Vasile Stancu

The ILIAD




Book IX

Koine Greek paraphrase by Theodorus Gaza


οὕτω Τρῷες μὲν ἐφύλασσον· τοὺς Ἕλληνας δὲ μεγίστη καὶ θαυμαστὴ φυγὴ κατεῖχε, φίλη καὶ συνεργὸς τοῦ φρικτοῦ φόβου· λύπει δὲ ἀφορήτῳ ἐβέβληντο πάντες οἱ ἄριστοι· ὥσπερ δὲ ἄνεμοι δύο ταράσσουσι τὴν τοὺς ἰχθύας ἔχουσαν θάλασσαν ὁ Βορέας, καὶ ὁ Ζέφυρος, οἵτινες ἐκ τῆς Θρᾴκης πνέουσιν, ἐξαίφνης ἐπελθόντες, ἅμα δὲ τῷ πνεῦσαι κῦμα μέλαν κορυφοῦται καὶ ὑψοῦται, πολὺ δὲ βρύον ἔξω τῆς θαλάσσης ἀπέρριψαν· οὕτως ἐκόπτετο ἡ ψυχὴ ἐν τοῖς στήθεσι τῶν Ἑλλήνων.

001

ὁ υἱὸς δὲ τοῦ Ἀτρέως λύπῃ μεγάλῃ τετρωμένος τὴν ψυχήν, περιήρχετο, τοῖς ὀξυφώνοις κήρυξιν ἐπιτάσσων κατ᾽ ἐπίκλησιν καὶ ὀνομαστὶ καλεῖν εἰς ἐκκλησίαν ἕκαστον ἄνδρα, μὴ δὲ κραυγάζειν, αὐτὸς δὲ ἐν τοῖς πρώτοις ἐνήργει καὶ προσησχολεῖτο· ἐκάθιζον δὲ ἐν τῇ ἐκκλησίᾳ λελυπημένοι, ἀνίστατο δὲ Ἀγαμέμνων κλαίων, καὶ χέων δάκρυα, καθάπερ πηγή, μέλαν ὕδωρ ἔχουσα, ἥτις ἐκ πέτρας ὑψηλῆς χέει ὕδωρ μεταδονήδως φερόμενον. οὕτως αὐτὸς βαρέως καὶ μεγάλως στενάζων λόγους τοῖς Ἕλλησιν ἔλεγεν οὕτως· ὦ προσφιλεῖς ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, ὁ Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου βλάβῃ χαλεπῇ με ἐδέσμευσεν ὁ χαλεπὸς καὶ ἄδικος, ὃς πρότερον μέν μοι ἐπηγγείλατο καὶ ἐπένευσεν, ἐκπορθήσαντα τὴν καλῶς τετειχισμένην Ἴλιον, ἀπελθεῖν· νῦν δὲ ἐβουλεύσατο χλεύην καὶ ἀπάτην ἐπιβλαβῆ, καὶ κελεύει ἀφικέσθαι με εἰς τὸ Ἄργος ἄτιμον καὶ ἐπονείδιστον, ἐπειδὴ λαὸν πολὺν ἀπέβαλον· οὕτω που ἔοικε προσφιλὲς καὶ ἀρεστὸν εἶναι τῷ μεγαλοδυνάμῳ Διί, ὃς δὴ πολλῶν πόλεων ἀκροπόλεις κατέλυσε, καὶ ἔτι καταλύσει· ἡ γὰρ δύναμις αὐτοῦ μεγίστη ἐστί· ἀλλ᾽ ἄγετε ὥσπερ ἂν αὐτὸς εἴπω, πεισθῶμεν καὶ ὑπακούσωμεν ἅπαντες· φεύγωμεν μετὰ τῶν νεῶν εἰς τὴν πατρίδα τὴν ἀγαπητὴν γῆν, οὐκέτι γὰρ ἐκπορθήσομεν τὴν πλατείας ὁδοὺς ἔχουσαν Ἴλιον.

