Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ | 001 |
οἱ μὲν δὴ ἄλλοι θεοί τε, καὶ οἱ ἄνδρες, οἱ ἐφ’ ἵππων ὁπλίται, | |
εὗδον παννύχιοι, Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος, | 002 |
διὰ πάσης τῆς νυκτὸς ὕπνωττον· τὸν Δία δὲ οὐ κατεῖχεν ὕπνος ἡδύς, | |
ἀλλ' ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα | 003 |
ἀλλ’ ἐφρόντιζεν οὗτος κατὰ τὸν ἑαυτοῦ λογισμόν, πῶς ἂν τὸν Ἀχιλλέα | |
τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. | 004 |
τιμήσῃ, ἀπολέσῃ δὲ πολλοὺς ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων· | |
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, | 005 |
αὕτη δὲ ἔδοξεν αὐτῷ κατὰ τὴν ψυχὴν ἀρίστη βουλή· | |
πέμψαι ἐπ' Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον· | 006 |
πέμψαι ἐπὶ τὸν Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως ἀπατηλὸν Ὄνειρον | |
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· | 007 |
καὶ διὰ τοῦ βλαπτικόν· καὶ δὴ καλέσας αὐτόν, λόγους ταχεῖς πρὸς αὐτὸν εἶπεν· | |
βάσκ' ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν· | 008 |
ἄγε, Ὄνειρε ὀλέθριε, ἄπιθι ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· | |
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο | 009 |
παραγενόμενος δὲ ἐπὶ τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως, | |
πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω· | 010 |
πάντα αὐτῷ, ὡς ἐπιτάττω, μάλα συμφώνως ἀγόρευε· | |
θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς | 011 |
ὁπλίσαι κέλευσον αὐτὸν πανστρατὶ τοὺς τὴν κόμην τρέφοντας Ἀχαιούς· | |
πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν | 012 |
νῦν γὰρ ἂν ἕλοι τὴν πόλιν τὴν πλατείας ὁδοὺς ἔχουσαν | |
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες | 013 |
τῶν Τρῴων· οὐκέτι γὰρ οἱ θεοὶ οἱ τὰ οὐράνια οἰκοῦντες οἰκήματα | |
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας | 014 |
κατὰ διῃρημένας γνώμας βουλεύονται· ἐμάλαξε γὰρ πάντας αὐτοὺς | |
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται. | 015 |
ἡ Ἥρα ἱκετεύουσα· λῦπαι δὲ τοῖς Τρωσὶν ἐπήρτηνται· | |
ὣς φάτο, βῆ δ' ἄρ' ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε· | 016 |
οὕτως εἶπεν· ἀπῆλθε δὲ ὁ Ὄνειρος ἅμα τὸν λόγον ἤκουσε· | |
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν, | 017 |
ταχέως δὲ κατέλαβεν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· | |
βῆ δ' ἄρ' ἐπ' Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν | 018 |
ἀπῆλθε δὲ ἐπὶ τὸν Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως· | |
εὕδοντ' ἐν κλισίῃ, περὶ δ' ἀμβρόσιος κέχυθ' ὕπνος. | 019 |
τοῦτον δὲ κατέλαβεν ὑπνώττοντα ἐν τῇ σκηνῇ· θεῖος δὲ ὕπνος περιειλημμένον αὐτὸν εἶχε· | |
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς Νηληίῳ υἷι ἐοικώς | 020 |
ἔστη δὲ ἐπάνω τῆς ἑαυτοῦ κεφαλῆς ὡμοιωμένος τῷ υἱῷ τοῦ Νηλέως τῷ Νέστορι, | |
Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγαμέμνων· | 021 |
ὃν δὴ μάλιστα τῶν ἄλλων ἐνδόξων ἐτίμα ὁ Ἀγαμέμνων· | |
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος· | 022 |
τούτῳ ὁμοιωθεὶς ὁ θεῖος Ὄνειρος πρὸς αὐτὸν ἔφη· | |
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· | 023 |
ὑπνώττεις ὦ υἱὲ τοῦ Ἀτρέως τοῦ συνετὰ δεδιδαγμένου τοῦ πολέμου; | |
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα | 024 |
οὐ χρὴ διὰ πάσης τῆς νυκτὸς καθεύδειν ἄνδρα βασιλέα | |
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε· | 025 |
ὑφ’ οὗ αἱ βουλαὶ κυροῦνται, ᾧ οἱ λαοί εἰσιν ἐπιτετραμμένοι, καὶ τοσαῦτα διὰ φροντίδος ἐστί· | |
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, | 026 |
πρὸς τὸ παρὸν δὲ τῶν ἐμῶν λόγων σύνες ταχέως· ἄγγελος δέ εἰμι τοῦ Διὸς πρὸς σὲ ἀπεσταλμένος, | |
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει. | 027 |
ὅς πόρρω ὢν καὶ ἀπῳκισμένος τὴν φύσιν, ὅμως ἔχει μεγάλην σου φροντίδα καὶ ἐλεεῖ σε· | |
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς | 028 |
ὁπλίσαι σὲ προστάττει τοὺς τὴν κόμην τρέφοντας Ἀχαιοὺς πανστρατί· | |
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν | 029 |
νῦν γὰρ ἂν ἕλοις τὴν πόλιν τὴν πλατεῖς τοὺς στενωποὺς ἔχουσαν | |
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες | 030 |
τῶν Τρῴων· οὐκέτι γὰρ οἱ θεοὶ οἱ τὰ οὐράνια οἰκοῦντες οἰκήματα | |
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας | 031 |
κατὰ διῃρημένας γνώμας βουλεύονται· ἐμάλαξε γὰρ ἐπὶ τούτῳ πάντας αὐτοὺς | |
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται | 032 |
ἡ Ἥρα ἱκετεύουσα· λῦπαι δὲ τοῖς Τρωσὶν ἐπήρτηνται | |
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη | 033 |
ἀπὸ τοῦ Διός· ἀλλὰ σὺ ἐπὶ τῷ σῷ λογισμῷ ταῦτα κάτεχε, | |
αἱρείτω εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ. | 034 |
μὴ δὲ λήθη σου κατακρατείτω, ἐπειδάν σε ὁ ὕπνος ἀφῇ ὁ κατὰ τὴν τοῦ μέλιτος γλυκύτητα ἡδύνων. | |
ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπ' αὐτοῦ | 035 |
οὕτω δὲ εἰπών, ἀπῆλθε· τοῦτον δὲ κατέλιπεν ἐκεῖ | |
τὰ φρονέοντ' ἀνὰ θυμὸν ἅ ῥ' οὐ τελέεσθαι ἔμελλον· | 036 |
ταῦτα λογιζόμενον κατὰ ψυχήν, ἅ δὴ οὐ τελεῖσθαι ἔμελλεν· | |
φῆ γὰρ ὅ γ' αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ | 037 |
ἤλπισε γὰρ οὗτος αἱρήσειν τὴν πόλιν τοῦ Πριάμου κατ’ ἐκείνην τὴν ἡμέραν, | |
νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα· | 038 |
ἄφρων· οὐδὲ τὰ ἔργα ἠπίστατο ἐκεῖνα, ἅπερ ὁ Ζεὺς ἐργάζεσθαι ἐσκόπει· | |
θήσειν γὰρ ἔτ' ἔμελλεν ἐπ' ἄλγεά τε στοναχάς τε | 039 |
ἔμελλε γὰρ ἔτι ἐπιθήσειν λύπας καὶ στεναγμοὺς | |
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας. | 040 |
τοῖς Τρωσὶ καὶ τοῖς Ἕλλησι κατὰ τὰς ἰσχυρὰς μάχας· | |
ἔγρετο δ' ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτ' ὀμφή· | 041 |
ἠγέρθη δὲ ἀπὸ τοῦ ὕπνου· ἀπήχημα δὲ τῆς θείας φωνῆς περιειλημμένον αὐτὸν εἶχεν· | |
ἕζετο δ' ὀρθωθείς, μαλακὸν δ' ἔνδυνε χιτῶνα | 042 |
ἀνορθωθεὶς δὲ ἐκάθισεν· ἐνεδύσατο δὲ μαλακὸν χιτῶνα | |
καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος· | 043 |
περικαλλῆ νεωστὶ εἰργασμένον· περιεβάλετο δὲ ἐπ’ αὐτοῦ χλαῖναν· | |
ποσσὶ δ' ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, | 044 |
τοῖς ποσὶ δὲ τοῖς εὐτραφέσιν ὑπεδήσατο περικαλλῆ ὑποδήματα· | |
ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον· | 045 |
τοῖς ὤμοις δὲ περιεβάλετο ξίφος ἀργυροῖς ἥλοις κεκοσμημένον· | |
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ | 046 |
ἔλαβε δὲ τὴν ῥάβδον τὴν πατρικὴν τὴν διαδοχῇ σωζομένην ἀεὶ· | |
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων· | 047 |
σὺν ταύτῃ ἀπῆλθεν ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων τῶν πολεμιστῶν· | |
ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον | 048 |
ἡ Ἠὼς μὲν δὴ ἡ θεὰ ἐπὶ τὸν ὑψηλὸν ἐπορεύθη Ὄλυμπον, | |
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν· | 049 |
τῷ Διὶ καὶ τοῖς ἄλλοις θεοῖς φωτὸς παρουσίαν ἀπαγγέλλουσα. | |
αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε | 050 |
ὁ δὲ τοῖς κήρυξι τοῖς ὀξυφώνοις προσέταξεν | |
κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς· | 051 |
ἐπ’ ἐκκλησίαν συγκαλεῖν τοὺς τὴν κόμην τρέφοντας Ἕλληνας· | |
οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα· | 052 |
καὶ οἱ μὲν κηρύγματι συνεκάλουν, οἱ δὲ ἠθροίζοντο μάλα ταχέως. | |
βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων | 053 |
πρῶτον δὲ ἄνδρας ἐκάθισεν ἐπὶ βουλῇ ἀπὸ τῶν μεγαλογνώμων γερόντων, | |
Νεστορέῃ παρὰ νηὶ Πυλοιγενέος βασιλῆος· | 054 |
παρὰ τῇ νηὶ τοῦ Νέστορος τοῦ βασιλέως τοῦ ἀπὸ τῆς Πύλης τὸ γένος ἕλκοντος. | |
τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· | 055 |
τούτους οὗτος ἐπεὶ ἐκάθισε συγκαλέσας, συνετὴν καθίστα βουλήν, λέγων· | |
κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος | 056 |
ἀκούσατε, ὦ φίλοι· θεῖος Ὄνειρος ἦλθε πρὸς μὲ ἐν τοῖς ὕπνοις κατὰ τὴν νύκτα τὴν θείαν· | |
ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ | 057 |
μάλιστα δὲ πάντων τῇ Νέστορι τῷ ἐνδόξῳ ἦν ὡμοιωμένος, | |
εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐῴκει· | 058 |
κατά τε τὸ μέγεθος τοῦ σώματος, καὶ τὸν τῆς μορφῆς χαρακτῆρα· | |
στῆ δ' ἄρ' ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν· | 059 |
ἔστη δὲ ὑπὲρ τῆς ἐμῆς κεφαλῆς, καὶ πρὸς ἐμὲ εἶπε λόγον· | |
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο· | 060 |
ὑπνώττεις υἱὲ τοῦ Ἀτρέως τοῦ συνετὰ δεδιδαγμένου τοῦ πολέμου; | |
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, | 061 |
οὐ χρὴ διὰ πάσης τῆς νυκτὸς καθεύδειν ἄνδρα | |
ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε· | 062 |
ἐφ’ ὅν αἱ βουλαὶ ἀναφέρονται, ᾧ λαοί εἰσιν ἐπιτετραμμένοι, καὶ τοσαῦτα διὰ φροντίδος ἐστί. | |
νῦν δ' ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι, | 063 |
νῦν δὲ τῶν ἐμῶν λόγων σύνες ταχέως. ἄγγελος δέ εἰμι τοῦ Διὸς πρὸς σε ἀπεσταλμένος, | |
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει· | 064 |
ὅς πόρρω ὤν, μεγάλην ἔχει σου φροντίδα καὶ ἐλεεῖ σε. | |
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς | 065 |
ὁπλίσαι σε προστάττει τοὺς τὴν κόμην τρέφοντας Ἕλληνας πανστρατί, | |
πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν | 066 |
νῦν γὰρ ἄν ἕλοις τὴν πόλιν τὴν πλατεῖς ἔχουσαν τοὺς στενωποὺς | |
Τρώων· οὐ γὰρ ἔτ' ἀμφὶς Ὀλύμπια δώματ' ἔχοντες | 067 |
τῶν Τρῴων· οὐκέτι γὰρ διηρημένως οἱ τὰ οὐράνια οἰκοῦντες οἰκήματα | |
ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας | 068 |
θεοὶ βουλεύονται· ἐμάλαξε γὰρ πάντας αὐτοὺς ἐπὶ τοῦτο | |
Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδε' ἐφῆπται | 069 |
ἡ Ἥρα ἱκετεύουσα· λύπαι δὲ τοῖς Τρωσὶν ἐπήρτηνται | |
ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν | 070 |
ἀπὸ τοῦ Διός· Ἀλλὰ σὺ ἐπὶ τῷ σῷ λογισμῷ ταῦτα κάτεχε. | |
ᾤχετ' ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν. | 071 |
ὁ μὲν οὕτως εἰπὼν ἀφανὴς ἐγένετο ἀποπτάμενος· ἐμὲ δὲ ὁ γλυκὺς ὕπνος ἀφῆκεν. | |
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν· | 072 |
ἀλλ’ ἄγετε σπεύσωμεν, ὅπως ἄν τοὺς υἱοὺς τῶν Ἑλλήνων ὁπλίσωμεν· | |
πρῶτα δ' ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί, | 073 |
πρότερον δὲ τῆς γνώμης αὐτῶν ἐγὼ ἀποπειράσομαι λόγοις καθὰ πρέπον ἄν εἴη· | |
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω· | 074 |
καὶ σὺν σπουδῇ τῆς Τροίας ἀπέρχεσθαι διὰ τῶν πολυκαθέδρων νεῶν προτρέψομαι· | |
ὑμεῖς δ' ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν. | 075 |
ὑμεῖς δέ, ἄλλος ἀπ’ ἄλλου μέρους ἐπέχετε λόγοις μὴ ἀξιοῦντες ἀπέρχεσθαι. | |
ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη | 076 |
οὗτος μὲν εἰπὼν ἐκάθισεν· ἐπὶ τούτοις δὲ ἠγέρθη | |
Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος, | 077 |
ὁ Νέστωρ, ὅς γε ἦν βασιλεὺς τῆς Πύλου τῆς ἀμμώδους· | |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 078 |
οὗτος συνετὸς ὤν ἐδημηγόρησε, καὶ μετὰ τὴν δημηγορίαν ὅ τι δεῖ ποιεῖν αὐτοῖς εἰσηγήσατο, λέγων· | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 079 |
ὦ προσφιλεῖς ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, | |
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε | 080 |
εἰ μὲν ἄλλός τις ἀπὸ τῶν Ἀχαιῶν τὸν Ὄνειρον εἶπεν ἰδεῖν, | |
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· | 081 |
ψεῦδος ἄν τοῦτο ἔφημεν εἶναι καὶ ἀφιστάμεθα μᾶλλον | |
νῦν δ' ἴδεν ὃς μέγ' ἄριστος Ἀχαιῶν εὔχεται εἶναι· | 082 |
ἤ ἐκδεχόμεθα ὅ τι εἶδεν· νῦν δὲ εἶπεν ἰδεῖν, ὅς ἄριστος τῶν Ἑλλήνων διατείνεται εἶναι. | |
ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. | 083 |
ἀλλ’ ἄγετε σπεύσωμεν, ὅπως ἄν τοὺς υἱοὺς τῶν Ἑλλήνων ὁπλίσωμεν. | |
ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, | 084 |
οὕτω δὴ εἰπών, τῶν ἐπὶ τῇ βουλῇ προηγεῖτο, ὥστε πορεύεσθαι. | |
οἳ δ' ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν | 085 |
οὗτοι δὲ αὐτοὶ οἱ τῶν σκήπτρων ἐγκρατεῖς βασιλεῖς ἐπείσθησαν τῷ βασιλεῖ τῶν λαῶν, | |
σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. | 086 |
καὶ ἀνέστησαν μετ’ αὐτόν· μετ’ ἐκείνους δὲ οἱ λαοὶ ἐκινήθησαν· | |
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων | 087 |
καθὼς σμήνη μελισσῶν ἀθρόως πετομένων ἔρχονται, | |
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, | 088 |
ἀπὸ πέτρας κοίλης ἀεὶ κατὰ τὸ ἔαρ ποιουμένων τὴν πτῆσιν, | |
βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν· | 089 |
κατὰ στροφὰς δὲ πέτονται ἐπὶ τοῖς ἐαρινοῖς ἄνθεσιν | |
αἳ μέν τ' ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα· | 090 |
ἐξηρτημέναι ἀλλήλων, καὶ αἱ μὲν ἐν τούτῳ τῷ μέρει πέτονται ἀρκούντως ἔχουσαι τοῦ πλήθους, αἱ δὲ ἐν τούτῳ· | |
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων | 091 |
οὕτω τὰ πολυειδῆ γένη τούτων, ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν | |
ἠιόνος προπάροιθε βαθείης ἐστιχόωντο | 092 |
πρὸ τοῦ αἰγιαλοῦ τοῦ βαθέος ἐπορεύοντο ἐπ’ ἐκκλησίαν | |
ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει | 093 |
κατὰ ἴλας καὶ ἑταιρείας· ἐν αὐτοῖς δὲ θεία φήμη | |
ὀτρύνουσ' ἰέναι Διὸς ἄγγελος· οἳ δ' ἀγέροντο. | 094 |
λαμπρῶς ἐκηρύττετο παρορμῶσα ἔρχεσθαι, ἄγγελος τοῦ Διὸς αὐτόματος δηλονότι· οἱ δὲ ἡθροίζοντο, | |
τετρήχει δ' ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα | 095 |
ἐτετάρακτο δῆ ἡ ἀγορά· ὑπήχει δὲ ἡ γῆ τῶν λαῶν βοώντων, | |
λαῶν ἱζόντων, ὅμαδος δ' ἦν· ἐννέα δέ σφεας | 096 |
καὶ καθιζόντων· βοὴ δὲ σύμμικτος ἦν· ἐννέα δὲ αὐτοὺς | |
κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτ' ἀϋτῆς | 097 |
κήρυκες μετέωρον βοῶντες κατέστελλον, ὅπως ἄν τῆς βοῆς | |
σχοίατ', ἀκούσειαν δὲ διοτρεφέων βασιλήων. | 098 |
ἐπίσχοιεν ἑαυτούς, ἀκούσουσι δὲ τῶν βασιλέων τῶν ὑπὸ τοῦ Διὸς πεπαιδευμένων τὴν βασιλικὴν παιδείαν. | |
σπουδῇ δ' ἕζετο λαός, ἐρήτυθεν δὲ καθ' ἕδρας | 099 |
ἐκάθισε δὲ ὁ λαὸς τῇ σπουδαίᾳ παρώθησεν τῶν καθιζόντων αὐτόν· κατέσχον δὲ τὰς καθέδρας | |
παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων | 100 |
παυσάμενοι τῆς βοῆς. ἀνέστη δὲ ὁ βασιλεὺς Ἀγαμέμνων | |
ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων. | 101 |
τὴν βασιλικὴν ῥάβδον κατέχον· ταύτην μὲν ὁ Ἥφαιστος πονήσας κατεσκεύασεν· | |
Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι, | 102 |
δέδωκε μὲν οὖν ὁ Ἥφαιστος αὐτὴν τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου τῷ βασιλεῖ· | |
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ· | 103 |
ὁ Ζεὺς δὲ ἔδωκεν αὐτὴν τῷ Ἑρμῇ τῷ μεγαλοφώνῳ, τῷ τὸν Ἄργον τὸν πανόπτην πεφονευκότι· | |
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ, | 104 |
ὁ Ἑρμῆς δὲ ὁ ἄναξ ἔδωκε τῷ Πέλοπι τῷ πολεμικῷ· | |
αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν, | 105 |
ὁ δὲ Πέλοψ ἔδωκε τῷ Ἀτρεῖ τῷ βασιλεῖ τῶν λαῶν· | |
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ, | 106 |
ὁ Ἀτρεὺς δὲ θνήσκων τῷ ἀδελφῷ Θυέστῃ τῷ πολυθρέμμονι κατέλιπεν· | |
αὐτὰρ ὃ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φορῆναι, | 107 |
ὁ δὲ Θυέστης τῷ Ἀγαμέμνονι κατέλιπε φέρειν, | |
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. | 108 |
