 | |
ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, | 241 | |
ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. | 242 | |
εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. | 243 | |
τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; | 244 | |
εἴ περ γάρ τ' ἄλλοι γε περὶ κτεινώμεθα πάντες | 245 | |
νηυσὶν ἐπ' Ἀργείων, σοὶ δ' οὐ δέος ἔστ' ἀπολέσθαι· | 246 | |
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων. | 247 | |
εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τιν' ἄλλον | 248 | |
παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, | 249 | |
αὐτίκ' ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις. | 250 | |
ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ' ἅμ' ἕποντο | 251 | |
ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος | 252 | |
ὦρσεν ἀπ' Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, | 253 | |
ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν | 254 | |
θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. | 255 | |
τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι | 256 | |
ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον. | 257 | |
κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, | 258 | |
στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ' Ἀχαιοὶ | 259 | |
πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. | 260 | |
τὰς οἵ γ' αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν | 261 | |
ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, | 262 | |
ἀλλ' οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις | 263 | |
βάλλον ἀπ' αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας. | 264 | |
ἀμφοτέρω δ' Αἴαντε κελευτιόωντ' ἐπὶ πύργων | 265 | |
πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. | 266 | |
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι | 267 | |
νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν· | 268 | |
ὦ φίλοι Ἀργείων ὅς τ' ἔξοχος ὅς τε μεσήεις | 269 | |
ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι | 270 | |
ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι· | 271 | |
καὶ δ' αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω | 272 | |
τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας, | 273 | |
ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε, | 274 | |
αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς | 275 | |
νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι. | 276 | |
ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν. | 277 | |
τῶν δ', ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ | 278 | |
ἤματι χειμερίῳ, ὅτε τ' ὤρετο μητίετα Ζεὺς | 279 | |
νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· | 280 | |
κοιμήσας δ' ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ | 281 | |
ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους | 282 | |
καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, | 283 | |
καί τ' ἐφ' ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, | 284 | |
κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα | 285 | |
εἴλυται καθύπερθ', ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος· | 286 | |
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, | 287 | |
αἱ μὲν ἄρ' ἐς Τρῶας, αἱ δ' ἐκ Τρώων ἐς Ἀχαιούς, | 288 | |
βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. | 289 | |
οὐδ' ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ | 290 | |
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, | 291 | |
εἰ μὴ ἄρ' υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς | 292 | |
ὦρσεν ἐπ' Ἀργείοισι λέονθ' ὣς βουσὶν ἕλιξιν. | 293 | |
αὐτίκα δ' ἀσπίδα μὲν πρόσθ' ἔσχετο πάντοσ' ἐΐσην | 294 | |
καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς | 295 | |
ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς | 296 | |
χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. | 297 | |
τὴν ἄρ' ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων | 298 | |
βῆ ῥ' ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τ' ἐπιδευὴς | 299 | |
δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ | 300 | |
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· | 301 | |
εἴ περ γάρ χ' εὕρῃσι παρ' αὐτόφι βώτορας ἄνδρας | 302 | |
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, | 303 | |
οὔ ῥά τ' ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, | 304 | |
ἀλλ' ὅ γ' ἄρ' ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς | 305 | |
ἔβλητ' ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι· | 306 | |
ὥς ῥα τότ' ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε | 307 | |
τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. | 308 | |
αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδ' Ἱππολόχοιο· | 309 | |
Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα | 310 | |
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν | 311 | |
ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, | 312 | |
καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρ' ὄχθας | 313 | |
καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; | 314 | |
τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας | 315 | |
ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, | 316 | |
ὄφρά τις ὧδ' εἴπῃ Λυκίων πύκα θωρηκτάων· | 317 | |
οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν | 318 | |
ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα | 319 | |
οἶνόν τ' ἔξαιτον μελιηδέα· ἀλλ' ἄρα καὶ ἲς | 320 | |
ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται. | 321 | |
ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε | 322 | |
αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τ' ἀθανάτω τε | 323 | |
ἔσσεσθ', οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην | 324 | |
οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· | 325 | |
νῦν δ' ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο | 326 | |
μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδ' ὑπαλύξαι, | 327 | |
ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν. | 328 | |
ὣς ἔφατ', οὐδὲ Γλαῦκος ἀπετράπετ' οὐδ' ἀπίθησε· | 329 | |
τὼ δ' ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. | 330 | |
τοὺς δὲ ἰδὼν ῥίγησ' υἱὸς Πετεῶο Μενεσθεύς· | 331 | |
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. | 332 | |
πάπτηνεν δ' ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν' ἴδοιτο | 333 | |
ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· | 334 | |
ἐς δ' ἐνόησ' Αἴαντε δύω πολέμου ἀκορήτω | 335 | |
ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα | 336 | |
ἐγγύθεν· ἀλλ' οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· | 337 | |
τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δ' οὐρανὸν ἷκε, | 338 | |
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν | 339 | |
καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ' αὐτὰς | 340 | |
ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. | 341 | |
αἶψα δ' ἐπ' Αἴαντα προΐει κήρυκα Θοώτην· | 342 | |
ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, | 343 | |
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων | 344 | |
εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. | 345 | |
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ | 346 | |
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. | 347 | |
εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, | 348 | |
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, | 349 | |
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. | 350 | |
ὣς ἔφατ', οὐδ' ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, | 351 | |
βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, | 352 | |
στῆ δὲ παρ' Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· | 353 | |
Αἴαντ' Ἀργείων ἡγήτορε χαλκοχιτώνων | 354 | |
ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς | 355 | |
κεῖσ' ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον | 356 | |
ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κ' ὄχ' ἄριστον ἁπάντων | 357 | |
εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος· | 358 | |
ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ | 359 | |
ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. | 360 | |
εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, | 361 | |
ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, | 362 | |
καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. | 363 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε μέγας Τελαμώνιος Αἴας. | 364 | |
αὐτίκ' Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· | 365 | |
Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, | 366 | |
ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· | 367 | |
αὐτὰρ ἐγὼ κεῖσ' εἶμι καὶ ἀντιόω πολέμοιο· | 368 | |
αἶψα δ' ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. | 369 | |
ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, | 370 | |
καί οἱ Τεῦκρος ἅμ' ᾖε κασίγνητος καὶ ὄπατρος· | 371 | |
τοῖς δ' ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. | 372 | |
εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο | 373 | |
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δ' ἵκοντο, | 374 | |
οἳ δ' ἐπ' ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι | 375 | |
ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· | 376 | |
σὺν δ' ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δ' ἀϋτή. | 377 | |
Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα | 378 | |
Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον | 379 | |
μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς | 380 | |
κεῖτο μέγας παρ' ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα | 381 | |
χείρεσσ' ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ' ἡβῶν, | 382 | |
οἷοι νῦν βροτοί εἰσ'· ὃ δ' ἄρ' ὑψόθεν ἔμβαλ' ἀείρας, | 383 | |
θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ' ὀστέ' ἄραξε | 384 | |
πάντ' ἄμυδις κεφαλῆς· ὃ δ' ἄρ' ἀρνευτῆρι ἐοικὼς | 385 | |
κάππεσ' ἀφ' ὑψηλοῦ πύργου, λίπε δ' ὀστέα θυμός. | 386 | |
Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ' Ἱππολόχοιο | 387 | |
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, | 388 | |
ᾗ ῥ' ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. | 389 | |
ἂψ δ' ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν | 390 | |
βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ' ἐπέεσσι. | 391 | |
Σαρπήδοντι δ' ἄχος γένετο Γλαύκου ἀπιόντος | 392 | |
αὐτίκ' ἐπεί τ' ἐνόησεν· ὅμως δ' οὐ λήθετο χάρμης, | 393 | |
ἀλλ' ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας | 394 | |
