Koine Greek paraphrase by Theodorus Gaza
οἱ μὲν δὴ ἄλλοι θεοί τε, καὶ οἱ ἄνδρες, οἱ ἐφ’ ἵππων ὁπλίται, διὰ πάσης τῆς νυκτὸς ὕπνωττον· τὸν Δία δὲ οὐ κατεῖχεν ὕπνος ἡδύς, ἀλλ’ ἐφρόντιζεν οὗτος κατὰ τὸν ἑαυτοῦ λογισμόν, πῶς ἂν τὸν Ἀχιλλέα τιμήσῃ, ἀπολέσῃ δὲ πολλοὺς ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων· αὕτη δὲ ἔδοξεν αὐτῷ κατὰ τὴν ψυχὴν ἀρίστη βουλή· πέμψαι ἐπὶ τὸν Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως ἀπατηλὸν Ὄνειρον καὶ διὰ τοῦ βλαπτικόν· καὶ δὴ καλέσας αὐτόν, λόγους ταχεῖς πρὸς αὐτὸν εἶπεν· ἄγε, Ὄνειρε ὀλέθριε, ἄπιθι ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· παραγενόμενος δὲ ἐπὶ τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως, πάντα αὐτῷ, ὡς ἐπιτάττω, μάλα συμφώνως ἀγόρευε· ὁπλίσαι κέλευσον αὐτὸν πανστρατὶ τοὺς τὴν κόμην τρέφοντας Ἀχαιούς· νῦν γὰρ ἂν ἕλοι τὴν πόλιν τὴν πλατείας ὁδοὺς ἔχουσαν τῶν Τρῴων· οὐκέτι γὰρ οἱ θεοὶ οἱ τὰ οὐράνια οἰκοῦντες οἰκήματα κατὰ διῃρημένας γνώμας βουλεύονται· ἐμάλαξε γὰρ πάντας αὐτοὺς ἡ Ἥρα ἱκετεύουσα· λῦπαι δὲ τοῖς Τρωσὶν ἐπήρτηνται· | 001 |
οὕτως εἶπεν· ἀπῆλθε δὲ ὁ Ὄνειρος ἅμα τὸν λόγον ἤκουσε· ταχέως δὲ κατέλαβεν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· ἀπῆλθε δὲ ἐπὶ τὸν Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως· τοῦτον δὲ κατέλαβεν ὑπνώττοντα ἐν τῇ σκηνῇ· θεῖος δὲ ὕπνος περιειλημμένον αὐτὸν εἶχε· ἔστη δὲ ἐπάνω τῆς ἑαυτοῦ κεφαλῆς ὡμοιωμένος τῷ υἱῷ τοῦ Νηλέως τῷ Νέστορι, ὃν δὴ μάλιστα τῶν ἄλλων ἐνδόξων ἐτίμα ὁ Ἀγαμέμνων· τούτῳ ὁμοιωθεὶς ὁ θεῖος Ὄνειρος πρὸς αὐτὸν ἔφη· ὑπνώττεις ὦ υἱὲ τοῦ Ἀτρέως τοῦ συνετὰ δεδιδαγμένου τοῦ πολέμου; οὐ χρὴ διὰ πάσης τῆς νυκτὸς καθεύδειν ἄνδρα βασιλέα ὑφ’ οὗ αἱ βουλαὶ κυροῦνται, ᾧ οἱ λαοί εἰσιν ἐπιτετραμμένοι, καὶ τοσαῦτα διὰ φροντίδος ἐστί· πρὸς τὸ παρὸν δὲ τῶν ἐμῶν λόγων σύνες ταχέως· ἄγγελος δέ εἰμι τοῦ Διὸς πρὸς σὲ ἀπεσταλμένος, ὅς πόρρω ὢν καὶ ἀπῳκισμένος τὴν φύσιν, ὅμως ἔχει μεγάλην σου φροντίδα καὶ ἐλεεῖ σε· ὁπλίσαι σὲ προστάττει τοὺς τὴν κόμην τρέφοντας Ἀχαιοὺς πανστρατί· νῦν γὰρ ἂν ἕλοις τὴν πόλιν τὴν πλατεῖς τοὺς στενωποὺς ἔχουσαν τῶν Τρῴων· οὐκέτι γὰρ οἱ θεοὶ οἱ τὰ οὐράνια οἰκοῦντες οἰκήματα κατὰ διῃρημένας γνώμας βουλεύονται· ἐμάλαξε γὰρ ἐπὶ τούτῳ πάντας αὐτοὺς ἡ Ἥρα ἱκετεύουσα· λῦπαι δὲ τοῖς Τρωσὶν ἐπήρτηνται ἀπὸ τοῦ Διός· ἀλλὰ σὺ ἐπὶ τῷ σῷ λογισμῷ ταῦτα κάτεχε, μὴ δὲ λήθη σου κατακρατείτω, ἐπειδάν σε ὁ ὕπνος ἀφῇ ὁ κατὰ τὴν τοῦ μέλιτος γλυκύτητα ἡδύνων. | 016 |
οὕτω δὲ εἰπών, ἀπῆλθε· τοῦτον δὲ κατέλιπεν ἐκεῖ ταῦτα λογιζόμενον κατὰ ψυχήν, ἅ δὴ οὐ τελεῖσθαι ἔμελλεν· ἤλπισε γὰρ οὗτος αἱρήσειν τὴν πόλιν τοῦ Πριάμου κατ’ ἐκείνην τὴν ἡμέραν, ἄφρων· οὐδὲ τὰ ἔργα ἠπίστατο ἐκεῖνα, ἅπερ ὁ Ζεὺς ἐργάζεσθαι ἐσκόπει· ἔμελλε γὰρ ἔτι ἐπιθήσειν λύπας καὶ στεναγμοὺς τοῖς Τρωσὶ καὶ τοῖς Ἕλλησι κατὰ τὰς ἰσχυρὰς μάχας· ἠγέρθη δὲ ἀπὸ τοῦ ὕπνου· ἀπήχημα δὲ τῆς θείας φωνῆς περιειλημμένον αὐτὸν εἶχεν· ἀνορθωθεὶς δὲ ἐκάθισεν· ἐνεδύσατο δὲ μαλακὸν χιτῶνα περικαλλῆ νεωστὶ εἰργασμένον· περιεβάλετο δὲ ἐπ’ αὐτοῦ χλαῖναν· τοῖς ποσὶ δὲ τοῖς εὐτραφέσιν ὑπεδήσατο περικαλλῆ ὑποδήματα· τοῖς ὤμοις δὲ περιεβάλετο ξίφος ἀργυροῖς ἥλοις κεκοσμημένον· ἔλαβε δὲ τὴν ῥάβδον τὴν πατρικὴν τὴν διαδοχῇ σωζομένην ἀεὶ· σὺν ταύτῃ ἀπῆλθεν ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων τῶν πολεμιστῶν· | 035 |
ἡ Ἠὼς μὲν δὴ ἡ θεὰ ἐπὶ τὸν ὑψηλὸν ἐπορεύθη Ὄλυμπον, τῷ Διὶ καὶ τοῖς ἄλλοις θεοῖς φωτὸς παρουσίαν ἀπαγγέλλουσα. ὁ δὲ τοῖς κήρυξι τοῖς ὀξυφώνοις προσέταξεν ἐπ’ ἐκκλησίαν συγκαλεῖν τοὺς τὴν κόμην τρέφοντας Ἕλληνας· καὶ οἱ μὲν κηρύγματι συνεκάλουν, οἱ δὲ ἠθροίζοντο μάλα ταχέως. | 048 |
πρῶτον δὲ ἄνδρας ἐκάθισεν ἐπὶ βουλῇ ἀπὸ τῶν μεγαλογνώμων γερόντων, παρὰ τῇ νηὶ τοῦ Νέστορος τοῦ βασιλέως τοῦ ἀπὸ τῆς Πύλης τὸ γένος ἕλκοντος. τούτους οὗτος ἐπεὶ ἐκάθισε συγκαλέσας, συνετὴν καθίστα βουλήν, λέγων· ἀκούσατε, ὦ φίλοι· θεῖος Ὄνειρος ἦλθε πρὸς μὲ ἐν τοῖς ὕπνοις κατὰ τὴν νύκτα τὴν θείαν· μάλιστα δὲ πάντων τῇ Νέστορι τῷ ἐνδόξῳ ἦν ὡμοιωμένος, κατά τε τὸ μέγεθος τοῦ σώματος, καὶ τὸν τῆς μορφῆς χαρακτῆρα· ἔστη δὲ ὑπὲρ τῆς ἐμῆς κεφαλῆς, καὶ πρὸς ἐμὲ εἶπε λόγον· ὑπνώττεις υἱὲ τοῦ Ἀτρέως τοῦ συνετὰ δεδιδαγμένου τοῦ πολέμου; οὐ χρὴ διὰ πάσης τῆς νυκτὸς καθεύδειν ἄνδρα ἐφ’ ὅν αἱ βουλαὶ ἀναφέρονται, ᾧ λαοί εἰσιν ἐπιτετραμμένοι, καὶ τοσαῦτα διὰ φροντίδος ἐστί. νῦν δὲ τῶν ἐμῶν λόγων σύνες ταχέως. ἄγγελος δέ εἰμι τοῦ Διὸς πρὸς σε ἀπεσταλμένος, ὅς πόρρω ὤν, μεγάλην ἔχει σου φροντίδα καὶ ἐλεεῖ σε. ὁπλίσαι σε προστάττει τοὺς τὴν κόμην τρέφοντας Ἕλληνας πανστρατί, νῦν γὰρ ἄν ἕλοις τὴν πόλιν τὴν πλατεῖς ἔχουσαν τοὺς στενωποὺς τῶν Τρῴων· οὐκέτι γὰρ διηρημένως οἱ τὰ οὐράνια οἰκοῦντες οἰκήματα θεοὶ βουλεύονται· ἐμάλαξε γὰρ πάντας αὐτοὺς ἐπὶ τοῦτο ἡ Ἥρα ἱκετεύουσα· λύπαι δὲ τοῖς Τρωσὶν ἐπήρτηνται ἀπὸ τοῦ Διός· Ἀλλὰ σὺ ἐπὶ τῷ σῷ λογισμῷ ταῦτα κάτεχε. ὁ μὲν οὕτως εἰπὼν ἀφανὴς ἐγένετο ἀποπτάμενος· ἐμὲ δὲ ὁ γλυκὺς ὕπνος ἀφῆκεν. ἀλλ’ ἄγετε σπεύσωμεν, ὅπως ἄν τοὺς υἱοὺς τῶν Ἑλλήνων ὁπλίσωμεν· πρότερον δὲ τῆς γνώμης αὐτῶν ἐγὼ ἀποπειράσομαι λόγοις καθὰ πρέπον ἄν εἴη· καὶ σὺν σπουδῇ τῆς Τροίας ἀπέρχεσθαι διὰ τῶν πολυκαθέδρων νεῶν προτρέψομαι· ὑμεῖς δέ, ἄλλος ἀπ’ ἄλλου μέρους ἐπέχετε λόγοις μὴ ἀξιοῦντες ἀπέρχεσθαι. | 053 |
οὗτος μὲν εἰπὼν ἐκάθισεν· ἐπὶ τούτοις δὲ ἠγέρθη ὁ Νέστωρ, ὅς γε ἦν βασιλεὺς τῆς Πύλου τῆς ἀμμώδους· οὗτος συνετὸς ὤν ἐδημηγόρησε, καὶ μετὰ τὴν δημηγορίαν ὅ τι δεῖ ποιεῖν αὐτοῖς εἰσηγήσατο, λέγων· ὦ προσφιλεῖς ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, εἰ μὲν ἄλλός τις ἀπὸ τῶν Ἀχαιῶν τὸν Ὄνειρον εἶπεν ἰδεῖν, ψεῦδος ἄν τοῦτο ἔφημεν εἶναι καὶ ἀφιστάμεθα μᾶλλον ἤ ἐκδεχόμεθα ὅ τι εἶδεν· νῦν δὲ εἶπεν ἰδεῖν, ὅς ἄριστος τῶν Ἑλλήνων διατείνεται εἶναι. ἀλλ’ ἄγετε σπεύσωμεν, ὅπως ἄν τοὺς υἱοὺς τῶν Ἑλλήνων ὁπλίσωμεν. | 076 |
οὕτω δὴ εἰπών, τῶν ἐπὶ τῇ βουλῇ προηγεῖτο, ὥστε πορεύεσθαι. οὗτοι δὲ αὐτοὶ οἱ τῶν σκήπτρων ἐγκρατεῖς βασιλεῖς ἐπείσθησαν τῷ βασιλεῖ τῶν λαῶν, καὶ ἀνέστησαν μετ’ αὐτόν· μετ’ ἐκείνους δὲ οἱ λαοὶ ἐκινήθησαν· καθὼς σμήνη μελισσῶν ἀθρόως πετομένων ἔρχονται, ἀπὸ πέτρας κοίλης ἀεὶ κατὰ τὸ ἔαρ ποιουμένων τὴν πτῆσιν, κατὰ στροφὰς δὲ πέτονται ἐπὶ τοῖς ἐαρινοῖς ἄνθεσιν ἐξηρτημέναι ἀλλήλων, καὶ αἱ μὲν ἐν τούτῳ τῷ μέρει πέτονται ἀρκούντως ἔχουσαι τοῦ πλήθους, αἱ δὲ ἐν τούτῳ· οὕτω τὰ πολυειδῆ γένη τούτων, ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν πρὸ τοῦ αἰγιαλοῦ τοῦ βαθέος ἐπορεύοντο ἐπ’ ἐκκλησίαν κατὰ ἴλας καὶ ἑταιρείας· ἐν αὐτοῖς δὲ θεία φήμη λαμπρῶς ἐκηρύττετο παρορμῶσα ἔρχεσθαι, ἄγγελος τοῦ Διὸς αὐτόματος δηλονότι· οἱ δὲ ἡθροίζοντο, ἐτετάρακτο δῆ ἡ ἀγορά· ὑπήχει δὲ ἡ γῆ τῶν λαῶν βοώντων, καὶ καθιζόντων· βοὴ δὲ σύμμικτος ἦν· ἐννέα δὲ αὐτοὺς κήρυκες μετέωρον βοῶντες κατέστελλον, ὅπως ἄν τῆς βοῆς ἐπίσχοιεν ἑαυτούς, ἀκούσουσι δὲ τῶν βασιλέων τῶν ὑπὸ τοῦ Διὸς πεπαιδευμένων τὴν βασιλικὴν παιδείαν. ἐκάθισε δὲ ὁ λαὸς τῇ σπουδαίᾳ παρώθησεν τῶν καθιζόντων αὐτόν· κατέσχον δὲ τὰς καθέδρας παυσάμενοι τῆς βοῆς. ἀνέστη δὲ ὁ βασιλεὺς Ἀγαμέμνων τὴν βασιλικὴν ῥάβδον κατέχον· ταύτην μὲν ὁ Ἥφαιστος πονήσας κατεσκεύασεν· δέδωκε μὲν οὖν ὁ Ἥφαιστος αὐτὴν τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου τῷ βασιλεῖ· ὁ Ζεὺς δὲ ἔδωκεν αὐτὴν τῷ Ἑρμῇ τῷ μεγαλοφώνῳ, τῷ τὸν Ἄργον τὸν πανόπτην πεφονευκότι· ὁ Ἑρμῆς δὲ ὁ ἄναξ ἔδωκε τῷ Πέλοπι τῷ πολεμικῷ· ὁ δὲ Πέλοψ ἔδωκε τῷ Ἀτρεῖ τῷ βασιλεῖ τῶν λαῶν· ὁ Ἀτρεὺς δὲ θνήσκων τῷ ἀδελφῷ Θυέστῃ τῷ πολυθρέμμονι κατέλιπεν· ὁ δὲ Θυέστης τῷ Ἀγαμέμνονι κατέλιπε φέρειν, καὶ ἐν πολλαῖς νήσοις καὶ παντὶ τῷ Ἄργει βασιλεύειν. | 084 |
