ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, | 001 | |
τῷ δ' ἅμ' Ἀλέξανδρος κί' ἀδελφεός· ἐν δ' ἄρα θυμῷ | 002 | |
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. | 003 | |
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν | 004 | |
οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι | 005 | |
πόντον ἐλαύνοντες, καμάτῳ δ' ὑπὸ γυῖα λέλυνται, | 006 | |
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. | 007 | |
ἔνθ' ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος | 008 | |
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης | 009 | |
γείνατ' Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· | 010 | |
Ἕκτωρ δ' Ἠϊονῆα βάλ' ἔγχεϊ ὀξυόεντι | 011 | |
αὐχέν' ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. | 012 | |
Γλαῦκος δ' Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν | 013 | |
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην | 014 | |
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων | 015 | |
ὦμον· ὃ δ' ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. | 016 | |
τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη | 017 | |
Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, | 018 | |
βῆ ῥα κατ' Οὐλύμποιο καρήνων ἀΐξασα | 019 | |
Ἴλιον εἰς ἱερήν· τῇ δ' ἀντίος ὄρνυτ' Ἀπόλλων | 020 | |
Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην· | 021 | |
ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. | 022 | |
τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· | 023 | |
τίπτε σὺ δ' αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο | 024 | |
ἦλθες ἀπ' Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; | 025 | |
ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην | 026 | |
δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. | 027 | |
ἀλλ' εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· | 028 | |
νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα | 029 | |
σήμερον· ὕστερον αὖτε μαχήσοντ' εἰς ὅ κε τέκμωρ | 030 | |
Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ | 031 | |
ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ. | 032 | |
τὸν δ' αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· | 033 | |
ὧδ' ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ | 034 | |
ἦλθον ἀπ' Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. | 035 | |
ἀλλ' ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν; | 036 | |
τὴν δ' αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· | 037 | |
Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, | 038 | |
ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος | 039 | |
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, | 040 | |
οἳ δέ κ' ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ | 041 | |
οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ. | 042 | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. | 043 | |
τῶν δ' Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ | 044 | |
βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· | 045 | |
στῆ δὲ παρ' Ἕκτορ' ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· | 046 | |
Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε | 047 | |
ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· | 048 | |
ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, | 049 | |
αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος | 050 | |
ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· | 051 | |
οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· | 052 | |
ὣς γὰρ ἐγὼ ὄπ' ἄκουσα θεῶν αἰειγενετάων. | 053 | |
ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτε χάρη μέγα μῦθον ἀκούσας, | 054 | |
καί ῥ' ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, | 055 | |
μέσσου δουρὸς ἑλών· οἳ δ' ἱδρύνθησαν ἅπαντες. | 056 | |
κὰδ δ' Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· | 057 | |
κὰδ δ' ἄρ' Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων | 058 | |
ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι | 059 | |
φηγῷ ἐφ' ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο | 060 | |
ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ | 061 | |
ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. | 062 | |
οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ | 063 | |
ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπ' αὐτῆς, | 064 | |
τοῖαι ἄρα στίχες εἵατ' Ἀχαιῶν τε Τρώων τε | 065 | |
ἐν πεδίῳ· Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε· | 066 | |
κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ | 067 | |
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. | 068 | |
ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, | 069 | |
ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν | 070 | |
εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε | 071 | |
ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. | 072 | |
ὑμῖν δ' ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν· | 073 | |
τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει | 074 | |
δεῦρ' ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. | 075 | |
ὧδε δὲ μυθέομαι, Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω· | 076 | |
εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, | 077 | |
τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, | 078 | |
σῶμα δὲ οἴκαδ' ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με | 079 | |
Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. | 080 | |