καὶ ἐν πολλαῖς νήσοις καὶ παντὶ τῷ Ἄργει βασιλεύειν. | |
τῷ ὅ γ' ἐρεισάμενος ἔπε' Ἀργείοισι μετηύδα· | 109 |
ταύτῃ οὗτος ἐπερεισθείς, λόγους εἰς ἐπήκοον τῶν Ἑλλήνων ἔλεγεν· | |
ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος | 110 |
ὦ προσφιλεῖς ἥρωες Δαναοί, πολέμων ἔμπειροι, καὶ διὰ τοῦτο τοῦ προστάτου τῶν πολέμων θεοῦ ὑπηρέται, | |
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ, | 111 |
ὁ Ζεύς με ὁ τοῦ Κρόνου υἱός, ἐν βλάβῃ μεγάλως ἐπαχθεῖ ἔδησε, | |
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν | 112 |
κακωτικός, ὃς πρότερον μὲν ὑπέσχετό μοι, καὶ κατένευσεν, | |
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, | 113 |
ἐκπορθήσαντα τὸ καλῶς τετειχισμένον Ἴλιον ἐπανεληλυθέναι οἴκαδε· | |
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει | 114 |
νῦν δὲ κακωτικὴν ἀπάτην ἐβουλεύσατο καὶ προστάττει με | |
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. | 115 |
ἄδοξον ἐπὶ Ἄργος ἀφικέσθαι, μεθ’ ὃ πολὺν ἀπώλεσα λαόν. | |
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, | 116 |
οὕτω δὴ φαίνεται προσφιλὲς εἶναι τῷ Διὶ τῷ ὑπερβαλλόντως ἰσχυρῷ, | |
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα | 117 |
ὅς δὴ πολλῶν πόλεων ἀκροπόλεις κατέστρεψε, | |
ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. | 118 |
καὶ ἔτι καταστρέψει· τούτου γὰρ ἡ ἰσχύς ἐστι μεγίστη· | |
αἰσχρὸν γὰρ τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι | 119 |
αἰσχύνης γὰρ ἄξιόν ἐστι τοῦτο καὶ πρὸς τοὺς γενησομένους ἀνθρώπους ἀκούσαι, | |
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν | 120 |
αὐτὸν μάτην οὕτω τοιοῦτον τὴν ἀρετὴν λαὸν καὶ τοσοῦτον τῷ πλήθει, | |
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι | 121 |
ἀνήνυτον πόλεμον πολεμεῖν, καὶ μάχεσθαι | |
ἀνδράσι παυροτέροισι, τέλος δ' οὔ πώ τι πέφανται· | 122 |
πρὸς ἄνδρας ἐλάττονας τὸν ἀριθμόν· τέλος γὰρ οὐδὲν ἐφάνη· | |
εἴ περ γάρ κ' ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε | 123 |
ἐὰν γὰρ ἐθελήσωμεν, οἱ Ἕλληνες καὶ οἱ Τρῶες, | |
ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, | 124 |
ἑνωθέντες ἀμφότεροι ἐπὶ ὅρκοις ἀσφαλέσι δι’ ἐντόμων θυμάτων γενομένοις, | |
Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν, | 125 |
τοὺς Τρῶας μὲν ἀριθμῆσαι πάντας καθ’ ἕνα, ὅσοι εἰσὶν ἐγχώριοι καὶ οἰκίας ἔχοντες, | |
ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, | 126 |
ἡμεῖς δὲ οἱ Ἀχαιοὶ ἵνα εἰς δεκάδας ἐφεξῆς διαταχθείημεν, | |
Τρώων δ' ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν, | 127 |
ἕκαστον δὲ ἄνδρα τῶν Τρῴων λάβοιμεν ἑκάστῃ δεκάδι ἡμετέρᾳ οἰνοχοεῖν, | |
πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο. | 128 |
πολλαὶ ἂν δεκάδες ἐνδεεῖς γένοιντο οἰνοχόου· | |
τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν | 129 |
τοσοῦτον ἐγὼ διατείνομαι πλείους εἶναι τοὺς Ἕλληνας | |
Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλ' ἐπίκουροι | 130 |
τῶν Τρῴων, οἳ κατὰ τὴν πόλιν οἰκοῦσιν· ἀλλ’ οἱ σύμμαχοι αὐτοῖς ἄνδρες, | |
πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν, | 131 |
οἱ τὰ δόρατα κραδαίνειν εἰδότες, οἱ ἐκ πολλῶν πόλεων συνειλεγμένοι εἰσίν, | |
οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσ' ἐθέλοντα | 132 |
οἵτινες μεγάλως διαμαρτάνειν τοῦ σκοποῦ με ποιοῦσι, καὶ οὐκ ἐῶσι προθυμούμενον | |
Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. | 133 |
ἐκπορθῆσαι τὴν καλῶς οἰκήσεις ἔχουσαν πόλιν τοῦ Ἰλίου. | |
ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί, | 134 |
ἐννέα δὲ παρεληλύθασιν ἐνιαυτοὶ τοῦ μεγάλου Διός, | |
καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται· | 135 |
καὶ δὴ τὰ ξύλα τῶν νεῶν σέσηπται, καὶ τὰ σχοινία αὐτῶν διελύθη· | |
αἳ δέ που ἡμέτεραί τ' ἄλοχοι καὶ νήπια τέκνα | 136 |
αἱ δὲ ἡμέτεραι γυναῖκες καὶ τὰ μικρὰ τέκνα κάθηνται ἐν τοῖς οἴκοις | |
εἵατ' ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον | 137 |
προσδεχόμεναι ἡμᾶς· ἡμῖν δὲ τὸ ἔργον | |
αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα. | 138 |
οὕτως ὡς ἔστιν ὁρᾷν ἀτέλεστόν ἐστιν, οὗ χάριν δεῦρο ἀφικόμεθα· | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 139 |
ἀλλ’ ἄγετε πειθώμεθα πάντες καθὰ ἂν ἐγὼ εἴπω· | |
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 140 |
ἀπέλθωμεν ἐνθένδε σὺν σπουδῇ διὰ τῶν νεῶν ἕκαστος εἰς τὴν ἑαυτοῦ πατρίδα· | |
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. | 141 |
οὐκέτι γὰρ τὴν προκαθεζομένην πόλιν τῆς Τροίας πορθήσομεν τὴν πλατεῖς τοὺς στενωποὺς ἔχουσαν. | |
ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε | 142 |
οὕτως εἶπεν· ἑκάστου δὲ τούτων πάντων τὴν ψυχὴν ἐν τοῖς στήθεσιν διήγειρε | |
πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν· | 143 |
κατὰ τὴν πληθὺν ἐκείνων, ὅσοι οὐκ ἤκουσαν τῆς βουλῆς· | |
κινήθη δ' ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης | 144 |
ἐκινήθη δὲ τὸ συνειλεγμένον πλῆθος, καθὰ τὰ κύματα τὰ βαρέα τῆς θαλάσσης | |
πόντου Ἰκαρίοιο, τὰ μέν τ' Εὖρός τε Νότος τε | 145 |
τοῦ πελάγους τοῦ Ἰκαρίου, ἃ δὴ Εὖρος τε καὶ Νότος | |
ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων. | 146 |
διήγειρεν ἐμπεσὼν ἀπὸ τῶν νεφελῶν τοῦ πατρὸς πάντων τοῦ Διός· | |
ὡς δ' ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν | 147 |
ὥσπερ δὲ ὅτε κινήσει Ζέφυρος ἐπελθὼν δασὺ λήϊον | |
λάβρος ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν, | 148 |
σφοδρὸς καὶ καταιγιδώδης ἐμπίπτων, καὶ ἐπινεύει τὸ λήιον κατὰ τοὺς ἀστάχυς, | |
ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη· τοὶ δ' ἀλαλητῷ | 149 |
οὕτως ἐκινήθη πᾶσα τούτων ἡ ἅθροισις. οἱ δὲ σὺν θορύβῳ | |
νῆας ἔπ' ἐσσεύοντο, ποδῶν δ' ὑπένερθε κονίη | 150 |
ἐπὶ τὰς ναῦς μετὰ ταραχῆς ἔσπευδον· ὑποκάτωθεν δὲ τῶν ποδῶν κόνις | |
ἵστατ' ἀειρομένη· τοὶ δ' ἀλλήλοισι κέλευον | 151 |
ὑψουμένη μετέωρος ἦν. οὗτοι δὲ ἀλλήλοις παρεκελεύοντο | |
ἅπτεσθαι νηῶν ἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν, | 152 |
ἅπτεσθαι τῶν νεῶν, καὶ ἐπὶ τὴν θάλασσαν αὐτὰς ἕλκειν τὴν τιμίαν, | |
οὐρούς τ' ἐξεκάθαιρον· ἀϋτὴ δ' οὐρανὸν ἷκεν | 153 |
καὶ τὰ ὀρύγματα δι’ ὧν αἱ νῆες ἕλκονται ἐξεκάθαιρον· ἡ βοὴ δὲ ἐπὶ πολὺ τοῦ ἀέρος ἀφικνεῖτο, | |
οἴκαδε ἱεμένων· ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν. | 154 |
προθυμουμένου ἰέναι ἑκάστου ἐπὶ τὸν ἑαυτοῦ οἶκον· ὑφεῖλκον δὲ τὰ ὑπερείσματα τῶν νεῶν. | |
ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη | 155 |
ὅτε δὴ ὑποστροφὴ ἂν ἐγένετο τοῖς Ἕλλησι παρὰ τὸ καθῆκον, | |
εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν· | 156 |
εἰ μὴ πρὸς τὴν Ἀθηνᾶν ἡ Ἥρα λόγον εἶπε τοιοῦτον· | |
ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, | 157 |
φεῦ, Ἀθηνᾶ τέκνον τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος ἀήττητε, | |
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν | 158 |
οὕτω δὴ εἰς τὸν οἶκον ἕκαστος τὸν ἑαυτοῦ εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν | |
Ἀργεῖοι φεύξονται ἐπ' εὐρέα νῶτα θαλάσσης, | 159 |
οἱ Ἕλληνες φεύξονται κατὰ τὴν πλατεῖαν ἐπιφάνειαν τῆς θαλάσσης, | |
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν | 160 |
καταλίποιεν δ’ ἂν καύχημα τῷ Πριάμῳ καὶ τοῖς Τρωσὶ | |
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν | 161 |
τὴν Ἑλληνίδα Ἑλένην, δι’ ἣν πολλοὶ ἀπὸ τῶν Ἑλλήνων | |
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης· | 162 |
ἀπώλοντο ἐν τῇ Τροίᾳ πόρρω τῆς πατρίδος αὐτῶν τῆς προσφιλοῦς γῆς; | |
ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων· | 163 |
ἀλλ’ ἄπιθι νῦν ἐπὶ τὸν λαὸν τῶν Ἑλλήνων τῶν χαλκοῖς ὅπλοις ὡπλισμένων, | |
σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, | 164 |
διὰ δὲ τῶν σῶν λόγων τῶν τὰς σκληρὰς ὁρμὰς δυναμένων μαλάσσειν, κώλυε ἄνδρα ἕκαστον, | |
μηδὲ ἔα νῆας ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας. | 165 |
μὴ δὲ ἔα αὐτοὺς ἕλκειν ἐπὶ τὴν θάλασσαν τὰς ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς τῇ ἑλίξει τῶν ἐρετμῶν· | |
ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη, | 166 |
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ ἡ Ἀθηνᾶ ἡ ὀξὺ ὁρῶσα. | |
βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα· | 167 |
κατέβη δὲ τῆς κορυφῆς τοῦ Ὀλύμπου σὺν σπουδῇ ὁρμήσασα· | |
καρπαλίμως δ' ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. | 168 |
ταχέως δὲ κατέλαβεν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· | |
εὗρεν ἔπειτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον | 169 |
εὗρε δὴ τὸν Ὀδυσσέα, τὸν ἰσοστάσιον τὴν σύνεσιν τῷ Διὶ | |
ἑσταότ'· οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης | 170 |
ἑστῶτα· οὐ δὲ τῆς αὐτοῦ νεὼς οὗτος τῆς εὐκαθέδρης τῆς μελαίνης | |
ἅπτετ', ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν· | 171 |
ἥπτετο, ἐπεὶ ἀγανάκτησις αὐτὸν κατεῖχε κατὰ τὴν καρδίαν καὶ τὴν ψυχήν. | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· | 172 |
ἐγγὺς δὲ στᾶσα ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ πρὸς αὐτὸν εἶπεν· | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ, | 173 |
ὦ εὐγενὲς Ὀδυσσεῦ, υἱὲ τοῦ Λαέρτου, πόριμε τὰς ἐπινοίας, | |
οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν | 174 |
οὕτω δὴ ἐπὶ τὸν οἶκον ἕκαστος τὸν ἑαυτοῦ εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν | |
φεύξεσθ' ἐν νήεσσι πολυκλήϊσι πεσόντες, | 175 |
φεύξεσθε ἐν ταῖς πολυκαθέδροις ναυσὶ πεσόντες ὡς μικρόψυχοι καὶ δειλοί, | |
κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε | 176 |
καταλίποιτε δ’ ἄν καύχημα τῷ Πριάμῳ καὶ τοῖς Τρωσὶ | |
Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν | 177 |
τὴν Ἑλληνίδα Ἑλένην, δι’ ἣν πολλοὶ ἀπὸ τῶν Ἑλλήνων | |
ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης; | 178 |
ἐν τῇ Τροίᾳ ἀπώλοντο πόρρω τῆς πατρίδος αὐτῶν τῆς προσφιλοῦς γῆς; | |
ἀλλ' ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδ' ἔτ' ἐρώει, | 179 |
ἀλλ’ ἄπιθι νῦν ἐπὶ τὸν λαὸν τῶν Ἑλλήνων, μὴ δὲ ὑποχώρει, | |
σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον, | 180 |
διὰ δὲ τῶν σῶν λόγων τῶν τὰς σκληρὰς ὁρμὰς δυναμένων μαλάττειν, κώλυε ἄνδρα ἕκαστον, | |
μηδὲ ἔα νῆας ἅλα δ' ἑλκέμεν ἀμφιελίσσας. | 181 |
μὴ δ’ ἔα αὐτοὺς ἕλκειν ἐπὶ τὴν θάλασσαν τὰς ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς τῇ ἑλίξει τῶν ἐρετμῶν. | |
ὣς φάθ', ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, | 182 |
οὕτως εἶπεν· ὁ δὲ συνῆκε τὴν φωνὴν τῆς θεᾶς φωνησάσης· | |
βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε | 183 |
ἐκινήθη δὲ ὥστε τρέχειν· ἀπέρριψε δὲ τὴν χλαῖναν ἣν ἐφόρει, ὡς ἐμποδών· ἤνεγκε δὲ αὐτὴν | |
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει· | 184 |
ὁ κῆρυξ ὁ Εὐρυβάτης ὁ ἀπὸ τῆς Ἰθάκης, ὃς ἠκολούθει αὐτῷ· | |
αὐτὸς δ' Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν | 185 |
αὐτὸς δὲ ἐνώπιον τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως ἐλθών, | |
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί· | 186 |
τὸ σκῆπτρον αὐτοῦ αἰτήσας ἔλαβε τὸ πατρικόν τό, τῇ διαδοχῇ σωζόμενον ἀεί· | |
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. | 187 |
σὺν τούτῳ ἀπῆλθεν ἐπὶ τὰς ναῦς τῶν Ἑλλήνων τῶν πολεμιστῶν· | |
ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη | 188 |
ὅντινα μὲν ἄνδρα βασιλέα καὶ ὑπερέχοντα κατέλαβε, | |
τὸν δ' ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς· | 189 |
τοῦτον διὰ πραϋντικῶν λόγων κατεκώλυε πλησίον στάς, λέγων· | |
δαιμόνι' οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι, | 190 |
χάριτος μέτοχε δαιμονίας, ἄλλον τινὰ οὐ σὲ γέ ἐστι πρέπον φοβεῖσθαι ὥσπερ δειλόν· | |
ἀλλ' αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς· | 191 |
ἀλλὰ κάθησο αὐτὸς σύ, καὶ τοὺς ἄλλους λαοὺς παῦε τοῦ θορύβου· | |
οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος Ἀτρεΐωνος· | 192 |
οὐ γὰρ οἶσθα σαφῶς ὁποῖός ἐστιν ὁ σκοπὸς τοῦ υἱοῦ τοῦ Ἀτρέως· | |
νῦν μὲν πειρᾶται, τάχα δ' ἴψεται υἷας Ἀχαιῶν. | 193 |
νῦν μὲν ἀποπειρᾶται τῆς γνώμης ἡμῶν· ἴσως δὲ βλάψει τοὺς υἱοὺς τῶν Ἑλλήνων· | |
ἐν βουλῇ δ' οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε. | 194 |
οὐ πάντες δὲ ἠκούσαμεν ἐν τῇ βουλῇ ἅπερ εἶπε· | |
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν· | 195 |
σκοπῶμεν ἵνα μὴ ὀργισθῇ, καὶ κακωτικόν τι δράσῃ τοὺς υἱοὺς τῶν Ἑλλήνων· | |
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων, | 196 |
ἡ ὀργὴ δὲ τοῦ βασιλέως τοῦ ὑπὸ τοῦ Διὸς δεδιδαγμένου τὴν βασιλικὴν παιδείαν πρᾶγμά ἐστι μέγα· | |
τιμὴ δ' ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς. | 197 |
τιμὴ δέ ἐστιν αὐτῷ ἀπὸ τοῦ Διός, φιλεῖ δὲ αὐτὸν ὁ τὴν ἐπιστήμην τοῦ βουλεύεσθαι ἔχων Ζεύς. | |
ὃν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι βοόωντά τ' ἐφεύροι, | 198 |
ὅντινα δὲ ἄνδρα δημότην ἴδε καὶ βοῶντα εὗρε, | |
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ· | 199 |
τῇ ῥάβδῳ πλήττων αὐτὸν ὤθει, καὶ ἠπείλει αὐτὸν διὰ λόγου λέγων· | |
δαιμόνι' ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, | 200 |
πολυπραγμοσύνῃ κεκρατημένε, ὡς ἀπὸ μοίρας δαίμονος, ἐν ἡσυχίᾳ κάθησο, καὶ λόγον ἄκουε ἄλλων, | |
οἳ σέο φέρτεροί εἰσι, σὺ δ' ἀπτόλεμος καὶ ἄναλκις | 201 |
οἵ κρείττονές εἰσι σοῦ· σὺ γὰρ ἀνεπιτήδειος ἐπὶ πόλεμον καὶ ἀνίσχυρος, | |
οὔτέ ποτ' ἐν πολέμῳ ἐναρίθμιος οὔτ' ἐνὶ βουλῇ· | 202 |
οὔτε ἐν πολέμῳ ποτὲ χρήσιμος εἶ, καὶ ἐν ἀριθμῷ, οὔτε ἐν βουλῇ. | |
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί· | 203 |
οὐ δὴ πάντες οἱ Ἀχαιοὶ βασιλεύσομεν ἐνθάδε, | |
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, | 204 |
οὐκ ἀγαθὸν ἡ πολυαρχία· εἷς ἄρχων ἔστω, | |
εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω | 205 |
εἷς βασιλεύς, ἐκεῖνος, ᾧ ἔδωκεν ὁ Ζεὺς τὴν βασιλείαν ὁ υἱὸς τοῦ Κρόνου | |
σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι. | 206 |
τοῦ εἰς ἑαυτὸν ἐπεστραμμένου καὶ ἑαυτὸν νοοῦντος, καὶ τὴν τοῦ δικάζειν ἐξουσίαν, ὅπως τῶν ἄλλων βασιλεύῃ. | |
ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δ' ἀγορὴν δὲ | 207 |
τοῦτον τὸν τρόπον οὗτος ὁ βασιλεὺς ἁρμόζοντα ἔργα πράττων, διέταττε τὸν στρατόν· οἱ δὲ ἐπ’ ἐκκλησίαν | |
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων | 208 |
ἐπανῄεσαν ἀπὸ τῶν νεῶν, καὶ ἀπὸ τῶν σκηνῶν | |
ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης | 209 |
σὺν ἤχῳ. ὥσπερ ὅτε κῦμα θαλάσσης τῆς πολυταράχου | |
αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος. | 210 |
ἐν αἰγιαλῷ πλατεῖ ἦχον ποιεῖ, λαμπρὸν δὲ ὁ πόντος ἠχεῖ. | |
ἄλλοι μέν ῥ' ἕζοντο, ἐρήτυθεν δὲ καθ' ἕδρας· | 211 |
οἱ ἄλλοι μὲν δὴ πάντες ἐκάθισαν, κατέσχον δὲ τὰς καθέδρας. | |
Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, | 212 |
ὁ Θερσίτης δὲ μόνος ὁ ἀπεραντολόγος ἔτι ἐθορύβει, | |
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη | 213 |
ὅς δὴ λόγους ᾔδει μάτην πολλοὺς, καὶ ἀτάκτους κατὰ τὸν ἑαυτοῦ λογισμόν· ᾔδει δὲ | |
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, | 214 |
λοιδορεῖσθαι τοῖς βασιλεῦσι ἀκόσμως, ἀλλ’ οὐ τοὺς ἄλλους ἔπειθεν· | |
ἀλλ' ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν | 215 |