ταύτῃ οὗτος ἐπερεισθείς, λόγους εἰς ἐπήκοον τῶν Ἑλλήνων ἔλεγεν· ὦ προσφιλεῖς ἥρωες Δαναοί, πολέμων ἔμπειροι, καὶ διὰ τοῦτο τοῦ προστάτου τῶν πολέμων θεοῦ ὑπηρέται, ὁ Ζεύς με ὁ τοῦ Κρόνου υἱός, ἐν βλάβῃ μεγάλως ἐπαχθεῖ ἔδησε, κακωτικός, ὃς πρότερον μὲν ὑπέσχετό μοι, καὶ κατένευσεν, ἐκπορθήσαντα τὸ καλῶς τετειχισμένον Ἴλιον ἐπανεληλυθέναι οἴκαδε· νῦν δὲ κακωτικὴν ἀπάτην ἐβουλεύσατο καὶ προστάττει με ἄδοξον ἐπὶ Ἄργος ἀφικέσθαι, μεθ’ ὃ πολὺν ἀπώλεσα λαόν. οὕτω δὴ φαίνεται προσφιλὲς εἶναι τῷ Διὶ τῷ ὑπερβαλλόντως ἰσχυρῷ, ὅς δὴ πολλῶν πόλεων ἀκροπόλεις κατέστρεψε, καὶ ἔτι καταστρέψει· τούτου γὰρ ἡ ἰσχύς ἐστι μεγίστη· αἰσχύνης γὰρ ἄξιόν ἐστι τοῦτο καὶ πρὸς τοὺς γενησομένους ἀνθρώπους ἀκούσαι, αὐτὸν μάτην οὕτω τοιοῦτον τὴν ἀρετὴν λαὸν καὶ τοσοῦτον τῷ πλήθει, ἀνήνυτον πόλεμον πολεμεῖν, καὶ μάχεσθαι πρὸς ἄνδρας ἐλάττονας τὸν ἀριθμόν· τέλος γὰρ οὐδὲν ἐφάνη· ἐὰν γὰρ ἐθελήσωμεν, οἱ Ἕλληνες καὶ οἱ Τρῶες, ἑνωθέντες ἀμφότεροι ἐπὶ ὅρκοις ἀσφαλέσι δι’ ἐντόμων θυμάτων γενομένοις, τοὺς Τρῶας μὲν ἀριθμῆσαι πάντας καθ’ ἕνα, ὅσοι εἰσὶν ἐγχώριοι καὶ οἰκίας ἔχοντες, ἡμεῖς δὲ οἱ Ἀχαιοὶ ἵνα εἰς δεκάδας ἐφεξῆς διαταχθείημεν, ἕκαστον δὲ ἄνδρα τῶν Τρῴων λάβοιμεν ἑκάστῃ δεκάδι ἡμετέρᾳ οἰνοχοεῖν, πολλαὶ ἂν δεκάδες ἐνδεεῖς γένοιντο οἰνοχόου· τοσοῦτον ἐγὼ διατείνομαι πλείους εἶναι τοὺς Ἕλληνας τῶν Τρῴων, οἳ κατὰ τὴν πόλιν οἰκοῦσιν· ἀλλ’ οἱ σύμμαχοι αὐτοῖς ἄνδρες, οἱ τὰ δόρατα κραδαίνειν εἰδότες, οἱ ἐκ πολλῶν πόλεων συνειλεγμένοι εἰσίν, οἵτινες μεγάλως διαμαρτάνειν τοῦ σκοποῦ με ποιοῦσι, καὶ οὐκ ἐῶσι προθυμούμενον ἐκπορθῆσαι τὴν καλῶς οἰκήσεις ἔχουσαν πόλιν τοῦ Ἰλίου. ἐννέα δὲ παρεληλύθασιν ἐνιαυτοὶ τοῦ μεγάλου Διός, καὶ δὴ τὰ ξύλα τῶν νεῶν σέσηπται, καὶ τὰ σχοινία αὐτῶν διελύθη· αἱ δὲ ἡμέτεραι γυναῖκες καὶ τὰ μικρὰ τέκνα κάθηνται ἐν τοῖς οἴκοις προσδεχόμεναι ἡμᾶς· ἡμῖν δὲ τὸ ἔργον οὕτως ὡς ἔστιν ὁρᾷν ἀτέλεστόν ἐστιν, οὗ χάριν δεῦρο ἀφικόμεθα· ἀλλ’ ἄγετε πειθώμεθα πάντες καθὰ ἂν ἐγὼ εἴπω· ἀπέλθωμεν ἐνθένδε σὺν σπουδῇ διὰ τῶν νεῶν ἕκαστος εἰς τὴν ἑαυτοῦ πατρίδα· οὐκέτι γὰρ τὴν προκαθεζομένην πόλιν τῆς Τροίας πορθήσομεν τὴν πλατεῖς τοὺς στενωποὺς ἔχουσαν. | 109 |
οὕτως εἶπεν· ἑκάστου δὲ τούτων πάντων τὴν ψυχὴν ἐν τοῖς στήθεσιν διήγειρε κατὰ τὴν πληθὺν ἐκείνων, ὅσοι οὐκ ἤκουσαν τῆς βουλῆς· ἐκινήθη δὲ τὸ συνειλεγμένον πλῆθος, καθὰ τὰ κύματα τὰ βαρέα τῆς θαλάσσης τοῦ πελάγους τοῦ Ἰκαρίου, ἃ δὴ Εὖρος τε καὶ Νότος διήγειρεν ἐμπεσὼν ἀπὸ τῶν νεφελῶν τοῦ πατρὸς πάντων τοῦ Διός· ὥσπερ δὲ ὅτε κινήσει Ζέφυρος ἐπελθὼν δασὺ λήϊον σφοδρὸς καὶ καταιγιδώδης ἐμπίπτων, καὶ ἐπινεύει τὸ λήιον κατὰ τοὺς ἀστάχυς, οὕτως ἐκινήθη πᾶσα τούτων ἡ ἅθροισις. οἱ δὲ σὺν θορύβῳ ἐπὶ τὰς ναῦς μετὰ ταραχῆς ἔσπευδον· ὑποκάτωθεν δὲ τῶν ποδῶν κόνις ὑψουμένη μετέωρος ἦν. οὗτοι δὲ ἀλλήλοις παρεκελεύοντο ἅπτεσθαι τῶν νεῶν, καὶ ἐπὶ τὴν θάλασσαν αὐτὰς ἕλκειν τὴν τιμίαν, καὶ τὰ ὀρύγματα δι’ ὧν αἱ νῆες ἕλκονται ἐξεκάθαιρον· ἡ βοὴ δὲ ἐπὶ πολὺ τοῦ ἀέρος ἀφικνεῖτο, προθυμουμένου ἰέναι ἑκάστου ἐπὶ τὸν ἑαυτοῦ οἶκον· ὑφεῖλκον δὲ τὰ ὑπερείσματα τῶν νεῶν. | 142 |
ὅτε δὴ ὑποστροφὴ ἂν ἐγένετο τοῖς Ἕλλησι παρὰ τὸ καθῆκον, εἰ μὴ πρὸς τὴν Ἀθηνᾶν ἡ Ἥρα λόγον εἶπε τοιοῦτον· φεῦ, Ἀθηνᾶ τέκνον τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος ἀήττητε, οὕτω δὴ εἰς τὸν οἶκον ἕκαστος τὸν ἑαυτοῦ εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν οἱ Ἕλληνες φεύξονται κατὰ τὴν πλατεῖαν ἐπιφάνειαν τῆς θαλάσσης, καταλίποιεν δ’ ἂν καύχημα τῷ Πριάμῳ καὶ τοῖς Τρωσὶ τὴν Ἑλληνίδα Ἑλένην, δι’ ἣν πολλοὶ ἀπὸ τῶν Ἑλλήνων ἀπώλοντο ἐν τῇ Τροίᾳ πόρρω τῆς πατρίδος αὐτῶν τῆς προσφιλοῦς γῆς; ἀλλ’ ἄπιθι νῦν ἐπὶ τὸν λαὸν τῶν Ἑλλήνων τῶν χαλκοῖς ὅπλοις ὡπλισμένων, διὰ δὲ τῶν σῶν λόγων τῶν τὰς σκληρὰς ὁρμὰς δυναμένων μαλάσσειν, κώλυε ἄνδρα ἕκαστον, μὴ δὲ ἔα αὐτοὺς ἕλκειν ἐπὶ τὴν θάλασσαν τὰς ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς τῇ ἑλίξει τῶν ἐρετμῶν· | 155 |
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ ἡ Ἀθηνᾶ ἡ ὀξὺ ὁρῶσα. κατέβη δὲ τῆς κορυφῆς τοῦ Ὀλύμπου σὺν σπουδῇ ὁρμήσασα· ταχέως δὲ κατέλαβεν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· εὗρε δὴ τὸν Ὀδυσσέα, τὸν ἰσοστάσιον τὴν σύνεσιν τῷ Διὶ ἑστῶτα· οὐ δὲ τῆς αὐτοῦ νεὼς οὗτος τῆς εὐκαθέδρης τῆς μελαίνης ἥπτετο, ἐπεὶ ἀγανάκτησις αὐτὸν κατεῖχε κατὰ τὴν καρδίαν καὶ τὴν ψυχήν. ἐγγὺς δὲ στᾶσα ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ πρὸς αὐτὸν εἶπεν· ὦ εὐγενὲς Ὀδυσσεῦ, υἱὲ τοῦ Λαέρτου, πόριμε τὰς ἐπινοίας, οὕτω δὴ ἐπὶ τὸν οἶκον ἕκαστος τὸν ἑαυτοῦ εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν φεύξεσθε ἐν ταῖς πολυκαθέδροις ναυσὶ πεσόντες ὡς μικρόψυχοι καὶ δειλοί, καταλίποιτε δ’ ἄν καύχημα τῷ Πριάμῳ καὶ τοῖς Τρωσὶ τὴν Ἑλληνίδα Ἑλένην, δι’ ἣν πολλοὶ ἀπὸ τῶν Ἑλλήνων ἐν τῇ Τροίᾳ ἀπώλοντο πόρρω τῆς πατρίδος αὐτῶν τῆς προσφιλοῦς γῆς; ἀλλ’ ἄπιθι νῦν ἐπὶ τὸν λαὸν τῶν Ἑλλήνων, μὴ δὲ ὑποχώρει, διὰ δὲ τῶν σῶν λόγων τῶν τὰς σκληρὰς ὁρμὰς δυναμένων μαλάττειν, κώλυε ἄνδρα ἕκαστον, μὴ δ’ ἔα αὐτοὺς ἕλκειν ἐπὶ τὴν θάλασσαν τὰς ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς τῇ ἑλίξει τῶν ἐρετμῶν. | 166 |
οὕτως εἶπεν· ὁ δὲ συνῆκε τὴν φωνὴν τῆς θεᾶς φωνησάσης· ἐκινήθη δὲ ὥστε τρέχειν· ἀπέρριψε δὲ τὴν χλαῖναν ἣν ἐφόρει, ὡς ἐμποδών· ἤνεγκε δὲ αὐτὴν ὁ κῆρυξ ὁ Εὐρυβάτης ὁ ἀπὸ τῆς Ἰθάκης, ὃς ἠκολούθει αὐτῷ· αὐτὸς δὲ ἐνώπιον τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως ἐλθών, τὸ σκῆπτρον αὐτοῦ αἰτήσας ἔλαβε τὸ πατρικόν τό, τῇ διαδοχῇ σωζόμενον ἀεί· σὺν τούτῳ ἀπῆλθεν ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων τῶν πολεμιστῶν· | 182 |
ὅντινα μὲν ἄνδρα βασιλέα καὶ ὑπερέχοντα κατέλαβε, τοῦτον διὰ πραϋντικῶν λόγων κατεκώλυε πλησίον στάς, λέγων· χάριτος μέτοχε δαιμονίας, ἄλλον τινὰ οὐ σὲ γέ ἐστι πρέπον φοβεῖσθαι ὥσπερ δειλόν· ἀλλὰ κάθησο αὐτὸς σύ, καὶ τοὺς ἄλλους λαοὺς παῦε τοῦ θορύβου· οὐ γὰρ οἶσθα σαφῶς ὁποῖός ἐστιν ὁ σκοπὸς τοῦ υἱοῦ τοῦ Ἀτρέως· νῦν μὲν ἀποπειρᾶται τῆς γνώμης ἡμῶν· ἴσως δὲ βλάψει τοὺς υἱοὺς τῶν Ἑλλήνων· οὐ πάντες δὲ ἠκούσαμεν ἐν τῇ βουλῇ ἅπερ εἶπε· σκοπῶμεν ἵνα μὴ ὀργισθῇ, καὶ κακωτικόν τι δράσῃ τοὺς υἱοὺς τῶν Ἑλλήνων· ἡ ὀργὴ δὲ τοῦ βασιλέως τοῦ ὑπὸ τοῦ Διὸς δεδιδαγμένου τὴν βασιλικὴν παιδείαν πρᾶγμά ἐστι μέγα· τιμὴ δέ ἐστιν αὐτῷ ἀπὸ τοῦ Διός, φιλεῖ δὲ αὐτὸν ὁ τὴν ἐπιστήμην τοῦ βουλεύεσθαι ἔχων Ζεύς. | 188 |
ὅντινα δὲ ἄνδρα δημότην ἴδε καὶ βοῶντα εὗρε, τῇ ῥάβδῳ πλήττων αὐτὸν ὤθει, καὶ ἠπείλει αὐτὸν διὰ λόγου λέγων· πολυπραγμοσύνῃ κεκρατημένε, ὡς ἀπὸ μοίρας δαίμονος, ἐν ἡσυχίᾳ κάθησο, καὶ λόγον ἄκουε ἄλλων, οἵ κρείττονές εἰσι σοῦ· σὺ γὰρ ἀνεπιτήδειος ἐπὶ πόλεμον καὶ ἀνίσχυρος, οὔτε ἐν πολέμῳ ποτὲ χρήσιμος εἶ, καὶ ἐν ἀριθμῷ, οὔτε ἐν βουλῇ. οὐ δὴ πάντες οἱ Ἀχαιοὶ βασιλεύσομεν ἐνθάδε, οὐκ ἀγαθὸν ἡ πολυαρχία· εἷς ἄρχων ἔστω, εἷς βασιλεύς, ἐκεῖνος, ᾧ ἔδωκεν ὁ Ζεὺς τὴν βασιλείαν ὁ υἱὸς τοῦ Κρόνου τοῦ εἰς ἑαυτὸν ἐπεστραμμένου καὶ ἑαυτὸν νοοῦντος, καὶ τὴν τοῦ δικάζειν ἐξουσίαν, ὅπως τῶν ἄλλων βασιλεύῃ. | 198 |
τοῦτον τὸν τρόπον οὗτος ὁ βασιλεὺς ἁρμόζοντα ἔργα πράττων, διέταττε τὸν στρατόν· οἱ δὲ ἐπ’ ἐκκλησίαν ἐπανῄεσαν ἀπὸ τῶν νεῶν, καὶ ἀπὸ τῶν σκηνῶν σὺν ἤχῳ. ὥσπερ ὅτε κῦμα θαλάσσης τῆς πολυταράχου ἐν αἰγιαλῷ πλατεῖ ἦχον ποιεῖ, λαμπρὸν δὲ ὁ πόντος ἠχεῖ. | 207 |