εἰ δέ κ' ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, | 081 | |
τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, | 082 | |
καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, | 083 | |
τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, | 084 | |
ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, | 085 | |
σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. | 086 | |
καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων | 087 | |
νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον· | 088 | |
ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, | 089 | |
ὅν ποτ' ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. | 090 | |
ὥς ποτέ τις ἐρέει· τὸ δ' ἐμὸν κλέος οὔ ποτ' ὀλεῖται. | 091 | |
ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· | 092 | |
αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ' ὑποδέχθαι· | 093 | |
ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε | 094 | |
νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· | 095 | |
ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί· | 096 | |
ἦ μὲν δὴ λώβη τάδε γ' ἔσσεται αἰνόθεν αἰνῶς | 097 | |
εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν. | 098 | |
ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε | 099 | |
ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως· | 100 | |
τῷδε δ' ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε | 101 | |
νίκης πείρατ' ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν. | 102 | |
ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά. | 103 | |
ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ | 104 | |
Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, | 105 | |
εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν, | 106 | |
αὐτός τ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων | 107 | |
δεξιτερῆς ἕλε χειρὸς ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν· | 108 | |
ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ | 109 | |
ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ, | 110 | |
μηδ' ἔθελ' ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι | 111 | |
Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι. | 112 | |
καὶ δ' Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ | 113 | |
ἔρριγ' ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων. | 114 | |
ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, | 115 | |
τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί. | 116 | |
εἴ περ ἀδειής τ' ἐστὶ καὶ εἰ μόθου ἔστ' ἀκόρητος, | 117 | |
φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι | 118 | |
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. | 119 | |
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως | 120 | |
αἴσιμα παρειπών, ὃ δ' ἐπείθετο· τοῦ μὲν ἔπειτα | 121 | |
γηθόσυνοι θεράποντες ἀπ' ὤμων τεύχε' ἕλοντο· | 122 | |
Νέστωρ δ' Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν· | 123 | |
ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. | 124 | |
ἦ κε μέγ' οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς | 125 | |
ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδ' ἀγορητής, | 126 | |
ὅς ποτέ μ' εἰρόμενος μέγ' ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ | 127 | |
πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. | 128 | |
τοὺς νῦν εἰ πτώσσοντας ὑφ' Ἕκτορι πάντας ἀκούσαι, | 129 | |
πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι | 130 | |
θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω. | 131 | |
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον | 132 | |
ἡβῷμ' ὡς ὅτ' ἐπ' ὠκυρόῳ Κελάδοντι μάχοντο | 133 | |
ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι | 134 | |
Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. | 135 | |
τοῖσι δ' Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς | 136 | |
τεύχε' ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος | 137 | |
δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην | 138 | |
ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες | 139 | |
οὕνεκ' ἄρ' οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, | 140 | |
ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. | 141 | |
τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, | 142 | |
στεινωπῷ ἐν ὁδῷ ὅθ' ἄρ' οὐ κορύνη οἱ ὄλεθρον | 143 | |
χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς | 144 | |
δουρὶ μέσον περόνησεν, ὃ δ' ὕπτιος οὔδει ἐρείσθη· | 145 | |
τεύχεα δ' ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. | 146 | |
καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· | 147 | |
αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, | 148 | |
δῶκε δ' Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι· | 149 | |
τοῦ ὅ γε τεύχε' ἔχων προκαλίζετο πάντας ἀρίστους. | 150 | |
οἳ δὲ μάλ' ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη· | 151 | |
ἀλλ' ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν | 152 | |
θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων· | 153 | |
καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη. | 154 | |
τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· | 155 | |
πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. | 156 | |
εἴθ' ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· | 157 | |
τώ κε τάχ' ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. | 158 | |
ὑμέων δ' οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν | 159 | |
οὐδ' οἳ προφρονέως μέμαθ' Ἕκτορος ἀντίον ἐλθεῖν. | 160 | |