009

οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἀχανεῖς καὶ ἥσυχοι παντελῶς ἐγένοντο σιωπῇ. ἐπὶ πολὺ δὲ ἄφωνοι ἦσαν λυπούμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων· μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· ὦ υἱὲ τοῦ Ἀτρέως, σοὶ πρῶτον ἐναντιωθήσομαι ἀνοηταίνοντι, ὡς ἔστιν εἰκός, βασιλεῦ, ἔν γε τῇ ἐκκλησίᾳ καὶ δημηγορίᾳ, σὺ δὲ μηδαμῶς ὀργισθῇς· πρώην μέν μοι ὠνείδισας τὴν ἰσχὺν ἐν τοῖς Ἕλλησιν εἰπὼν εἶναι ἄπειρον πολέμου καὶ ἀσθενῆ· ταῦτα δὲ πάντα οἴδασιν οἵ τε νεώτεροι, καὶ πρεσβύτεροι τῶν Ἑλλήνων· σοὶ δὲ μεμερισμένως ἔδωκεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ σκολιὰ βουλευομένου· παρέσχετο μέν σοι βασιλείᾳ τιμᾶσθαι ὑπὲρ πάντας, ἰσχὺν δὲ οὐδαμῶς σοι παρέσχετο, ὅπερ ἐστὶ μέγιστον κράτος. ὦ εὔδαιμον καὶ μάκαρ, οὕτω δὴ πάνυ ὑπολαμβάνεις τοὺς υἱοὺς τῶν Ἑλλήνων ἀπείρους πολέμου εἶναι καὶ ἀσθενεῖς, ὡς λέγεις; εἰ δέ σοι αὐτῷ ἡ ψυχὴ ὁρμᾷ καὶ ἐφίεται ὥστε ἀπέρχεσθαι, πορεύου, πάρεστί σοι ἡ ὁδός, αἱ νῆες δέ σοι ἐγγὺς τῆς θαλάσσης ἵστανται, αἵτινές σοι ἠκολούθουν ἐκ τῆς Μυκήνης πάνυ πολλαί· ἀλλὰ οἱ ἄλλοι Ἕλληνες οἱ τὰς κεφαλὰς κομῶντες μενοῦσιν, ἕως ἂν τὴν Ἴλιον ἐκπορθήσωμεν· εἰ δὲ καὶ αὐτοί, θέλουσι δηλονότι φυγεῖν, φευγέτωσαν ἐν ταῖς ναυσὶν εἰς τὴν πατρίδα τὴν ἀγαπητὴν γῆν· ἡμεῖς δέ, ἐγώ τε καὶ Σθένελος πολεμήσομεν, ἕως ἂν τὸ τέλος τῆς Ἰλίου καταλάβωμεν· σὺν τῷ θεῷ ἐνθάδε παρεγενόμεθα.