ὅ τι γὰρ ἂν αὐτῷ ἔδοξε, γελοῖον ἐδόκει τοῖς Ἕλλησιν εἶναι· | |
ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· | 216 |
δυσειδέστατος δὲ ἀνὴρ οὗτος ἐπὶ τὸ Ἴλιον ἀφίκετο· | |
φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα· τὼ δέ οἱ ὤμω | 217 |
διάστροφος ἦν τοὺς ὀφθαλμούς, χωλὸς δὲ τὸν ἕτερον πόδα· οἱ δὲ ὤμοι αὐτῷ κυρτοὶ ἦσαν | |
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε | 218 |
ἐπὶ τὸ στῆθος συνερχόμενοι· ἐπάνω δὲ προμήκης ἦν τὴν κεφαλήν· | |
φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ' ἐπενήνοθε λάχνη. | 219 |
λεπτὴ δὲ καὶ ἀραιὰ ἦν αὐτῇ τρίχωσις ἐσπαρμένη. | |
ἔχθιστος δ' Ἀχιλῆϊ μάλιστ' ἦν ἠδ' Ὀδυσῆϊ· | 220 |
μεμισημένος δὲ ἦν μάλιστα πάντων τῷ Ἀχιλλεῖ καὶ τῷ Ὀδυσσεῖ· | |
τὼ γὰρ νεικείεσκε· τότ' αὖτ' Ἀγαμέμνονι δίῳ | 221 |
τούτους γὰρ ἐλοιδόρει. τότε δὴ πρὸς τὸν ἔνδοξον Ἀγαμέμνονα | |
ὀξέα κεκλήγων λέγ' ὀνείδεα· τῷ δ' ἄρ' Ἀχαιοὶ | 222 |
μετεώρῳ καὶ λεπτῇ φωνῇ λοιδορίας ἀπέτεινε· κατὰ τούτου δὲ οἱ Ἀχαιοὶ | |
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ' ἐνὶ θυμῷ. | 223 |
κότον ἔσχον πολύν, ὥστ’ ἔκπληξιν ἐμποιεῖν, καὶ ἀγανάκτησιν δικαίαν ἐν τῇ ψυχῇ ἕκαστος τῇ ἑαυτοῦ. | |
αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ· | 224 |
ὁ δὲ μετεώρῳ φωνῇ βοῶν, ἐλοιδόρει τὸν Ἀγαμέμνονα λέγων· | |
Ἀτρεΐδη τέο δ' αὖτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις; | 225 |
”ὦ υἱὲ τοῦ Ἀτρέως, τίνος ἔχεις χρείαν, καὶ ἕνεκα τίνος μέμφῃ; | |
πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες | 226 |
πεπληρωμέναι σοι αἱ σκηναί εἰσι ὅπλων καὶ σκευῶν χαλκῶν· πολλαὶ δὲ γυναῖκές εἰσιν | |
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ | 227 |
ἐν ταῖς σκηναῖς ἐξαίρετοι, ἅς σοι ἡμεῖς οἱ Ἕλληνες | |
πρωτίστῳ δίδομεν εὖτ' ἂν πτολίεθρον ἕλωμεν. | 228 |
πρώτιστα πάντων δίδομεν, ἐπειδὰν πορθήσωμεν πόλιν· | |
ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει | 229 |
ἢ ἔτι καὶ χρυσοῦ ἔχεις χρείαν, ὃν ἄν τις | |
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα, | 230 |
ἀπὸ τῶν Τρῴων τῶν πολεμιστῶν κομίσῃ ἀπὸ τοῦ Ἰλίου, λύτρα τοῦ ἑαυτοῦ υἱοῦ, | |
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, | 231 |
ὃν ἂν ἐγὼ συνδήσας ἀγάγω ἢ ἄλλος ἀπὸ τῶν Ἑλλήνων, | |
ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, | 232 |
ἢ καὶ γυναῖκα ἂν ἀγάγω νέαν, ἵνα συγγίνῃ αὐτῇ ἐν φιλοφροσύνῃ, | |
ἥν τ' αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν | 233 |
ἣν ἂν αὐτὸς κατὰ βιαίαν ἀφαίρεσιν λαβὼν ἔχοις; οὐ μὴν πρέπει | |
ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν. | 234 |
ἀρχηγὸν ὄντα τῶν Ἑλλήνων, ἐπὶ κακῶν ἐπιβιβάζειν αὐτούς. | |
ὦ πέπονες κάκ' ἐλέγχε' Ἀχαιΐδες οὐκέτ' Ἀχαιοὶ | 235 |
ὦ ἄνανδροι καὶ ἐκλελυμένοι Ἕλληνες λίαν, κακῶς ἐπονείδιστοι, γυναῖκες, καὶ Ἀχαιΐδες, οὐκέτι ἄνδρες, καὶ Ἀχαιοί, | |
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ' ἐῶμεν | 236 |
ἄγετε, ἀπερχώμεθα ἐπὶ τὸν οἶκον ἕκαστος τὸν ἑαυτοῦ, | |
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται | 237 |
τοῦτον δὲ ἐάσωμεν αὐτοῦ ἐν τῇ Τροίᾳ τὰ γέρα καρποῦσθαι, ἵνα γνοίῃ, | |
ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί· | 238 |
ἢ καὶ ἡμεῖς βοηθοῦμεν αὐτῷ τί, ἢ καὶ οὐχί· | |
ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ' ἀμείνονα φῶτα | 239 |
ὃς καὶ τὸν Ἀχιλλέα πρὸ ὀλίγου ἄνδρα πολὺ αὐτοῦ κρείττονα | |
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. | 240 |
ἄτιμον ἐποίησεν· ἀφείλετο γὰρ αὐτὸς τὸ γέρας αὐτοῦ. | |
ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων· | 241 |
ἀλλ' οὐκ ἐμμένει οὐδαμῶς τῇ ψυχῇ τοῦ Ἀχιλλέως ὀργή, ἀλλ' ἀμελητής ἐστι τῆς ὀργῆς καὶ ἀμήνιτος. | |
ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο· | 242 |
ὄντως γάρ, Ἀτρείδη, εἰ μὴ τοῦτ' ἦν, νῦν ἐσχάτως ὑβρίσθης ἄν. | |
ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν, | 243 |
οὕτως εἶπεν ὁ Θερσίτης λοιδορῶν τὸν Ἀγαμέμνονα τὸν βασιλέα τοῦ πλήθους. | |
Θερσίτης· τῷ δ' ὦκα παρίστατο δῖος Ὀδυσσεύς, | 244 |
παρ’ αὐτῷ δὲ ταχέως ἐλθὼν ὁ ἔνδοξος Ὀδυσσεύς, ἔστη, | |
καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· | 245 |
καὶ ταυρηδὸν αὐτὸν ἰδών, σκληρῷ λόγῳ ἐπέπληξεν εἰπών· | |
Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, | 246 |
ὦ Θερσίτα ἀπεραντολόγε, καίπερ ὢν ὀξύφωνος δημηγόρος, | |
ἴσχεο, μηδ' ἔθελ' οἶος ἐριζέμεναι βασιλεῦσιν· | 247 |
ἔπεχε σαυτόν, μὴ δὲ ἔθελε μόνος λοιδορεῖσθαι τοῖς βασιλεῦσιν· | |
οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον | 248 |
διατείνομαι γὰρ ἐγὼ μηδένα ἄλλον βροτὸν εἶναι χείρονα σοῦ ἐκείνων, | |
ἔμμεναι, ὅσσοι ἅμ' Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον. | 249 |
ὅσοι σὺν τοῖς Ἀτρείδαις ἐπὶ τὸ Ἴλιον ἦλθον· | |
τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμ' ἔχων ἀγορεύοις, | 250 |
διὰ τοῦτο μὴ τοὺς βασιλεῖς ἐπὶ τοῦ στόματος ἔχων καὶ τῆς προχείρου μνήμης πρόφερε, | |
καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις. | 251 |
καὶ λοιδορίας πρὸς αὐτοὺς ἀπότεινε, καὶ εὐκαιρίαν εἰς ὑποστροφῆς παρώθησιν παρατήρει· | |
οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα, | 252 |
οὔπω γὰρ οὐδαμῶς οἴδαμεν σαφῶς ὅπως ἀποβήσεται τοῦτο τὸ τῆς ὑποστροφῆς ἔργον· | |
ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν. | 253 |
ἢ καλῶς τὴν ἐπαναστροφὴν ποιησόμεθα οἱ Ἕλληνες ἢ κακῶς· | |
τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν | 254 |
ἐφ’ ᾧ σύ, τῷ τῆς ὑποστροφῆς δηλονότι, κάθησαι λοιδορίας προφέρων τῷ Ἀγαμέμνονι | |
ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν | 255 |
τῷ βασιλεῖ τῶν λαῶν, ὅτι αὐτῷ μάλα πολλὰ διδοῦσιν | |
ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις. | 256 |
οἱ ἥρωες οἱ Δαναοί· σὺ δὲ δάκνοντας λόγους προφέρων δημηγορεῖς. | |
ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· | 257 |
ἀλλ’ ἐρῶ σοι, τοῦτο δέ, ὃ ἐρῶ καὶ τετελεσμένον ἔσται· | |
εἴ κ' ἔτι σ' ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε, | 258 |
ἐὰν εἰς τὸ ἐπιὸν ἀνοηταίνοντά σε καταλάβω ὡς ἐν τῷ παρόντι, | |
μηκέτ' ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, | 259 |
μηκέτι δὴ ἐμοὶ τῷ Ὀδυσσεῖ ἡ κεφαλὴ ἐπὶ τοῖς ὤμοις εἴη, | |
μηδ' ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην, | 260 |
μὴ δὲ τοῦ Τηλεμάχου πατὴρ εἰς τὸ ἑξῆς κεκλημένος εἴην, | |
εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, | 261 |
εἰ μὴ ἐγὼ λαβών σε, ἀποδύσω μὲν τὰ προσφιλῇ ἱμάτια, | |
χλαῖνάν τ' ἠδὲ χιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει, | 262 |
τὴν χλαῖναν, καὶ τὸν χιτῶνα, καὶ τὰ ἐνδοτέρω, ἃ τὴν σάρκα καὶ τὰ αἰδοῖα περικαλύπτει, | |
αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω | 263 |
σὲ δὲ κλαίοντα ἐπὶ τὰς ταχείας ναῦς ἀπολύσω ἀπρεπέσι | |
πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν. | 264 |
πληγαῖς αἰκισάμενος ἐπὶ τοῦ πόντου ἔνθα τὸ πλῆθος ἀθροίζεται. | |
ὣς ἄρ' ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω | 265 |
οὕτω δὴ ἔφη· διὰ δὲ τοῦ σκήπτρου τὸ μετάφρενον αὐτῷ καὶ τοὺς ὤμους | |
πλῆξεν· ὃ δ' ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ· | 266 |
ἔπληξεν· ὁ δὲ κατὰ τὸ ἰνίον ἐκάμφθη, καθαρὸν δὲ δάκρυον | |
σμῶδιξ δ' αἱματόεσσα μεταφρένου ἐξυπανέστη | 267 |
καὶ διαφανὲς ἀπὸ τῶν ὀμμάτων αὐτοῦ ἐξωγκώθη | |
σκήπτρου ὕπο χρυσέου· ὃ δ' ἄρ' ἕζετο τάρβησέν τε, | 268 |
διὰ τοῦ σκήπτρου τοῦ χρυσῷ κεκοσμημένου· ὁ δὲ ἐφοβήθη καὶ ἐκάθισεν· | |
ἀλγήσας δ' ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ. | 269 |
ὀδυνηθεὶς δὲ ἀκαίρως, καὶ ἐπ’ οὐδεμίᾳ χρείᾳ ἰδὼν, ἐδακρυρρόησεν· | |
οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπ' αὐτῷ ἡδὺ γέλασσαν· | 270 |
οἱ δὲ καίπερ λυπούμενοι ἐπ’ αὐτῷ ἡδέως ἐγέλασαν· | |
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· | 271 |
οὕτω δ’ ἂν εἶπε τις ἰδὼν εἰς ἄλλον πλησίον παρόντα. | |
ὢ πόποι ἦ δὴ μυρί' Ὀδυσσεὺς ἐσθλὰ ἔοργε | 272 |
φεῦ· ὄντως δὴ μυρία καλὰ ὁ Ὀδυσσεὺς εἴργασται, | |
βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων· | 273 |
ἐπὶ βουλάς τε προηγούμενος ἀγαθὰς, καὶ ἐπὶ πόλεμον ὁπλίζων· | |
νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, | 274 |
νῦν δὲ τοῦτο ἄριστον ἐν τοῖς Ἕλλησιν ἐποίησεν, | |
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ' ἀγοράων. | 275 |
ὃς τὸν ὑβριστὴν βλάσφημον ἐπέσχε τῶν δημηγοριῶν· | |
οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ | 276 |
οὐ δὴ αὐτὸν ἀναπείσει πάλιν ἡ ψυχὴ αὐτοῦ ἡ ὑπερήφανος | |
νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν. | 277 |
ἐνοχλεῖν τοὺς βασιλεῖς δι’ ὑβριστικῶν λόγων. | |
ὣς φάσαν ἣ πληθύς· ἀνὰ δ' ὃ πτολίπορθος Ὀδυσσεὺς | 278 |
οὕτως εἶπε τὸ πλῆθος. ἀνέστη δὲ ὁ Ὀδυσσεὺς ὁ ταῖς αὐτοῦ μηχαναῖς πορθῶν τὰς πόλεις, | |
ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη | 279 |
ῥάβδον κατέχων βασιλικήν· παρ’ αὐτῷ δὲ ἱσταμένη ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ, | |
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει, | 280 |
κήρυκι ὡμοιωμένη, σιωπᾷν προσέταττε τὸν λαὸν, | |
ὡς ἅμα θ' οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν | 281 |
ἵνα ὁμοῦ οἱ πρῶτοι τε καὶ ἔσχατοι Ἕλληνες | |
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν· | 282 |
τὸν λόγον ἀκούσαιεν, καὶ τὴν βουλὴν γνοῖεν· | |
ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· | 283 |
ὅς γε καλῶς φρονῶν ἐφ’ οἷς ἔμελλε λέγειν, ἐδημηγόρησε, καὶ μετεῖπεν· | |
Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ | 284 |
ὦ υἱὲ τοῦ Ἀτρέως, νῦν δή σε, βασιλεῦ, ἐθέλουσιν οἱ Ἕλληνες | |
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν, | 285 |
ἐφύβριστον ποιῆσαι πρὸς πάντας τοὺς ποικίλην ἔχοντας τὴν φωνὴν ἀνθρώπους· | |
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν | 286 |
οὐδὲ ἐκτελοῦσι τὴν ὑπόσχεσιν, ἥν σοι ὑπέσχοντο | |
ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεος ἱπποβότοιο | 287 |
ἔτι δεῦρο ἰόντες, ἀπὸ τοῦ Ἄργους τοῦ ἱπποτρόφου λέγω, | |
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι. | 288 |
ἐκπορθήσαντι σὺν αὐτοῖς τὸ καλῶς ἐκτισμένον Ἴλιον ἀπελθεῖν· | |
ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες | 289 |
ὥσπερ γὰρ ἢ παῖδες ἁπαλοὶ, ἢ καὶ χῆραι γυναῖκες | |
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι. | 290 |
πρὸς ἀλλήλους ὀδύρονται ἐπὶ τῷ ἀπιέναι οἴκαδε· | |
ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι· | 291 |
ὄντως δὴ καὶ κάματος ἔνεστι τῷ πράγματι, ὥστε ἀλγήσαντά τινα ἀπιέναι ζητεῖν, | |
καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο | 292 |
καὶ γὰρ ἕνα μῆνά τις μένων πόρρω τῆς αὐτοῦ γυναικὸς | |
ἀσχαλάᾳ σὺν νηὶ πολυζύγῳ, ὅν περ ἄελλαι | 293 |
σὺν νηὶ πολυκαθέδρῃ, ἣν ἂν χειμεριναὶ θύελλαι συστρέφωσι, | |
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα· | 294 |
καὶ θάλαττα διεγειρομένη ἀσχόλει· | |
ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς | 295 |
ἡμῖν δὲ ἔνατός ἐστιν ἤδη ἐνιαυτὸς συμπληρούμενος τῇ περιφορᾷ τοῦ ἡλίου | |
ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομ' Ἀχαιοὺς | 296 |
ἐνταῦθα μένουσι· δι’ ὃ τοὺς Ἀχαιοὺς οὐ μέμφομαι | |
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης | 297 |
ἐπὶ τῷ ἀγανακτεῖν παρὰ ταῖς ναυσὶ ταῖς μελαίναις· πάλλ’ ὅμως καὶ οὕτω τοῦ πράγματος ἔχοντος, | |
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι. | 298 |
ἀπρεπές ἐστι ἐπὶ πολύν τε χρόνον μένειν τινά, εἶτα ἄπρακτον ἀπέρχεσθαι· | |
τλῆτε φίλοι, καὶ μείνατ' ἐπὶ χρόνον ὄφρα δαῶμεν | 299 |
καρτερήσατε φίλοι, καί ἀναμείνατε μέχρι τινὸς χρόνου, ἵνα γνῶμεν | |
ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί. | 300 |
εἰ ἀληθῶς ὁ Κάλχας μαντεύεται ἢ καὶ οὐχὶ· | |
εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες | 301 |
καλῶς γὰρ τοῦτο οἴδαμεν ἐν τῇ ψυχῇ ἕκαστος τῇ ἑαυτοῦ, ὑπάρχετε δὲ πάντες | |
μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι· | 302 |
μάρτυρες, οὓς μὴ θανάτου μοῖραι ἀπῆλθον φέρουσαι· | |
χθιζά τε καὶ πρωίζ' ὅτ' ἐς Αὐλίδα νῆες Ἀχαιῶν | 303 |
τὸ χθὲς καὶ πρώην λέγω γεγονός, ὅτε εἰς τὴν Αὐλίδα αἱ νῆες τῶν Ἀχαιῶν | |
ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, | 304 |
ἠθροίζοντο, βλάβην ἐπιφέρουσαι τῷ Πριάμῳ, καὶ τοῖς Τρωσίν· | |
ἡμεῖς δ' ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς | 305 |
ἡμεῖς περὶ τὴν πηγὴν καὶ τὸν βωμὸν τὸν ἱερὸν | |
ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας | 306 |
ἐθύομεν τοῖς θεοῖς θυσίας ἀπὸ τελείων ζώων | |
καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ· | 307 |
ὑπὸ τῇ εὐφυεῖ πλατάνῳ, ὅθεν ἔρρει διειδὲς ὕδωρ, | |
ἔνθ' ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς | 308 |
ὅπου ἐφάνη μέγα σημεῖον, δράκων κατὰ τὰ νῶτα φονικούς, στίλβοντας ἔχων τοὺς ὀφθαλμούς, | |
σμερδαλέος, τόν ῥ' αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ, | 309 |
ὃν δὴ αὐτὸς ὁ οὐράνιος Ζεύς ἔπεμψεν εἰς τὸ φῶς· | |
βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. | 310 |
ὑποκάτωθεν δὲ τοῦ βωμοῦ ἑρπύσας ἐπὶ τὴν πλάτανον ὥρμησεν, | |
ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα, | 311 |
ὅπου δὴ ἦσαν νεόττια στρουθοῦ, ἀρτιγέννητα τέκνα ὀκτώ, | |
ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες | 312 |
ἐπὶ τῷ ἀκροτάτῳ κλάδῳ τοῖς φύλλοις ὑποκείμενα· | |
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα· | 313 |
ἡ μήτηρ δὲ ἦν ἐνάτη, ἣ τὰ τέκνα ἔτεκε. | |
ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· | 314 |
ἐκεῖ δὴ οὗτος κατήσθιε ταῦτα ἐλεεινῶς τρίζοντα· | |
μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· | 315 |
ἡ μήτηρ δὲ αὐτῶν περιεπέτετο ὀδυρομένη τὰ προσφιλῆ τέκνα· | |
τὴν δ' ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν. | 316 |
ταύτην κάμψας ἑαυτὸν ἀπὸ τῆς πτέρυγος κατέσχεν σὺν γόῳ πετομένην. | |
αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν, | 317 |
ἐπεὶ δὲ κατέφαγε τὰ τέκνα τῆς στρουθοῦ καὶ αὐτήν, | |
τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε· | 318 |
τοῦτον μὲν διάδηλον ἐποίησεν ὁ θεὸς, ὃς αὐτὸν εἰς φῶς ἤγαγε· | |
λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω· | 319 |
λίθον γὰρ αὐτὸν ἐποίησεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ εἰς ἑαυτὸν ἐπεστραμμένου, καὶ ἑαυτὸν νοοῦντος· | |
ἡμεῖς δ' ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη. | 320 |
ἡμεῖς δὲ ἑστῶτες ἐθαυμάζομεν διὰ τὸ πρᾶγμα, ὃ ἐγένετο. | |
ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθ' ἑκατόμβας, | 321 |
ἐπεὶ οὖν μεγάλως φοβερά πράγματα εἰς τὰς τῶν θεῶν ἀφίκετο θυσίας, | |
Κάλχας δ' αὐτίκ' ἔπειτα θεοπροπέων ἀγόρευε· | 322 |
ὁ Κάλχας αὐτίκα δὴ μαντευόμενος ἠγόρευεν οὕτω· | |
τίπτ' ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί; | 323 |
τί δή ποτε ἄφωνοι μετ’ ἐκπλήξεως ἐγένεσθε, ὦ τὴν κόμην τρέφοντες Ἀχαιοὶ, | |
ἡμῖν μὲν τόδ' ἔφηνε τέρας μέγα μητίετα Ζεὺς | 324 |
ἡμῖν μὲν τοῦτο τὸ μέγα τέρας εἰς φῶς ἤγαγεν ὁ τὴν τοῦ βουλεύεσθαι ἐπιστήμην ἔχων Ζεὺς, | |
ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτ' ὀλεῖται. | 325 |
βραδὺ καὶ ὀψὲ τοῦ χρόνου ἀποβησόμενον, οὗτινος ἡ φήμη οὐκέτι ποτὲ ἀπολεῖται· | |
ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν | 326 |