οἱ ἄλλοι μὲν δὴ πάντες ἐκάθισαν, κατέσχον δὲ τὰς καθέδρας. ὁ Θερσίτης δὲ μόνος ὁ ἀπεραντολόγος ἔτι ἐθορύβει, ὅς δὴ λόγους ᾔδει μάτην πολλοὺς, καὶ ἀτάκτους κατὰ τὸν ἑαυτοῦ λογισμόν· ᾔδει δὲ λοιδορεῖσθαι τοῖς βασιλεῦσι ἀκόσμως, ἀλλ’ οὐ τοὺς ἄλλους ἔπειθεν· ὅ τι γὰρ ἂν αὐτῷ ἔδοξε, γελοῖον ἐδόκει τοῖς Ἕλλησιν εἶναι· δυσειδέστατος δὲ ἀνὴρ οὗτος ἐπὶ τὸ Ἴλιον ἀφίκετο· διάστροφος ἦν τοὺς ὀφθαλμούς, χωλὸς δὲ τὸν ἕτερον πόδα· οἱ δὲ ὤμοι αὐτῷ κυρτοὶ ἦσαν ἐπὶ τὸ στῆθος συνερχόμενοι· ἐπάνω δὲ προμήκης ἦν τὴν κεφαλήν· λεπτὴ δὲ καὶ ἀραιὰ ἦν αὐτῇ τρίχωσις ἐσπαρμένη. μεμισημένος δὲ ἦν μάλιστα πάντων τῷ Ἀχιλλεῖ καὶ τῷ Ὀδυσσεῖ· τούτους γὰρ ἐλοιδόρει. τότε δὴ πρὸς τὸν ἔνδοξον Ἀγαμέμνονα μετεώρῳ καὶ λεπτῇ φωνῇ λοιδορίας ἀπέτεινε· κατὰ τούτου δὲ οἱ Ἀχαιοὶ κότον ἔσχον πολύν, ὥστ’ ἔκπληξιν ἐμποιεῖν, καὶ ἀγανάκτησιν δικαίαν ἐν τῇ ψυχῇ ἕκαστος τῇ ἑαυτοῦ. | 211 |
ὁ δὲ μετεώρῳ φωνῇ βοῶν, ἐλοιδόρει τὸν Ἀγαμέμνονα λέγων· ”ὦ υἱὲ τοῦ Ἀτρέως, τίνος ἔχεις χρείαν, καὶ ἕνεκα τίνος μέμφῃ; πεπληρωμέναι σοι αἱ σκηναί εἰσι ὅπλων καὶ σκευῶν χαλκῶν· πολλαὶ δὲ γυναῖκές εἰσιν ἐν ταῖς σκηναῖς ἐξαίρετοι, ἅς σοι ἡμεῖς οἱ Ἕλληνες πρώτιστα πάντων δίδομεν, ἐπειδὰν πορθήσωμεν πόλιν· ἢ ἔτι καὶ χρυσοῦ ἔχεις χρείαν, ὃν ἄν τις ἀπὸ τῶν Τρῴων τῶν πολεμιστῶν κομίσῃ ἀπὸ τοῦ Ἰλίου, λύτρα τοῦ ἑαυτοῦ υἱοῦ, ὃν ἂν ἐγὼ συνδήσας ἀγάγω ἢ ἄλλος ἀπὸ τῶν Ἑλλήνων, ἢ καὶ γυναῖκα ἂν ἀγάγω νέαν, ἵνα συγγίνῃ αὐτῇ ἐν φιλοφροσύνῃ, ἣν ἂν αὐτὸς κατὰ βιαίαν ἀφαίρεσιν λαβὼν ἔχοις; οὐ μὴν πρέπει ἀρχηγὸν ὄντα τῶν Ἑλλήνων, ἐπὶ κακῶν ἐπιβιβάζειν αὐτούς. ὦ ἄνανδροι καὶ ἐκλελυμένοι Ἕλληνες λίαν, κακῶς ἐπονείδιστοι, γυναῖκες, καὶ Ἀχαιΐδες, οὐκέτι ἄνδρες, καὶ Ἀχαιοί, ἄγετε, ἀπερχώμεθα ἐπὶ τὸν οἶκον ἕκαστος τὸν ἑαυτοῦ, τοῦτον δὲ ἐάσωμεν αὐτοῦ ἐν τῇ Τροίᾳ τὰ γέρα καρποῦσθαι, ἵνα γνοίῃ, ἢ καὶ ἡμεῖς βοηθοῦμεν αὐτῷ τί, ἢ καὶ οὐχί· ὃς καὶ τὸν Ἀχιλλέα πρὸ ὀλίγου ἄνδρα πολὺ αὐτοῦ κρείττονα ἄτιμον ἐποίησεν· ἀφείλετο γὰρ αὐτὸς τὸ γέρας αὐτοῦ. ἀλλ' οὐκ ἐμμένει οὐδαμῶς τῇ ψυχῇ τοῦ Ἀχιλλέως ὀργή, ἀλλ' ἀμελητής ἐστι τῆς ὀργῆς καὶ ἀμήνιτος. ὄντως γάρ, Ἀτρείδη, εἰ μὴ τοῦτ' ἦν, νῦν ἐσχάτως ὑβρίσθης ἄν. | 224 |
οὕτως εἶπεν ὁ Θερσίτης λοιδορῶν τὸν Ἀγαμέμνονα τὸν βασιλέα τοῦ πλήθους. παρ’ αὐτῷ δὲ ταχέως ἐλθὼν ὁ ἔνδοξος Ὀδυσσεύς, ἔστη, καὶ ταυρηδὸν αὐτὸν ἰδών, σκληρῷ λόγῳ ἐπέπληξεν εἰπών· ὦ Θερσίτα ἀπεραντολόγε, καίπερ ὢν ὀξύφωνος δημηγόρος, ἔπεχε σαυτόν, μὴ δὲ ἔθελε μόνος λοιδορεῖσθαι τοῖς βασιλεῦσιν· διατείνομαι γὰρ ἐγὼ μηδένα ἄλλον βροτὸν εἶναι χείρονα σοῦ ἐκείνων, ὅσοι σὺν τοῖς Ἀτρείδαις ἐπὶ τὸ Ἴλιον ἦλθον· διὰ τοῦτο μὴ τοὺς βασιλεῖς ἐπὶ τοῦ στόματος ἔχων καὶ τῆς προχείρου μνήμης πρόφερε, καὶ λοιδορίας πρὸς αὐτοὺς ἀπότεινε, καὶ εὐκαιρίαν εἰς ὑποστροφῆς παρώθησιν παρατήρει· οὔπω γὰρ οὐδαμῶς οἴδαμεν σαφῶς ὅπως ἀποβήσεται τοῦτο τὸ τῆς ὑποστροφῆς ἔργον· ἢ καλῶς τὴν ἐπαναστροφὴν ποιησόμεθα οἱ Ἕλληνες ἢ κακῶς· ἐφ’ ᾧ σύ, τῷ τῆς ὑποστροφῆς δηλονότι, κάθησαι λοιδορίας προφέρων τῷ Ἀγαμέμνονι τῷ βασιλεῖ τῶν λαῶν, ὅτι αὐτῷ μάλα πολλὰ διδοῦσιν οἱ ἥρωες οἱ Δαναοί· σὺ δὲ δάκνοντας λόγους προφέρων δημηγορεῖς. ἀλλ’ ἐρῶ σοι, τοῦτο δέ, ὃ ἐρῶ καὶ τετελεσμένον ἔσται· ἐὰν εἰς τὸ ἐπιὸν ἀνοηταίνοντά σε καταλάβω ὡς ἐν τῷ παρόντι, μηκέτι δὴ ἐμοὶ τῷ Ὀδυσσεῖ ἡ κεφαλὴ ἐπὶ τοῖς ὤμοις εἴη, μὴ δὲ τοῦ Τηλεμάχου πατὴρ εἰς τὸ ἑξῆς κεκλημένος εἴην, εἰ μὴ ἐγὼ λαβών σε, ἀποδύσω μὲν τὰ προσφιλῇ ἱμάτια, τὴν χλαῖναν, καὶ τὸν χιτῶνα, καὶ τὰ ἐνδοτέρω, ἃ τὴν σάρκα καὶ τὰ αἰδοῖα περικαλύπτει, σὲ δὲ κλαίοντα ἐπὶ τὰς ταχείας ναῦς ἀπολύσω ἀπρεπέσι πληγαῖς αἰκισάμενος ἐπὶ τοῦ πόντου ἔνθα τὸ πλῆθος ἀθροίζεται. | 243 |
οὕτω δὴ ἔφη· διὰ δὲ τοῦ σκήπτρου τὸ μετάφρενον αὐτῷ καὶ τοὺς ὤμους ἔπληξεν· ὁ δὲ κατὰ τὸ ἰνίον ἐκάμφθη, καθαρὸν δὲ δάκρυον καὶ διαφανὲς ἀπὸ τῶν ὀμμάτων αὐτοῦ ἐξωγκώθη διὰ τοῦ σκήπτρου τοῦ χρυσῷ κεκοσμημένου· ὁ δὲ ἐφοβήθη καὶ ἐκάθισεν· ὀδυνηθεὶς δὲ ἀκαίρως, καὶ ἐπ’ οὐδεμίᾳ χρείᾳ ἰδὼν, ἐδακρυρρόησεν· οἱ δὲ καίπερ λυπούμενοι ἐπ’ αὐτῷ ἡδέως ἐγέλασαν· οὕτω δ’ ἂν εἶπε τις ἰδὼν εἰς ἄλλον πλησίον παρόντα. φεῦ· ὄντως δὴ μυρία καλὰ ὁ Ὀδυσσεὺς εἴργασται, ἐπὶ βουλάς τε προηγούμενος ἀγαθὰς, καὶ ἐπὶ πόλεμον ὁπλίζων· νῦν δὲ τοῦτο ἄριστον ἐν τοῖς Ἕλλησιν ἐποίησεν, ὃς τὸν ὑβριστὴν βλάσφημον ἐπέσχε τῶν δημηγοριῶν· οὐ δὴ αὐτὸν ἀναπείσει πάλιν ἡ ψυχὴ αὐτοῦ ἡ ὑπερήφανος ἐνοχλεῖν τοὺς βασιλεῖς δι’ ὑβριστικῶν λόγων. | 265 |
οὕτως εἶπε τὸ πλῆθος. ἀνέστη δὲ ὁ Ὀδυσσεὺς ὁ ταῖς αὐτοῦ μηχαναῖς πορθῶν τὰς πόλεις, ῥάβδον κατέχων βασιλικήν· παρ’ αὐτῷ δὲ ἱσταμένη ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ, κήρυκι ὡμοιωμένη, σιωπᾷν προσέταττε τὸν λαὸν, ἵνα ὁμοῦ οἱ πρῶτοι τε καὶ ἔσχατοι Ἕλληνες τὸν λόγον ἀκούσαιεν, καὶ τὴν βουλὴν γνοῖεν· ὅς γε καλῶς φρονῶν ἐφ’ οἷς ἔμελλε λέγειν, ἐδημηγόρησε, καὶ μετεῖπεν· ὦ υἱὲ τοῦ Ἀτρέως, νῦν δή σε, βασιλεῦ, ἐθέλουσιν οἱ Ἕλληνες ἐφύβριστον ποιῆσαι πρὸς πάντας τοὺς ποικίλην ἔχοντας τὴν φωνὴν ἀνθρώπους· οὐδὲ ἐκτελοῦσι τὴν ὑπόσχεσιν, ἥν σοι ὑπέσχοντο ἔτι δεῦρο ἰόντες, ἀπὸ τοῦ Ἄργους τοῦ ἱπποτρόφου λέγω, ἐκπορθήσαντι σὺν αὐτοῖς τὸ καλῶς ἐκτισμένον Ἴλιον ἀπελθεῖν· ὥσπερ γὰρ ἢ παῖδες ἁπαλοὶ, ἢ καὶ χῆραι γυναῖκες πρὸς ἀλλήλους ὀδύρονται ἐπὶ τῷ ἀπιέναι οἴκαδε· ὄντως δὴ καὶ κάματος ἔνεστι τῷ πράγματι, ὥστε ἀλγήσαντά τινα ἀπιέναι ζητεῖν, καὶ γὰρ ἕνα μῆνά τις μένων πόρρω τῆς αὐτοῦ γυναικὸς σὺν νηὶ πολυκαθέδρῃ, ἣν ἂν χειμεριναὶ θύελλαι συστρέφωσι, καὶ θάλαττα διεγειρομένη ἀσχόλει· ἡμῖν δὲ ἔνατός ἐστιν ἤδη ἐνιαυτὸς συμπληρούμενος τῇ περιφορᾷ τοῦ ἡλίου ἐνταῦθα μένουσι· δι’ ὃ τοὺς Ἀχαιοὺς οὐ μέμφομαι ἐπὶ τῷ ἀγανακτεῖν παρὰ ταῖς ναυσὶ ταῖς μελαίναις· πάλλ’ ὅμως καὶ οὕτω τοῦ πράγματος ἔχοντος, ἀπρεπές ἐστι ἐπὶ πολύν τε χρόνον μένειν τινά, εἶτα ἄπρακτον ἀπέρχεσθαι· καρτερήσατε φίλοι, καί ἀναμείνατε μέχρι τινὸς χρόνου, ἵνα γνῶμεν εἰ ἀληθῶς ὁ Κάλχας μαντεύεται ἢ καὶ οὐχὶ· | 278 |
καλῶς γὰρ τοῦτο οἴδαμεν ἐν τῇ ψυχῇ ἕκαστος τῇ ἑαυτοῦ, ὑπάρχετε δὲ πάντες μάρτυρες, οὓς μὴ θανάτου μοῖραι ἀπῆλθον φέρουσαι· τὸ χθὲς καὶ πρώην λέγω γεγονός, ὅτε εἰς τὴν Αὐλίδα αἱ νῆες τῶν Ἀχαιῶν ἠθροίζοντο, βλάβην ἐπιφέρουσαι τῷ Πριάμῳ, καὶ τοῖς Τρωσίν· ἡμεῖς περὶ τὴν πηγὴν καὶ τὸν βωμὸν τὸν ἱερὸν ἐθύομεν τοῖς θεοῖς θυσίας ἀπὸ τελείων ζώων ὑπὸ τῇ εὐφυεῖ πλατάνῳ, ὅθεν ἔρρει διειδὲς ὕδωρ, ὅπου ἐφάνη μέγα σημεῖον, δράκων κατὰ τὰ νῶτα φονικούς, στίλβοντας ἔχων τοὺς ὀφθαλμούς, ὃν δὴ αὐτὸς ὁ οὐράνιος Ζεύς ἔπεμψεν εἰς τὸ φῶς· ὑποκάτωθεν δὲ τοῦ βωμοῦ ἑρπύσας ἐπὶ τὴν πλάτανον ὥρμησεν, ὅπου δὴ ἦσαν νεόττια στρουθοῦ, ἀρτιγέννητα τέκνα ὀκτώ, ἐπὶ τῷ ἀκροτάτῳ κλάδῳ τοῖς φύλλοις ὑποκείμενα· ἡ μήτηρ δὲ ἦν ἐνάτη, ἣ τὰ τέκνα ἔτεκε. ἐκεῖ δὴ οὗτος κατήσθιε ταῦτα ἐλεεινῶς τρίζοντα· ἡ μήτηρ δὲ αὐτῶν περιεπέτετο ὀδυρομένη τὰ προσφιλῆ τέκνα· ταύτην κάμψας ἑαυτὸν ἀπὸ τῆς πτέρυγος κατέσχεν σὺν γόῳ πετομένην. ἐπεὶ δὲ κατέφαγε τὰ τέκνα τῆς στρουθοῦ καὶ αὐτήν, τοῦτον μὲν διάδηλον ἐποίησεν ὁ θεὸς, ὃς αὐτὸν εἰς φῶς ἤγαγε· λίθον γὰρ αὐτὸν ἐποίησεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ εἰς ἑαυτὸν ἐπεστραμμένου, καὶ ἑαυτὸν νοοῦντος· ἡμεῖς δὲ ἑστῶτες ἐθαυμάζομεν διὰ τὸ πρᾶγμα, ὃ ἐγένετο. ἐπεὶ οὖν μεγάλως φοβερά πράγματα εἰς τὰς τῶν θεῶν ἀφίκετο θυσίας, ὁ Κάλχας αὐτίκα δὴ μαντευόμενος ἠγόρευεν οὕτω· τί δή ποτε ἄφωνοι μετ’ ἐκπλήξεως ἐγένεσθε, ὦ τὴν κόμην τρέφοντες Ἀχαιοὶ, ἡμῖν μὲν τοῦτο τὸ μέγα τέρας εἰς φῶς ἤγαγεν ὁ τὴν τοῦ βουλεύεσθαι ἐπιστήμην ἔχων Ζεὺς, βραδὺ καὶ ὀψὲ τοῦ χρόνου ἀποβησόμενον, οὗτινος ἡ φήμη οὐκέτι ποτὲ ἀπολεῖται· ὥσπερ γὰρ οὗτος κατέφαγε τὰ τέκνα τοῦ στρουθοῦ καὶ αὐτὸν, ὀκτὼ ὄντα, ἡ μήτηρ δὲ ἦν ἐνάτη, ἣ τὰ τέκνα ἔτεκε, οὕτως ἡμεῖς ἐπὶ τοσαῦτα ἔτη πολεμήσομεν ἐκεῖ, ἐν τῇ Τροίᾳ δηλονότι· κατὰ δὲ τὸ δέκατον ἔτος τὴν πόλιν ἐκπορθήσομεν τὴν πλατεῖς τοὺς στενωποὺς ἔχουσαν. ἐκεῖνος οὕτως ἠγόρευεν ἑρμηνεύων τὸ τέρας· ταῦτα δὲ νῦν πάντα τελεῖται· ἀλλὰ μένετε ἐνταῦθα πάντες πολεμισταὶ Ἀχαιοὶ, ἕως οὗ ὢν τὴν μεγάλην πόλιν τοῦ Πριάμου κατάσχωμεν. | 301 |