029

οὕτως εἶπεν. οἱ υἱοὶ δὲ τῶν Ἑλλήνων ἅπαντες ἐπεβόησαν, θαυμάσαντες τὸν λόγον τοῦ ἱππικοῦ Διομήδους· ἐν τούτοις δὲ ἀναστὰς ἔλεγεν ὁ ἱππικὸς Νέστωρ· ὦ υἱὲ τοῦ Τυδέως, περισσῶς μὲν ἐν πολέμῳ ὑπάρχεις ἰσχυρός, καὶ ἀνδρεῖος, καὶ ἐν βουλῇ δὲ ὑπὲρ πάντας τοὺς τὴν αὐτήν σοι ἡλικίας ἔχοντας ὑπάρχεις ἄριστος· οὐδείς σοι τὸν λόγον μέμψεται ἀπὸ τῶν Ἑλλήνων, ὅσοι εἰσίν, οὐδὲ ἐναντιωθήσεται· οὔπω γε μὴν τὸ τῶν λόγων τέλος κατέλαβες, ὄντως που καὶ νέος ὑπάρχεις, ἐμὸς δὲ καὶ ὑιὸς ἂν γένοιο, νεώτερος ἡλικίᾳ· συνετὰ δὲ καὶ νουνεχῆ φθέγγῃ, ἐπειδὴ κατὰ τὸ εἰκὸς εἶπας καὶ ὠνείδισας τοὺς βασιλεῖς τῶν Ἑλλήνων· ἀλλ᾽ ἄγε αὐτός, ὃς πρεσβύτερός σου καὐχῶμαι τυγχάνειν, λαλήσω καὶ πάντα διεξέλθω, οὐδέ τις μοι τὸν λόγον ἀτιμάσει, οὐδὲ Ἀγαμέμνων ὁ βασιλεύς. συγγενῶν ἐστερημένος, καὶ ἄδικος, καὶ ἄοικος, καὶ ἄπολις ὑπάρχει ἐκεῖνος, ὅς τις ἐμφυλίου πολέμου τοῦ χαλεποῦ ἐρᾷ καὶ ἐφίεται· ἀλλὰ νυνὶ μέν τοι πεισθῷμεν τῇ σκοτεινῇ νυκτί, καὶ δειπνοποιησώμεθα, πάντες δὲ οἱ φύλακες κοιμηθήτωσαν παρὰ τὴν ὀρωρυγμένην τάφρον, ἔξω τοῦ τοίχους· τοῖς μὲν οὖν νεωτέροις ταῦτα ἐπιτάττω· μετὰ ταῦτα δέ, ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ μὲν (δὴ) ἄρχου, σὺ γὰρ εἶ βασιλικώτερος πάντων, παρασκεύαζε εὐωχίαν τοῖς γέρουσι, πρέπει σοι, οὐκ ἀπρεπές σοί ἐστι· πλήρεις σοι αἱ σκηναὶ οἴνου, ὃν αἱ νῆες τῶν Ἑλλήνων αὐθημεριναὶ (καθ᾿ ἑκάστην ἡμέραν) φέρουσιν ἐκ τῆς Θρᾴκης κατά τὸν πλατὺν πόντον· ὑπάρχει σοι πᾶσα χορηγία πρὸς ὑποδοχήν, πολλῶν δὲ βασιλεύεις· πολλῶν δὲ συνηθροισμένων, τούτῳ πείσθητι (πείσῃ), ὃς ἂν ἀρίστην βουλὴν συμβουλεύσῃ, πάνυ δὲ χρεία πᾶσι τοῖς Ἕλλησι βουλῆς ἀγαθῆς, καὶ συνετῆς· ἐπειδὴ οἱ ἐχθροὶ ἐγγὺς τῶν πλοίων καίουσι πυρκαϊὰς πολλάς· τίς ἂν ταῦτα χαρείη; οἷον, τίς οὐκ ἂν κλαύσειε; ἡ παροῦσα νὺξ ἢ διαφθερεῖ καὶ ἀφανίσει τὸν στρατόν, ἢ σώσει.

050

οὕτως εἶπεν· οὗτοι δὲ πάνυ ἐπήκουσαν αὐτοῦ καὶ ἐπείσθησαν. φύλακες δὲ σὺν τοῖς ὅπλοις ἐξωρμῶντο; οἱ περὶ τὸν Θρασυμήδεα τὸν υἱὸν τοῦ Νέστορος τὸν βασιλέα τῶν λαῶν, καὶ τὸν Ἀσκάλαφον, καὶ τὸν Ἰάλμενον τοὺς υἱοὺς τοῦ Ἄρεος, καὶ οἱ περὶ τὸν Μηριόνην, καὶ τὸν Ἀφαρῆα, καὶ τὸν Δηΐπυρον, καὶ οἱ περὶ τὸν υἱὸν τοῦ Κρείοντος τὸν ἔνδοξον Λυκομήδη. ἑπτὰ ἦσαν οἱ ἡγεμόνες τῶν φυλάκων, μεθ᾿ ἑκάστου δὲ ἑκατὸν νέοι ἐπορεύοντο, δόρατα μακρὰ ἐν χερσὶν ἔχοντες· κατὰ τὸ μέσον δὲ τῆς τάφρου καὶ τοῦ τείχους ἐλθόντες ἐκάθισαν· ἐκεῖ δὲ πῦρ ἀνῆψαν, ἕκαστος δὲ δεῖπνον παρετίθεντο.