ὣς νείκεσσ' ὃ γέρων, οἳ δ' ἐννέα πάντες ἀνέσταν. | 161 | |
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, | 162 | |
τῷ δ' ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, | 163 | |
τοῖσι δ' ἐπ' Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, | 164 | |
τοῖσι δ' ἐπ' Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος | 165 | |
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, | 166 | |
τοῖσι δ' ἐπ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, | 167 | |
ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς· | 168 | |
πάντες ἄρ' οἵ γ' ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. | 169 | |
τοῖς δ' αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· | 170 | |
κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· | 171 | |
οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, | 172 | |
καὶ δ' αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι | 173 | |
δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. | 174 | |
ὣς ἔφαθ', οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, | 175 | |
ἐν δ' ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. | 176 | |
λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· | 177 | |
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· | 178 | |
Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, | 179 | |
ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. | 180 | |
ὣς ἄρ' ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, | 181 | |
ἐκ δ' ἔθορε κλῆρος κυνέης ὃν ἄρ' ἤθελον αὐτοὶ | 182 | |
Αἴαντος· κῆρυξ δὲ φέρων ἀν' ὅμιλον ἁπάντῃ | 183 | |
δεῖξ' ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. | 184 | |
οἳ δ' οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. | 185 | |
ἀλλ' ὅτε δὴ τὸν ἵκανε φέρων ἀν' ὅμιλον ἁπάντῃ | 186 | |
ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας, | 187 | |
ἤτοι ὑπέσχεθε χεῖρ', ὃ δ' ἄρ' ἔμβαλεν ἄγχι παραστάς, | 188 | |
γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. | 189 | |
τὸν μὲν πὰρ πόδ' ἑὸν χαμάδις βάλε φώνησέν τε· | 190 | |
ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς | 191 | |
θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον. | 192 | |
ἀλλ' ἄγετ' ὄφρ' ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, | 193 | |
τόφρ' ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι | 194 | |
σιγῇ ἐφ' ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, | 195 | |
ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης· | 196 | |
οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται | 197 | |
οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ' ἐμὲ νήϊδά γ' οὕτως | 198 | |
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. | 199 | |
ὣς ἔφαθ', οἳ δ' εὔχοντο Διὶ Κρονίωνι ἄνακτι· | 200 | |
ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· | 201 | |
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε | 202 | |
δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι· | 203 | |
εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, | 204 | |
ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. | 205 | |
ὣς ἄρ' ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ. | 206 | |
αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, | 207 | |
σεύατ' ἔπειθ' οἷός τε πελώριος ἔρχεται Ἄρης, | 208 | |
ὅς τ' εἶσιν πόλεμον δὲ μετ' ἀνέρας οὕς τε Κρονίων | 209 | |
θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. | 210 | |
τοῖος ἄρ' Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν | 211 | |
μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν | 212 | |
ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος. | 213 | |
τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, | 214 | |
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, | 215 | |
Ἕκτορί τ' αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· | 216 | |
ἀλλ' οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδ' ἀναδῦναι | 217 | |
ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. | 218 | |
Αἴας δ' ἐγγύθεν ἦλθε φέρων σάκος ἠύ̈τε πύργον | 219 | |
χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων | 220 | |
σκυτοτόμων ὄχ' ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, | 221 | |
ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον | 222 | |
ταύρων ζατρεφέων, ἐπὶ δ' ὄγδοον ἤλασε χαλκόν. | 223 | |
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας | 224 | |
στῆ ῥα μάλ' Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· | 225 | |
Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος | 226 | |
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι | 227 | |
καὶ μετ' Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. | 228 | |
ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι | 229 | |
κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· | 230 | |
ἡμεῖς δ' εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν | 231 | |
καὶ πολέες· ἀλλ' ἄρχε μάχης ἠδὲ πτολέμοιο. | 232 | |
τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· | 233 | |
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν | 234 | |
μή τί μευ ἠύ̈τε παιδὸς ἀφαυροῦ πειρήτιζε | 235 | |
ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα. | 236 | |
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ' ἀνδροκτασίας τε· | 237 | |
οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν | 238 | |
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν· | 239 | |
οἶδα δ' ἐπαΐξαι μόθον ἵππων ὠκειάων· | 240 | |
οἶδα δ' ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ. | 241 | |