Οὕτως εἶπεν. οἱ Ἕλληνες μεγάλως ἤχησαν, αἱ νῆες δὲ λαμπρὸν περιήχησαν ὑπὸ τῶν Ἑλλήνων βοησάντων, τὸν λόγον ἐπαινέσαντες τοῦ Ὀδυσσέως τοῦ θείου· ἐπὶ τούτοις δὲ εἶπε καὶ ὁ Νέστωρ ὁ πολεμικὸς ὁ ἀπὸ τῆς Γερήνης. φεῦ, ὄντως παισὶν ἄφροσιν ὁμοιούμενοι τὴν δημηγορίαν ἐποιήσασθε, οἷς οὐδέν ἐστιν ἐν φροντίδι καὶ λογισμῷ τὰ τῶν πολέμων ἔργα. ποῖ δὴ τελευτήσωσιν ἡμῖν αἱ συνθήκαι, καὶ ὅρκοι; ἐν ἐμπύροις δὴ θύμασιν αἱ γνῶμαι, τῶν ἀνδρῶν ἐγένοντο καὶ τὰ βουλεύματα, καὶ σπονδαὶ δι’ οἴνου ἀκράτου ἐγένοντο, καὶ αἱ δεξιώσεις, ἐφ’ αἷς ἐτεθαρρήκειμεν· καὶ γὰρ λόγοις μόνον ὡς ἔτυχε φιλονεικοῦμεν, οὔτι δὲ οὐδαμῶς μηχανὴν δυνάμεθα εὑρεῖν, οὐδὲ τὶ ἔργον ἀνῦσαι, ἐπὶ πολὺν χρόνον ἐνταῦθα ὄντες· ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ δὲ ὡς πρότερον, οὕτω καὶ νῦν, ἀσφαλῆ βουλὴν ἔχων βασίλευε ἐν τοῖς Ἕλλησι, κατὰ τοὺς τὴν βιαίαν παράταξιν ἔχοντας πολέμους· τούτους δὲ ἔα διαφθείρεσθαι ἕνα καὶ δύο, οἵπερ ἂν ἰδίᾳ ἀπὸ τῶν Ἑλλήνων βουλεύσωσι· τελείωσις δὲ οὐκ ἔσται τῆς βουλῆς ἀυτῶν, ἅτε παραβαινόντων τοὺς ὅρκους, πρότερον ἐπὶ τὸ Ἄργος ἀφικέσθαι, πρὶν ἂν καὶ ταῦτα γνῶναι, εἴτε ψεῦδος ἡ τοῦ Διὸς ὑπόσχεσις τοῦ τὴν αἰγίδα φοροῦντος, εἴτε καὶ οὐχί· διατείνομαι γὰρ δὴ ὑποσχέσθαι τὸν ὑπερβαλλόντως ἰσχυρὸν υἱὸν τοῦ Κρόνου τὴν ἡμέραν ἐκείνην, ὅτε ἐπὶ ταῖς ναυσὶ ταῖς ταχείαις τὴν πορείαν ἀπέπλεον οἱ Ἕλληνες φόνον τοῖς Τρωσὶ καὶ θανάτου μοῖραν ἐπιφέροντες· ἀστράπτων ἦν τότε κατὰ τὰ δεξιὰ ἡμῶν μέρη, σημεῖον τοῦτο δεικνὺς ἡμῖν εὐσύμβολον. δι’ ὃ μηδεὶς πρότερον σπευδέτω ἐπὶ τὸν ἑαυτοῦ οἶκον ἀπέρχεσθαι, πρὶν ἂν κοιμηθῆναί τινα παρὰ γυναικὶ Τρωάδι, ἀπαιτίσαι δὲ ἡμᾶς καὶ λαβεῖν ἐκδίκησιν τῶν φροντίδων τε καὶ στεναγμῶν τῆς Ἑλένης, εἰ δέ τις εἰς τὸν ἑαυτοῦ οἶκον ἀπιέναι θέλῃ κατὰ θέλησιν ἔκπληξιν ἐμποιοῦσαν, ἁπτέσθω τῆς ἑαυτοῦ νεῶς τῆς εὐκαθέδρης τῆς μελαίνης, ἴνα ἐνώπιον τῶν ἄλλων θάνατον καὶ κακὴν μοῖραν καταλάβῃ. ἀλλ’ ὦ βασιλεῦ, αὐτός τε σὺ καλῶς βουλεύου, καὶ ἄλλῳ πείθου καλῶς συμβουλεύοντι. οὐκ ἀποβολῆς ἄξιος ἔσται ὁ λόγος, ὃν ἂν εἴπω. δίελε τοὺς ἄνδρας, ὦ Ἀγάμεμνον, κατὰ φυλὰς καὶ φρατρίας, ἵνα οἱ τῆς αὐτῆς μετέχοντες φρατρίας, ἕκαστος τῷ τῆς αὐτῆς αὐτῷ φρατρίας μετέχοντι βοηθῇ, καὶ οἱ τῆς αὐτῆς φυλῆς μετέχοντες, ἕκαστος τῷ τῆς αὐτῆς αὐτῷ φυλῆς μετέχοντι· εἰ γὰρ οὕτω ποιήσεις, καί σοι πείθονται οἱ Ἕλληνες· γνώσῃ δὴ ὅστις τε ἀπὸ τῶν ἡγεμόνων ἐστὶ δειλός, καὶ ὅστις ἀπὸ τῶν λαῶν, καὶ ὅστις ἂν ᾖ ἀνδρεῖος αὐτῶν, καθ’ ἑαυτοὺς γὰρ διακεκριμένοι ἕκαστος καθ’ ἣν ἔχει δύναμιν μαχοῦνται· γνώσῃ δὲ καὶ ἐὰν θείᾳ βλάβῃ τὴν πόλιν οὐκ ἐκπορθήσεις, ἢ ἀνδρῶν συμφύτῳ κακίᾳ καὶ ἀνεπιστημοσύνῃ πολέμου. | 333 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων. ὄντως δὴ, ὦ γέρον, νικᾷς κατὰ τὴν δημηγορίαν πάντας τοὺς υἱοὺς τῶν Ἑλλήνων· εἴθε γάρ, ὦ Ζεῦ πᾶτερ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, τοιοῦτοί μοι ἦσαν δέκα σύμβουλοι ἀπὸ τῶν Ἀχαιῶν· τούτῳ γὰρ ἂν τῷ τρόπῳ ταχέως κατεστράφη ἡ πόλις τοῦ Πριάμου τοῦ βασιλέως ὑπὸ τῆς ἡμετέρας δυνάμεως ἑαλωκυῖά τε καὶ ἐκπορθηθεῖσα. ἀλλά μοι ὁ Ζεὺς ὁ τοῦ Κρόνου υἱὸς ὁ τὴν αἰγίδα φορῶν λύπας ἔδωκεν, ὅς με ἐπὶ μάχας καὶ φιλονεικίας ἀνηνύτους ἐνέβαλε· καὶ γὰρ ἐγὼ καὶ ὁ Ἀχιλλεὺς εἰς μάχην κατέστημεν ἕνεκα τῆς κόρης, διὰ λόγων βιαίαν ἐχόντων ἐναντίωσιν· ἐγὼ δὲ προηγούμην τῆς μάχης δεινὰ ποιῶν καὶ θυμούμενος. εἰ δὲ ποτ’ ἐς μίαν βουλὴν βουλεύσομεν, οὐκέτι δὴ τοῖς Τρωσὶν ἀναβολὴ τῆς ἐπιθέσεως τοῦ κακοῦ ἔσται, οὐδὲ ἐπὶ μικρόν· νῦν δὲ ἀπέρχεσθε ἐπὶ ἄριστον, ἵνα συμβάλλωμεν πόλεμον· καλῶς μέν τις τὸ ἑαυτοῦ δόρυ ἀκονησάτω, καλῶς δὲ τὴν ἀσπίδα εὐτρεπισάτω, καλῶς δέ τις τοῖς ταχύποσιν ἵπποις τροφὴν δότω, καλῶς δέ τις κυκλωτοῦ ἅρματος, ἰδὼν πολέμου φροντίδα ποιείσθω, ὡς ἂν διὰ πάσης τῆς ἡμέρας τῷ μισητῷ πολέμῳ ὁμιλῶμεν· οὐ γὰρ ἀνάπαυλα μετὰ τὴν συμβολὴν ἔσται οὐδ’ ἐπὶ μικρόν, εἰ μὴ ἡ νὺξ ἐλθοῦσα διακρινεῖ τὴν ἰσχὺν τῶν ἀνδρῶν· διάβροχος μὲν ἱδρῶτι γενήσεται ἐν στήθεσί τινος ὁ ἀναφορεὺς τῆς ἀσπίδος τῆς τοὺς ἄνδρας περιεπούσης. ἐν τῷ δόρατι δὲ αὐτὸς τὴν χεῖρα καμεῖται, ἱδρώσει δέ τινος ἵππος ἅρμα ἕλκων ἐντέχνως καὶ περικαλῶς ἐξεσμένον· ὃν δ’ ἂν ἐγὼ ἴδω παρὰ ταῖς ναυσὶ ταῖς μελαίναις ἐθέλοντα μένειν πόρρω τῆς μάχης, οὐκέτι δὴ ἱκανὸς ἔσται φυγεῖν τοὺς κύνας καὶ οἰωνούς, οἳ αὐτὸν διασπαράξουσι φονευθέντα· | 369 |
οὕτως εἶπεν. οἱ Ἀργεῖοι δὲ ἐπαινοῦντες τὸν λόγον μεγάλως ἤχησαν οὕτως, ὥσπερ κῦμα, ὃ κινήσει Νότος ἐπελθὼν ἐφ’ ὑψηλῇ ἀκτῇ, ἀκροτηρίῳ λέγω, μετεώρῳ προβεβλημένῳ ἐπὶ τὴν θάλασσαν, ὅπερ οὐδέποτε κύματα λείπει, ἃ παντοῖοι κινοῦσιν ἄνεμοι, ὅταν ἐνθένδε, ἢ ἐνθένδε γένωνται· ἀναστάντες δὲ ἀπήρχοντο σκεδασθέντες ἐπὶ τὴν ναῦν ἕκαστος τὴν ἑαυτοῦ, πῦρ τε ἀνῆψαν ἐπὶ εὐτρεπίσει ἀρίστου καὶ θυσίας, καὶ τροφὴν ἔλαβον. ἄλλος δὲ ἄλλῳ ἀπὸ τῶν θεῶν τῶν ἀεὶ ὄντων ἔθυσεν, εὐχόμενος θάνατόν τε ἐκφυγεῖν, καὶ κάκωσιν πολέμου. ὁ δὲ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων βοῦν ἔθυσε λιπαρόν, πενταετῆ τῷ ὑπερβαλλόντως ἰσχυρῷ υἱῷ τοῦ Κρόνου, μετεκαλέσατο δὲ ἐπὶ τὴν θυσίαν τοὺς ἐνδόξους ἀριστέας, τοῦ πανελληνίου· τόν Νέστορα δὲ πρώτιστα μετεκαλέσατο, καὶ τὸν βασιλέα τὸν Ἰδομενέα, ἔπειτα δὲ τοὺς δύο Αἴαντας, καὶ τὸν υἱὸν τοῦ Τυδέως, ἕκτον δὲ δὴ τὸν Ὀδυσσέα, τὸν ἰσοστάσιον τὴν σύνεσιν τῷ Διὶ. αὐτόκλητος δὲ πρὸς αὐτὸν ἦλθεν ὁ κατὰ τὸν πόλεμον ἀγαθὸς Μενέλαος· ἤδει γὰρ κατὰ τὴν ψυχήν, ὅπως ὁ ἀδελφὸς ἐκοπία· τὸν βοῦν δὲ ἐκύκλωσαν, καὶ τὰ κανᾶ, ἐφ οἷς ἦσαν αἱ σύμμικτοι τοῖς ἁλσὶ κριθαὶ, ἐβάστασαν· ἐπὶ τούτοις δ’ εὐχόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων. ὦ Ζεῦ ἐνδοξότατε, μέγιστε, τῆς σκοτώσεως τῶν νεφελῶν αἴτιε, ὁ ἐν αἰθέρι οἰκῶν, δὸς μὴ πρότερον δῦναι τὸν ἥλιον καὶ ἐπελθεῖν τὸ σκότος, πρὶν ἂν καταβαλεῖν με ἐπὶ πρόσωπον τὸ οἴκημα τοῦ Πριάμου ἐσβολωμένον, καὶ ἠμαυρωμένον καπνῷ, ἐμπρῆσαι δὲ διὰ πυρὸς πολεμίου τὰς θύρας αὐτοῦ· τὸν τοῦ Ἕκτορος δὲ χιτῶνα ἐν τοῖς στήθεσιν αὐτοῦ διασπαράξαι δόρατι, διερρωγότα γενησόμενον· πολλοὶ δ’ ἑταῖροι αὐτοῦ περὶ αὐτὸν ἐπὶ πρόσωπον ἐπὶ τῆς κόνεως κείμενοι διὰ τῶν ὀδόντων τὴν γῆν λάβοιεν. | 394 |
οὕτως εἷπεν εὐχόμενος. οὔπω δὲ ὁ τοῦ Κρόνου υἱὸς ἐπένευεν αὐτῷ τελειώσειν τὴν εὐχήν. ἀλλ’ οὗτος ἀπεδέχετο μὲν τὴν θυσίαν, κάματον δὲ κακόν, καὶ διὰ τοῦτο ἀφθόνητον ἐπέτεινεν. | 419 |