079

ὁ υἱὸς δὲ τοῦ Ἀτρέως τοὺς γέροντας (ἐντίμους) τῶν Ἑλλήνων ἦγε συνηγμένους εἰς τὴν σκηνήν, παρετίθει δὲ αὐτοῖς εὐωχίαν δαψιλῆ τε καὶ προσηνῆ οὗτοι δὲ ἐπὶ τὰ προκείμενα ηὐτρεπισμένα βρώματα τὰς χεῖρας ἔβαλλον. ἐπεὶ δὲ τῆς πόσεως καὶ τῆς βρώσεως τὴν ἐπιθυμίαν ἐπλήρωσαν, τούτοις πρὸ πάντων ἤρχετο συνείρειν καὶ ἀπαρτίζειν λόγον ὁ γέρων ὁ Νέστωρ, οὗ δὴ καὶ πρότερον ἡ βουλὴ βελτίστη ἐδόκει· ὃς καλῶς φρονῶν ἐδημηγόρησε καὶ εἶπεν ἐν αὐτοῖς· ὦ ἐνδοξότατε υἱὲ τοῦ Ἀτρέως βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, ἐκ σοῦ ἄρξομαι καὶ εἰς σὲ καταλήξω, διότι πολλῶν λαῶν βασιλεὺς ὑπάρχεις, καί σοι ὁ Ζεὺς ἐνεχείρισε τήν τε βασιλείαν καὶ τὰς δίκας, ὅπως αὐταῖς συμβουλεύῃς, δι᾿ ὅ σε δεῖ περισσῶς (ἀπηρτισμένως) λόγον τε εἰπεῖν καὶ ἐπακοῦσαι, τελειῶσαι δὲ καὶ ἄλλῳ, ὅταν τινὰ ἡ ψυχὴ προτρέπῃ εἰπεῖν τι ἀγαθόν· ἐκ σοῦ δὲ γίνεται ὅ, τι περ ἂν τῆς παραινέσεως ἄρχῃ καὶ κρατύνηται. ἐγὼ δὲ λέξω, ὥσπερ μοι δοκεῖ βέλτιστα εἶναι, οὐδεὶς γὰρ ἄλλος νοήσει νοῦν βελτίονα τούτου, ὁποῖον ἔγωγε νοῶ, καὶ πάλαι καὶ νῦν ἔτι, ἐξ ἐκείνου τοῦ χρόνου, ἡνίκα τὴν τοῦ Βρισέως θυγατέρα, τοῦ εὐγενοῦς Ἀχιλλέως μάλα ὀργιζομένου, ἐκ τῆς σκηνῆς ἀφελόμενος ᾤχου, οὐδαμῶς καθ᾿ ἡμέτερόν γε σκοπόν· πάνυ γάρ σοι ἐγὼ πολλὰ ἀπηγόρευον, σὺ δὲ τῷ σῷ μεγαλόφρονι θυμῷ ὑπακούσας, ἄνδρα κράτιστον, ὃν οἱ ἀθάνατοι θεοὶ ἐτίμησαν, ἠτίμασας, καὶ ἐξουθένισας· ἀφελόμενος γὰρ ἔχεις τὴν ἐξαίρετον αὐτοῦ τιμήν. ἀλλ᾽ ἔτι κἀπὶ τοῦ παρόντος σκοπῶμεν, ὅπως ἂν αὐτὸν φιλοφρονησάμενοι, καταπείσαιμεν δώροις τε πραϋντικοῖς, καὶ λόγοις προσηνέσι.