ὥσπερ γὰρ οὗτος κατέφαγε τὰ τέκνα τοῦ στρουθοῦ καὶ αὐτὸν, | |
ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα, | 327 |
ὀκτὼ ὄντα, ἡ μήτηρ δὲ ἦν ἐνάτη, ἣ τὰ τέκνα ἔτεκε, | |
ὣς ἡμεῖς τοσσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι, | 328 |
οὕτως ἡμεῖς ἐπὶ τοσαῦτα ἔτη πολεμήσομεν ἐκεῖ, ἐν τῇ Τροίᾳ δηλονότι· | |
τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν. | 329 |
κατὰ δὲ τὸ δέκατον ἔτος τὴν πόλιν ἐκπορθήσομεν τὴν πλατεῖς τοὺς στενωποὺς ἔχουσαν. | |
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. | 330 |
ἐκεῖνος οὕτως ἠγόρευεν ἑρμηνεύων τὸ τέρας· ταῦτα δὲ νῦν πάντα τελεῖται· | |
ἀλλ' ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ | 331 |
ἀλλὰ μένετε ἐνταῦθα πάντες πολεμισταὶ Ἀχαιοὶ, | |
αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν. | 332 |
ἕως οὗ ὢν τὴν μεγάλην πόλιν τοῦ Πριάμου κατάσχωμεν. | |
ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον, ἀμφὶ δὲ νῆες | 333 |
Οὕτως εἶπεν. οἱ Ἕλληνες μεγάλως ἤχησαν, αἱ νῆες δὲ | |
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν, | 334 |
λαμπρὸν περιήχησαν ὑπὸ τῶν Ἑλλήνων βοησάντων, | |
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο· | 335 |
τὸν λόγον ἐπαινέσαντες τοῦ Ὀδυσσέως τοῦ θείου· | |
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ· | 336 |
ἐπὶ τούτοις δὲ εἶπε καὶ ὁ Νέστωρ ὁ πολεμικὸς ὁ ἀπὸ τῆς Γερήνης. | |
ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε | 337 |
φεῦ, ὄντως παισὶν ἄφροσιν ὁμοιούμενοι τὴν δημηγορίαν ἐποιήσασθε, | |
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα. | 338 |
οἷς οὐδέν ἐστιν ἐν φροντίδι καὶ λογισμῷ τὰ τῶν πολέμων ἔργα. | |
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν; | 339 |
ποῖ δὴ τελευτήσωσιν ἡμῖν αἱ συνθήκαι, καὶ ὅρκοι; | |
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ' ἀνδρῶν | 340 |
ἐν ἐμπύροις δὴ θύμασιν αἱ γνῶμαι, τῶν ἀνδρῶν ἐγένοντο καὶ τὰ βουλεύματα, | |
σπονδαί τ' ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν· | 341 |
καὶ σπονδαὶ δι’ οἴνου ἀκράτου ἐγένοντο, καὶ αἱ δεξιώσεις, ἐφ’ αἷς ἐτεθαρρήκειμεν· | |
αὔτως γὰρ ἐπέεσσ' ἐριδαίνομεν, οὐδέ τι μῆχος | 342 |
καὶ γὰρ λόγοις μόνον ὡς ἔτυχε φιλονεικοῦμεν, οὔτι δὲ οὐδαμῶς μηχανὴν | |
εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδ' ἐόντες. | 343 |
δυνάμεθα εὑρεῖν, οὐδὲ τὶ ἔργον ἀνῦσαι, ἐπὶ πολὺν χρόνον ἐνταῦθα ὄντες· | |
Ἀτρεΐδη σὺ δ' ἔθ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν | 344 |
ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ δὲ ὡς πρότερον, οὕτω καὶ νῦν, ἀσφαλῆ βουλὴν ἔχων | |
ἄρχευ' Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας, | 345 |
βασίλευε ἐν τοῖς Ἕλλησι, κατὰ τοὺς τὴν βιαίαν παράταξιν ἔχοντας πολέμους· | |
τούσδε δ' ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν | 346 |
τούτους δὲ ἔα διαφθείρεσθαι ἕνα καὶ δύο, οἵπερ ἂν ἰδίᾳ ἀπὸ τῶν Ἑλλήνων | |
νόσφιν βουλεύωσ'· ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν· | 347 |
βουλεύσωσι· τελείωσις δὲ οὐκ ἔσται τῆς βουλῆς ἀυτῶν, ἅτε παραβαινόντων τοὺς ὅρκους, | |
πρὶν Ἄργος δ' ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο | 348 |
πρότερον ἐπὶ τὸ Ἄργος ἀφικέσθαι, πρὶν ἂν καὶ ταῦτα γνῶναι, | |
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί. | 349 |
εἴτε ψεῦδος ἡ τοῦ Διὸς ὑπόσχεσις τοῦ τὴν αἰγίδα φοροῦντος, εἴτε καὶ οὐχί· | |
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα | 350 |
διατείνομαι γὰρ δὴ ὑποσχέσθαι τὸν ὑπερβαλλόντως ἰσχυρὸν υἱὸν τοῦ Κρόνου | |
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον | 351 |
τὴν ἡμέραν ἐκείνην, ὅτε ἐπὶ ταῖς ναυσὶ ταῖς ταχείαις τὴν πορείαν ἀπέπλεον | |
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες | 352 |
οἱ Ἕλληνες φόνον τοῖς Τρωσὶ καὶ θανάτου μοῖραν ἐπιφέροντες· | |
ἀστράπτων ἐπιδέξι' ἐναίσιμα σήματα φαίνων. | 353 |
ἀστράπτων ἦν τότε κατὰ τὰ δεξιὰ ἡμῶν μέρη, σημεῖον τοῦτο δεικνὺς ἡμῖν εὐσύμβολον. | |
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι | 354 |
δι’ ὃ μηδεὶς πρότερον σπευδέτω ἐπὶ τὸν ἑαυτοῦ οἶκον ἀπέρχεσθαι, | |
πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, | 355 |
πρὶν ἂν κοιμηθῆναί τινα παρὰ γυναικὶ Τρωάδι, | |
τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάς τε. | 356 |
ἀπαιτίσαι δὲ ἡμᾶς καὶ λαβεῖν ἐκδίκησιν τῶν φροντίδων τε καὶ στεναγμῶν τῆς Ἑλένης, | |
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι | 357 |
εἰ δέ τις εἰς τὸν ἑαυτοῦ οἶκον ἀπιέναι θέλῃ κατὰ θέλησιν ἔκπληξιν ἐμποιοῦσαν, | |
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης, | 358 |
ἁπτέσθω τῆς ἑαυτοῦ νεῶς τῆς εὐκαθέδρης τῆς μελαίνης, | |
ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ. | 359 |
ἴνα ἐνώπιον τῶν ἄλλων θάνατον καὶ κακὴν μοῖραν καταλάβῃ. | |
ἀλλὰ ἄναξ αὐτός τ' εὖ μήδεο πείθεό τ' ἄλλῳ· | 360 |
ἀλλ’ ὦ βασιλεῦ, αὐτός τε σὺ καλῶς βουλεύου, καὶ ἄλλῳ πείθου καλῶς συμβουλεύοντι. | |
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω· | 361 |
οὐκ ἀποβολῆς ἄξιος ἔσται ὁ λόγος, ὃν ἂν εἴπω. | |
κρῖν' ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον, | 362 |
δίελε τοὺς ἄνδρας, ὦ Ἀγάμεμνον, κατὰ φυλὰς καὶ φρατρίας, | |
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις. | 363 |
ἵνα οἱ τῆς αὐτῆς μετέχοντες φρατρίας, ἕκαστος τῷ τῆς αὐτῆς αὐτῷ φρατρίας μετέχοντι βοηθῇ, καὶ οἱ τῆς αὐτῆς φυλῆς μετέχοντες, ἕκαστος τῷ τῆς αὐτῆς αὐτῷ φυλῆς μετέχοντι· | |
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί, | 364 |
εἰ γὰρ οὕτω ποιήσεις, καί σοι πείθονται οἱ Ἕλληνες· | |
γνώσῃ ἔπειθ' ὅς θ' ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν | 365 |
γνώσῃ δὴ ὅστις τε ἀπὸ τῶν ἡγεμόνων ἐστὶ δειλός, καὶ ὅστις ἀπὸ τῶν λαῶν, | |
ἠδ' ὅς κ' ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται. | 366 |
καὶ ὅστις ἂν ᾖ ἀνδρεῖος αὐτῶν, καθ’ ἑαυτοὺς γὰρ διακεκριμένοι ἕκαστος καθ’ ἣν ἔχει δύναμιν μαχοῦνται· | |
γνώσεαι δ' εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις, | 367 |
γνώσῃ δὲ καὶ ἐὰν θείᾳ βλάβῃ τὴν πόλιν οὐκ ἐκπορθήσεις, | |
ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο. | 368 |
ἢ ἀνδρῶν συμφύτῳ κακίᾳ καὶ ἀνεπιστημοσύνῃ πολέμου. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· | 369 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων. | |
ἦ μὰν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν. | 370 |
ὄντως δὴ, ὦ γέρον, νικᾷς κατὰ τὴν δημηγορίαν πάντας τοὺς υἱοὺς τῶν Ἑλλήνων· | |
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον | 371 |
εἴθε γάρ, ὦ Ζεῦ πᾶτερ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, | |
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν· | 372 |
τοιοῦτοί μοι ἦσαν δέκα σύμβουλοι ἀπὸ τῶν Ἀχαιῶν· | |
τώ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος | 373 |
τούτῳ γὰρ ἂν τῷ τρόπῳ ταχέως κατεστράφη ἡ πόλις τοῦ Πριάμου τοῦ βασιλέως | |
χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. | 374 |
ὑπὸ τῆς ἡμετέρας δυνάμεως ἑαλωκυῖά τε καὶ ἐκπορθηθεῖσα. | |
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε' ἔδωκεν, | 375 |
ἀλλά μοι ὁ Ζεὺς ὁ τοῦ Κρόνου υἱὸς ὁ τὴν αἰγίδα φορῶν λύπας ἔδωκεν, | |
ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. | 376 |
ὅς με ἐπὶ μάχας καὶ φιλονεικίας ἀνηνύτους ἐνέβαλε· | |
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ' εἵνεκα κούρης | 377 |
καὶ γὰρ ἐγὼ καὶ ὁ Ἀχιλλεὺς εἰς μάχην κατέστημεν ἕνεκα τῆς κόρης, διὰ λόγων βιαίαν ἐχόντων ἐναντίωσιν· | |
ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δ' ἦρχον χαλεπαίνων· | 378 |
ἐγὼ δὲ προηγούμην τῆς μάχης δεινὰ ποιῶν καὶ θυμούμενος. | |
εἰ δέ ποτ' ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα | 379 |
εἰ δὲ ποτ’ ἐς μίαν βουλὴν βουλεύσομεν, οὐκέτι δὴ | |
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ' ἠβαιόν. | 380 |
τοῖς Τρωσὶν ἀναβολὴ τῆς ἐπιθέσεως τοῦ κακοῦ ἔσται, οὐδὲ ἐπὶ μικρόν· | |
νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα. | 381 |
νῦν δὲ ἀπέρχεσθε ἐπὶ ἄριστον, ἵνα συμβάλλωμεν πόλεμον· | |
εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω, | 382 |
καλῶς μέν τις τὸ ἑαυτοῦ δόρυ ἀκονησάτω, καλῶς δὲ τὴν ἀσπίδα εὐτρεπισάτω, | |
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν, | 383 |
καλῶς δέ τις τοῖς ταχύποσιν ἵπποις τροφὴν δότω, | |
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω, | 384 |
καλῶς δέ τις κυκλωτοῦ ἅρματος, ἰδὼν πολέμου φροντίδα ποιείσθω, | |
ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ' Ἄρηϊ. | 385 |
ὡς ἂν διὰ πάσης τῆς ἡμέρας τῷ μισητῷ πολέμῳ ὁμιλῶμεν· | |
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ' ἠβαιὸν | 386 |
οὐ γὰρ ἀνάπαυλα μετὰ τὴν συμβολὴν ἔσται οὐδ’ ἐπὶ μικρόν, | |
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. | 387 |
εἰ μὴ ἡ νὺξ ἐλθοῦσα διακρινεῖ τὴν ἰσχὺν τῶν ἀνδρῶν· | |
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν | 388 |
διάβροχος μὲν ἱδρῶτι γενήσεται ἐν στήθεσί τινος ὁ ἀναφορεὺς | |
ἀσπίδος ἀμφιβρότης, περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται· | 389 |
τῆς ἀσπίδος τῆς τοὺς ἄνδρας περιεπούσης. ἐν τῷ δόρατι δὲ αὐτὸς τὴν χεῖρα καμεῖται, | |
ἱδρώσει δέ τευ ἵππος ἐύ̈ξοον ἅρμα τιταίνων. | 390 |
ἱδρώσει δέ τινος ἵππος ἅρμα ἕλκων ἐντέχνως καὶ περικαλῶς ἐξεσμένον· | |
ὃν δέ κ' ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω | 391 |
ὃν δ’ ἂν ἐγὼ ἴδω παρὰ ταῖς ναυσὶ ταῖς μελαίναις ἐθέλοντα | |
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα | 392 |
μένειν πόρρω τῆς μάχης, οὐκέτι δὴ | |
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς. | 393 |
ἱκανὸς ἔσται φυγεῖν τοὺς κύνας καὶ οἰωνούς, οἳ αὐτὸν διασπαράξουσι φονευθέντα· | |
ὣς ἔφατ', Ἀργεῖοι δὲ μέγ' ἴαχον ὡς ὅτε κῦμα | 394 |
οὕτως εἶπεν. οἱ Ἀργεῖοι δὲ ἐπαινοῦντες τὸν λόγον μεγάλως ἤχησαν οὕτως, ὥσπερ κῦμα, | |
ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών, | 395 |
ὃ κινήσει Νότος ἐπελθὼν ἐφ’ ὑψηλῇ ἀκτῇ, ἀκροτηρίῳ λέγω, | |
προβλῆτι σκοπέλῳ· τὸν δ' οὔ ποτε κύματα λείπει | 396 |
μετεώρῳ προβεβλημένῳ ἐπὶ τὴν θάλασσαν, ὅπερ οὐδέποτε κύματα λείπει, | |
παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθ' ἢ ἔνθα γένωνται. | 397 |
ἃ παντοῖοι κινοῦσιν ἄνεμοι, ὅταν ἐνθένδε, ἢ ἐνθένδε γένωνται· | |
ἀνστάντες δ' ὀρέοντο κεδασθέντες κατὰ νῆας, | 398 |
ἀναστάντες δὲ ἀπήρχοντο σκεδασθέντες ἐπὶ τὴν ναῦν ἕκαστος τὴν ἑαυτοῦ, | |
κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο. | 399 |
πῦρ τε ἀνῆψαν ἐπὶ εὐτρεπίσει ἀρίστου καὶ θυσίας, καὶ τροφὴν ἔλαβον. | |
ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων | 400 |
ἄλλος δὲ ἄλλῳ ἀπὸ τῶν θεῶν τῶν ἀεὶ ὄντων ἔθυσεν, | |
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος. | 401 |
εὐχόμενος θάνατόν τε ἐκφυγεῖν, καὶ κάκωσιν πολέμου. | |
αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 402 |
ὁ δὲ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων βοῦν ἔθυσε λιπαρόν, | |
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι, | 403 |
πενταετῆ τῷ ὑπερβαλλόντως ἰσχυρῷ υἱῷ τοῦ Κρόνου, | |
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν, | 404 |
μετεκαλέσατο δὲ ἐπὶ τὴν θυσίαν τοὺς ἐνδόξους ἀριστέας, τοῦ πανελληνίου· | |
Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, | 405 |
τόν Νέστορα δὲ πρώτιστα μετεκαλέσατο, καὶ τὸν βασιλέα τὸν Ἰδομενέα, | |
αὐτὰρ ἔπειτ' Αἴαντε δύω καὶ Τυδέος υἱόν, | 406 |
ἔπειτα δὲ τοὺς δύο Αἴαντας, καὶ τὸν υἱὸν τοῦ Τυδέως, | |
ἕκτον δ' αὖτ' Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον. | 407 |
ἕκτον δὲ δὴ τὸν Ὀδυσσέα, τὸν ἰσοστάσιον τὴν σύνεσιν τῷ Διὶ. | |
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος· | 408 |
αὐτόκλητος δὲ πρὸς αὐτὸν ἦλθεν ὁ κατὰ τὸν πόλεμον ἀγαθὸς Μενέλαος· | |
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. | 409 |
ἤδει γὰρ κατὰ τὴν ψυχήν, ὅπως ὁ ἀδελφὸς ἐκοπία· | |
βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο· | 410 |
τὸν βοῦν δὲ ἐκύκλωσαν, καὶ τὰ κανᾶ, ἐφ οἷς ἦσαν αἱ σύμμικτοι τοῖς ἁλσὶ κριθαὶ, ἐβάστασαν· | |
τοῖσιν δ' εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων· | 411 |
ἐπὶ τούτοις δ’ εὐχόμενος εἶπεν ὁ βασιλεὺς Ἀγαμέμνων. | |
Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων | 412 |
ὦ Ζεῦ ἐνδοξότατε, μέγιστε, τῆς σκοτώσεως τῶν νεφελῶν αἴτιε, ὁ ἐν αἰθέρι οἰκῶν, δὸς | |
μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν | 413 |
μὴ πρότερον δῦναι τὸν ἥλιον καὶ ἐπελθεῖν τὸ σκότος, | |
πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον | 414 |
πρὶν ἂν καταβαλεῖν με ἐπὶ πρόσωπον τὸ οἴκημα τοῦ Πριάμου ἐσβολωμένον, | |
αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηίοιο θύρετρα, | 415 |
καὶ ἠμαυρωμένον καπνῷ, ἐμπρῆσαι δὲ διὰ πυρὸς πολεμίου τὰς θύρας αὐτοῦ· | |
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι | 416 |
τὸν τοῦ Ἕκτορος δὲ χιτῶνα ἐν τοῖς στήθεσιν αὐτοῦ διασπαράξαι | |
χαλκῷ ῥωγαλέον· πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι | 417 |
δόρατι, διερρωγότα γενησόμενον· πολλοὶ δ’ ἑταῖροι αὐτοῦ περὶ αὐτὸν | |
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν. | 418 |
ἐπὶ πρόσωπον ἐπὶ τῆς κόνεως κείμενοι διὰ τῶν ὀδόντων τὴν γῆν λάβοιεν. | |
ὣς ἔφατ', οὐδ' ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων, | 419 |
οὕτως εἷπεν εὐχόμενος. οὔπω δὲ ὁ τοῦ Κρόνου υἱὸς ἐπένευεν αὐτῷ τελειώσειν τὴν εὐχήν. | |
ἀλλ' ὅ γε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν. | 420 |
ἀλλ’ οὗτος ἀπεδέχετο μὲν τὴν θυσίαν, κάματον δὲ κακόν, καὶ διὰ τοῦτο ἀφθόνητον ἐπέτεινεν. | |
αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, | 421 |
ἐπεὶ δὲ εὔξαντο, καὶ τὰς σὺν ἁλσὶ κριθὰς ἐξέχεον τοῖς οὐλοχύταις | |
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, | 422 |
πρὸ τῆς τοῦ ἱερείου θυσίας, ἀνέστρεψαν μὲν πρῶτα τὸν τράχηλον τοῦ ἱερείου, καὶ ἔσφαξαν αὐτὸ, καὶ ἐξέδειραν, | |
μηρούς τ' ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν | 423 |
καὶ τοὺς μηροὺς αὐτοῦ ἀπέτεμον, καὶ λίπει αὐτοὺς κατεκάλυψαν, | |
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν. | 424 |
διττὰς μοίρας ποιήσαντες· ἐπ’ αὐτῶν δὲ ὠμὰ κρέα ἀπὸ τοῦ ἱερείου τεμόντες ἔθηκαν, | |
καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον, | 425 |
καὶ ταύτας μὲν δὴ τὰς μοίρας ἐν σχίζαις θέντες ἀποβεβληκυίαις τὰ φύλλα ξηροτικὰ κατέκαιον· | |
σπλάγχνα δ' ἄρ' ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. | 426 |
τὰ σπλάγχνα δὲ τοῖς ὀβελοῖς ἐμπερονήσαντες, ἐπάνω τῶν ἀνθράκων κατεῖχον αὐτὰ ὀπτῶντες· | |
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, | 427 |
ἐπεὶ δὲ κατεκαύθησαν οἱ μηροὶ, καὶ τὰ ἐντόσθια ἔφαγον, | |
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμφ' ὀβελοῖσιν ἔπειραν, | 428 |
τὰ ἄλλα δὴ πάντα κρέα εἰς μικρὰ ἔτεμον, καὶ περιέπειραν αὐτὰ τοῖς ὀβελοῖς, | |
ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. | 429 |
καὶ ὤπτησαν περιεσκεμμένως, ἐξήγαγον ἀπὸ τοῦ πυρὸς πάντα. | |
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα | 430 |
ἐπεὶ δὲ ἔληξαν τοῦ πόνου, καὶ τὴν εὐωχίαν κατεσκεύασαν, | |
δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. | 431 |