ἐπεὶ δὲ εὔξαντο, καὶ τὰς σὺν ἁλσὶ κριθὰς ἐξέχεον τοῖς οὐλοχύταις πρὸ τῆς τοῦ ἱερείου θυσίας, ἀνέστρεψαν μὲν πρῶτα τὸν τράχηλον τοῦ ἱερείου, καὶ ἔσφαξαν αὐτὸ, καὶ ἐξέδειραν, καὶ τοὺς μηροὺς αὐτοῦ ἀπέτεμον, καὶ λίπει αὐτοὺς κατεκάλυψαν, διττὰς μοίρας ποιήσαντες· ἐπ’ αὐτῶν δὲ ὠμὰ κρέα ἀπὸ τοῦ ἱερείου τεμόντες ἔθηκαν, καὶ ταύτας μὲν δὴ τὰς μοίρας ἐν σχίζαις θέντες ἀποβεβληκυίαις τὰ φύλλα ξηροτικὰ κατέκαιον· τὰ σπλάγχνα δὲ τοῖς ὀβελοῖς ἐμπερονήσαντες, ἐπάνω τῶν ἀνθράκων κατεῖχον αὐτὰ ὀπτῶντες· ἐπεὶ δὲ κατεκαύθησαν οἱ μηροὶ, καὶ τὰ ἐντόσθια ἔφαγον, τὰ ἄλλα δὴ πάντα κρέα εἰς μικρὰ ἔτεμον, καὶ περιέπειραν αὐτὰ τοῖς ὀβελοῖς, καὶ ὤπτησαν περιεσκεμμένως, ἐξήγαγον ἀπὸ τοῦ πυρὸς πάντα. ἐπεὶ δὲ ἔληξαν τοῦ πόνου, καὶ τὴν εὐωχίαν κατεσκεύασαν, εὐωχοῦντο· οὐκέτι δὲ ψυχή τινος ἐδεῖτο τροφῆς ἐν κοινῇ τραπέζῃ προκειμένης. ἐπεὶ δὲ τὴν ἐπιθυμίαν ἐπλήρωσαν τῆς πόσεως, καὶ τῆς τροφῆς, ἐν τούτοις δὴ λόγων ὁ Νέστωρ ἤρχετο ὁ πολεμιστής, ὁ ἀπὸ τῆς Γερήνης πόλεως· ὦ Ἀγάμεμνον υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τῶν ἀνδρῶν, μηκέτι νῦν ἐπὶ πολὺ ἐνταῦθα διαλεγώμεθα, μήδ’ ἐπὶ πολὺ εἰς τὸ ἑξῆς ἀναβαλλώμεθα τὸ ἔργον, ὃ δὴ ὁ θεὸς ἡμῖν ἐργάσεσθαι δώσει· ἀλλ’ ἄγε, οἱ Κήρυκες μὲν τῶν Ἑλλήνων τῶν χαλκοῖς ὅπλοις ὠχυρωμένων κηρύγματι συγκαλοῦντες κατὰ τὰς ναῦς τὸν λαὸν ἀθροιζέτωσαν· ἡμεῖς δὲ ὁμοῦ πάντες οὕτως ὡς ἐσμέν, ἐπὶ τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων ἀπέλθωμεν, ὅπως ἂν τάχιον ἔντονον ἀνάψωμεν πόλεμον. | 421 |
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ αὐτῷ ὁ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων. εὐθὺς τοῖς ὀξυφώνοις κήρυξι προσέταξε κηρύγματι συγκαλεῖν ἐπὶ πόλεμον τοὺς τὴν κόμην τρέφοντας Ἀχαιούς. οἱ μὲν βοῇ συνεκάλουν· οἱ δὲ ἠθροίζοντο μάλα ταχέως. οἱ δὲ περὶ τὸν υἱὸν τοῦ Ἀτρέως βασιλεῖς οἱ ὑπὸ τοῦ Διὸς πεπαιδευμένοι τὴν βασιλικὴν παιδείαν, σὺν σφοδρᾷ ὁρμῇ ἐκινοῦντο διακρίνοντες αὐτοὺς κατὰ φυλὰς καὶ φρατρίας, σὺν αὐτοῖς δὲ ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ τὴν τοῦ Διὸς αἰγίδα φοροῦσα τὴν πάνυ τιμίαν, τὴν μήτε φθειρομένην, μήτε παλαιουμένην, ἧς πλεῖστοι κροσσοὶ κατὰ πάντα τὰ μέρη χρυσοῖ ἀπῃώρηνται, πάντες εὔπλοκοι, ἕκαστος δὲ πλείστων ἄξιος νομισμάτων· σὺν ταύτῃ διαπρέπουσα τὸν λαὸν διήρχετο τῶν Ἑλλήνων, ἐπισπεύδουσα ἔρχεσθαι, προθυμίαν δὲ ἔμμονον ἐνέβαλεν ἑκάστῳ ἐν τῇ καρδίᾳ, ὥστε ἀπαύστως πολεμεῖν καὶ μάχεσθαι. τούτοις δ’ εὐθέως γλυκύτερος ὁ πόλεμος ἐγένετο ἢ ἀπέρχεσθαι εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν διὰ τῶν νεῶν τῶν κοίλων. καθὰ πῦρ ἀφανιστικὸν φλέγει δρυμῶνα ὑπερβαλλόντως πολὺν ἐν κορυφῇ ὄρους, πόρρωθεν δὲ φαίνεται ἡ λαμπηδὼν σφοδρῶς λάμπουσα· οὕτω τούτων πορευομένων ἀπὸ τοῦ θείου σιδήρου λαμπηδὼν σφοδρῶς λάμπουσα διὰ τοῦ ἀέρος ἐπὶ τὸν οὐρανὸν κατελάμβανε. | 441 |
τούτων δ’ ὥσπερ ὀρνιθωπτηνῶν ἔθνη πολλὰ χηνῶν, ἢ γεράνων, ἢ κύκνων ἐπιμήκεις ἐχόντων τοὺς τραχήλους ἐν τῷ ὕδατι καταρρύτῳ τόπῳ τῷ καλουμένῳ Ἀσίῳ, περὶ τὸ ῥεῦμα τοῦ Καύστρου ποταμοῦ, ἔνθεν καὶ ἔνθεν πέτονται τερπόμενα τῇ πτήσει, σὺν κλαγγῇ καθιζόντων, λαμπρὸν δὲ ἀντηχεῖ ὁ λειμών· οὕτω τὰ πολλὰ ἔθνη τούτων ἀπὸ τῶν νεῶν καὶ ἀπὸ τῶν σκηνῶν εἰς τὸ πεδίον συνέρρεον τὸ τοῦ Σκαμάνδρου· ἡ γῆ δὲ ὑπὸ τῶν ποδῶν αὐτῶν τε καὶ τῶν ἵππων, λαμπρὸν ὑπήχει· ἔστησαν δὲ ἐν τῷ ὕδατι καταρρύτῳ πεδίῳ τῷ τοῦ Σκαμάνδρου, τῷ εὖ ἔχοντι ἀνθέων, μυρίοι, ὅσα τε φύλλα, καὶ ἄνθη γίνεται ἐν τῷ ἔαρι. καθὰ μυιῶν ἀθρόως πετομένων ἔθνη πολλὰ αἳ δὴ κατὰ ποιμενικὴν ἔπαυλιν πλανόμεναι στρέφονται ἐν τῇ ὥρᾳ τοῦ Ἔαρος, ὅτε τὸ γάλα ἐπὶ τῶν ἀγγείων ἀμελγόμενον δίυγρα ταῦτα ποιεῖ· τοσοῦτοι οἱ τῆν κόμην τρέφοντες Ἀχαιοὶ κατὰ τῶν Τρῴων ἵσταντο ἐν τῷ πεδίῳ διαφθεῖραι αὐτοὺς προθυμούμενοι. | 459 |
τούτους δὲ ὥσπερ πλήθη αἰγῶν σκεδαννυμένων ἐν τῇ νομῇ καὶ πλατυνομένων αἰπόλοι ἄνδρες ῥαδίως διακρίνουσιν, ἐπειδὰν ἐν τῷ βόσκεσθαι μιγῶσιν. οὕτω τούτους οἱ ἡγεμόνες διέταττον ἔνθεν καὶ ἔνθεν ἐπὶ τὸν πόλεμον ἔρχεσθαι· σὺν αὐτοῖς ὁ βασιλεὺς ὁ Ἀγαμέμνων, ὅμοιος κατὰ τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς τῷ Διὶ τῷ τρέποντι τοὺς ἐναντίους τῷ κεραυνῷ, κατὰ δὲ τὴν ζώνην, τῷ Ἄρει, κατὰ δὲ τὸ στέρνον τῷ Ποσειδῶνι· ὥσπερ βοῦς ἐν ἀγέλῃ ταῦρος κατὰ πολὺ ἔξοχός ἐστι πάντων τῶν ἄλλων, οὗτος γὰρ ἐπὶ βουσὶν ἠθροισμένοις διαπρέπει· τοιοῦτον δὴ κατὰ τὴν ἡμέραν ἐκείνην ἐποίησεν ὁ Ζεὺς τὸν υἱὸν τοῦ Ἀτρέως διαπρέποντα καὶ ἔξοχον ἐν πολλοῖς ἥρωσιν. | 474 |
Ἄγετε, ὦ μοῦσαι, αἱ οἰκοῦσαι τὰ ὀλύμπια οἰκήματα, εἴπατε νῦν μοι, ὑμεῖς γάρ ἐστε θεαί, πάρεστέ τε πᾶσι δρωμένοις, καὶ τὴν ἐπιστήμην ἔχετε πάντων, ἡμεῖς δὲ φήμην μόνον τῶν ἐνδόξως πεπραγμένων ἀκούομεν, οὐδαμῶς δὲ οἴδαμεν, οἵτινες ἦσαν ἡγεμόνες τῶν Δαναῶν, καὶ ἄρχοντες· τούτους γὰρ μόνους εἰπεῖν δύναμαι, τὴν πληθῦν δὲ οὐκ ἄν δυναίμην εἰπεῖν, οὐδ’ ὀνόματι ἕκαστον τοῦ πλήθους δηλοῦν, οὐδ’ εἴ μοι ἦσαν δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματα, φωνὴ δὲ ἄθραυστος, καὶ ψυχὴ χαλκοῦ εὐτονίαν ἔχουσα ἐνῆν, εἰ μὴ αἱ μοῦσαι αἱ Ὀλυμπιάδες, αἱ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος θυγατέρες, οὐκέτι συνάραιντο διδάσκουσαι, ὅσοι ἐπὶ τὸ Ἴλιον ἦλθον. τοὺς ἀρχηγοὺς δὲ τῶν νεῶν ἐρῶ, καὶ ἁπάσας τὰς ναῦς. | 484 |
τῶν μὲν Βοιωτῶν ἀνδρῶν ὁ Πηνέλαος καὶ ὁ Λήιτος ἐβασίλευον, καὶ ὁ Ἀρκεσίλαος, καὶ ὁ Προθοήνωρ, καὶ ὁ Κλόνιος, οἵτινες ἐκαρποῦντο τὴν Ὑρίαν, καὶ τὴν Αὐλίδα, τὴν σκολιὰν καὶ τραχεῖαν, καὶ τὴν Σχοῖνον, καὶ τὴν Σκῶλον, καὶ τὸν δύσβατον καὶ ὀρεινὸν Ἐτεωνόν, καὶ τὴν Θέσπειαν, καὶ τὴν Γραῖαν, καὶ τὸν πλατὺν Μυκαλησσόν. καὶ οἵτινες τὸ Ἅρμα ἐκαρποῦντο, καὶ τὸ Εἰλέσιον, καὶ τὰς Ἐρυθράς. καὶ οἵτινες τὸν Ἐλεῶνα ᾤκουν, καὶ τὴν Ὕλην, καὶ τὸν Πετεῶνα, καὶ τὴν Ὠκαλέαν, καὶ τὸν Μεδεῶνα τὴν καλῶς ἐκτισμένην πόλιν καὶ τὰς Κώπας, καὶ τὴν Εὔτρησιν, καὶ τὴν Θίσβην τὴν πολλὰς περιστερὰς ἔχουσαν. καὶ οἵτινες ᾤκουν τὴν Κορώνειαν, καὶ τὸν εὐβότανον Ἁλίαρτον, καὶ οἵτινες τὴν Πλάταιαν ᾤκουν, καὶ οἳ τὴν Γλίσσαν ἐκαρποῦντο, καὶ οἵτινες τὰς Ὑποθήβας ᾤκουν τὴν καλῶς ἐκτισμένην πόλιν, καὶ τὸν ἱερὸν Ὄγχηστον, τὸ λαμπρὸν τέμενος τοῦ Ποσειδῶνος. καὶ οἵτινες ᾤκουν τὴν Ἄρνην τὴν πολλὰς σταφυλὰς φέρουσαν· καὶ οἳ τὴν Μίδειαν, καὶ τὴν Νίσαν τὴν ἄγαν θείαν, καὶ τὴν Ἀνθηδόνα τὴν ἐσχάτην κειμένην. τούτων μὲν πεντήκοντα νῆες ἐπορεύοντο, ἐν ἑκαστῃ δὲ νέοι Βοιωτοὶ ἑκατὸν καὶ εἴκοσιν ἐπέβαινον. | 494 |
οἵτινες δὲ τὴν Ἀσπληδόνα ᾤκουν, καὶ τὸν Ὀρχομενὸν τὸν Μινύειον, τούτων ἦρχεν ὁ Ἀσκάλαφος καὶ ὁ Ἰάλμενος οἱ υἱοὶ τοῦ Ἄρεος, οὓς ἔτεκεν ἡ Ἀστυόχη ἐν τῷ οἴκῳ τοῦ Ἄκτορος τοῦ υἱοῦ τοῦ Ἀζέως, ἡ αἰδοῦς ἀξία παρθένος ἀναβᾶσα εἰς τὸ ἀνώγαιον οἴκημα τῷ ἰσχυρῷ Ἄρει· οὗτος δὲ παρεκλίνθη αὐτῇ κρυφέως· τούτων δὲ τριάκοντα βαθεῖαι νῆες ἐπορεύοντο. | 511 |
τῶν δὲ Φωκέων ὁ Σχέδιος καὶ ὁ Ἐπίστροφος ἐβασίλευον, οἱ υἱοὶ τοὺ Ἰφίτου τοῦ μεγαλοψύχου, τοῦ υἱοῦ τοῦ Ναυβόλου. οἵτινες τὴν Κυπάρισσον ᾤκουν, καὶ τὴν Πυθῶνα τὴν λιθώδη καὶ τραχεῖαν, καὶ τὴν Κρῖσσαν τὴν ἄγαν θείαν, καὶ τὴν Δαυλίδα, καὶ τὸν Πανοπέα· οἳ τὴν Ἀνεμώρειαν, καὶ τὴν Ὑάμπολιν ἐκαρποῦντο· καὶ οἳ παρὰ τὸν ἔνδοξον ποταμὸν τὸν Κηφισὸν ᾤκουν· καὶ οἳ τὴν Λίλαιαν ᾤκουν κατὰ τὰς πηγὰς τοῦ Κηφισοῦ ποταμοῦ τούτοις εἵποντο· μετὰ τούτων αὐτῶν νῆες μέλαιναι τεσσαράκοντα ἐπορεύοντο. οὗτοι μὲν τὰς τάξεις τῶν Φωκέων ἵσταντο περιενεργοῦντες, καὶ διατάττοντες. ἐγγὺς δὲ τῶν Βοιωτῶν κατὰ τὸ ἀριστερὸν μέρος καθωπλίζοντο. | 517 |
τῶν δὲ Λοκρῶν ἤρκεν ὁ ὠκύπους Αἴας ὁ υἱὸς τοῦ Ὀϊλέως, βραχύτερος τῷ σώματι, καὶ οὐ τηλικοῦτος, ἡλίκος ἦν Αἴας ὁ τοῦ Τελαμῶνος υἱός, ἀλλὰ κατὰ πολὺ μικρότερος· μικρὸς μὲν οὖν ἦν λινῷ θώρακι χρώμενος, δόρατι δὲ ἐνίκα πάντας τοὺς Ἕλληνας καὶ Ἀχαιούς. οἵτινες τό τε Κῦνον ἐκαρποῦντο, καὶ τὸν Ὀπόεντα, καὶ τὸν Καλλίαρον, καὶ τὴν Βῆσσαν, καὶ τὴν Σκάρφην, καὶ τὰς ἐρασμίας Αὐγείας, καὶ τὴν Τάρφην , καὶ τὸ Θρόνιον περὶ τὰ ῥεύματα τοῦ Βοαγρίου ποταμοῦ. σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο τῶν Λοκρῶν, οἳ οἰκοῦσι πέραν καὶ ἀπαντικρὺ τῆς ἱερᾶς Εὐβοίας. | 527 |