089

πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· ὦ γέρον, οὐδαμῶς ψευδόμενος κατέλεξας τὰς ἐμὰς βλάβας· βέβλαμμαι· οὐδ᾽ αὐτὸς ἀρνοῦμαι· ἀντὶ πολλῶν δὴ λαῶν ἐστιν ὁ ἀνήρ, ὃν ἂν ὁ Ζεὺς ἀγαπήσῃ ἐν τῇ ψυχῇ, ὥσπερ νῦν τοῦτον ἐτίμησεν, ἀπώλεσε δὲ τὸν λαὸν τῶν Ἑλλήνων. ἀλλ᾽ ἐπειδὴ βέβλαμμαι, λογισμοῖς ὀλεθρίοις πεισθείς, πάλιν βούλομαι εὐάρεστον καταστῆσαι, καὶ δοῦναι ἄπειρα δῶρα· ἐν πᾶσι δὲ ὑμῖν ὀνομάσω τὰ ὑπερένδοξα δῶρα. ἑπτὰ λέβητας, τρίποδας κρατηροειδεῖς, μήπω εἰς πῦρ ἐμβληθέντας, δέκα δὲ τάλαντα χρυσοῦ, λέβητας δὲ ἑξάποδας λαμπροὺς εἴκοσιν, ἵππους δὲ δώδεκα, εὐτραφεῖς καὶ μεγάλους, ἆθλα ἀποφέρεσθαι δυναμένους, οἳ ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο· οὐκ ἂν πένης ὑπάρχοι ὁ ἀνήρ, ᾧ τοσαῦτα γένοιντο, οὐδ᾽ ἂν ἐνδεὴς πολυτίμου χρυσοῦ, ὅσα μοι ἆθλα ἀπηνέγκαντο οἱ μονώνυχες ἵπποι· δώσω δὲ γυναῖκας ἑπτὰ ἔργα καλὰ ἐπισταμένας, ἐκ Λέσβου οὔσας, ἃς ὁπηνίκα εἷλεν αὐτὸς τὴν καλῶς οἰκουμένην Λέσβον, ἐκλεξάμενος ἔλαβον, αἳ τὰ τῶν γυναικῶν γένη κάλλει ἐνίκων. ταύτας μὲν αὐτῷ δώσω, μετὰ ταῦτα δὲ προσέσται καί, ἣν ποτε ἀφειλόμην, ἡ θυγάτηρ τοῦ Βρισέως, καὶ ἐπομοῦμαι ὅρκον μέγαν, μήποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς καὶ συμμιγῆναι, οἷα νόμος ἐστὶν ἀνθρώπων ἀνδρῶν τε καὶ γυναικῶν. ταῦτα μὲν νῦν εὐθέως πάντα παρέσται· ἐὰν δὲ μετέπειτα παράσχωσιν οἱ θεοὶ ἐκπορθῆσαι τὴν μεγάλην πόλιν τοῦ Πριάμου, ναῦν πλήρη χρυσοῦ καὶ χαλκοῦ ἐπισωρευσάτω, εἰσελθὼν, ὅταν μεριζώμεθα τὴν λαφυραγωγίαν οἱ Ἕλληνες· γυναῖκας δὲ Τρῳάδας εἴκοσι λαβέτω αὐτός, αἵτινες ἂν ὡραιόταται ὦσι μετὰ τὴν Ἑλληνίδα Ἑλένην· ἐὰν δὲ εἰς τὸ Ἄργος ἀφικώμεθα τὸ Ἀχαϊκὸν τὸ τροφιμώτερον τῆς γῆς, γαμβρὸς ἄν μοι γένοιτο, τιμήσω δὲ αὐτὸν ὁμοίως τῷ Ὀρέστῃ, ὅστις μοι μονογενὴς ἀνατρέφεται ἐν πολλῇ τρυφῇ· τρεῖς δὲ θυγατέρες μοι ὑπάρχουσιν ἐν τῷ καλῶς ᾠκοδομημένῳ οἴκῳ, Χρυσόθεμις, καὶ Λαοδίκη, καὶ Ἰφιάνασσα· τούτων ἣν ἂν ἐθέλῃ, ἀγαπητὴν γυναῖκα ἄνευ προικὸς ἀγέσθω εἰς τὸν οἶκον τοῦ Πηλέως· ἐγὼ δὲ ἐπιδώσω προικῷα πράγματα πάνυ πολλά, ὅσα οὐδείς πω τῇ ἑαυτοῦ ἐπέδωκε θυγατρί· ἑπτὰ δὲ αὐτῷ δώσω καλῶς οἰκούμενα πολίσματα, Καρδαμύλην, καὶ Ἐνόπην, καὶ τὴν εὐβότανον Ἱεράν, καὶ τὰς ἄγαν θείας Φηράς, καὶ τὴν βαθὺν λειμῶνα ἔχουσαν Ἄνθειαν, καὶ τὴν ὡραίαν Αἴπειαν καὶ τὴν πολλὰς ἀμπέλους ἔχουσαν Πήδασον· πᾶσαι δὲ ἐγγὺς τῆς θαλάσσης, τῆς ἀμμώδους Πύλου οἰκοῦνται· ἐν αὐταῖς δὲ οἰκοῦσιν ἄνδρες πολλὰ πρόβατα, καὶ πολλὰς βόας ἔχοντες, οἳ καὶ τιμήσουσιν αὐτόν, ὥσπερ θεόν, δώροις καὶ ἀπαρχαῖς τῶν ὄντων, καὶ ὑπὸ τὴν βασιλείαν αὐτῷ λαμπρούς τελοῖεν ἂν φόρους. ταῦτα τελειώσαιμ᾽ ἂν αὐτῷ παυσαμένῳ τῆς ὀργῆς· πρᾷος καὶ ἐπιεικὴς γενέσθω· ὁ Ἅιδης γε ἐστὶ σκληρός, καὶ ἀμείλικτος, καὶ ἀνυπότακτος· τούτου χάριν καὶ τοῖς ἀνθρώποις ὑπάρχει ἔχθιστος πάντων τῶν θεῶν· καὶ ὑποταγήτω μοι καθόσον βασιλικώτερός εἰμι, καθ᾽ ὅσον ἡλικίᾳ πρεσβύτερος καυχῶμαι ὑπάρχειν.