ἀλλ' οὐ γάρ σ' ἐθέλω βαλέειν τοιοῦτον ἐόντα | 242 | |
λάθρῃ ὀπιπεύσας, ἀλλ' ἀμφαδόν, αἴ κε τύχωμι. | 243 | |
ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, | 244 | |
καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον | 245 | |
ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ' αὐτῷ. | 246 | |
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, | 247 | |
ἐν τῇ δ' ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε | 248 | |
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, | 249 | |
καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσ' ἐΐσην. | 250 | |
διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, | 251 | |
καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· | 252 | |
ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα | 253 | |
ἔγχος· ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. | 254 | |
τὼ δ' ἐκσπασσαμένω δολίχ' ἔγχεα χερσὶν ἅμ' ἄμφω | 255 | |
σύν ῥ' ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν | 256 | |
ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν. | 257 | |
Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί, | 258 | |
οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή. | 259 | |
Αἴας δ' ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ | 260 | |
ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, | 261 | |
τμήδην δ' αὐχέν' ἐπῆλθε, μέλαν δ' ἀνεκήκιεν αἷμα, | 262 | |
ἀλλ' οὐδ' ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, | 263 | |
ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ | 264 | |
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· | 265 | |
τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον | 266 | |
μέσσον ἐπομφάλιον· περιήχησεν δ' ἄρα χαλκός. | 267 | |
δεύτερος αὖτ' Αἴας πολὺ μείζονα λᾶαν ἀείρας | 268 | |
ἧκ' ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν' ἀπέλεθρον, | 269 | |
εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, | 270 | |
βλάψε δέ οἱ φίλα γούναθ'· ὃ δ' ὕπτιος ἐξετανύσθη | 271 | |
ἀσπίδι ἐγχριμφθείς· τὸν δ' αἶψ' ὤρθωσεν Ἀπόλλων. | 272 | |
καί νύ κε δὴ ξιφέεσσ' αὐτοσχεδὸν οὐτάζοντο, | 273 | |
εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν | 274 | |
ἦλθον, ὃ μὲν Τρώων, ὃ δ' Ἀχαιῶν χαλκοχιτώνων, | 275 | |
Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· | 276 | |
μέσσῳ δ' ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον | 277 | |
κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· | 278 | |
μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· | 279 | |
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, | 280 | |
ἄμφω δ' αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. | 281 | |
νὺξ δ' ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. | 282 | |
τὸν δ' ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· | 283 | |
Ἰδαῖ' Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· | 284 | |
αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. | 285 | |
ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος. | 286 | |
τὸν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· | 287 | |
Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε | 288 | |
καὶ πινυτήν, περὶ δ' ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, | 289 | |
νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος | 290 | |
σήμερον· ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων | 291 | |
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην. | 292 | |
νὺξ δ' ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, | 293 | |
ὡς σύ τ' ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, | 294 | |
σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· | 295 | |
αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος | 296 | |
Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, | 297 | |
αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. | 298 | |
δῶρα δ' ἄγ' ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, | 299 | |
ὄφρά τις ὧδ' εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· | 300 | |
ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, | 301 | |
ἠδ' αὖτ' ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. | 302 | |
ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον | 303 | |
σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· | 304 | |
Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. | 305 | |
τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν | 306 | |
ἤϊ', ὃ δ' ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, | 307 | |
ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, | 308 | |
Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· | 309 | |
καί ῥ' ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. | 310 | |
Αἴαντ' αὖθ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ | 311 | |
εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. | 312 | |
οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, | 313 | |
τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 314 | |
ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. | 315 | |
τὸν δέρον ἀμφί θ' ἕπον, καί μιν διέχευαν ἅπαντα, | 316 | |
μίστυλλόν τ' ἄρ' ἐπισταμένως πεῖράν τ' ὀβελοῖσιν, | 317 | |
ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 318 | |
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, | 319 | |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· | 320 | |
νώτοισιν δ' Αἴαντα διηνεκέεσσι γέραιρεν | 321 | |
ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων. | 322 | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 323 | |
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν | 324 | |
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· | 325 | |
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· | 326 | |
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, | 327 | |
πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, | 328 | |
τῶν νῦν αἷμα κελαινὸν ἐύ̈ρροον ἀμφὶ Σκάμανδρον | 329 | |
ἐσκέδασ' ὀξὺς Ἄρης, ψυχαὶ δ' Ἄϊδος δὲ κατῆλθον· | 330 | |
τώ σε χρὴ πόλεμον μὲν ἅμ' ἠοῖ παῦσαι Ἀχαιῶν, | 331 | |
αὐτοὶ δ' ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς | 332 | |
βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς | 333 | |
τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κ' ὀστέα παισὶν ἕκαστος | 334 | |
οἴκαδ' ἄγῃ ὅτ' ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. | 335 | |
τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες | 336 | |
ἄκριτον ἐκ πεδίου· ποτὶ δ' αὐτὸν δείμομεν ὦκα | 337 | |
πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. | 338 | |
ἐν δ' αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, | 339 | |
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη· | 340 | |
ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, | 341 | |
ἥ χ' ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, | 342 | |
μή ποτ' ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων. | 343 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες. | 344 | |
Τρώων αὖτ' ἀγορὴ γένετ' Ἰλίου ἐν πόλει ἄκρῃ | 345 | |
δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι· | 346 | |
τοῖσιν δ' Ἀντήνωρ πεπνυμένος ἦρχ' ἀγορεύειν· | 347 | |
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι, | 348 | |
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. | 349 | |
δεῦτ' ἄγετ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ | 350 | |
δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δ' ὅρκια πιστὰ | 351 | |
ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν | 352 | |
ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε. | 353 | |
ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη | 354 | |
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, | 355 | |
ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· | 356 | |
Ἀντῆνορ σὺ μὲν οὐκέτ' ἐμοὶ φίλα ταῦτ' ἀγορεύεις· | 357 | |
οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. | 358 | |
εἰ δ' ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, | 359 | |
ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. | 360 | |
αὐτὰρ ἐγὼ Τρώεσσι μεθ' ἱπποδάμοις ἀγορεύσω· | 361 | |
ἀντικρὺ δ' ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω· | 362 | |
κτήματα δ' ὅσσ' ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ | 363 | |
πάντ' ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθεῖναι. | 364 | |
ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο· τοῖσι δ' ἀνέστη | 365 | |
Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, | 366 | |
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· | 367 | |
κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι, | 368 | |
ὄφρ' εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. | 369 | |
νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, | 370 | |
καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· | 371 | |
ἠῶθεν δ' Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας | 372 | |
εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ | 373 | |
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· | 374 | |
καὶ δὲ τόδ' εἰπέμεναι πυκινὸν ἔπος, αἴ κ' ἐθέλωσι | 375 | |
παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς | 376 | |
κήομεν· ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων | 377 | |
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην. | 378 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδ' ἐπίθοντο· | 379 | |
δόρπον ἔπειθ' εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν· | 380 | |
ἠῶθεν δ' Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας· | 381 | |
τοὺς δ' εὗρ' εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος | 382 | |
νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι | 383 | |
στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ· | 384 | |
Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν | 385 | |
ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ | 386 | |
εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, | 387 | |
μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· | 388 | |
κτήματα μὲν ὅσ' Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν | 389 | |
ἠγάγετο Τροίηνδ'· ὡς πρὶν ὤφελλ' ἀπολέσθαι· | 390 | |
πάντ' ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλ' ἐπιθεῖναι· | 391 | |
κουριδίην δ' ἄλοχον Μενελάου κυδαλίμοιο | 392 | |
οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται. | 393 | |
καὶ δὲ τόδ' ἠνώγεον εἰπεῖν ἔπος αἴ κ' ἐθέλητε | 394 | |
παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς | 395 | |
κήομεν· ὕστερον αὖτε μαχησόμεθ' εἰς ὅ κε δαίμων | 396 | |
ἄμμε διακρίνῃ, δώῃ δ' ἑτέροισί γε νίκην. | 397 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· | 398 | |
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 399 | |
μήτ' ἄρ τις νῦν κτήματ' Ἀλεξάνδροιο δεχέσθω | 400 | |
μήθ' Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν | 401 | |
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ' ἐφῆπται. | 402 | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν | 403 | |