εὐωχοῦντο· οὐκέτι δὲ ψυχή τινος ἐδεῖτο τροφῆς ἐν κοινῇ τραπέζῃ προκειμένης. | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 432 |
ἐπεὶ δὲ τὴν ἐπιθυμίαν ἐπλήρωσαν τῆς πόσεως, καὶ τῆς τροφῆς, | |
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· | 433 |
ἐν τούτοις δὴ λόγων ὁ Νέστωρ ἤρχετο ὁ πολεμιστής, ὁ ἀπὸ τῆς Γερήνης πόλεως· | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον, | 434 |
ὦ Ἀγάμεμνον υἱὲ τοῦ Ἀτρέως ἐνδοξότατε βασιλεῦ τῶν ἀνδρῶν, | |
μηκέτι νῦν δήθ' αὖθι λεγώμεθα, μηδ' ἔτι δηρὸν | 435 |
μηκέτι νῦν ἐπὶ πολὺ ἐνταῦθα διαλεγώμεθα, μήδ’ ἐπὶ πολὺ εἰς τὸ ἑξῆς | |
ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει. | 436 |
ἀναβαλλώμεθα τὸ ἔργον, ὃ δὴ ὁ θεὸς ἡμῖν ἐργάσεσθαι δώσει· | |
ἀλλ' ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων | 437 |
ἀλλ’ ἄγε, οἱ Κήρυκες μὲν τῶν Ἑλλήνων τῶν χαλκοῖς ὅπλοις ὠχυρωμένων | |
λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας, | 438 |
κηρύγματι συγκαλοῦντες κατὰ τὰς ναῦς τὸν λαὸν ἀθροιζέτωσαν· | |
ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν | 439 |
ἡμεῖς δὲ ὁμοῦ πάντες οὕτως ὡς ἐσμέν, ἐπὶ τὸν πολὺν στρατὸν τῶν Ἑλλήνων | |
ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα. | 440 |
ἀπέλθωμεν, ὅπως ἂν τάχιον ἔντονον ἀνάψωμεν πόλεμον. | |
ὣς ἔφατ', οὐδ' ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. | 441 |
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ αὐτῷ ὁ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων. | |
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε | 442 |
εὐθὺς τοῖς ὀξυφώνοις κήρυξι προσέταξε κηρύγματι | |
κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς· | 443 |
συγκαλεῖν ἐπὶ πόλεμον τοὺς τὴν κόμην τρέφοντας Ἀχαιούς. | |
οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα. | 444 |
οἱ μὲν βοῇ συνεκάλουν· οἱ δὲ ἠθροίζοντο μάλα ταχέως. | |
οἳ δ' ἀμφ' Ἀτρεΐωνα διοτρεφέες βασιλῆες | 445 |
οἱ δὲ περὶ τὸν υἱὸν τοῦ Ἀτρέως βασιλεῖς οἱ ὑπὸ τοῦ Διὸς πεπαιδευμένοι τὴν βασιλικὴν παιδείαν, | |
θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη | 446 |
σὺν σφοδρᾷ ὁρμῇ ἐκινοῦντο διακρίνοντες αὐτοὺς κατὰ φυλὰς καὶ φρατρίας, σὺν αὐτοῖς δὲ ἡ ὀξὺ ὁρῶσα Ἀθηνᾶ | |
αἰγίδ' ἔχουσ' ἐρίτιμον ἀγήρων ἀθανάτην τε, | 447 |
τὴν τοῦ Διὸς αἰγίδα φοροῦσα τὴν πάνυ τιμίαν, τὴν μήτε φθειρομένην, μήτε παλαιουμένην, | |
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται, | 448 |
ἧς πλεῖστοι κροσσοὶ κατὰ πάντα τὰ μέρη χρυσοῖ ἀπῃώρηνται, | |
πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος· | 449 |
πάντες εὔπλοκοι, ἕκαστος δὲ πλείστων ἄξιος νομισμάτων· | |
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν | 450 |
σὺν ταύτῃ διαπρέπουσα τὸν λαὸν διήρχετο τῶν Ἑλλήνων, | |
ὀτρύνουσ' ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ | 451 |
ἐπισπεύδουσα ἔρχεσθαι, προθυμίαν δὲ ἔμμονον ἐνέβαλεν ἑκάστῳ | |
καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. | 452 |
ἐν τῇ καρδίᾳ, ὥστε ἀπαύστως πολεμεῖν καὶ μάχεσθαι. | |
τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετ' ἠὲ νέεσθαι | 453 |
τούτοις δ’ εὐθέως γλυκύτερος ὁ πόλεμος ἐγένετο ἢ ἀπέρχεσθαι | |
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. | 454 |
εἰς τὴν πατρίδα τὴν προσφιλῆ γῆν διὰ τῶν νεῶν τῶν κοίλων. | |
ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην | 455 |
καθὰ πῦρ ἀφανιστικὸν φλέγει δρυμῶνα ὑπερβαλλόντως πολὺν | |
οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή, | 456 |
ἐν κορυφῇ ὄρους, πόρρωθεν δὲ φαίνεται ἡ λαμπηδὼν σφοδρῶς λάμπουσα· | |
ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο | 457 |
οὕτω τούτων πορευομένων ἀπὸ τοῦ θείου σιδήρου | |
αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε. | 458 |
λαμπηδὼν σφοδρῶς λάμπουσα διὰ τοῦ ἀέρος ἐπὶ τὸν οὐρανὸν κατελάμβανε. | |
τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ | 459 |
τούτων δ’ ὥσπερ ὀρνιθωπτηνῶν ἔθνη πολλὰ | |
χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων | 460 |
χηνῶν, ἢ γεράνων, ἢ κύκνων ἐπιμήκεις ἐχόντων τοὺς τραχήλους | |
Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα | 461 |
ἐν τῷ ὕδατι καταρρύτῳ τόπῳ τῷ καλουμένῳ Ἀσίῳ, περὶ τὸ ῥεῦμα τοῦ Καύστρου ποταμοῦ, | |
ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι | 462 |
ἔνθεν καὶ ἔνθεν πέτονται τερπόμενα τῇ πτήσει, | |
κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, | 463 |
σὺν κλαγγῇ καθιζόντων, λαμπρὸν δὲ ἀντηχεῖ ὁ λειμών· | |
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων | 464 |
οὕτω τὰ πολλὰ ἔθνη τούτων ἀπὸ τῶν νεῶν καὶ ἀπὸ τῶν σκηνῶν | |
ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν | 465 |
εἰς τὸ πεδίον συνέρρεον τὸ τοῦ Σκαμάνδρου· ἡ γῆ δὲ | |
σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. | 466 |
ὑπὸ τῶν ποδῶν αὐτῶν τε καὶ τῶν ἵππων, λαμπρὸν ὑπήχει· | |
ἔσταν δ' ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι | 467 |
ἔστησαν δὲ ἐν τῷ ὕδατι καταρρύτῳ πεδίῳ τῷ τοῦ Σκαμάνδρου, τῷ εὖ ἔχοντι ἀνθέων, | |
μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. | 468 |
μυρίοι, ὅσα τε φύλλα, καὶ ἄνθη γίνεται ἐν τῷ ἔαρι. | |
ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ | 469 |
καθὰ μυιῶν ἀθρόως πετομένων ἔθνη πολλὰ | |
αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν | 470 |
αἳ δὴ κατὰ ποιμενικὴν ἔπαυλιν πλανόμεναι στρέφονται | |
ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, | 471 |
ἐν τῇ ὥρᾳ τοῦ Ἔαρος, ὅτε τὸ γάλα ἐπὶ τῶν ἀγγείων ἀμελγόμενον δίυγρα ταῦτα ποιεῖ· | |
τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ | 472 |
τοσοῦτοι οἱ τῆν κόμην τρέφοντες Ἀχαιοὶ κατὰ τῶν Τρῴων | |
ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. | 473 |
ἵσταντο ἐν τῷ πεδίῳ διαφθεῖραι αὐτοὺς προθυμούμενοι. | |
τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες | 474 |
τούτους δὲ ὥσπερ πλήθη αἰγῶν σκεδαννυμένων ἐν τῇ νομῇ καὶ πλατυνομένων αἰπόλοι ἄνδρες | |
ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, | 475 |
ῥαδίως διακρίνουσιν, ἐπειδὰν ἐν τῷ βόσκεσθαι μιγῶσιν. | |
ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα | 476 |
οὕτω τούτους οἱ ἡγεμόνες διέταττον ἔνθεν καὶ ἔνθεν | |
ὑσμίνην δ' ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων | 477 |
ἐπὶ τὸν πόλεμον ἔρχεσθαι· σὺν αὐτοῖς ὁ βασιλεὺς ὁ Ἀγαμέμνων, | |
ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, | 478 |
ὅμοιος κατὰ τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς τῷ Διὶ τῷ τρέποντι τοὺς ἐναντίους τῷ κεραυνῷ, | |
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. | 479 |
κατὰ δὲ τὴν ζώνην, τῷ Ἄρει, κατὰ δὲ τὸ στέρνον τῷ Ποσειδῶνι· | |
ἠΰτε βοῦς ἀγέληφι μέγ' ἔξοχος ἔπλετο πάντων | 480 |
ὥσπερ βοῦς ἐν ἀγέλῃ ταῦρος κατὰ πολὺ ἔξοχός ἐστι πάντων | |
ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι· | 481 |
τῶν ἄλλων, οὗτος γὰρ ἐπὶ βουσὶν ἠθροισμένοις διαπρέπει· | |
τοῖον ἄρ' Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ | 482 |
τοιοῦτον δὴ κατὰ τὴν ἡμέραν ἐκείνην ἐποίησεν ὁ Ζεὺς τὸν υἱὸν τοῦ Ἀτρέως | |
ἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν. | 483 |
διαπρέποντα καὶ ἔξοχον ἐν πολλοῖς ἥρωσιν. | |
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι· | 484 |
Ἄγετε, ὦ μοῦσαι, αἱ οἰκοῦσαι τὰ ὀλύμπια οἰκήματα, εἴπατε νῦν μοι, | |
ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα, | 485 |
ὑμεῖς γάρ ἐστε θεαί, πάρεστέ τε πᾶσι δρωμένοις, καὶ τὴν ἐπιστήμην ἔχετε πάντων, | |
ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν· | 486 |
ἡμεῖς δὲ φήμην μόνον τῶν ἐνδόξως πεπραγμένων ἀκούομεν, οὐδαμῶς δὲ οἴδαμεν, | |
οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· | 487 |
οἵτινες ἦσαν ἡγεμόνες τῶν Δαναῶν, καὶ ἄρχοντες· τούτους γὰρ μόνους εἰπεῖν δύναμαι, | |
πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, | 488 |
τὴν πληθῦν δὲ οὐκ ἄν δυναίμην εἰπεῖν, οὐδ’ ὀνόματι ἕκαστον τοῦ πλήθους δηλοῦν, | |
οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν, | 489 |
οὐδ’ εἴ μοι ἦσαν δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματα, | |
φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη, | 490 |
φωνὴ δὲ ἄθραυστος, καὶ ψυχὴ χαλκοῦ εὐτονίαν ἔχουσα ἐνῆν, | |
εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο | 491 |
εἰ μὴ αἱ μοῦσαι αἱ Ὀλυμπιάδες, αἱ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος | |
θυγατέρες μνησαίαθ' ὅσοι ὑπὸ Ἴλιον ἦλθον· | 492 |
θυγατέρες, οὐκέτι συνάραιντο διδάσκουσαι, ὅσοι ἐπὶ τὸ Ἴλιον ἦλθον. | |
ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. | 493 |
τοὺς ἀρχηγοὺς δὲ τῶν νεῶν ἐρῶ, καὶ ἁπάσας τὰς ναῦς. | |
Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον | 494 |
τῶν μὲν Βοιωτῶν ἀνδρῶν ὁ Πηνέλαος καὶ ὁ Λήιτος ἐβασίλευον, | |
Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε, | 495 |
καὶ ὁ Ἀρκεσίλαος, καὶ ὁ Προθοήνωρ, καὶ ὁ Κλόνιος, | |
οἵ θ' Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν | 496 |
οἵτινες ἐκαρποῦντο τὴν Ὑρίαν, καὶ τὴν Αὐλίδα, τὴν σκολιὰν καὶ τραχεῖαν, | |
Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τ' Ἐτεωνόν, | 497 |
καὶ τὴν Σχοῖνον, καὶ τὴν Σκῶλον, καὶ τὸν δύσβατον καὶ ὀρεινὸν Ἐτεωνόν, | |
Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν, | 498 |
καὶ τὴν Θέσπειαν, καὶ τὴν Γραῖαν, καὶ τὸν πλατὺν Μυκαλησσόν. | |
οἵ τ' ἀμφ' Ἅρμ' ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς, | 499 |
καὶ οἵτινες τὸ Ἅρμα ἐκαρποῦντο, καὶ τὸ Εἰλέσιον, καὶ τὰς Ἐρυθράς. | |
οἵ τ' Ἐλεῶν' εἶχον ἠδ' Ὕλην καὶ Πετεῶνα, | 500 |
καὶ οἵτινες τὸν Ἐλεῶνα ᾤκουν, καὶ τὴν Ὕλην, καὶ τὸν Πετεῶνα, | |
Ὠκαλέην Μεδεῶνά τ' ἐϋκτίμενον πτολίεθρον, | 501 |
καὶ τὴν Ὠκαλέαν, καὶ τὸν Μεδεῶνα τὴν καλῶς ἐκτισμένην πόλιν | |
Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην, | 502 |
καὶ τὰς Κώπας, καὶ τὴν Εὔτρησιν, καὶ τὴν Θίσβην τὴν πολλὰς περιστερὰς ἔχουσαν. | |
οἵ τε Κορώνειαν καὶ ποιήενθ' Ἁλίαρτον, | 503 |
καὶ οἵτινες ᾤκουν τὴν Κορώνειαν, καὶ τὸν εὐβότανον Ἁλίαρτον, | |
οἵ τε Πλάταιαν ἔχον ἠδ' οἳ Γλισᾶντ' ἐνέμοντο, | 504 |
καὶ οἵτινες τὴν Πλάταιαν ᾤκουν, καὶ οἳ τὴν Γλίσσαν ἐκαρποῦντο, | |
οἵ θ' Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον, | 505 |
καὶ οἵτινες τὰς Ὑποθήβας ᾤκουν τὴν καλῶς ἐκτισμένην πόλιν, | |
Ὀγχηστόν θ' ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, | 506 |
καὶ τὸν ἱερὸν Ὄγχηστον, τὸ λαμπρὸν τέμενος τοῦ Ποσειδῶνος. | |
οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν | 507 |
καὶ οἵτινες ᾤκουν τὴν Ἄρνην τὴν πολλὰς σταφυλὰς φέρουσαν· καὶ οἳ τὴν Μίδειαν, | |
Νῖσάν τε ζαθέην Ἀνθηδόνα τ' ἐσχατόωσαν· | 508 |
καὶ τὴν Νίσαν τὴν ἄγαν θείαν, καὶ τὴν Ἀνθηδόνα τὴν ἐσχάτην κειμένην. | |
τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ | 509 |
τούτων μὲν πεντήκοντα νῆες ἐπορεύοντο, ἐν ἑκαστῃ δὲ νέοι | |
κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον. | 510 |
Βοιωτοὶ ἑκατὸν καὶ εἴκοσιν ἐπέβαινον. | |
οἳ δ' Ἀσπληδόνα ναῖον ἰδ' Ὀρχομενὸν Μινύειον, | 511 |
οἵτινες δὲ τὴν Ἀσπληδόνα ᾤκουν, καὶ τὸν Ὀρχομενὸν τὸν Μινύειον, | |
τῶν ἦρχ' Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος | 512 |
τούτων ἦρχεν ὁ Ἀσκάλαφος καὶ ὁ Ἰάλμενος οἱ υἱοὶ τοῦ Ἄρεος, | |
οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο, | 513 |
οὓς ἔτεκεν ἡ Ἀστυόχη ἐν τῷ οἴκῳ τοῦ Ἄκτορος τοῦ υἱοῦ τοῦ Ἀζέως, | |
παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα | 514 |
ἡ αἰδοῦς ἀξία παρθένος ἀναβᾶσα εἰς τὸ ἀνώγαιον οἴκημα | |
Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ· | 515 |
τῷ ἰσχυρῷ Ἄρει· οὗτος δὲ παρεκλίνθη αὐτῇ κρυφέως· | |
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 516 |
τούτων δὲ τριάκοντα βαθεῖαι νῆες ἐπορεύοντο. | |
αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον | 517 |
τῶν δὲ Φωκέων ὁ Σχέδιος καὶ ὁ Ἐπίστροφος ἐβασίλευον, | |
υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο, | 518 |
οἱ υἱοὶ τοὺ Ἰφίτου τοῦ μεγαλοψύχου, τοῦ υἱοῦ τοῦ Ναυβόλου. | |
οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν | 519 |
οἵτινες τὴν Κυπάρισσον ᾤκουν, καὶ τὴν Πυθῶνα τὴν λιθώδη καὶ τραχεῖαν, | |
Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα, | 520 |
καὶ τὴν Κρῖσσαν τὴν ἄγαν θείαν, καὶ τὴν Δαυλίδα, καὶ τὸν Πανοπέα· | |
οἵ τ' Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο, | 521 |
οἳ τὴν Ἀνεμώρειαν, καὶ τὴν Ὑάμπολιν ἐκαρποῦντο· | |
οἵ τ' ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον, | 522 |
καὶ οἳ παρὰ τὸν ἔνδοξον ποταμὸν τὸν Κηφισὸν ᾤκουν· | |
οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο· | 523 |
καὶ οἳ τὴν Λίλαιαν ᾤκουν κατὰ τὰς πηγὰς τοῦ Κηφισοῦ ποταμοῦ | |
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 524 |
τούτοις εἵποντο· μετὰ τούτων αὐτῶν νῆες μέλαιναι τεσσαράκοντα ἐπορεύοντο. | |
οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, | 525 |
οὗτοι μὲν τὰς τάξεις τῶν Φωκέων ἵσταντο περιενεργοῦντες, καὶ διατάττοντες. | |
Βοιωτῶν δ' ἔμπλην ἐπ' ἀριστερὰ θωρήσσοντο. | 526 |
ἐγγὺς δὲ τῶν Βοιωτῶν κατὰ τὸ ἀριστερὸν μέρος καθωπλίζοντο. | |
Λοκρῶν δ' ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας | 527 |
τῶν δὲ Λοκρῶν ἤρκεν ὁ ὠκύπους Αἴας ὁ υἱὸς τοῦ Ὀϊλέως, | |
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας | 528 |
βραχύτερος τῷ σώματι, καὶ οὐ τηλικοῦτος, ἡλίκος ἦν Αἴας ὁ τοῦ Τελαμῶνος υἱός, | |
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ, | 529 |
ἀλλὰ κατὰ πολὺ μικρότερος· μικρὸς μὲν οὖν ἦν λινῷ θώρακι χρώμενος, | |
ἐγχείῃ δ' ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· | 530 |
δόρατι δὲ ἐνίκα πάντας τοὺς Ἕλληνας καὶ Ἀχαιούς. | |
οἳ Κῦνόν τ' ἐνέμοντ' Ὀπόεντά τε Καλλίαρόν τε | 531 |
οἵτινες τό τε Κῦνον ἐκαρποῦντο, καὶ τὸν Ὀπόεντα, καὶ τὸν Καλλίαρον, | |
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς | 532 |
καὶ τὴν Βῆσσαν, καὶ τὴν Σκάρφην, καὶ τὰς ἐρασμίας Αὐγείας, | |
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα· | 533 |
καὶ τὴν Τάρφην , καὶ τὸ Θρόνιον περὶ τὰ ῥεύματα τοῦ Βοαγρίου ποταμοῦ. | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο | 534 |
σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο | |
Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. | 535 |
τῶν Λοκρῶν, οἳ οἰκοῦσι πέραν καὶ ἀπαντικρὺ τῆς ἱερᾶς Εὐβοίας. | |
οἳ δ' Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες | 536 |
οἵ τινες δὲ τὴν Εὔβοιαν ᾤκουν, οἱ Εὐβοεῖς λέγω, οἱ ἰσχύος τε καὶ προθυμίας πλήρεις, | |
Χαλκίδα τ' Εἰρέτριάν τε πολυστάφυλόν θ' Ἱστίαιαν | 537 |
τήν τε Χαλκίδα, καὶ τὴν Ἐρέτριαν, καὶ τὴν πολλὰς σταφυλὰς ἔχουσαν Ἱστίαιαν, | |
Κήρινθόν τ' ἔφαλον Δίου τ' αἰπὺ πτολίεθρον, | 538 |
καὶ τὴν παραθαλάσσιον Κήρινθον, καὶ τὸ Δίου ὑψηλὸν πόλισμα· | |
οἵ τε Κάρυστον ἔχον ἠδ' οἳ Στύρα ναιετάασκον, | 539 |
καὶ οἳ τὴν Κάρυστον ᾤκουν, καὶ οἳ τὴν Στύραν ᾤκουν· | |
τῶν αὖθ' ἡγεμόνευ' Ἐλεφήνωρ ὄζος Ἄρηος | 540 |
τούτων δὴ ἦρχεν ὁ Ἐλεφήνωρ ὁ κλάδος τοῦ Ἄρεος, | |
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων. | 541 |
ὁ υἱὸς τοῦ Χαλκώδοντος, ὁ ἀρχηγὸς τῶν μεγαλοψύχων Εὐβοέων· | |
τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες | 542 |