οἵ τινες δὲ τὴν Εὔβοιαν ᾤκουν, οἱ Εὐβοεῖς λέγω, οἱ ἰσχύος τε καὶ προθυμίας πλήρεις, τήν τε Χαλκίδα, καὶ τὴν Ἐρέτριαν, καὶ τὴν πολλὰς σταφυλὰς ἔχουσαν Ἱστίαιαν, καὶ τὴν παραθαλάσσιον Κήρινθον, καὶ τὸ Δίου ὑψηλὸν πόλισμα· καὶ οἳ τὴν Κάρυστον ᾤκουν, καὶ οἳ τὴν Στύραν ᾤκουν· τούτων δὴ ἦρχεν ὁ Ἐλεφήνωρ ὁ κλάδος τοῦ Ἄρεος, ὁ υἱὸς τοῦ Χαλκώδοντος, ὁ ἀρχηγὸς τῶν μεγαλοψύχων Εὐβοέων· τούτῳ δὲ οἱ ταχεῖς Εὐβοεῖς εἵποντο, ὄπισθεν μόνον τῆς κεφαλῆς τρέφοντες τὴν κόμην, πολεμισταὶ, προθύμως ὁρμῶντες σὺν μακροῖς δόρασι διελεῖν τοὺς θώρακας τῶν πολεμίων περὶ τὰ στήθη αὐτῶν. σὺν δ’ αὐτῷ τεσσαράκοντα νῆες μέλαινα ἐπορεύοντο. | 536 |
οἳ δὲ τὰς Ἀθήνας ᾤκουν τὴν καλῶς ἐκτισμένην πόλιν, τὸν δῆμον τοῦ Ἐρεχθέως τοῦ μεγαλοψύχου, ὃν δή ποτε ἡ Ἀθηνᾶ ἀνέθρεψεν ἡ θυγάτηρ τοῦ Διός, ἐγέννησε δὲ αὐτὸν ἡ γῆ, ἡ τὰ πρὸς τὸ ζῆν δωρουμένη τοῖς ἀνθρώποις, ἐκάθισε δὲ αὐτὸν ἐν Ἀθήναις ἐν τῷ ἑαυτῆς ναῷ τῷ λιπαρῷ, διὰ τὰς ἐκ τῶν λιπαρῶν ζώων γινομένας ἐκεῖ θυσίας, ὅπου δὴ αὐτὴν διὰ ταύρων καὶ ἀρνειῶν ἐξευμενίζονται οἱ υἱοὶ τῶν Ἀθηναίων, κυκλοφορουμένων τῶν ἐνιαυτῶν τούτων δὲ ἦρχεν ὁ Μενεσθεὺς ὁ υἱὸς τοῦ Πετεοῦ· τούτῳ δὲ οὔτις πω ἀνὴρ ἐπίγειος ἐγενήθη ὅμοιος, πρὸς τὸ διατάξαι ἵππους καὶ ἄνδρας πολεμιστάς· ὁ Νέστωρ μόνος εἰς ἅμιλλαν αὐτῷ ἤρχετο, οὗτος γὰρ γεραίτερος ἤν. σὺν αὐτῷ δὲ πεντήκοντα νῆες μέλαιναι ἐπορεύοντο. | 546 |
ὁ Αἴας δὲ ἦγεν ἐκ τῆς Σαλαμῖνος νῆας δώδεκα· ἔστησε δὲ αὐτάς, ὅπου τῶν Ἀθηναίων αἱ τάξεις ἵσταντο. | 557 |
οἳ δὲ ᾤκουν τὸ Ἄργος, καὶ τὴν Τίρυνθα τὴν καλῶς τετειχισμένην, καὶ τὴν Ἑρμιόνην, καὶ τὴν Ἀσίνην, τὰς κειμένας κατὰ τὸν κόλπον τὸν βαθύν, καὶ τὴν Τροιζῆνα, καὶ τὰς Ἠιόνας, καὶ τὸν πολλὰς ἀμπέλους ἔχοντα Ἐπίδαυρον, καὶ οἳ ᾤκουν τὴν Αἴγιναν, καὶ τὸν Μάσητα υἱοὶ τῶν Ἑλλήνων· τούτων δὴ ἦρχεν ὁ ἀγαθὸς τὰ πολεμικὰ Διομήδης, καὶ ὁ Σθένελος, ὁ τοῦ πανενδόξου Καπανῆος ἀγαπητὸς υἱός· σὺν αὐτοῖς δὲ τρίτος Εὐρύαλος ἐπορεύετο ἀνὴρ ἴσος τοῖς θεοῖς, υἱὸς τοῦ Μηκιστέως τοῦ υἱοῦ τοῦ Ταλαίονος τοῦ βασιλέως· ἁπάντων δὲ ἡγεμόνευεν ὁ ἀγαθὸς τὰ πολεμικὰ Διομήδης. σὺν αὐτοῖς δὲ ὀγδοήκοντα νῆες μέλαιναι ἐπορεύοντο. | 559 |
οἳ δὲ ᾤκουν τὰς Μυκήνας, πόλιν καλῶς ἐκτισμένην, καὶ τὴν Κόρινθον τὴν πλουσίαν, καὶ τὰς καλῶς ἐκτισμένας Κλεωνὰς, καὶ οἳ ἐκαρποῦντο τὰς Ἀρνειάς, καὶ τὴν ἐρασμίαν Ἀραιθυρέαν, καὶ τὴν Σικυῶνα, ὅπου ὁ Ἄδραστος πρῶτον ἐβασίλευσε· καὶ οἳ τὴν Ὑπερησίαν καὶ τὴν Αἰπεινὴν τὴν καρποφόρον καὶ γόνιμον, καὶ τὴν Πελήνην ᾤκουν καὶ τὸ Αἴγιον ἐκαρποῦντο, καὶ πάντα τὸν Αἰγιαλόν, καὶ περὶ τὴν εὐρύχωρον Ἑλίκην· τούτων ἑκατὸν νεῶν ἦρχεν Ἀγαμέμνων ὁ βασιλεὺς, ὁ υἱὸς τοῦ Ἀτρέως· σὺν αὐτῷ δὲ λίαν πολλοὶ καὶ βέλτιστοι λαοὶ ἐπορεύοντο· αὐτὸς δὲ ἐνεδύσατο ὅπλα ὑπερβαλλόντως λαμπρά, τῇ δόξῃ ἐπαιρόμενος, καθότι ἐν πᾶσι τοῖς ἥρωσι διέφερε, καὶ ἐπίσημος ἦν διὰ τὸ ἄριστος εἶναι, καὶ κατὰ πολὺ πλείονα τῶν ἄλλων λαὸν ἄγειν μεθ’ ἑαυτοῦ. | 569 |
οἳ δὲ ᾤκουν τὴν Λακεδαίμονα τὴν ἐν κοίλῳ τόπῳ κειμένην, καὶ μεγάλην οὖσαν, καὶ τὴν Φᾶριν, καὶ τὴν Σπάρτην, καὶ τὴν πολλὰς περιστερὰς ἔχουσαν Μεσσήνην, καὶ οἳ τὰς Βρυσείας ἐκαρποῦντο, καὶ τὰς ἐρασμίας Αὐγειάς, καὶ οἳ ᾤκουν τὰς Ἀμύκλας, καὶ τὸ Ἕλας, καὶ οἳ τὴν Λᾶν ᾤκουν, καὶ τὸν Οἴτυλον ἐκαρποῦντο· τούτων ὁ ἀδελφὸς αὐτοῦ Ἀγαμέμνονος ἐβασίλευε ὁ ἀγαθὸς τὰ πολεμικὰ Μενέλεως, ἑξήκοντα νεῶν· πόρρωθι δὲ καθωπλίζοντο. ἅμα δὲ καὶ αὐτὸς ἐπορεύετο τῇ ἑαυτοῦ προθυμίᾳ τεθαρρηκώς, παροξύνων τοὺς ἄλλους εἰς πόλεμον· πάνυ δὲ προεθυμεῖτο καὶ ἐφίετο ἀπαιτῆσαι καὶ λαβεῖν ἐκδίκησιν τῶν φροντίδων, καὶ στεναγμῶν τῆς Ἑλένης. | 581 |
οἳ δὲ τὴν Πύλον ἐκαρποῦντο, καὶ τὴν ἐρασμίαν Ἀρήνην, καὶ τὸ Θρύον τὸν πόρον τοῦ Ἀλφειοῦ ποταμοῦ, καὶ τὸ Αἶπυ τὸ καλῶς ἐκτισμένον, καὶ τὸν Κυπαρισσήεντα, καὶ τὴν Ἀμφιγένην ᾤκουν, καὶ τὴν Πτελεὸν, καὶ τὸ Ἕλος, καὶ τὸ Δώριον, ὅπου αἱ Μοῦσαι συναντήσασαι ἀφείλοντο τὴν μουσικὴν Θάμυριν τὸν Θρᾶκα ἀπὸ τῆς Οἰχαλίας ἐρχόμενον, ἀπ’ Ἐυρύτου τοῦ Οἰχαλιέως· ὑπόσχετο γὰρ καυχώμενος νικήσειν, ἂν αὐταὶ αἰ Μοῦσαι ᾄδωσιν αἱ θυγατέρες τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος· αἱ δὲ Μοῦσαι ὀργισθεῖσαι τυφλὸν αὐτὸν ἐποίησαν, τὴν δὲ μουσικὴν τὴν θείαν ἀφείλοντο, καὶ τῆς κιθαρῳδίας ἐκλαθέσθαι ἐποίησαν· τούτων δὴ ἦρχεν ὁ πολεμικὸς Νέστωρ ὁ ἀπὸ τῆς Γερήνης· τούτου δὲ νῆες βαθεῖαι ἐνενήκοντα ἐπορεύοντο. | 591 |
οἳ δὲ ᾤκουν τὴν Ἀρκαδίαν, ὑπὸ τὸ ὑψηλὸν ὄρος τὴν Κυλλήνην κατὰ τὸν τάφρον τοῦ Αἰπύτου, ἔνθα εἰσὶν ἄνδρες πολεμισταί, καὶ οἳ τὸν Φενεὸν ἐκαρποῦντο, καὶ τὸν Ὀρχομενὸν τὸν πολυθρέμμονα, καὶ τὴν Ῥίπην, καὶ τὴν Στρατίαν, καὶ τὴν ὑψηλήν, καὶ ὑπὸ τῶν ἀέρων καταπνεομένην Ἐνίσπην, καὶ οἳ τὴν Τεγέην ᾤκουν, καὶ τὴν ἐρασμίαν Μαντίνειαν, καὶ οἳ τὸν Στύμφηλον ᾤκουν, καὶ τὴν Παρρασίαν ἐκαρποῦντο· τούτων ἦρχεν ὁ παῖς τοῦ Ἀγκαίου Ἀγαπήνωρ ὁ βασιλεὺς ἑξήκοντα νεῶν· πολλοὶ δὲ ἐν ἑκάστη νηὶ ἄνδρες Ἀρκάδες ἐπέβαινον πολεμεῖν εἰδότες. αὐτὸς γὰρ ὁ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων, ὁ υἱὸς τοῦ Ἀτρέως, ἔδωκεν αὐτοῖς νῆας εὐκαθέδρους, ὥστε πλέειν κατὰ τὸν πόντον τὸν οἰνοειδῆ καὶ ἀμαιρόν, ἐπειδὴ αὐτοῖς οὐκ ἦσαν διὰ φροντίδος τὰ κατὰ θάλασσαν ἔργα. | 603 |
οἳ δὲ τὸ Βουπράσιον, καὶ τὴν Ἦλιν ᾤκουν τὴν ἔνδοξον, καὶ ὅσον ἡ Ὑρμίνη, καὶ ἡ Μύρσινος ἡ ἐν ἐσχατιᾷ κειμένη, καὶ ἡ Πέτρη ἡ Ὠλενίη, καὶ τὸ Ἀλείσιον ἐντὸς ἐναποκλείει· τούτων δὴ τέσσαρες ἀρχηγοὶ ἦσαν, ἑκάστῳ δὲ ἀνδρὶ δέκα νῆες ταχεῖαι εἵποντο, πολλοὶ δ’ ἐν αὐταῖς ἦσαν Ἐπειοί· τούτων μὲν δὴ ὁ Ἀμφίμαχος, καὶ ὁ Θάλπιος ἡγεμόνευον, υἱοί, ὁ μὲν Κτεάτου, ὁ δὲ Εὐρύτου τοῦ υἱοῦ τοῦ Ἄκτορος· τούτων δὲ ἦρχεν ὁ ἰσχυρὸς Διώρης, ὁ υἱὸς τοῦ Ἀμαρυγκέως· τῶν δὲ τεσσάρων ἦρχεν ὁ Πολύξεινος ὁ κατὰ τὸ εἶδος ὅμοιος τοῖς θεοῖς, ὁ υἱὸς τοῦ Ἀγασθένους, τοῦ υἱοῦ τοῦ Αὐγείου τοῦ βασιλέως. | 615 |
οἳ δὲ ἦσαν ἐκ τοῦ Δουλιχίου, καὶ τῶν Ἐχινῶν τῶν ἱερῶν νήσων, οἳ κατοικοῦσι πέραν τῆς θαλάσσης ἀπαντικρὺ τῆς Ἤλιδος· τούτων δὴ ἦρχεν ὁ Μέγης ὁ ἰσοστάσιος τῷ Ἄρει, ὁ υἱὸς τοῦ Φυλέως, ὃν ἐγέννησεν ὁ Φυλεὺς ὁ πολεμικὸς ὁ φίλος τοῦ Διὸς, ὃς πάλαι εἰς τὸ Δουλίχιον ἀπῳκίσθη ὀργιζόμενος τῷ ἑαυτοῦ πατρί. σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | 625 |
ὁ Ὀδυσσεὺς δὲ τοὺς Κεφαλῆνας, τοὺς μεγαλοψύχους, οἳ δὴ τὴν Ἰθάκην ᾤκουν, καὶ τὸ ὄρος τὸ Νήριτον τὸ σύνδενδρον καὶ κινησίφυλλον, καὶ οἳ τὰ Κροκύλεια ἐκαρποῦντο, καὶ τὴν τραχεῖαν Αἰγίλιπα, καὶ οἳ τὴν Ζάκυνθον ᾤκουν, καὶ οἳ τὴν Σάμον ἐκαρποῦντο, καὶ οἳ τὴν Ἤπειρον ᾤκουν, καὶ οἳ πέραν ἐκαρποῦντο οἰκοῦντες· τούτων μὲν ὁ Ὀδυσσεὺς ἦρχεν, ὁ ἰσοστάσιος τῷ Διὶ κατὰ τὴν βουλὴν· τούτῳ δ’ εἵποντο νῆες δώδεκα τὰ ἑκατέρωθεν τῆς πρύμνης καὶ πρώρας βεβαμμένα ἔχουσαι μίλτῳ. | 631 |
τῶν δὲ Αἰτωλῶν ἡγεμόνευεν ὁ Θόας, ὁ υἱὸς τοῦ Ἀνδραίμονος. οἳ τὴν Πλευρῶνα ἐκαρποῦντο, καὶ τὴν Ὤλενον, καὶ τὴν Πυλήνην, καὶ τὴν Χαλκίδα τὴν παραθαλάσσιον, καὶ τὴν Καλυδῶνα τὴν τραχεῖαν τε καὶ λιθώδη· οὐκέτι γὰρ ἦσαν υἱοὶ τοῦ μεγαλοψύχου Οἰνέως, οὐδ’ ἔτι δὴ αὐτὸς ἦν, ἀπέθανε δὲ Μελέαγρος ὁ ξανθός· τούτῳ δὲ προσετέτακτο πάντη βασιλεύειν τῶν Αἰτωλῶν· σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαινα ἐπορεύοντο· | 638 |
τῶν δὲ Κρητῶν ἦρχεν Ἰδομενεὺς ὁ κατὰ τὴν μάχην ἔνδοξος. οἳ τήν τε Κνωσσὸν ᾤκουν, καὶ τὴν Γόρτυναν τὴν καλὰ τείχη ἔχουσαν, καὶ τὴν Λύκτον, καὶ τὴν Μίλητον, καὶ τὸν Λύκαστον τὸν λευκόγειον, καὶ τὴν Φαιστὸν, καὶ τὸ Ῥύτιον, πόλεις καλῶς οἰκουμένας. καὶ οἱ ἄλλοι, οἳ τὴν Κρήτην ἐκαρποῦντο τὴν ἑκατὸν πόλεις ἔχουσαν· τούτων μὲν δὴ ἦρχεν Ἰδομενεὺς ὁ κατὰ τὴν μάχην ἔνδοξος, καὶ ὁ Μηριόνης ὁ ἰσοστάσιος τῷ Ἄρει τῷ τοὺς ἄνδρας φονεύοντι. τούτοις δὲ εἵποντο νῆες μέλαιναι ὀγδοήκοντα. | 645 |