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· | 404 | |
καὶ τότ' ἄρ' Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· | 405 | |
Ἰδαῖ' ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις | 406 | |
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ' ἐπιανδάνει οὕτως | 407 | |
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· | 408 | |
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων | 409 | |
γίγνετ' ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. | 410 | |
ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης. | 411 | |
ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν, | 412 | |
ἄψορρον δ' Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν. | 413 | |
οἳ δ' ἕατ' εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες | 414 | |
πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ' ἄρ' ἔλθοι | 415 | |
Ἰδαῖος· ὃ δ' ἄρ' ἦλθε καὶ ἀγγελίην ἀπέειπε | 416 | |
στὰς ἐν μέσσοισιν· τοὶ δ' ὁπλίζοντο μάλ' ὦκα, | 417 | |
ἀμφότερον νέκυάς τ' ἀγέμεν ἕτεροι δὲ μεθ' ὕλην· | 418 | |
Ἀργεῖοι δ' ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν | 419 | |
ὀτρύνοντο νέκυς τ' ἀγέμεν, ἕτεροι δὲ μεθ' ὕλην. | 420 | |
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας | 421 | |
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο | 422 | |
οὐρανὸν εἰσανιών· οἳ δ' ἤντεον ἀλλήλοισιν. | 423 | |
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· | 424 | |
ἀλλ' ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα | 425 | |
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. | 426 | |
οὐδ' εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ | 427 | |
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, | 428 | |
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. | 429 | |
ὣς δ' αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ | 430 | |
νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, | 431 | |
ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. | 432 | |
ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ, | 433 | |
τῆμος ἄρ' ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, | 434 | |
τύμβον δ' ἀμφ' αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες | 435 | |
ἄκριτον ἐκ πεδίου, ποτὶ δ' αὐτὸν τεῖχος ἔδειμαν | 436 | |
πύργους θ' ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. | 437 | |
ἐν δ' αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, | 438 | |
ὄφρα δι' αὐτάων ἱππηλασίη ὁδὸς εἴη· | 439 | |
ἔκτοσθεν δὲ βαθεῖαν ἐπ' αὐτῷ τάφρον ὄρυξαν | 440 | |
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν. | 441 | |
ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· | 442 | |
οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ | 443 | |
θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. | 444 | |
τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· | 445 | |
Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπ' ἀπείρονα γαῖαν | 446 | |
ὅς τις ἔτ' ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; | 447 | |
οὐχ ὁράᾳς ὅτι δ' αὖτε κάρη κομόωντες Ἀχαιοὶ | 448 | |
τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον | 449 | |
ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; | 450 | |
τοῦ δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς· | 451 | |
τοῦ δ' ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων | 452 | |
ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε. | 453 | |
τὸν δὲ μέγ' ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· | 454 | |
ὢ πόποι ἐννοσίγαι' εὐρυσθενές, οἷον ἔειπες. | 455 | |
ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, | 456 | |
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε· | 457 | |
σὸν δ' ἤτοι κλέος ἔσται ὅσον τ' ἐπικίδναται ἠώς. | 458 | |
ἄγρει μὰν ὅτ' ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ | 459 | |
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν | 460 | |
τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι, | 461 | |
αὖτις δ' ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, | 462 | |
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν. | 463 | |
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, | 464 | |
δύσετο δ' ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, | 465 | |
βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο. | 466 | |
νῆες δ' ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι | 467 | |
πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, | 468 | |
τόν ῥ' ἔτεχ' Ὑψιπύλη ὑπ' Ἰήσονι ποιμένι λαῶν. | 469 | |
χωρὶς δ' Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ | 470 | |
δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. | 471 | |
ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, | 472 | |
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ' αἴθωνι σιδήρῳ, | 473 | |
ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ' αὐτῇσι βόεσσιν, | 474 | |
ἄλλοι δ' ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. | 475 | |
παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ | 476 | |
δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ' ἐπίκουροι· | 477 | |
παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς | 478 | |
σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει· | 479 | |
οἶνον δ' ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη | 480 | |
πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι. | 481 | |
κοιμήσαντ' ἄρ' ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο. | 482 | |