τούτῳ δὲ οἱ ταχεῖς Εὐβοεῖς εἵποντο, ὄπισθεν μόνον τῆς κεφαλῆς τρέφοντες τὴν κόμην, | |
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι | 543 |
πολεμισταὶ, προθύμως ὁρμῶντες σὺν μακροῖς δόρασι διελεῖν | |
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι· | 544 |
τοὺς θώρακας τῶν πολεμίων περὶ τὰ στήθη αὐτῶν. | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 545 |
σὺν δ’ αὐτῷ τεσσαράκοντα νῆες μέλαινα ἐπορεύοντο. | |
οἳ δ' ἄρ' Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον | 546 |
οἳ δὲ τὰς Ἀθήνας ᾤκουν τὴν καλῶς ἐκτισμένην πόλιν, | |
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη | 547 |
τὸν δῆμον τοῦ Ἐρεχθέως τοῦ μεγαλοψύχου, ὃν δή ποτε ἡ Ἀθηνᾶ | |
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, | 548 |
ἀνέθρεψεν ἡ θυγάτηρ τοῦ Διός, ἐγέννησε δὲ αὐτὸν ἡ γῆ, | |
κὰδ δ' ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ· | 549 |
ἡ τὰ πρὸς τὸ ζῆν δωρουμένη τοῖς ἀνθρώποις, ἐκάθισε δὲ αὐτὸν ἐν Ἀθήναις ἐν τῷ ἑαυτῆς ναῷ τῷ λιπαρῷ, | |
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται | 550 |
διὰ τὰς ἐκ τῶν λιπαρῶν ζώων γινομένας ἐκεῖ θυσίας, ὅπου δὴ αὐτὴν διὰ ταύρων καὶ ἀρνειῶν ἐξευμενίζονται | |
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν· | 551 |
οἱ υἱοὶ τῶν Ἀθηναίων, κυκλοφορουμένων τῶν ἐνιαυτῶν | |
τῶν αὖθ' ἡγεμόνευ' υἱὸς Πετεῶο Μενεσθεύς. | 552 |
τούτων δὲ ἦρχεν ὁ Μενεσθεὺς ὁ υἱὸς τοῦ Πετεοῦ· | |
τῷ δ' οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ | 553 |
τούτῳ δὲ οὔτις πω ἀνὴρ ἐπίγειος ἐγενήθη ὅμοιος, | |
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· | 554 |
πρὸς τὸ διατάξαι ἵππους καὶ ἄνδρας πολεμιστάς· | |
Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν· | 555 |
ὁ Νέστωρ μόνος εἰς ἅμιλλαν αὐτῷ ἤρχετο, οὗτος γὰρ γεραίτερος ἤν. | |
τῷ δ' ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. | 556 |
σὺν αὐτῷ δὲ πεντήκοντα νῆες μέλαιναι ἐπορεύοντο. | |
Αἴας δ' ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, | 557 |
ὁ Αἴας δὲ ἦγεν ἐκ τῆς Σαλαμῖνος νῆας δώδεκα· | |
στῆσε δ' ἄγων ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες. | 558 |
ἔστησε δὲ αὐτάς, ὅπου τῶν Ἀθηναίων αἱ τάξεις ἵσταντο. | |
οἳ δ' Ἄργός τ' εἶχον Τίρυνθά τε τειχιόεσσαν | 559 |
οἳ δὲ ᾤκουν τὸ Ἄργος, καὶ τὴν Τίρυνθα τὴν καλῶς τετειχισμένην, | |
Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, | 560 |
καὶ τὴν Ἑρμιόνην, καὶ τὴν Ἀσίνην, τὰς κειμένας κατὰ τὸν κόλπον τὸν βαθύν, | |
Τροιζῆν' Ἠϊόνας τε καὶ ἀμπελόεντ' Ἐπίδαυρον, | 561 |
καὶ τὴν Τροιζῆνα, καὶ τὰς Ἠιόνας, καὶ τὸν πολλὰς ἀμπέλους ἔχοντα Ἐπίδαυρον, | |
οἵ τ' ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, | 562 |
καὶ οἳ ᾤκουν τὴν Αἴγιναν, καὶ τὸν Μάσητα υἱοὶ τῶν Ἑλλήνων· | |
τῶν αὖθ' ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης | 563 |
τούτων δὴ ἦρχεν ὁ ἀγαθὸς τὰ πολεμικὰ Διομήδης, | |
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· | 564 |
καὶ ὁ Σθένελος, ὁ τοῦ πανενδόξου Καπανῆος ἀγαπητὸς υἱός· | |
τοῖσι δ' ἅμ' Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς | 565 |
σὺν αὐτοῖς δὲ τρίτος Εὐρύαλος ἐπορεύετο ἀνὴρ ἴσος τοῖς θεοῖς, | |
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· | 566 |
υἱὸς τοῦ Μηκιστέως τοῦ υἱοῦ τοῦ Ταλαίονος τοῦ βασιλέως· | |
συμπάντων δ' ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης· | 567 |
ἁπάντων δὲ ἡγεμόνευεν ὁ ἀγαθὸς τὰ πολεμικὰ Διομήδης. | |
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. | 568 |
σὺν αὐτοῖς δὲ ὀγδοήκοντα νῆες μέλαιναι ἐπορεύοντο. | |
οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον | 569 |
οἳ δὲ ᾤκουν τὰς Μυκήνας, πόλιν καλῶς ἐκτισμένην, | |
ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, | 570 |
καὶ τὴν Κόρινθον τὴν πλουσίαν, καὶ τὰς καλῶς ἐκτισμένας Κλεωνὰς, | |
Ὀρνειάς τ' ἐνέμοντο Ἀραιθυρέην τ' ἐρατεινὴν | 571 |
καὶ οἳ ἐκαρποῦντο τὰς Ἀρνειάς, καὶ τὴν ἐρασμίαν Ἀραιθυρέαν, | |
καὶ Σικυῶν', ὅθ' ἄρ' Ἄδρηστος πρῶτ' ἐμβασίλευεν, | 572 |
καὶ τὴν Σικυῶνα, ὅπου ὁ Ἄδραστος πρῶτον ἐβασίλευσε· | |
οἵ θ' Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν | 573 |
καὶ οἳ τὴν Ὑπερησίαν καὶ τὴν Αἰπεινὴν τὴν καρποφόρον καὶ γόνιμον, | |
Πελλήνην τ' εἶχον ἠδ' Αἴγιον ἀμφενέμοντο | 574 |
καὶ τὴν Πελήνην ᾤκουν καὶ τὸ Αἴγιον ἐκαρποῦντο, | |
Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ ἀμφ' Ἑλίκην εὐρεῖαν, | 575 |
καὶ πάντα τὸν Αἰγιαλόν, καὶ περὶ τὴν εὐρύχωρον Ἑλίκην· | |
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων | 576 |
τούτων ἑκατὸν νεῶν ἦρχεν Ἀγαμέμνων ὁ βασιλεὺς, | |
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι | 577 |
ὁ υἱὸς τοῦ Ἀτρέως· σὺν αὐτῷ δὲ λίαν πολλοὶ καὶ βέλτιστοι | |
λαοὶ ἕποντ'· ἐν δ' αὐτὸς ἐδύσετο νώροπα χαλκὸν | 578 |
λαοὶ ἐπορεύοντο· αὐτὸς δὲ ἐνεδύσατο ὅπλα ὑπερβαλλόντως λαμπρά, | |
κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν | 579 |
τῇ δόξῃ ἐπαιρόμενος, καθότι ἐν πᾶσι τοῖς ἥρωσι διέφερε, | |
οὕνεκ' ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς. | 580 |
καὶ ἐπίσημος ἦν διὰ τὸ ἄριστος εἶναι, καὶ κατὰ πολὺ πλείονα τῶν ἄλλων λαὸν ἄγειν μεθ’ ἑαυτοῦ. | |
οἳ δ' εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, | 581 |
οἳ δὲ ᾤκουν τὴν Λακεδαίμονα τὴν ἐν κοίλῳ τόπῳ κειμένην, καὶ μεγάλην οὖσαν, | |
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, | 582 |
καὶ τὴν Φᾶριν, καὶ τὴν Σπάρτην, καὶ τὴν πολλὰς περιστερὰς ἔχουσαν Μεσσήνην, | |
Βρυσειάς τ' ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, | 583 |
καὶ οἳ τὰς Βρυσείας ἐκαρποῦντο, καὶ τὰς ἐρασμίας Αὐγειάς, | |
οἵ τ' ἄρ' Ἀμύκλας εἶχον Ἕλος τ' ἔφαλον πτολίεθρον, | 584 |
καὶ οἳ ᾤκουν τὰς Ἀμύκλας, καὶ τὸ Ἕλας, | |
οἵ τε Λάαν εἶχον ἠδ' Οἴτυλον ἀμφενέμοντο, | 585 |
καὶ οἳ τὴν Λᾶν ᾤκουν, καὶ τὸν Οἴτυλον ἐκαρποῦντο· | |
τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος | 586 |
τούτων ὁ ἀδελφὸς αὐτοῦ Ἀγαμέμνονος ἐβασίλευε ὁ ἀγαθὸς τὰ πολεμικὰ Μενέλεως, | |
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο· | 587 |
ἑξήκοντα νεῶν· πόρρωθι δὲ καθωπλίζοντο. | |
ἐν δ' αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς | 588 |
ἅμα δὲ καὶ αὐτὸς ἐπορεύετο τῇ ἑαυτοῦ προθυμίᾳ τεθαρρηκώς, | |
ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ | 589 |
παροξύνων τοὺς ἄλλους εἰς πόλεμον· πάνυ δὲ προεθυμεῖτο καὶ ἐφίετο | |
τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. | 590 |
ἀπαιτῆσαι καὶ λαβεῖν ἐκδίκησιν τῶν φροντίδων, καὶ στεναγμῶν τῆς Ἑλένης. | |
οἳ δὲ Πύλον τ' ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν | 591 |
οἳ δὲ τὴν Πύλον ἐκαρποῦντο, καὶ τὴν ἐρασμίαν Ἀρήνην, | |
καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ | 592 |
καὶ τὸ Θρύον τὸν πόρον τοῦ Ἀλφειοῦ ποταμοῦ, καὶ τὸ Αἶπυ τὸ καλῶς ἐκτισμένον, | |
καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον | 593 |
καὶ τὸν Κυπαρισσήεντα, καὶ τὴν Ἀμφιγένην ᾤκουν, | |
καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι | 594 |
καὶ τὴν Πτελεὸν, καὶ τὸ Ἕλος, καὶ τὸ Δώριον, ὅπου αἱ Μοῦσαι συναντήσασαι | |
ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς | 595 |
ἀφείλοντο τὴν μουσικὴν Θάμυριν τὸν Θρᾶκα | |
Οἰχαλίηθεν ἰόντα παρ' Εὐρύτου Οἰχαλιῆος· | 596 |
ἀπὸ τῆς Οἰχαλίας ἐρχόμενον, ἀπ’ Ἐυρύτου τοῦ Οἰχαλιέως· | |
στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ | 597 |
ὑπόσχετο γὰρ καυχώμενος νικήσειν, ἂν αὐταὶ | |
Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· | 598 |
αἰ Μοῦσαι ᾄδωσιν αἱ θυγατέρες τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος· | |
αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν | 599 |
αἱ δὲ Μοῦσαι ὀργισθεῖσαι τυφλὸν αὐτὸν ἐποίησαν, | |
θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν· | 600 |
τὴν δὲ μουσικὴν τὴν θείαν ἀφείλοντο, καὶ τῆς κιθαρῳδίας ἐκλαθέσθαι ἐποίησαν· | |
τῶν αὖθ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ· | 601 |
τούτων δὴ ἦρχεν ὁ πολεμικὸς Νέστωρ ὁ ἀπὸ τῆς Γερήνης· | |
τῷ δ' ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 602 |
τούτου δὲ νῆες βαθεῖαι ἐνενήκοντα ἐπορεύοντο. | |
οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ | 603 |
οἳ δὲ ᾤκουν τὴν Ἀρκαδίαν, ὑπὸ τὸ ὑψηλὸν ὄρος τὴν Κυλλήνην | |
Αἰπύτιον παρὰ τύμβον ἵν' ἀνέρες ἀγχιμαχηταί, | 604 |
κατὰ τὸν τάφρον τοῦ Αἰπύτου, ἔνθα εἰσὶν ἄνδρες πολεμισταί, | |
οἳ Φενεόν τ' ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον | 605 |
καὶ οἳ τὸν Φενεὸν ἐκαρποῦντο, καὶ τὸν Ὀρχομενὸν τὸν πολυθρέμμονα, | |
Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην | 606 |
καὶ τὴν Ῥίπην, καὶ τὴν Στρατίαν, καὶ τὴν ὑψηλήν, καὶ ὑπὸ τῶν ἀέρων καταπνεομένην Ἐνίσπην, | |
καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν | 607 |
καὶ οἳ τὴν Τεγέην ᾤκουν, καὶ τὴν ἐρασμίαν Μαντίνειαν, | |
Στύμφηλόν τ' εἶχον καὶ Παρρασίην ἐνέμοντο, | 608 |
καὶ οἳ τὸν Στύμφηλον ᾤκουν, καὶ τὴν Παρρασίαν ἐκαρποῦντο· | |
τῶν ἦρχ' Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ | 609 |
τούτων ἦρχεν ὁ παῖς τοῦ Ἀγκαίου Ἀγαπήνωρ ὁ βασιλεὺς | |
ἑξήκοντα νεῶν· πολέες δ' ἐν νηὶ ἑκάστῃ | 610 |
ἑξήκοντα νεῶν· πολλοὶ δὲ ἐν ἑκάστη νηὶ | |
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. | 611 |
ἄνδρες Ἀρκάδες ἐπέβαινον πολεμεῖν εἰδότες. | |
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων | 612 |
αὐτὸς γὰρ ὁ βασιλεὺς τῶν ἀνδρῶν ὁ Ἀγαμέμνων, ὁ υἱὸς τοῦ Ἀτρέως, ἔδωκεν αὐτοῖς | |
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον | 613 |
νῆας εὐκαθέδρους, ὥστε πλέειν κατὰ τὸν πόντον τὸν οἰνοειδῆ καὶ ἀμαιρόν, | |
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. | 614 |
ἐπειδὴ αὐτοῖς οὐκ ἦσαν διὰ φροντίδος τὰ κατὰ θάλασσαν ἔργα. | |
οἳ δ' ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον | 615 |
οἳ δὲ τὸ Βουπράσιον, καὶ τὴν Ἦλιν ᾤκουν τὴν ἔνδοξον, | |
ὅσσον ἐφ' Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα | 616 |
καὶ ὅσον ἡ Ὑρμίνη, καὶ ἡ Μύρσινος ἡ ἐν ἐσχατιᾷ κειμένη, | |
πέτρη τ' Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, | 617 |
καὶ ἡ Πέτρη ἡ Ὠλενίη, καὶ τὸ Ἀλείσιον ἐντὸς ἐναποκλείει· | |
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ' ἀνδρὶ ἑκάστῳ | 618 |
τούτων δὴ τέσσαρες ἀρχηγοὶ ἦσαν, ἑκάστῳ δὲ ἀνδρὶ δέκα | |
νῆες ἕποντο θοαί, πολέες δ' ἔμβαινον Ἐπειοί. | 619 |
νῆες ταχεῖαι εἵποντο, πολλοὶ δ’ ἐν αὐταῖς ἦσαν Ἐπειοί· | |
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην | 620 |
τούτων μὲν δὴ ὁ Ἀμφίμαχος, καὶ ὁ Θάλπιος ἡγεμόνευον, | |
υἷες ὃ μὲν Κτεάτου, ὃ δ' ἄρ' Εὐρύτου, Ἀκτορίωνε· | 621 |
υἱοί, ὁ μὲν Κτεάτου, ὁ δὲ Εὐρύτου τοῦ υἱοῦ τοῦ Ἄκτορος· | |
τῶν δ' Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης· | 622 |
τούτων δὲ ἦρχεν ὁ ἰσχυρὸς Διώρης, ὁ υἱὸς τοῦ Ἀμαρυγκέως· | |
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς | 623 |
τῶν δὲ τεσσάρων ἦρχεν ὁ Πολύξεινος ὁ κατὰ τὸ εἶδος ὅμοιος τοῖς θεοῖς, | |
υἱὸς Ἀγασθένεος Αὐγηιάδαο ἄνακτος. | 624 |
ὁ υἱὸς τοῦ Ἀγασθένους, τοῦ υἱοῦ τοῦ Αὐγείου τοῦ βασιλέως. | |
οἳ δ' ἐκ Δουλιχίοιο Ἐχινάων θ' ἱεράων | 625 |
οἳ δὲ ἦσαν ἐκ τοῦ Δουλιχίου, καὶ τῶν Ἐχινῶν τῶν ἱερῶν | |
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, | 626 |
νήσων, οἳ κατοικοῦσι πέραν τῆς θαλάσσης ἀπαντικρὺ τῆς Ἤλιδος· | |
τῶν αὖθ' ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηι | 627 |
τούτων δὴ ἦρχεν ὁ Μέγης ὁ ἰσοστάσιος τῷ Ἄρει, | |
Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, | 628 |
ὁ υἱὸς τοῦ Φυλέως, ὃν ἐγέννησεν ὁ Φυλεὺς ὁ πολεμικὸς ὁ φίλος τοῦ Διὸς, | |
ὅς ποτε Δουλίχιον δ' ἀπενάσσατο πατρὶ χολωθείς· | 629 |
ὃς πάλαι εἰς τὸ Δουλίχιον ἀπῳκίσθη ὀργιζόμενος τῷ ἑαυτοῦ πατρί. | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 630 |
σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | |
αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, | 631 |
ὁ Ὀδυσσεὺς δὲ τοὺς Κεφαλῆνας, τοὺς μεγαλοψύχους, | |
οἵ ῥ' Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον | 632 |
οἳ δὴ τὴν Ἰθάκην ᾤκουν, καὶ τὸ ὄρος τὸ Νήριτον τὸ σύνδενδρον καὶ κινησίφυλλον, | |
καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, | 633 |
καὶ οἳ τὰ Κροκύλεια ἐκαρποῦντο, καὶ τὴν τραχεῖαν Αἰγίλιπα, | |
οἵ τε Ζάκυνθον ἔχον ἠδ' οἳ Σάμον ἀμφενέμοντο, | 634 |
καὶ οἳ τὴν Ζάκυνθον ᾤκουν, καὶ οἳ τὴν Σάμον ἐκαρποῦντο, | |
οἵ τ' ἤπειρον ἔχον ἠδ' ἀντιπέραι' ἐνέμοντο· | 635 |
καὶ οἳ τὴν Ἤπειρον ᾤκουν, καὶ οἳ πέραν ἐκαρποῦντο οἰκοῦντες· | |
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· | 636 |
τούτων μὲν ὁ Ὀδυσσεὺς ἦρχεν, ὁ ἰσοστάσιος τῷ Διὶ κατὰ τὴν βουλὴν· | |
τῷ δ' ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. | 637 |
τούτῳ δ’ εἵποντο νῆες δώδεκα τὰ ἑκατέρωθεν τῆς πρύμνης καὶ πρώρας βεβαμμένα ἔχουσαι μίλτῳ. | |
Αἰτωλῶν δ' ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, | 638 |
τῶν δὲ Αἰτωλῶν ἡγεμόνευεν ὁ Θόας, ὁ υἱὸς τοῦ Ἀνδραίμονος. | |
οἳ Πλευρῶν' ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην | 639 |
οἳ τὴν Πλευρῶνα ἐκαρποῦντο, καὶ τὴν Ὤλενον, καὶ τὴν Πυλήνην, | |
Χαλκίδα τ' ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· | 640 |
καὶ τὴν Χαλκίδα τὴν παραθαλάσσιον, καὶ τὴν Καλυδῶνα τὴν τραχεῖαν τε καὶ λιθώδη· | |
οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, | 641 |
οὐκέτι γὰρ ἦσαν υἱοὶ τοῦ μεγαλοψύχου Οἰνέως, | |
οὐδ' ἄρ' ἔτ' αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος· | 642 |
οὐδ’ ἔτι δὴ αὐτὸς ἦν, ἀπέθανε δὲ Μελέαγρος ὁ ξανθός· | |
τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι· | 643 |
τούτῳ δὲ προσετέτακτο πάντη βασιλεύειν τῶν Αἰτωλῶν· | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 644 |
σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαινα ἐπορεύοντο· | |
Κρητῶν δ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, | 645 |
τῶν δὲ Κρητῶν ἦρχεν Ἰδομενεὺς ὁ κατὰ τὴν μάχην ἔνδοξος. | |
οἳ Κνωσόν τ' εἶχον Γόρτυνά τε τειχιόεσσαν, | 646 |
οἳ τήν τε Κνωσσὸν ᾤκουν, καὶ τὴν Γόρτυναν τὴν καλὰ τείχη ἔχουσαν, | |
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον | 647 |
καὶ τὴν Λύκτον, καὶ τὴν Μίλητον, καὶ τὸν Λύκαστον τὸν λευκόγειον, | |
Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας, | 648 |
καὶ τὴν Φαιστὸν, καὶ τὸ Ῥύτιον, πόλεις καλῶς οἰκουμένας. | |
ἄλλοι θ' οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο. | 649 |
καὶ οἱ ἄλλοι, οἳ τὴν Κρήτην ἐκαρποῦντο τὴν ἑκατὸν πόλεις ἔχουσαν· | |
τῶν μὲν ἄρ' Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε | 650 |
τούτων μὲν δὴ ἦρχεν Ἰδομενεὺς ὁ κατὰ τὴν μάχην ἔνδοξος, | |
Μηριόνης τ' ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ· | 651 |
καὶ ὁ Μηριόνης ὁ ἰσοστάσιος τῷ Ἄρει τῷ τοὺς ἄνδρας φονεύοντι. | |
τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. | 652 |
τούτοις δὲ εἵποντο νῆες μέλαιναι ὀγδοήκοντα. | |
Τληπόλεμος δ' Ἡρακλεΐδης ἠΰς τε μέγας τε | 653 |
ὁ Τληπόλεμος δὲ ὁ τοῦ Ἡρακλέους υἱός, ὁ ἰσχυρός τε καὶ μέγας, | |
ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων, | 654 |
ἐννέα νῆας ἦγεν ἐκ τῆς Ῥόδου τῶν ὑπερηφάνων Ῥοδίων, | |
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες | 655 |
οἳ τὴν Ῥόδον ἐκαρποῦντο εἰς τρεῖς μοίρας διατεταγμένοι, λέγω | |