νύξ', ἐκ δ' ἔσπασεν ἔγχος· ὃ δ' ἑσπόμενος πέσε δουρὶ | 395 | |
πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, | 396 | |
Σαρπηδὼν δ' ἄρ' ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν | 397 | |
ἕλχ', ἣ δ' ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε | 398 | |
τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. | 399 | |
τὸν δ' Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ' ὃ μὲν ἰῷ | 400 | |
βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν | 401 | |
ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε | 402 | |
παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη· | 403 | |
Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ | 404 | |
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. | 405 | |
χώρησεν δ' ἄρα τυτθὸν ἐπάλξιος· οὐδ' ὅ γε πάμπαν | 406 | |
χάζετ', ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. | 407 | |
κέκλετο δ' ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν· | 408 | |
ὦ Λύκιοι τί τ' ἄρ' ὧδε μεθίετε θούριδος ἀλκῆς; | 409 | |
ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι | 410 | |
μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· | 411 | |
ἀλλ' ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον. | 412 | |
ὣς ἔφαθ', οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν | 413 | |
μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. | 414 | |
Ἀργεῖοι δ' ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας | 415 | |
τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· | 416 | |
οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο | 417 | |
τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, | 418 | |
οὔτέ ποτ' αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο | 419 | |
τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. | 420 | |
ἀλλ' ὥς τ' ἀμφ' οὔροισι δύ' ἀνέρε δηριάασθον | 421 | |
μέτρ' ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, | 422 | |
ὥ τ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, | 423 | |
ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δ' ὑπὲρ αὐτέων | 424 | |
δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας | 425 | |
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. | 426 | |
πολλοὶ δ' οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, | 427 | |
ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη | 428 | |
μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. | 429 | |
πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν | 430 | |
ἐρράδατ' ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. | 431 | |
ἀλλ' οὐδ' ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν, | 432 | |
ἀλλ' ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, | 433 | |
ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει | 434 | |
ἰσάζουσ', ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· | 435 | |
ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε, | 436 | |
πρίν γ' ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε | 437 | |
Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. | 438 | |
ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· | 439 | |
ὄρνυσθ' ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος | 440 | |
Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. | 441 | |
ὣς φάτ' ἐποτρύνων, οἳ δ' οὔασι πάντες ἄκουον, | 442 | |
ἴθυσαν δ' ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα | 443 | |
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατ' ἔχοντες, | 444 | |
Ἕκτωρ δ' ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων | 445 | |
ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν | 446 | |
ὀξὺς ἔην· τὸν δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω | 447 | |
ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν, | 448 | |
οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. | 449 | |
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. | 450 | |
ὡς δ' ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς | 451 | |
χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, | 452 | |
ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, | 453 | |
αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας | 454 | |
δικλίδας ὑψηλάς· δοιοὶ δ' ἔντοσθεν ὀχῆες | 455 | |
εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει. | 456 | |
στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας | 457 | |
εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, | 458 | |
ῥῆξε δ' ἀπ' ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω | 459 | |
βριθοσύνῃ, μέγα δ' ἀμφὶ πύλαι μύκον, οὐδ' ἄρ' ὀχῆες | 460 | |
ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη | 461 | |
λᾶος ὑπὸ ῥιπῆς· ὃ δ' ἄρ' ἔσθορε φαίδιμος Ἕκτωρ | 462 | |
νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ | 463 | |
σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ | 464 | |
δοῦρ' ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας | 465 | |
νόσφι θεῶν ὅτ' ἐσᾶλτο πύλας· πυρὶ δ' ὄσσε δεδήει. | 466 | |
κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθ' ὅμιλον | 467 | |
τεῖχος ὑπερβαίνειν· τοὶ δ' ὀτρύνοντι πίθοντο. | 468 | |
αὐτίκα δ' οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατ' αὐτὰς | 469 | |
ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν | 470 | |
νῆας ἀνὰ γλαφυράς, ὅμαδος δ' ἀλίαστος ἐτύχθη. | 471 | |