ὁ Τληπόλεμος δὲ ὁ τοῦ Ἡρακλέους υἱός, ὁ ἰσχυρός τε καὶ μέγας, ἐννέα νῆας ἦγεν ἐκ τῆς Ῥόδου τῶν ὑπερηφάνων Ῥοδίων, οἳ τὴν Ῥόδον ἐκαρποῦντο εἰς τρεῖς μοίρας διατεταγμένοι, λέγω εἴς τε τὴν Λίνδον, καὶ Ἰήλυσον, καὶ τὸν λευκόγειον Κάμιρον· τούτων μὲν ἦρχεν ὁ Τληπόλεμος ὁ κατὰ τὴν μάχην ἔνδοξος, ὃν ἔτεκεν ἡ Ἀστυόχεια τῇ ἰσχύι τοῦ Ἡρακλέους, (ἤγουν τῷ Ἡρακλεῖ περιφραστικῶς), ἣν ἔγημεν ἐκ τῆς Ἐφύρης ἀπὸ Σελλήεντος τοῦ ποταμοῦ, πορθήσας πόλεις πολλὰς νέων ἐν βασιλείᾳ τεθραμμένων. ὁ Τληπόλεμος δὲ μετὰ τὸ ἀνατραφῆναι ἐν τῷ οἴκῳ τῷ καλῶς κατεσκευασμένῳ, εὐθὺς τὸν πρὸς μητρὸς θεῖον τοῦ ἑαυτοῦ πατρὸς ἐφόνευσε τὸν Λικύμνιον τὸν τοῦ Ἄρεος κλάδον γέροντα ἤδη. ταχέως δὲ νῆας κατασκευασάμενος, καὶ πολὺν οὗτος λαὸν ἀθροίσας ᾤχετο φεύγων διὰ θαλάσσης· ὠργίσθησαν γὰρ αὐτῷ οἱ ἄλλοι υἱοί, καὶ υἱοὶ τῶν υἱῶν τῆς ἰσχύος τοῦ Ἡρακλέους. ὁ δὲ παρεγένετο εἰς τὴν Ῥόδον πλανώμενος, καὶ θλίψεις ὑφιστάμενος· εἰς τρία δὲ μέρη ᾤκησαν κατὰ φυλάς, καὶ ἐφιλήθησαν παρὰ τού Διός, ὃς θεῶν τε καὶ ἀνθρώπων ἄρχει, καὶ κατέχεεν αὐτοῖς ὁ υἱὸς τοῦ Κρόνου πλοῦτον πολύν τε καὶ θεῖον. | 653 |
ὁ Νιρεὺς δὲ ἦγεν ἀπὸ τῆς Αἰσύμης νῆας τρεῖς ἰσοτοίχους, ὁ Νιρεὺς ὁ υἱὸς τῆς Ἀγλαΐας, καὶ τοῦ Χαρόπου τοῦ βασιλέως, ὁ Νιρεὺς, ὃς ὡραιότατος πάντων ἀνὴρ ἀφίκετο πρὸς τὸ Ἴλιον τῶν ἄλλων Ἑλλήνων, μετὰ τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως, ἀλλ’ ἀσθενὴς τῇ δυνάμει ἦν, ὀλίγος δὲ λαὸς ἠκολούθει αὐτῷ. | 671 |
οἳ δὲ τὴν Νίσυρον ᾤκουν, καὶ τὴν Κάρπαθον, καὶ τὴν Βάσον, καὶ τὴν Κῶν, τὴν πόλιν τοῦ Εὐρυπύλου, καὶ τὰς νήσους τὰς Σποράδας· τούτων δὴ Φείδιππος καὶ Ἄντιφος ἦρχον, οἱ δύο υἱοὶ τοῦ Θεσσαλοῦ τοῦ υἱοῦ τοῦ Ἡρακλέους τοῦ βασιλέως· τούτων δὲ τριάκοντα νῆες βαθεῖαι ἐπορεύοντο. | 676 |
Νῦν δὴ τούτους, ὅσοι τὸ Ἄργος τὸ Πελασγικὸν ᾤκουν, καὶ οἳ τὴν Ἄλον, καὶ οἳ τὴν Ἀλόπην, καὶ οἳ τὴν Τραχῖνα ἐκαρποῦντο, καὶ οἳ ᾤκουν τὴν Φθίαν, καὶ τὴν Ἑλλάδα τὴν ἔχουσαν γυναῖκας ὡραίας, Μυρμιδόνες, καὶ Ἕλληνες, καὶ Ἀχαιοὶ καλούμενοι· τούτων δὴ πεντήκοντα νεῶν ἦν ἀρχηγὸς ὁ Ἀχιλλεύς. Ἀλλ’ οὗτοι γε οὐκ ἐμέμνηντο τοῦ πολέμου τοῦ κακὸν ἦχον ἐπιφέροντος· οὐκ ἦν γὰρ, ὅστις αὐτοῖς πρὸς παράταξιν ἡγεμὼν ἔμελλε γίνεσθαι· ὁ γὰρ Ἀχιλλεὺς ὁ ἔνδοξος, ὁ ταχὺς περὶ τὸν δρόμον ἔμενε παρὰ ταῖς ναυσίν, ὀργιζόμενος ἕνεκα τῆς κόρης τῆς θυγατρὸς τοῦ Βρισέως τῆς καλλικόμου, ἣν ἔλαβεν ἀπὸ Λυρνησσοῦ πολλὰ κακοπαθήσας, τήν τε Λύρνησσον ἐκπορθήσας, καὶ τὰ τείχη τῆς Θήβης, ἤγουν τὴν Θήβην αὐτήν· καθεῖλε δὲ ἀποκτείνας τόν τε Μύνητα, καὶ τὸν Ἐπίστροφον τοὺς πολεμικοὺς υἱοὺς τοῦ Εὐηνοῦ, τοῦ υἱοῦ τοῦ Σεληπιοῦ τοῦ βασιλέως· ταύτης ἕνεκα οὗτος ἐκάθητο λιπούμενος, ταχέως δὲ ἔμελλεν ἀναστήσεσθαι πρὸς πόλεμον. | 681 |
οἳ δὲ ᾤκουν τὴν Φυλάκην, καὶ τὸν Πύρασον τὸν ἄνθη πολλὰ ἔχοντα, ὁ τῇ Δήμητρι ἀνατεθειμένος τόπος, καὶ τὴν Ἴτωνα τὴν τροφὸν τῶν προβάτων, καὶ τὸν παραθαλάσσιον Ἀντρῶνα, καὶ τὸν Πτελεὸν τὸν πολλὴν καὶ βαθεῖαν πόην ἔχοντα· τούτων δὴ Πρωτεσίλαος ὁ πολεμικὸς ἦρχεν ἔτι ζῶν. τότε δὲ ἤδη αὐτὸν κατεῖχεν ἡ σκοτεινὴ γῆ ἀποθανόντα· τούτου δὲ ἡ γυνὴ καταλέλειπται ἐν τῇ Φυλάκῃ ἀμφοτέρωθεν κατεξεσμένη, καὶ περιεσπαρμένη τὸ πρόσωπον, καὶ ὁ οἶκος ἐξ ἡμισείας ᾠκοδομημένος· αὐτὸν δὲ ἀπέκτεινεν ἀνὴρ Δάρδανος, πρὸ πάντων τῶν ἄλλων Ἑλλήνων ἐκπηδήσαντα ἀπὸ τῆς νεώς. οὔ μεν οὖν οὐδ’ οὗτοι ἄνευ ἄρχοντος ἦσαν, ἐπόθουν μέντοι τὸν ἀρχηγόν, ἀλλὰ διέταττεν αὐτοὺς ὁ Ποδάρκης, ὁ τοῦ Ἄρεος κλάδος, ὁ υἱὸς τοῦ Ἰφίκλου τοῦ πολλὰ πρόβατα ἔχοντος, τοῦ υἱοῦ τοῦ Φύλακος, αὐταδελφὸς ὢν τοῦ μεγαλοψύχου Πρωτεσιλάου, νεώτερος τῷ χρόνῳ· ἐκεῖνος δ’ ἄρα ἦν καὶ προγενέστερος καὶ κρείσσων, ὁ Πρωτεσίλαος ὁ ἥρως ὁ πολεμικός· οὔτι δὲ οἱ λαοὶ ἐδέοντο ἄρχοντος, ἐπόθουν μέντοι τὸν Πρωτεσίλαον ἀγαθὸν ὄντα. σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | 695 |
οἳ δὲ ἐκαρποῦντο τὰς Φέρας παρὰ τὴν λίμνην τῆς Βοίβης, καὶ τὴν Βοίβην, καὶ τὰς Γλαφυρὰς, καὶ τὴν καλῶς ἐκτισμένην Ἰαωλκόν· τούτων ἡγεμόνευεν ὁ ἀγαπητὸς υἱὸς τοῦ Ἀδμήτου, νεῶν ἕνδεκα, ὁ Εὔμηλος, ὃν εὐνηθεῖσα τῷ Ἀδμήτῳ ἐτέκεν ἡ ἔνδοξος τῶν γυναικῶν Ἄλκηστες, ἡ κατὰ τὴν μορφὴν ἀρίστη ἀπὸ πασῶν τῶν θυγατρῶν τοῦ Πελίου. | 711 |
οἳ δὲ ἐκαρποῦντο τὴν Μεθώνην, καὶ τὴν Θαυμακίαν, καὶ οἳ τὴν Μελίβοιαν ᾤκουν, καὶ τὴν σκληρὰν, καὶ λιθώδη Ὀλιζῶνα· τούτων Φιλοκτήτης ἡγεμόνευεν, ὁ τὴν τοξικὴν καλῶς ἐπιστάμενος, νεῶν ἑπτά· πεντήκοντα δὲ ἐν ἑκάστῃ νηὶ κοπηλάται ἐπιβεβηκότες ἦσαν, πάντες καλῶς ἐπιστάμενοι μάχεσθαι καρτερῶς διὰ τόξων. ἀλλ’ ὁ μὲν Φιλοκτήτης μεγάλας ὀδύνας ὑφιστάμενος ἔκειτο ἐν τῇ νήσῳ, ἐν τῇ Λήμνῳ λέγω τῇ ἄγαν θείᾳ, ὅπου κατέλιπον αὐτὸν οἱ υἱοὶ τῶν Ἑλλήνων, περιπαθῶς ὀδυνόμενον ἐκ τραύματος κακοῦ, ἐπιβούλου, καὶ βλαβεροῦ ὕδρου· ἐκεῖ μὲν οὗτος ἔκειτο πάσχων· ταχέως δὲ οἱ Ἕλληνες εἰς μνήμην ἐλεύσεσθαι ἔμελλον παρὰ ταῖς ναυσὶ Φιλοκτήτου τοῦ βασιλέως. οὔτι μὲν οὐδ’ οὗτοι ἄνευ ἀρχηγοῦ ἦσαν, ἐπόθουν μέντοι τὸν πρότερον ἀρχηγὸν· ἀλλὰ Μέδων ἄρχων διέταττεν αὐτούς, υἱὸς νόθος τοῦ Ὀϊλέος, ὃν δὴ ἔτεκε Ῥήνη εὐνηθεῖσα τῷ Ὀϊλεῖ τῷ πορθοῦντι τὰς πόλεις. | 716 |
οἳ δὲ ᾤκουν τὴν Τρίκκην, καὶ τὴν Ἰθώμην τὴν κρημνώδη καὶ δύσβατον, καὶ οἳ ᾤκουν τὴν Οἰχαλίαν, τὴν πόλιν τοῦ Εὐρύτου τοῦ ἀπὸ τῆς Οἰχαλίας· τούτων δὴ ἦρχον οἱ δύο ὑιοὶ τοῦ Ἀσκληπιοῦ, ἰατροὶ ἀγαθοὶ, Ποδαλείριος καὶ Μαχάων· τούτων δὲ τριάκοντα νῆες βαθεῖαι ἐπορεύοντο. | 729 |
οἳ δὲ ᾤκουν τὸ Ὀρμένιον, καὶ οἳ τὴν Κρήνην τὴν Ὑπέρειαν, καὶ οἳ ᾤκουν τὸ Ἀστέριον, καὶ τῆς Τιτάνου τὰς λευκὰς ἐξοχὰς (ἤγουν τὴν Τίτανον περιφραστικῶς)· τούτων ἡγεμὼν ἦν Εὐρύπυλος ὁ τοῦ Εὐαίμονος λαμπρὸς υἱός. σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο· | 734 |
οἳ δὲ ᾤκουν τὴν Ἄργεισαν, καὶ οἳ τὴν Γυρτώνην ἐκαρποῦντο, καὶ τὴν Ὄρθην, καὶ τὴν Ἠλώνην, καὶ τὴν Ὀλοοσσόνα τὴν πόλιν τὴν λευκήν· τούτων δὴ ἦρχεν ὁ πολεμικὸς Πολυποίτης, ὁ υἱὸς τοῦ Πειρίθου, ὃν ἐγέννησεν ὁ ἀθάνατος Ζεὺς, ὃν δὴ εὐνηθεῖσα τῷ Πειρίθῳ ἔτεκεν ἡ ἔνδοξος Ἱπποδάμεια, κατ’ ἐκείνην τὴν ἡμέραν, ὅτε τὰ θηρία τὰ δασέως τετριχωμένα ἐτιμωρήσατο· ταῦτα δὲ ἐκ τοῦ Πηλίου ὄρους ἐξήλασε, καὶ πρὸς τοὺς Αἴθικας μεταβῆναι ἐποίησεν· οὐ μόνος· σὺν αὐτῷ ἦν Λεοντεὺς, ὁ κλάδος τοῦ Ἄρεος, ἤτοι ὁ ἀνδρεῖος, καὶ πολεμικός, ὁ υἱὸς τοῦ μεγαλοψύχου Κορώνου τοῦ υἱοῦ τοῦ Καινέως. σὺν τούτοις τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | 738 |
ὁ Γουνεὺς δὲ ἦγεν ἐκ τῆς Κύφου νῆας δύο καὶ εἴκοσι· τούτῳ δὲ εἵποντο Ἐνιῆνες, καὶ Περαιβοὶ οἱ πολεμικοί, οἵτινες περὶ τὴν Δωδώνην τὴν ψυχροτάτην τὰς οἰκίας ἐποιήσαντο, καὶ οἳ περὶ τὸν Τιταρήσιον τὸν ἐπιθυμητὸν ποταμὸν τὰ ἔργα ἐκαρποῦτο, ὃς δὴ εἰς τὸν Πηνειὸν ποταμὸν προχεῖ τὸ ἑαυτοῦ σὺν ᾥρᾳ ῥέον ὕδωρ, οὐ μέντοι μίγνυται αὐτὸ μετὰ Πηνειοῦ τοῦ τὰ λευκὰ ῥεύματα ἔχοντος, ἀλλ’ ὑπεράνω αὐτοῦ ἐπιρρεῖ, καθάπερ ἔλαιον· ἀπόσταγμα γάρ ἐστι τοῦ ὕδατος τοῦ φοβεροῦ ὅρκου τῆς Στυγός. | 748 |
τῶν Μαγνητῶν δὲ ἡγεμόνευε Πρόθοος, ὁ υἱὸς τοῦ Τενθρηδόνος. οἵτινες περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον ὄρος τὸ σύνδενδρον καὶ κινησίφυλλον ᾤκουν· τούτων μὲν δὴ Πρόθοος ὁ ταχὺς ἦρχεν, σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | 756 |