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. | 656 |
εἴς τε τὴν Λίνδον, καὶ Ἰήλυσον, καὶ τὸν λευκόγειον Κάμιρον· | |
τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν, | 657 |
τούτων μὲν ἦρχεν ὁ Τληπόλεμος ὁ κατὰ τὴν μάχην ἔνδοξος, | |
ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ, | 658 |
ὃν ἔτεκεν ἡ Ἀστυόχεια τῇ ἰσχύι τοῦ Ἡρακλέους, (ἤγουν τῷ Ἡρακλεῖ περιφραστικῶς), | |
τὴν ἄγετ' ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος | 659 |
ἣν ἔγημεν ἐκ τῆς Ἐφύρης ἀπὸ Σελλήεντος τοῦ ποταμοῦ, | |
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. | 660 |
πορθήσας πόλεις πολλὰς νέων ἐν βασιλείᾳ τεθραμμένων. | |
Τληπόλεμος δ' ἐπεὶ οὖν τράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ, | 661 |
ὁ Τληπόλεμος δὲ μετὰ τὸ ἀνατραφῆναι ἐν τῷ οἴκῳ τῷ καλῶς κατεσκευασμένῳ, | |
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα | 662 |
εὐθὺς τὸν πρὸς μητρὸς θεῖον τοῦ ἑαυτοῦ πατρὸς ἐφόνευσε | |
ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος· | 663 |
τὸν Λικύμνιον τὸν τοῦ Ἄρεος κλάδον γέροντα ἤδη. | |
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ' ὅ γε λαὸν ἀγείρας | 664 |
ταχέως δὲ νῆας κατασκευασάμενος, καὶ πολὺν οὗτος λαὸν ἀθροίσας | |
βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι | 665 |
ᾤχετο φεύγων διὰ θαλάσσης· ὠργίσθησαν γὰρ αὐτῷ οἱ ἄλλοι | |
υἱέες υἱωνοί τε βίης Ἡρακληείης. | 666 |
υἱοί, καὶ υἱοὶ τῶν υἱῶν τῆς ἰσχύος τοῦ Ἡρακλέους. | |
αὐτὰρ ὅ γ' ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων· | 667 |
ὁ δὲ παρεγένετο εἰς τὴν Ῥόδον πλανώμενος, καὶ θλίψεις ὑφιστάμενος· | |
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν | 668 |
εἰς τρία δὲ μέρη ᾤκησαν κατὰ φυλάς, καὶ ἐφιλήθησαν | |
ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει, | 669 |
παρὰ τού Διός, ὃς θεῶν τε καὶ ἀνθρώπων ἄρχει, | |
καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων. | 670 |
καὶ κατέχεεν αὐτοῖς ὁ υἱὸς τοῦ Κρόνου πλοῦτον πολύν τε καὶ θεῖον. | |
Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας | 671 |
ὁ Νιρεὺς δὲ ἦγεν ἀπὸ τῆς Αἰσύμης νῆας τρεῖς ἰσοτοίχους, | |
Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος | 672 |
ὁ Νιρεὺς ὁ υἱὸς τῆς Ἀγλαΐας, καὶ τοῦ Χαρόπου τοῦ βασιλέως, | |
Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε | 673 |
ὁ Νιρεὺς, ὃς ὡραιότατος πάντων ἀνὴρ ἀφίκετο πρὸς τὸ Ἴλιον | |
τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλεΐωνα· | 674 |
τῶν ἄλλων Ἑλλήνων, μετὰ τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως, | |
ἀλλ' ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός. | 675 |
ἀλλ’ ἀσθενὴς τῇ δυνάμει ἦν, ὀλίγος δὲ λαὸς ἠκολούθει αὐτῷ. | |
οἳ δ' ἄρα Νίσυρόν τ' εἶχον Κράπαθόν τε Κάσον τε | 676 |
οἳ δὲ τὴν Νίσυρον ᾤκουν, καὶ τὴν Κάρπαθον, καὶ τὴν Βάσον, | |
καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας, | 677 |
καὶ τὴν Κῶν, τὴν πόλιν τοῦ Εὐρυπύλου, καὶ τὰς νήσους τὰς Σποράδας· | |
τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην | 678 |
τούτων δὴ Φείδιππος καὶ Ἄντιφος ἦρχον, | |
Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος· | 679 |
οἱ δύο υἱοὶ τοῦ Θεσσαλοῦ τοῦ υἱοῦ τοῦ Ἡρακλέους τοῦ βασιλέως· | |
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 680 |
τούτων δὲ τριάκοντα νῆες βαθεῖαι ἐπορεύοντο. | |
νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, | 681 |
Νῦν δὴ τούτους, ὅσοι τὸ Ἄργος τὸ Πελασγικὸν ᾤκουν, | |
οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο, | 682 |
καὶ οἳ τὴν Ἄλον, καὶ οἳ τὴν Ἀλόπην, καὶ οἳ τὴν Τραχῖνα ἐκαρποῦντο, | |
οἵ τ' εἶχον Φθίην ἠδ' Ἑλλάδα καλλιγύναικα, | 683 |
καὶ οἳ ᾤκουν τὴν Φθίαν, καὶ τὴν Ἑλλάδα τὴν ἔχουσαν γυναῖκας ὡραίας, | |
Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, | 684 |
Μυρμιδόνες, καὶ Ἕλληνες, καὶ Ἀχαιοὶ καλούμενοι· | |
τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς. | 685 |
τούτων δὴ πεντήκοντα νεῶν ἦν ἀρχηγὸς ὁ Ἀχιλλεύς. | |
ἀλλ' οἵ γ' οὐ πολέμοιο δυσηχέος ἐμνώοντο· | 686 |
Ἀλλ’ οὗτοι γε οὐκ ἐμέμνηντο τοῦ πολέμου τοῦ κακὸν ἦχον ἐπιφέροντος· | |
οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· | 687 |
οὐκ ἦν γὰρ, ὅστις αὐτοῖς πρὸς παράταξιν ἡγεμὼν ἔμελλε γίνεσθαι· | |
κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς | 688 |
ὁ γὰρ Ἀχιλλεὺς ὁ ἔνδοξος, ὁ ταχὺς περὶ τὸν δρόμον ἔμενε παρὰ ταῖς ναυσίν, | |
κούρης χωόμενος Βρισηίδος ἠϋκόμοιο, | 689 |
ὀργιζόμενος ἕνεκα τῆς κόρης τῆς θυγατρὸς τοῦ Βρισέως τῆς καλλικόμου, | |
τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας | 690 |
ἣν ἔλαβεν ἀπὸ Λυρνησσοῦ πολλὰ κακοπαθήσας, | |
Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, | 691 |
τήν τε Λύρνησσον ἐκπορθήσας, καὶ τὰ τείχη τῆς Θήβης, ἤγουν τὴν Θήβην αὐτήν· | |
κὰδ δὲ Μύνητ' ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, | 692 |
καθεῖλε δὲ ἀποκτείνας τόν τε Μύνητα, καὶ τὸν Ἐπίστροφον | |
υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· | 693 |
τοὺς πολεμικοὺς υἱοὺς τοῦ Εὐηνοῦ, τοῦ υἱοῦ τοῦ Σεληπιοῦ τοῦ βασιλέως· | |
τῆς ὅ γε κεῖτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλεν. | 694 |
ταύτης ἕνεκα οὗτος ἐκάθητο λιπούμενος, ταχέως δὲ ἔμελλεν ἀναστήσεσθαι πρὸς πόλεμον. | |
οἳ δ' εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα | 695 |
οἳ δὲ ᾤκουν τὴν Φυλάκην, καὶ τὸν Πύρασον τὸν ἄνθη πολλὰ ἔχοντα, | |
Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, | 696 |
ὁ τῇ Δήμητρι ἀνατεθειμένος τόπος, καὶ τὴν Ἴτωνα τὴν τροφὸν τῶν προβάτων, | |
ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, | 697 |
καὶ τὸν παραθαλάσσιον Ἀντρῶνα, καὶ τὸν Πτελεὸν τὸν πολλὴν καὶ βαθεῖαν πόην ἔχοντα· | |
τῶν αὖ Πρωτεσίλαος ἀρήιος ἡγεμόνευε | 698 |
τούτων δὴ Πρωτεσίλαος ὁ πολεμικὸς ἦρχεν | |
ζωὸς ἐών· τότε δ' ἤδη ἔχεν κάτα γαῖα μέλαινα. | 699 |
ἔτι ζῶν. τότε δὲ ἤδη αὐτὸν κατεῖχεν ἡ σκοτεινὴ γῆ ἀποθανόντα· | |
τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο | 700 |
τούτου δὲ ἡ γυνὴ καταλέλειπται ἐν τῇ Φυλάκῃ ἀμφοτέρωθεν κατεξεσμένη, καὶ περιεσπαρμένη τὸ πρόσωπον, | |
καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ | 701 |
καὶ ὁ οἶκος ἐξ ἡμισείας ᾠκοδομημένος· αὐτὸν δὲ ἀπέκτεινεν ἀνὴρ Δάρδανος, | |
νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν. | 702 |
πρὸ πάντων τῶν ἄλλων Ἑλλήνων ἐκπηδήσαντα ἀπὸ τῆς νεώς. | |
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· | 703 |
οὔ μεν οὖν οὐδ’ οὗτοι ἄνευ ἄρχοντος ἦσαν, ἐπόθουν μέντοι τὸν ἀρχηγόν, | |
ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος | 704 |
ἀλλὰ διέταττεν αὐτοὺς ὁ Ποδάρκης, ὁ τοῦ Ἄρεος κλάδος, | |
Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο | 705 |
ὁ υἱὸς τοῦ Ἰφίκλου τοῦ πολλὰ πρόβατα ἔχοντος, τοῦ υἱοῦ τοῦ Φύλακος, | |
αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου | 706 |
αὐταδελφὸς ὢν τοῦ μεγαλοψύχου Πρωτεσιλάου, νεώτερος τῷ χρόνῳ· | |
ὁπλότερος γενεῇ· ὁ δ' ἅμα πρότερος καὶ ἀρείων | 707 |
ἐκεῖνος δ’ ἄρα ἦν καὶ προγενέστερος καὶ κρείσσων, | |
ἥρως Πρωτεσίλαος ἀρήιος· οὐδέ τι λαοὶ | 708 |
ὁ Πρωτεσίλαος ὁ ἥρως ὁ πολεμικός· οὔτι δὲ οἱ λαοὶ | |
δεύονθ' ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα· | 709 |
ἐδέοντο ἄρχοντος, ἐπόθουν μέντοι τὸν Πρωτεσίλαον ἀγαθὸν ὄντα. | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 710 |
σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | |
οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην | 711 |
οἳ δὲ ἐκαρποῦντο τὰς Φέρας παρὰ τὴν λίμνην τῆς Βοίβης, | |
Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν, | 712 |
καὶ τὴν Βοίβην, καὶ τὰς Γλαφυρὰς, καὶ τὴν καλῶς ἐκτισμένην Ἰαωλκόν· | |
τῶν ἦρχ' Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν | 713 |
τούτων ἡγεμόνευεν ὁ ἀγαπητὸς υἱὸς τοῦ Ἀδμήτου, νεῶν ἕνδεκα, | |
Εὔμηλος, τὸν ὑπ' Ἀδμήτῳ τέκε δῖα γυναικῶν | 714 |
ὁ Εὔμηλος, ὃν εὐνηθεῖσα τῷ Ἀδμήτῳ ἐτέκεν ἡ ἔνδοξος τῶν γυναικῶν | |
Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη. | 715 |
Ἄλκηστες, ἡ κατὰ τὴν μορφὴν ἀρίστη ἀπὸ πασῶν τῶν θυγατρῶν τοῦ Πελίου. | |
οἳ δ' ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο | 716 |
οἳ δὲ ἐκαρποῦντο τὴν Μεθώνην, καὶ τὴν Θαυμακίαν, | |
καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν, | 717 |
καὶ οἳ τὴν Μελίβοιαν ᾤκουν, καὶ τὴν σκληρὰν, καὶ λιθώδη Ὀλιζῶνα· | |
τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς | 718 |
τούτων Φιλοκτήτης ἡγεμόνευεν, ὁ τὴν τοξικὴν καλῶς ἐπιστάμενος, | |
ἑπτὰ νεῶν· ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα | 719 |
νεῶν ἑπτά· πεντήκοντα δὲ ἐν ἑκάστῃ νηὶ | |
ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι. | 720 |
κοπηλάται ἐπιβεβηκότες ἦσαν, πάντες καλῶς ἐπιστάμενοι μάχεσθαι καρτερῶς διὰ τόξων. | |
ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρ' ἄλγεα πάσχων | 721 |
ἀλλ’ ὁ μὲν Φιλοκτήτης μεγάλας ὀδύνας ὑφιστάμενος ἔκειτο ἐν τῇ νήσῳ, | |
Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν | 722 |
ἐν τῇ Λήμνῳ λέγω τῇ ἄγαν θείᾳ, ὅπου κατέλιπον αὐτὸν οἱ υἱοὶ τῶν Ἑλλήνων, | |
ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· | 723 |
περιπαθῶς ὀδυνόμενον ἐκ τραύματος κακοῦ, ἐπιβούλου, καὶ βλαβεροῦ ὕδρου· | |
ἔνθ' ὅ γε κεῖτ' ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον | 724 |
ἐκεῖ μὲν οὗτος ἔκειτο πάσχων· ταχέως δὲ οἱ Ἕλληνες εἰς μνήμην ἐλεύσεσθαι ἔμελλον | |
Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος. | 725 |
παρὰ ταῖς ναυσὶ Φιλοκτήτου τοῦ βασιλέως. | |
οὐδὲ μὲν οὐδ' οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν· | 726 |
οὔτι μὲν οὐδ’ οὗτοι ἄνευ ἀρχηγοῦ ἦσαν, ἐπόθουν μέντοι τὸν πρότερον ἀρχηγὸν· | |
ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός, | 727 |
ἀλλὰ Μέδων ἄρχων διέταττεν αὐτούς, υἱὸς νόθος τοῦ Ὀϊλέος, | |
τόν ῥ' ἔτεκεν Ῥήνη ὑπ' Ὀϊλῆι πτολιπόρθῳ. | 728 |
ὃν δὴ ἔτεκε Ῥήνη εὐνηθεῖσα τῷ Ὀϊλεῖ τῷ πορθοῦντι τὰς πόλεις. | |
οἳ δ' εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν, | 729 |
οἳ δὲ ᾤκουν τὴν Τρίκκην, καὶ τὴν Ἰθώμην τὴν κρημνώδη καὶ δύσβατον, | |
οἵ τ' ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, | 730 |
καὶ οἳ ᾤκουν τὴν Οἰχαλίαν, τὴν πόλιν τοῦ Εὐρύτου τοῦ ἀπὸ τῆς Οἰχαλίας· | |
τῶν αὖθ' ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε | 731 |
τούτων δὴ ἦρχον οἱ δύο ὑιοὶ τοῦ Ἀσκληπιοῦ, | |
ἰητῆρ' ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων· | 732 |
ἰατροὶ ἀγαθοὶ, Ποδαλείριος καὶ Μαχάων· | |
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο. | 733 |
τούτων δὲ τριάκοντα νῆες βαθεῖαι ἐπορεύοντο. | |
οἳ δ' ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, | 734 |
οἳ δὲ ᾤκουν τὸ Ὀρμένιον, καὶ οἳ τὴν Κρήνην τὴν Ὑπέρειαν, | |
οἵ τ' ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, | 735 |
καὶ οἳ ᾤκουν τὸ Ἀστέριον, καὶ τῆς Τιτάνου τὰς λευκὰς ἐξοχὰς (ἤγουν τὴν Τίτανον περιφραστικῶς)· | |
τῶν ἦρχ' Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός· | 736 |
τούτων ἡγεμὼν ἦν Εὐρύπυλος ὁ τοῦ Εὐαίμονος λαμπρὸς υἱός. | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 737 |
σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο· | |
οἳ δ' Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, | 738 |
οἳ δὲ ᾤκουν τὴν Ἄργεισαν, καὶ οἳ τὴν Γυρτώνην ἐκαρποῦντο, | |
Ὄρθην Ἠλώνην τε πόλιν τ' Ὀλοοσσόνα λευκήν, | 739 |
καὶ τὴν Ὄρθην, καὶ τὴν Ἠλώνην, καὶ τὴν Ὀλοοσσόνα τὴν πόλιν τὴν λευκήν· | |
τῶν αὖθ' ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης | 740 |
τούτων δὴ ἦρχεν ὁ πολεμικὸς Πολυποίτης, | |
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς· | 741 |
ὁ υἱὸς τοῦ Πειρίθου, ὃν ἐγέννησεν ὁ ἀθάνατος Ζεὺς, | |
τόν ῥ' ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια | 742 |
ὃν δὴ εὐνηθεῖσα τῷ Πειρίθῳ ἔτεκεν ἡ ἔνδοξος Ἱπποδάμεια, | |
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας, | 743 |
κατ’ ἐκείνην τὴν ἡμέραν, ὅτε τὰ θηρία τὰ δασέως τετριχωμένα ἐτιμωρήσατο· | |
τοὺς δ' ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν· | 744 |
ταῦτα δὲ ἐκ τοῦ Πηλίου ὄρους ἐξήλασε, καὶ πρὸς τοὺς Αἴθικας μεταβῆναι ἐποίησεν· | |
οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος | 745 |
οὐ μόνος· σὺν αὐτῷ ἦν Λεοντεὺς, ὁ κλάδος τοῦ Ἄρεος, | |
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο· | 746 |
ἤτοι ὁ ἀνδρεῖος, καὶ πολεμικός, ὁ υἱὸς τοῦ μεγαλοψύχου Κορώνου τοῦ υἱοῦ τοῦ Καινέως. | |
τοῖς δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 747 |
σὺν τούτοις τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | |
Γουνεὺς δ' ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· | 748 |
ὁ Γουνεὺς δὲ ἦγεν ἐκ τῆς Κύφου νῆας δύο καὶ εἴκοσι· | |
τῷ δ' Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ | 749 |
τούτῳ δὲ εἵποντο Ἐνιῆνες, καὶ Περαιβοὶ οἱ πολεμικοί, | |
οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί' ἔθεντο, | 750 |
οἵτινες περὶ τὴν Δωδώνην τὴν ψυχροτάτην τὰς οἰκίας ἐποιήσαντο, | |
οἵ τ' ἀμφ' ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο | 751 |
καὶ οἳ περὶ τὸν Τιταρήσιον τὸν ἐπιθυμητὸν ποταμὸν τὰ ἔργα ἐκαρποῦτο, | |
ὅς ῥ' ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, | 752 |
ὃς δὴ εἰς τὸν Πηνειὸν ποταμὸν προχεῖ τὸ ἑαυτοῦ σὺν ᾥρᾳ ῥέον ὕδωρ, | |
οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, | 753 |
οὐ μέντοι μίγνυται αὐτὸ μετὰ Πηνειοῦ τοῦ τὰ λευκὰ ῥεύματα ἔχοντος, | |
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ' ἔλαιον· | 754 |
ἀλλ’ ὑπεράνω αὐτοῦ ἐπιρρεῖ, καθάπερ ἔλαιον· | |
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. | 755 |
ἀπόσταγμα γάρ ἐστι τοῦ ὕδατος τοῦ φοβεροῦ ὅρκου τῆς Στυγός. | |
Μαγνήτων δ' ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, | 756 |
τῶν Μαγνητῶν δὲ ἡγεμόνευε Πρόθοος, ὁ υἱὸς τοῦ Τενθρηδόνος. | |
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον | 757 |
οἵτινες περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον ὄρος τὸ σύνδενδρον καὶ κινησίφυλλον | |
ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, | 758 |
ᾤκουν· τούτων μὲν δὴ Πρόθοος ὁ ταχὺς ἦρχεν, | |
τῷ δ' ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. | 759 |
σὺν αὐτῷ δὲ τεσσαράκοντα νῆες μέλαιναι ἐπορεύοντο. | |
οὗτοι ἄρ' ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· | 760 |
οὗτοι δὴ στρατηγοὶ τῶν Δαναῶν καὶ ἄρχοντες ἦσαν. | |
τίς τὰρ τῶν ὄχ' ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα | 761 |
τίς δὲ δὴ αὐτῶν ἐξόχως ἄριστος ἦν, σύ μοι δήλωσον, ὦ Μοῦσα, | |
αὐτῶν ἠδ' ἵππων, οἳ ἅμ' Ἀτρεΐδῃσιν ἕποντο. | 762 |
τῶν τε ἀνδρῶν, καὶ τῶν ἵππων, οἳ σὺν τοῖς υἱοῖς τοῦ Ἀτρέως ἐπορεύοντο. | |
ἵπποι μὲν μέγ' ἄρισται ἔσαν Φηρητιάδαο, | 763 |
ἵπποι μὲν πάνυ ἄρισται ἦσαν τοῦ υἱοῦ τοῦ Φηρητίου, | |
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς | 764 |
ἃς Εὔμηλος ἐποχούμενος πρόσω χωρεῖν ἔπληττε, ταχείας, καθάπερ ὄρνιθας, | |
ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας· | 765 |
ὁμοιότριχας, ἰσοετεῖς, μολυβίδι καὶ κανόνι οἰκοδομηκῷ ἴσας κατὰ τὰ νῶτα, | |
τὰς ἐν Πηρείῃ θρέψ' ἀργυρότοξος Ἀπόλλων | 766 |