114

πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· ὦ ἐνδοξότατε ὑπὲ τοῦ Ἀτρέως βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, δῶρα μὲν οὐδαμῶς φαῦλα καὶ μεμπτὰ δίδως τῷ βασιλεῖ Ἀχιλλεῖ· ἀλλ ἄγετε πρέσβεις ἐξ ὀνόματος διεγείρωμεν· οἳ τάχιστ’ ἂν παραγένωνται εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως· ἄγε δὲ οὓς ἂν ἐγὼ ἐπικρίνω καὶ ἐκλέξωμαι· οὗτοι δὲ πεισθήτωσαν. πρῶτον μὲν ὁ Φοῖνιξ ὁ φίλος τοῦ Διὸς προπορευέσθω, μετὰ ταῦτα δέ, Αἴας ὁ μέγας, καὶ ὁ ἔνδοξος Ὀδυσσεύς· ἀπὸ τῶν κηρύκων δέ, ὅ τε Ὅδιος καὶ ὁ Εὐρυβάτης παρεπέσθωσαν· ἐνέγκατε δὲ ὕδωρ ταῖς χερσίν, εὐλογῆσαι δὲ κελεύετε, ὅπως τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου εὐξώμεθα ἵν᾽ ἐλεήσῃ.

162

οὕτως εἶπε· τούτοις δὲ ἅπασι λόγον ἀρέσκοντα εἶπεν. εὐθὺς δὲ κήρυκες μὲν ὕδωρ κατὰ χειρῶν ἔχεαν· οἱ νέοι δὲ τοὺς κρατῆρας ἐπλήρωσαν ποτοῦ, διένειμαν δὲ πᾶσι ταῖς κύλιξιν ἀρχὴν ποιήσαντες· ἐπεὶ δὲ ἔσπεισαν τῷ θεῷ, καὶ ἔπιον ὅσον ἤθελεν ἡ προαίρεσις, ὥρμησαν ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως. τούτοις δὲ πολλὰ ἐνετέλλετο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, κατὰ τὸ δέον διαιρῶν καὶ διαστρέφων τοὺς ὀφθαλμούς, ἤτοι νεύων ἑκάστῳ, μάλιστα δὲ τῷ Ὀδυσσεῖ, πειρᾶσθαι, ὅπως καταπείσειαν τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως.

173

οὗτοι δὲ ἐπορεύθησαν πλησίον τοῦ αἰγιαλοῦ τῆς πολυταράχου θαλάσσης, πάνυ πολλὰ εὐχόμενοι Ποσειδῶνι τῷ ἐπιβεβηκότι τῆς γῆς, ῥᾳδίως καταπείσειν τὴν μεγάλην διάνοιαν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. παρεγένοντο δὲ εἰς τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Μυρμιδόνων· εὗρον δὲ αὐτὸν εὐφραινόμενον κατὰ διάνοιαν κιθάρᾳ ὀξυφθόγγῳ, ὡραίᾳ, ποικίλως καὶ φιλοτέχνως κατεσκευασμένῃ, ζυγὸν δὲ ἐπῆν καὶ ἐπέκειτο αὐτῇ ἀργυροῦν, ἣν εἵλετο ἐκ τῶν λαφύρων, ἐκπορθήσας τὴν πόλιν τοῦ Ἠετίωνος. ταύτῃ οὗτος τὴν ψυχὴν ἥδαινε, ᾖδε δὲ τὰς ἀνδραγαθίας τῶν ἀνδρῶν. Πάτροκλος δ᾽ αὐτῷ μόνος ἀπαντικρὺ ἐκάθητο σιωπῶν, ἐκδεχόμενος τὸν ἔγγονον τοῦ Αἰακοῦ πότε παύσειεν ᾄδων. οὗτοι δὲ παρεγένοντο προσωτέρω, προηγεῖτο δὲ ὁ ἔνδοξος Ὀδυσσεύς· ἔστησαν δὲ ἔμπροσθεν αὐτοῦ· ἐκπλαγεὶς δὲ ὁ Ἀχιλλεύς ἀνώρμησε σὺν αὐτῇ τῇ κιθάρᾳ, καταλιπὼν τὴν καθέδραν, ὅπου ἐκάθητο· ὡσαύτως δὲ καὶ ὁ Πάτροκλος, ἐπειδὴ ἐθεάσατο τοὺς ἄνδρας ἀνέστη· πρὸς οὓς καὶ δεξιούμενος ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπε. χαίρετε, ὄντως που ἄνδρες προσφιλεῖς παρεγένεσθε· ὄντως πού τινος πάνυ χρεία· οἵτινες καίπερ ὀργιζομένῳ μοι φίλτατοι τῶν Ἑλλήνων ὑπάρχετε.