οὗτοι δὴ στρατηγοὶ τῶν Δαναῶν καὶ ἄρχοντες ἦσαν. τίς δὲ δὴ αὐτῶν ἐξόχως ἄριστος ἦν, σύ μοι δήλωσον, ὦ Μοῦσα, τῶν τε ἀνδρῶν, καὶ τῶν ἵππων, οἳ σὺν τοῖς υἱοῖς τοῦ Ἀτρέως ἐπορεύοντο. ἵπποι μὲν πάνυ ἄρισται ἦσαν τοῦ υἱοῦ τοῦ Φηρητίου, ἃς Εὔμηλος ἐποχούμενος πρόσω χωρεῖν ἔπληττε, ταχείας, καθάπερ ὄρνιθας, ὁμοιότριχας, ἰσοετεῖς, μολυβίδι καὶ κανόνι οἰκοδομηκῷ ἴσας κατὰ τὰ νῶτα, καὶ τὴν τοῦ σώματος ἀναδρομὴν, ἃς ὁ ἀργυρότοξος Ἀπόλλων ἀνέθρεψεν ἐν Πιερίᾳ τῷ ὄρει, θήλειαν ἑκατέραν, φυγήν τε πολέμου φέρουσαν. ἀπὸ πάντων δὲ τῶν ἀνδρῶν πολὺ ἄριστος ἦν, Αἴας ὁ υἱὸς τοῦ Τελαμῶνος, ἐν ὅσῳ Ἀχιλλεύς ἐμνησικάκει· οὗτος γὰρ κατὰ πολὺ ἄριστος ἦν, καὶ οἱ ἵπποι, οἳ ἔφερον τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως· ἀλλ’ οὗτος μὲν ἐν ταῖς ναυσὶ κάθηται πόρρω που, μνησικακῶν Ἀγαμέμνονι τῷ βασιλεῖ τοῦ πλήθους τῷ υἱῷ τοῦ Ἀτρέως. οἱ λαοὶ δὲ παρὰ τῷ αἰγιαλῷ τῆς θαλάσσης λίθοις στρογγύλοις καὶ ἀκοντίοις εὔφραινον ἑαυτούς, ἀφιέντες καὶ ῥίπτοντες αὐτὰ δηλονότι, καὶ ἔτι γε τόξοις· οἱ ἵπποι δὲ ἀυτῶν πάντες παρὰ τοῖς ἰδίοις δίφροις, λωτὸν ἐσθίοντες καὶ σέλινον τὸ ἐν τοῖς ἕλεσι φυόμενον καὶ τρεφόμενον ἔμενον· οἱ δίφροι δὲ καλῶς κεκαλυμμένοι ἔκειντο ἐν ταῖς τῶν βασιλέων σκηναῖς· οὗτοι δὲ ἀρχηγὸν πολέμου φίλον ποθοῦντες ἐπορεύοντο ἐνθάδε κἀκεῖσε ἐν τῷ στρατῷ καὶ οὐκ ἐπολέμουν. | 760 |
οὗτοι δὲ ἐπορεύοντο, ὥσπερ εἰ πῦρ πᾶσαν τὴν γῆν ἐνέμετο, ἡ γῆ δὲ ὑποκάτωθεν ἔστενε καὶ ὑπήχει, ὥσπερ τοῦ Διὸς τοῦ τοὺς ἐναντίους κεραυνῷ τρέποντος βαρέως ὀργιζομένου, ὅταν περὶ τὸν Τυφωέα πατάξῃ καὶ μαστίξῃ τὴν γῆν ἐν Ἀρίμοις τῷ ὄρει, ὅπου φασὶν εἶναι τὴν κοίτην καὶ μονὴν τοῦ Τυφωέως. οὕτω δὴ ὑπὸ τοῖς ποσὶν αὐτῶν μεγάλως ἔστενε καὶ ὑπήχει ἡ γῆ πορευομένων, λίαν δὲ ταχέως διήρχοντο τὴν πεδιάδα. | 780 |
πρὸς δὲ τοὺς Τρῶας ἄγγελος ἀφίκετο ἡ ταχύπους καὶ ὠκύπους Ἴρις ἀπὸ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος, σὺν ἀγγελίᾳ λυπηρᾷ καὶ δεινῇ. οὗτοι δὲ δημηγοροῦντες ἐκάθηντο περὶ τὰς θύρας τοῦ Πριάμου πάντες συνηθροισμένοι, καὶ νέοι καὶ γέροντες. πλησίον δὲ στᾶσα εἶπε πρὸς αὐτοὺς ἡ κατὰ τοὺς πόδας ταχεῖα Ἴρις, ὡμοιώθη δὲ κατὰ τῆν φωνὴν Πολίτῃ τῷ υἱῷ τοῦ Πριάμου, ὅς κατάσκοπος τῶν Τρῴων ἐκάθητο, ταχύτητι ποδῶν τεθαρρηκὼς, ἐπὶ τῇ κορυφῇ τοῦ τάφου Αἰσυήτου τοῦ γέροντος, ἐκδεχόμενος, πότε ὁρμήσειαν ἀπὸ τῶν νεῶν οἱ Ἕλληνες. τούτῳ ἑαυτὴν ὁμοιώσασα, παρρησίᾳ εἶπεν ἡ ταχύπους Ἴρις. ὦ γέρον Πρίαμε, ἀεί σοι οἱ μακροὶ καὶ ἐκτεταμένοι λόγοι προσφιλεῖς εἰσι, καθάπερ ἐν τῷ τῆς εἰρήνης καιρῷ· πόλεμος δὲ ἄφυκτος καὶ ἀμετάτρεπτος ἐγήγερται. ὄντως δὴ πάνυ πολλάκις παρεγενόμην εἰς μάχας ἀνδρῶν, ἀλλ’ οὐδεπώποτε τοιοῦτον καὶ τοσοῦτον λαὸν ἑώρακα· πάνυ γὰρ ὅμοιοι φύλλοις δένδρων, ἢ ἄμμῳ θαλάσσης, πορεύονται διὰ τῆς πεδιάδος πολεμήσοντες κατὰ τὴν πόλιν. ὦ Ἕκτορ, σοὶ μάλιστα πάντων παρακελεύομαι οὑτωσὶ ποιῆσαι. πολλοὶ δή που εἰσὶ βοηθοὶ ἐν τῇ μεγάλῃ πόλει τοῦ Πριάμου, ἄλλη δὲ ἄλλων ὁμιλία ἐστὶν ἀνθρώπων τῶν ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων· τούτοις τοίνυν ἕκαστος ἀνὴρ ἐπιταττέτω, ὧν ἄρχων ἐστί, τούτων ἡγεμὼν ἔστω διαταξάμενος τοὺς ἰδίους πολίτας. | 786 |
οὕτως εἶπεν. ὁ Ἕκτωρ δὲ οὐδαμῶς τὸν τῆς θεᾶς λόγον ἠγνόησε· τάχιστα δὲ διέλυσε τὸ συνηθροισμένον πλῆθος, ἐπὶ τὰ ὅπλα δὲ πάντες ὥρμησαν πορεύεσθαι. πᾶσαι δὲ αἱ τῆς πόλεως πύλαι ἠνοίγοντο, ἐξώρμητο δὲ ὁ λαός, ἱππεῖς τε ἅμα καὶ πεζοὶ, πολὺς δὲ θόρυβος καὶ κτύπος ἠγέρθη. | 807 |
ἔστι δέ τι ἐπανάστημα γῆς βουνοειδὲς ὑψηλὸν ἔμπροσθεν τῆς πόλεως, ἐν τῇ πεδιάδι πόρρωθι ὅν στρογγύλον πανταχόθεν, καὶ περιφερὲς, ὅπερ οἱ μὲν ἄνθρωποι κολώνην Βατίειαν ὀνομάζουσιν, οἱ θεοὶ δὲ μνῆμα τῆς πολυκινήτου Μιρρίνης. ἐκεῖ δὴ τότε οἱ Τρῷες τε καὶ οἱ βοηθοὶ αὐτῶν διεκρίθησαν μερισθέντες εἰς τάξεις. | 811 |
τῶν μὲν οὗν Τρῷων ἡγεμὼν ἦν Ἕκτωρ ὁ μέγας, ὁ ταχέως κινῶν τὴν κόρυν, ὁ υἱὸς τοῦ Πριάμου· σὺν αὐτῷ δὲ πάνυ πολλοὶ καὶ ἄριστοι λαοὶ καθωπλίζοντο δόρασι προθυμούμενοι μάχεσθαι. | 816 |
τῶν Δαρδανίων δὲ ἦρχεν Αἰνείας ὁ χρηστὸς παῖς τοῦ Ἀγχίσου, ὃν ἔτεκεν ἡ ἔνδοξος Ἀφροδίτη ὑπὸ πατρὶ τῷ Ἀγχίσῃ ἐν ταῖς προβάσεσι τῆς Ἴδης τοῦ ὄρους, θεὰ εἰς συνουσίαν ἐλθοῦσα ἀνθρώπῳ· οὐ μόνος· σὺν αὐτῷ ἦρχον καὶ οἱ δύο υἱοὶ τοῦ Ἀντήνορος, ὁ Ἀρχέλοχος καὶ ὁ Ἀκάμας ἐπιστήμονες πολέμου παντός. | 819 |
οἳ δὲ ᾤκουν τὴν Ζέλειαν ὑπὸ τὴν ἐσχάτην ὑπώρειαν τῆς Ἴδης τοῦ ὄρους, Τρῷες πλούσιοι πίνοντες τὸ μέλαν ὕδωρ τοῦ Αἰσήπου ποταμοῦ· τούτων δὴ ἦρχεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος Πάνδαρος, ὃν τὴν τοξικὴν Ἀπόλλων αὐτὸς ἐδίδαξεν. | 824 |
οἳ δὲ ᾤκουν τὴν Ἀδράστειαν καὶ τὸν δῆμον τοῦ Ἀπαισοῦ, καὶ οἳ τὴν Πιτύειαν ᾤκουν, καὶ τὸ ὄρος τὸ ὑψηλὸν τῆς Τηρείας· τούτων ἄρχων ἦν ὁ Ἄδραστος, καὶ ὁ Ἄμφιος ὁ λινῷ θώρακι χρώμενος, οἱ δύο υἱοὶ τοῦ Μέροπος τοῦ ἀπὸ Περκώσου, ὃς μάλιστα πάντων ᾔδει τὴν μαντικὴν ἐπιστήμην, οὐ δὲ τοὺς ἑαυτοῦ υἱοὺς εἴα πορεύεσθαι ἐπὶ τὸν πόλεμον τὸν τοὺς ἄνδρας φθείροντα, οἱ δὲ αὐτῷ οὐκ ἐπείσθησαν· ὁ γὰρ εἱμαρμένος αὐτοῖς μέλας θάνατος ἐπῆγεν αὐτούς. | 828 |
οἳ δὲ τὴν Περκώτην καὶ Πράκτιον ἐκαρποῦντο, καὶ οἳ τὴν Σηστὸν, καὶ τὴν Ἄβυδον ᾤκουν, καὶ τὴν ἔνδοξον Ἀρίσβην· τούτων δὴ ἡγεμόνευεν Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου, ὁ βασιλεὺς τῶν ἀνδρῶν, Ἄσιος λέγω ὁ υἱὸς τοῦ Ὑρτάκου, ὃν ἀπὸ τῆς Ἀρίσβης ἐκόμισαν ἵπποι πυροὶ, καὶ μεγάλοι, ἀπὸ τοῦ ποταμοῦ τοῦ Σελλήεντος. | 835 |
ὁ Ἱππόθοος δὲ ἦγε τὰ γένη τῶν Πελασγῶν τῶν πολεμικῶν, τούτων οἳ τὴν Λάρισσαν τὴν μεγαλόβωλον καὶ εὔγειον ᾤκουν· τούτων ἦρχεν ὁ Ἱππόθοος καὶ ὁ Πύλαιος ὁ κλάδος τοῦ Ἄρεος, οἱ δύο υἱοὶ τοῦ Λίθου τοῦ Πελασγοῦ τοῦ υἱοῦ τοῦ Τευτάμου. | 840 |
ὁ Ἀκάμας δὲ ἦγε τοὺς Θρᾷκας, καὶ Πείροος ὁ ἥρως ὁπόσους Ἑλλήσποντος ὁ ἄγαν ῥοώδης ἐναποκλείει· | 844 |
Εὔφημος δὲ ἦν ἀρχηγὸς τῶν Κικόνων τῶν πολεμικῶν ὁ υἱὸς τοῦ Τροιζήνου τοῦ ἐν βασιλείᾳ τεθραμμένου τοῦ υἱοῦ τοῦ Κέου. | 846 |
Πυραίχμης δὲ ἦγε τοὺς Παίονας τοὺς τὰ ἐπικαμπῆ τόξα ἔχοντας, μακρόθεν ἐκ τῆς Ἀμυδῶνος, ἀπ’ Ἀξίου τοῦ Πλατέος ποταμοῦ, τοῦ Ἀξίου λέγω, οὗ τὸ ὕδωρ ὡραιότατον σκορπίζεται καὶ ἐφορμᾶται κατὰ τὴν γῆν. | 848 |
τῶν Παφλαγόνων δὲ ἦρχεν ἡ τοῦ Πυλαιμένους δασεῖα καὶ συνετὴ ψυχή, ἐκ τῶν Ἐνετῶν, ὅπου ἐστὶ γένος ἡμιόνων ἀγρίων, οἳ δὴ τὸ Κύτωρον ᾤκουν, καὶ τὴν Σήσαμον ἐκαρποῦντο, καὶ περὶ τὸν Παρθένιον ποταμὸν οἰκήματα ἔνδοξα ᾤκουν, καὶ τὴν Κρῶμναν, καὶ τὸν Αἰγιαλὸν, καὶ τοὺς Ἐρυθίνους τοὺς ὑψηλούς. | 851 |
τῶν Ἁλιζώνων δὲ ἦρχεν Ἐπίστροφος ὁ ἔνδοξος, πόρρωθεν ἐκ τῆς Ἀλύβης, ὅπου μέταλλα ἀργύρου εἰσί. | 856 |
τῶν Μυσῶν δὲ Χρόμις καὶ Εὔνομος ὁ μάντις ἦρχον, ἀλλ’ οὐ μαντείαις διέφυγε τὴν θανατηφόρον μοῖραν καὶ σκότους αἰτίαν, ἀλλὰ πληγεὶς ἀπώλετο ὑπὸ τῶν χειρῶν τοῦ ταχύποδος Ἀχιλλέως τοῦ ἀπ’ Αἰάκου καταγομένου, κατὰ τὸν ποταμὸν, ὅπου δὴ καὶ τοὺς ἄλλους Τρῶας ἀνῄρει. | 858 |
ὁ Φόρκυς δὲ καὶ Ἀσκάνιος ὁ τοῖς θεοῖς ὅμοιος κατὰ τὴν μορφὴν, ἦγον τοὺς Φρύγας, πόρρωθεν ἐκ τῆς Ἀσκανίας τῆς λίμνης, πολεμεῖν δὲ κατὰ τὴν μάχην προτεθύμηνται. | 862 |
τῶν Μαιόνων δὲ ἦρχον Μέσθλης καὶ Ἄντιφος, υἱοὶ τοῦ Πυλαιμένους, οὕς ἔτεκεν ἡ Γυγαία λίμνη, οἳ καὶ τοὺς Μαίονας ἦγον τοὺς ὑπὸ τὸν Τμῶλον τὸ ὄρος γεννηθέντας καὶ κατοικοῦντας. | 864 |
Νάστης δὲ ἡγεμὼν ἦν τῶν Καρῶν τῶν βάρβαρον φωνὴν ἐχόντων· οἳ τὴν Μίλητον ᾤκουν, καὶ τὸ ὄρος τῶν Φθειρῶν τὸ σύνδενδρον, καὶ Μαίανδρον τὸν ποταμὸν, καὶ τὰς ὑψηλὰς ἐξοχὰς τῆς Μυκάλης τοῦ ὄρους· τούτων μὲν δὴ Νάστης καὶ Ἀμφίμαχος ἦρχον· ὁ Νάστης καὶ Ἀμφίμαχος οἱ τοῦ Νομίονος περιφανεῖς υἱοί, ὃς εἰς τὸν πόλεμον παρεγένετο, ἔχων χρυσόν, καθάπερ τις νέα, ὁ ἀνόητος, οὐδ’ ἀπεσόβησεν αὐτῷ τὴν χαλεπὴν φθοράν, ἀλλ’ ἐδαμάσθη ὑπὸ τῶν χειρῶν τοῦ ταχύποδος Ἀχιλλέως τοῦ ἀπ’ Αἰάκου καταγομένου, κατὰ τὸν ποταμὸν· τὸν χρυσὸν δὲ ἔλαβεν Ἀχιλλεὺς ὁ συνετὰ δεδιδαγμένος. | 867 |
Σαρπηδὼν δέ, καὶ Γλαῦκος ὁ ἄμεμπτος ἦρχον τῶν Λυκίων πόρρωθεν ἀπὸ τῆς Λυκίας ἀπὸ Ξάνθου τοῦ ποταμοῦ τοῦ συστροφὰς ὕδατος ποιοῦντος. | 876 |