καὶ τὴν τοῦ σώματος ἀναδρομὴν, ἃς ὁ ἀργυρότοξος Ἀπόλλων ἀνέθρεψεν ἐν Πιερίᾳ τῷ ὄρει, | |
ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας. | 767 |
θήλειαν ἑκατέραν, φυγήν τε πολέμου φέρουσαν. | |
ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας | 768 |
ἀπὸ πάντων δὲ τῶν ἀνδρῶν πολὺ ἄριστος ἦν, Αἴας ὁ υἱὸς τοῦ Τελαμῶνος, | |
ὄφρ' Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν, | 769 |
ἐν ὅσῳ Ἀχιλλεύς ἐμνησικάκει· οὗτος γὰρ κατὰ πολὺ ἄριστος ἦν, | |
ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα. | 770 |
καὶ οἱ ἵπποι, οἳ ἔφερον τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως· | |
ἀλλ' ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι | 771 |
ἀλλ’ οὗτος μὲν ἐν ταῖς ναυσὶ κάθηται πόρρω που, | |
κεῖτ' ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν | 772 |
μνησικακῶν Ἀγαμέμνονι τῷ βασιλεῖ τοῦ πλήθους | |
Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης | 773 |
τῷ υἱῷ τοῦ Ἀτρέως. οἱ λαοὶ δὲ παρὰ τῷ αἰγιαλῷ τῆς θαλάσσης | |
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες | 774 |
λίθοις στρογγύλοις καὶ ἀκοντίοις εὔφραινον ἑαυτούς, ἀφιέντες καὶ ῥίπτοντες αὐτὰ δηλονότι, | |
τόξοισίν θ'· ἵπποι δὲ παρ' ἅρμασιν οἷσιν ἕκαστος | 775 |
καὶ ἔτι γε τόξοις· οἱ ἵπποι δὲ ἀυτῶν πάντες παρὰ τοῖς ἰδίοις δίφροις, | |
λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον | 776 |
λωτὸν ἐσθίοντες καὶ σέλινον τὸ ἐν τοῖς ἕλεσι φυόμενον καὶ τρεφόμενον | |
ἕστασαν· ἅρματα δ' εὖ πεπυκασμένα κεῖτο ἀνάκτων | 777 |
ἔμενον· οἱ δίφροι δὲ καλῶς κεκαλυμμένοι ἔκειντο ἐν ταῖς τῶν βασιλέων | |
ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντες | 778 |
σκηναῖς· οὗτοι δὲ ἀρχηγὸν πολέμου φίλον ποθοῦντες | |
φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο. | 779 |
ἐπορεύοντο ἐνθάδε κἀκεῖσε ἐν τῷ στρατῷ καὶ οὐκ ἐπολέμουν. | |
οἳ δ' ἄρ' ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο· | 780 |
οὗτοι δὲ ἐπορεύοντο, ὥσπερ εἰ πῦρ πᾶσαν τὴν γῆν ἐνέμετο, | |
γαῖα δ' ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ | 781 |
ἡ γῆ δὲ ὑποκάτωθεν ἔστενε καὶ ὑπήχει, ὥσπερ τοῦ Διὸς | |
χωομένῳ ὅτε τ' ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ | 782 |
τοῦ τοὺς ἐναντίους κεραυνῷ τρέποντος βαρέως ὀργιζομένου, ὅταν περὶ τὸν Τυφωέα πατάξῃ καὶ μαστίξῃ τὴν γῆν | |
εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς· | 783 |
ἐν Ἀρίμοις τῷ ὄρει, ὅπου φασὶν εἶναι τὴν κοίτην καὶ μονὴν τοῦ Τυφωέως. | |
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα | 784 |
οὕτω δὴ ὑπὸ τοῖς ποσὶν αὐτῶν μεγάλως ἔστενε καὶ ὑπήχει ἡ γῆ | |
ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο. | 785 |
πορευομένων, λίαν δὲ ταχέως διήρχοντο τὴν πεδιάδα. | |
Τρωσὶν δ' ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις | 786 |
πρὸς δὲ τοὺς Τρῶας ἄγγελος ἀφίκετο ἡ ταχύπους καὶ ὠκύπους Ἴρις | |
πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· | 787 |
ἀπὸ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος, σὺν ἀγγελίᾳ λυπηρᾷ καὶ δεινῇ. | |
οἳ δ' ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι | 788 |
οὗτοι δὲ δημηγοροῦντες ἐκάθηντο περὶ τὰς θύρας τοῦ Πριάμου | |
πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες· | 789 |
πάντες συνηθροισμένοι, καὶ νέοι καὶ γέροντες. | |
ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· | 790 |
πλησίον δὲ στᾶσα εἶπε πρὸς αὐτοὺς ἡ κατὰ τοὺς πόδας ταχεῖα Ἴρις, | |
εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, | 791 |
ὡμοιώθη δὲ κατὰ τῆν φωνὴν Πολίτῃ τῷ υἱῷ τοῦ Πριάμου, | |
ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς | 792 |
ὅς κατάσκοπος τῶν Τρῴων ἐκάθητο, ταχύτητι ποδῶν τεθαρρηκὼς, | |
τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος, | 793 |
ἐπὶ τῇ κορυφῇ τοῦ τάφου Αἰσυήτου τοῦ γέροντος, | |
δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· | 794 |
ἐκδεχόμενος, πότε ὁρμήσειαν ἀπὸ τῶν νεῶν οἱ Ἕλληνες. | |
τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· | 795 |
τούτῳ ἑαυτὴν ὁμοιώσασα, παρρησίᾳ εἶπεν ἡ ταχύπους Ἴρις. | |
ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, | 796 |
ὦ γέρον Πρίαμε, ἀεί σοι οἱ μακροὶ καὶ ἐκτεταμένοι λόγοι προσφιλεῖς εἰσι, | |
ὥς ποτ' ἐπ' εἰρήνης· πόλεμος δ' ἀλίαστος ὄρωρεν. | 797 |
καθάπερ ἐν τῷ τῆς εἰρήνης καιρῷ· πόλεμος δὲ ἄφυκτος καὶ ἀμετάτρεπτος ἐγήγερται. | |
ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, | 798 |
ὄντως δὴ πάνυ πολλάκις παρεγενόμην εἰς μάχας ἀνδρῶν, | |
ἀλλ' οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· | 799 |
ἀλλ’ οὐδεπώποτε τοιοῦτον καὶ τοσοῦτον λαὸν ἑώρακα· | |
λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν | 800 |
πάνυ γὰρ ὅμοιοι φύλλοις δένδρων, ἢ ἄμμῳ θαλάσσης, | |
ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ. | 801 |
πορεύονται διὰ τῆς πεδιάδος πολεμήσοντες κατὰ τὴν πόλιν. | |
Ἕκτορ σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι· | 802 |
ὦ Ἕκτορ, σοὶ μάλιστα πάντων παρακελεύομαι οὑτωσὶ ποιῆσαι. | |
πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, | 803 |
πολλοὶ δή που εἰσὶ βοηθοὶ ἐν τῇ μεγάλῃ πόλει τοῦ Πριάμου, | |
ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· | 804 |
ἄλλη δὲ ἄλλων ὁμιλία ἐστὶν ἀνθρώπων τῶν ἐπὶ πολλὰ μέρη τῆς γῆς ἐσπαρμένων· | |
τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, | 805 |
τούτοις τοίνυν ἕκαστος ἀνὴρ ἐπιταττέτω, ὧν ἄρχων ἐστί, | |
τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας. | 806 |
τούτων ἡγεμὼν ἔστω διαταξάμενος τοὺς ἰδίους πολίτας. | |
ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, | 807 |
οὕτως εἶπεν. ὁ Ἕκτωρ δὲ οὐδαμῶς τὸν τῆς θεᾶς λόγον ἠγνόησε· | |
αἶψα δ' ἔλυσ' ἀγορήν· ἐπὶ τεύχεα δ' ἐσσεύοντο· | 808 |
τάχιστα δὲ διέλυσε τὸ συνηθροισμένον πλῆθος, ἐπὶ τὰ ὅπλα δὲ πάντες ὥρμησαν πορεύεσθαι. | |
πᾶσαι δ' ὠΐγνυντο πύλαι, ἐκ δ' ἔσσυτο λαὸς | 809 |
πᾶσαι δὲ αἱ τῆς πόλεως πύλαι ἠνοίγοντο, ἐξώρμητο δὲ ὁ λαός, | |
πεζοί θ' ἱππῆές τε· πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. | 810 |
ἱππεῖς τε ἅμα καὶ πεζοὶ, πολὺς δὲ θόρυβος καὶ κτύπος ἠγέρθη. | |
ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη | 811 |
ἔστι δέ τι ἐπανάστημα γῆς βουνοειδὲς ὑψηλὸν ἔμπροσθεν τῆς πόλεως, | |
ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, | 812 |
ἐν τῇ πεδιάδι πόρρωθι ὅν στρογγύλον πανταχόθεν, καὶ περιφερὲς, | |
τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, | 813 |
ὅπερ οἱ μὲν ἄνθρωποι κολώνην Βατίειαν ὀνομάζουσιν, | |
ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης· | 814 |
οἱ θεοὶ δὲ μνῆμα τῆς πολυκινήτου Μιρρίνης. | |
ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδ' ἐπίκουροι. | 815 |
ἐκεῖ δὴ τότε οἱ Τρῷες τε καὶ οἱ βοηθοὶ αὐτῶν διεκρίθησαν μερισθέντες εἰς τάξεις. | |
Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ | 816 |
τῶν μὲν οὗν Τρῷων ἡγεμὼν ἦν Ἕκτωρ ὁ μέγας, ὁ ταχέως κινῶν τὴν κόρυν, | |
Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι | 817 |
ὁ υἱὸς τοῦ Πριάμου· σὺν αὐτῷ δὲ πάνυ πολλοὶ καὶ ἄριστοι | |
λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι. | 818 |
λαοὶ καθωπλίζοντο δόρασι προθυμούμενοι μάχεσθαι. | |
Δαρδανίων αὖτ' ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο | 819 |
τῶν Δαρδανίων δὲ ἦρχεν Αἰνείας ὁ χρηστὸς παῖς τοῦ Ἀγχίσου, | |
Αἰνείας, τὸν ὑπ' Ἀγχίσῃ τέκε δῖ' Ἀφροδίτη | 820 |
ὃν ἔτεκεν ἡ ἔνδοξος Ἀφροδίτη ὑπὸ πατρὶ τῷ Ἀγχίσῃ | |
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα, | 821 |
ἐν ταῖς προβάσεσι τῆς Ἴδης τοῦ ὄρους, θεὰ εἰς συνουσίαν ἐλθοῦσα ἀνθρώπῳ· | |
οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε | 822 |
οὐ μόνος· σὺν αὐτῷ ἦρχον καὶ οἱ δύο υἱοὶ τοῦ Ἀντήνορος, | |
Ἀρχέλοχός τ' Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. | 823 |
ὁ Ἀρχέλοχος καὶ ὁ Ἀκάμας ἐπιστήμονες πολέμου παντός. | |
οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης | 824 |
οἳ δὲ ᾤκουν τὴν Ζέλειαν ὑπὸ τὴν ἐσχάτην ὑπώρειαν τῆς Ἴδης τοῦ ὄρους, | |
ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο | 825 |
Τρῷες πλούσιοι πίνοντες τὸ μέλαν ὕδωρ τοῦ Αἰσήπου ποταμοῦ· | |
Τρῶες, τῶν αὖτ' ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς | 826 |
τούτων δὴ ἦρχεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος | |
Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. | 827 |
Πάνδαρος, ὃν τὴν τοξικὴν Ἀπόλλων αὐτὸς ἐδίδαξεν. | |
οἳ δ' Ἀδρήστειάν τ' εἶχον καὶ δῆμον Ἀπαισοῦ | 828 |
οἳ δὲ ᾤκουν τὴν Ἀδράστειαν καὶ τὸν δῆμον τοῦ Ἀπαισοῦ, | |
καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, | 829 |
καὶ οἳ τὴν Πιτύειαν ᾤκουν, καὶ τὸ ὄρος τὸ ὑψηλὸν τῆς Τηρείας· | |
τῶν ἦρχ' Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ | 830 |
τούτων ἄρχων ἦν ὁ Ἄδραστος, καὶ ὁ Ἄμφιος ὁ λινῷ θώρακι χρώμενος, | |
υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων | 831 |
οἱ δύο υἱοὶ τοῦ Μέροπος τοῦ ἀπὸ Περκώσου, ὃς μάλιστα πάντων | |
ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε | 832 |
ᾔδει τὴν μαντικὴν ἐπιστήμην, οὐ δὲ τοὺς ἑαυτοῦ υἱοὺς εἴα | |
στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι | 833 |
πορεύεσθαι ἐπὶ τὸν πόλεμον τὸν τοὺς ἄνδρας φθείροντα, οἱ δὲ αὐτῷ οὐκ ἐπείσθησαν· | |
πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. | 834 |
ὁ γὰρ εἱμαρμένος αὐτοῖς μέλας θάνατος ἐπῆγεν αὐτούς. | |
οἳ δ' ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο | 835 |
οἳ δὲ τὴν Περκώτην καὶ Πράκτιον ἐκαρποῦντο, | |
καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, | 836 |
καὶ οἳ τὴν Σηστὸν, καὶ τὴν Ἄβυδον ᾤκουν, καὶ τὴν ἔνδοξον Ἀρίσβην· | |
τῶν αὖθ' Ὑρτακίδης ἦρχ' Ἄσιος ὄρχαμος ἀνδρῶν, | 837 |
τούτων δὴ ἡγεμόνευεν Ἄσιος ὁ υἱὸς τοῦ Ὑρτάκου, ὁ βασιλεὺς τῶν ἀνδρῶν, | |
Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι | 838 |
Ἄσιος λέγω ὁ υἱὸς τοῦ Ὑρτάκου, ὃν ἀπὸ τῆς Ἀρίσβης ἐκόμισαν | |
αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. | 839 |
ἵπποι πυροὶ, καὶ μεγάλοι, ἀπὸ τοῦ ποταμοῦ τοῦ Σελλήεντος. | |
Ἱππόθοος δ' ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων | 840 |
ὁ Ἱππόθοος δὲ ἦγε τὰ γένη τῶν Πελασγῶν τῶν πολεμικῶν, | |
τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον· | 841 |
τούτων οἳ τὴν Λάρισσαν τὴν μεγαλόβωλον καὶ εὔγειον ᾤκουν· | |
τῶν ἦρχ' Ἱππόθοός τε Πύλαιός τ' ὄζος Ἄρηος, | 842 |
τούτων ἦρχεν ὁ Ἱππόθοος καὶ ὁ Πύλαιος ὁ κλάδος τοῦ Ἄρεος, | |
υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. | 843 |
οἱ δύο υἱοὶ τοῦ Λίθου τοῦ Πελασγοῦ τοῦ υἱοῦ τοῦ Τευτάμου. | |
αὐτὰρ Θρήϊκας ἦγ' Ἀκάμας καὶ Πείροος ἥρως | 844 |
ὁ Ἀκάμας δὲ ἦγε τοὺς Θρᾷκας, καὶ Πείροος ὁ ἥρως | |
ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. | 845 |
ὁπόσους Ἑλλήσποντος ὁ ἄγαν ῥοώδης ἐναποκλείει· | |
Εὔφημος δ' ἀρχὸς Κικόνων ἦν αἰχμητάων | 846 |
Εὔφημος δὲ ἦν ἀρχηγὸς τῶν Κικόνων τῶν πολεμικῶν | |
υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. | 847 |
ὁ υἱὸς τοῦ Τροιζήνου τοῦ ἐν βασιλείᾳ τεθραμμένου τοῦ υἱοῦ τοῦ Κέου. | |
αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους | 848 |
Πυραίχμης δὲ ἦγε τοὺς Παίονας τοὺς τὰ ἐπικαμπῆ τόξα ἔχοντας, | |
τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξιοῦ εὐρὺ ῥέοντος, | 849 |
μακρόθεν ἐκ τῆς Ἀμυδῶνος, ἀπ’ Ἀξίου τοῦ Πλατέος ποταμοῦ, | |
Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. | 850 |
τοῦ Ἀξίου λέγω, οὗ τὸ ὕδωρ ὡραιότατον σκορπίζεται καὶ ἐφορμᾶται κατὰ τὴν γῆν. | |
Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ | 851 |
τῶν Παφλαγόνων δὲ ἦρχεν ἡ τοῦ Πυλαιμένους δασεῖα καὶ συνετὴ ψυχή, | |
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, | 852 |
ἐκ τῶν Ἐνετῶν, ὅπου ἐστὶ γένος ἡμιόνων ἀγρίων, | |
οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο | 853 |
οἳ δὴ τὸ Κύτωρον ᾤκουν, καὶ τὴν Σήσαμον ἐκαρποῦντο, | |
ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον | 854 |
καὶ περὶ τὸν Παρθένιον ποταμὸν οἰκήματα ἔνδοξα ᾤκουν, | |
Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. | 855 |
καὶ τὴν Κρῶμναν, καὶ τὸν Αἰγιαλὸν, καὶ τοὺς Ἐρυθίνους τοὺς ὑψηλούς. | |
αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον | 856 |
τῶν Ἁλιζώνων δὲ ἦρχεν Ἐπίστροφος ὁ ἔνδοξος, | |
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. | 857 |
πόρρωθεν ἐκ τῆς Ἀλύβης, ὅπου μέταλλα ἀργύρου εἰσί. | |
Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· | 858 |
τῶν Μυσῶν δὲ Χρόμις καὶ Εὔνομος ὁ μάντις ἦρχον, | |
ἀλλ' οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, | 859 |
ἀλλ’ οὐ μαντείαις διέφυγε τὴν θανατηφόρον μοῖραν καὶ σκότους αἰτίαν, | |
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο | 860 |
ἀλλὰ πληγεὶς ἀπώλετο ὑπὸ τῶν χειρῶν τοῦ ταχύποδος Ἀχιλλέως τοῦ ἀπ’ Αἰάκου καταγομένου, | |
ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους. | 861 |
κατὰ τὸν ποταμὸν, ὅπου δὴ καὶ τοὺς ἄλλους Τρῶας ἀνῄρει. | |
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς | 862 |
ὁ Φόρκυς δὲ καὶ Ἀσκάνιος ὁ τοῖς θεοῖς ὅμοιος κατὰ τὴν μορφὴν, ἦγον τοὺς Φρύγας, | |
τῆλ' ἐξ Ἀσκανίης· μέμασαν δ' ὑσμῖνι μάχεσθαι. | 863 |
πόρρωθεν ἐκ τῆς Ἀσκανίας τῆς λίμνης, πολεμεῖν δὲ κατὰ τὴν μάχην προτεθύμηνται. | |
Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην | 864 |
τῶν Μαιόνων δὲ ἦρχον Μέσθλης καὶ Ἄντιφος, | |
υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, | 865 |
υἱοὶ τοῦ Πυλαιμένους, οὕς ἔτεκεν ἡ Γυγαία λίμνη, | |
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. | 866 |
οἳ καὶ τοὺς Μαίονας ἦγον τοὺς ὑπὸ τὸν Τμῶλον τὸ ὄρος γεννηθέντας καὶ κατοικοῦντας. | |
Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, | 867 |
Νάστης δὲ ἡγεμὼν ἦν τῶν Καρῶν τῶν βάρβαρον φωνὴν ἐχόντων· | |
οἳ Μίλητον ἔχον Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον | 868 |
οἳ τὴν Μίλητον ᾤκουν, καὶ τὸ ὄρος τῶν Φθειρῶν τὸ σύνδενδρον, | |
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα· | 869 |
καὶ Μαίανδρον τὸν ποταμὸν, καὶ τὰς ὑψηλὰς ἐξοχὰς τῆς Μυκάλης τοῦ ὄρους· | |
τῶν μὲν ἄρ' Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, | 870 |
τούτων μὲν δὴ Νάστης καὶ Ἀμφίμαχος ἦρχον· | |
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, | 871 |
ὁ Νάστης καὶ Ἀμφίμαχος οἱ τοῦ Νομίονος περιφανεῖς υἱοί, | |
ὃς καὶ χρυσὸν ἔχων πόλεμον δ' ἴεν ἠΰτε κούρη | 872 |
ὃς εἰς τὸν πόλεμον παρεγένετο, ἔχων χρυσόν, καθάπερ τις νέα, | |
νήπιος, οὐδέ τί οἱ τό γ' ἐπήρκεσε λυγρὸν ὄλεθρον, | 873 |
ὁ ἀνόητος, οὐδ’ ἀπεσόβησεν αὐτῷ τὴν χαλεπὴν φθοράν, | |
ἀλλ' ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο | 874 |
ἀλλ’ ἐδαμάσθη ὑπὸ τῶν χειρῶν τοῦ ταχύποδος Ἀχιλλέως τοῦ ἀπ’ Αἰάκου καταγομένου, | |
ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλεὺς ἐκόμισσε δαΐφρων. | 875 |
κατὰ τὸν ποταμὸν· τὸν χρυσὸν δὲ ἔλαβεν Ἀχιλλεὺς ὁ συνετὰ δεδιδαγμένος. | |
Σαρπηδὼν δ' ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων | 876 |
Σαρπηδὼν δέ, καὶ Γλαῦκος ὁ ἄμεμπτος ἦρχον τῶν Λυκίων | |
τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος. | 877 |
πόρρωθεν ἀπὸ τῆς Λυκίας ἀπὸ Ξάνθου τοῦ ποταμοῦ τοῦ συστροφὰς ὕδατος ποιοῦντος. | |