182

οὕτω δὴ εἰπὼν, προσωτέρω ἦγεν αὐτοὺς ὁ ἔνδοξος Ἀχιλλεύς, ἐκάθισε δὲ αὐτοὺς ἐν ταῖς καθέδραις καὶ τοῖς πορφυροῖς τάπησιν· αὐτίκα δὲ πρὸς τὸν Πάτροκλον ἔλεγεν πλησίον ὄντα· μείζονα νῦν κρατῆρα εὐτρέπιζε, ὦ υἱὲ τοῦ Μενοιτίου, ἀκρατότερον δὲ κεράννυε, ποτήριον δὲ εὐτρέπισον ἑκάστω, οἱ γὰρ φίλτατοι ἄνδρες ὑπὸ τῷ ἐμῷ δόμῳ εἰσίν.

199

οὕτως εἶπεν· ὁ Πάτροκλος δὲ ὑπήκουε τῷ ἀγαπητῷ φίλῳ· ἀγγεῖον δὲ μέγα, εἰς ὃ κρέα ἐνεβάλλετο, κατέβαλεν οὗτος ἐν τῷ φωτὶ τοῦ πυρός, ἐνέβαλε δὲ νῶτον προβάτου καὶ αἰγὸς λιπαρᾶς, ἐνέβαλε δὲ καὶ ῥάχιν ἀγρίου χοίρου εὐτραφοῦς, θάλλουσαν λίπει· ταῦτα δὲ κατεῖχεν ὁ Αὐτομέδων, ἔκοπτε δὲ ὁ ἔνδοξος Ἀχιλλεύς, καὶ ταῦτα μὲν καλῶς εἰς μέρη μικρὰ ἔκοψε, καὶ περιέπειρεν ὀβελοῖς· ὁ υἱὸς δὲ τοῦ Μενοιτίου ὁ ἰσόθεος ἀνὴρ πῦρ μέγα ἀνῆπτεν· ἐπεὶ δὲ κατεκάη τὸ πῦρ καὶ ἡ φλὸξ ἐξέλιπε, ἄνθρακας στρώσας καὶ ὑφαπλώσας, ἐξέτεινε ὑπεράνωθεν τοὺς ὀβελούς, ἔπασσε δὲ ἁλὶ θείῳ ἀνέχων ἐπὶ τῶν βάσεων, ἤτοι τῶν λίθων ἐφ᾽ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτωμένων τῶν κρεῶν. ἐπειδὴ δὲ ὤπτησε, καὶ ἐν ταῖς μαγειρικαῖς τραπέζαις ἔχεεν, ὁ μὲν Πάτροκλος ἄρτον λαβὼν ἐπέθηκε μεμερισμένως τῇ τραπέζῃ ἐν κανοῖς περικαλλέσιν, Ἀχιλλεὺς δὲ τὰ κρέα διεμέρισεν, αὐτὸς δὲ ἐκάθισεν ἀπαντικρὺ τοῦ θείου Ὀδυσσέως, τοῦ ἑτέρου τοίχου, τοῖς θεοῖς δὲ θῦσαι (ἀπάρξασθαι) ἐκέλευσε Πάτροκλον τὸν ἑαυτοῦ φίλον, οὗτος δὲ ἔβαλεν ἐν τῷ πυρὶ τὰς ἀπαρχάς. οὗτοι δὲ ἐπὶ τὰ προκείμενα εὐτρεπῆ βρώματα τὰς χεῖρας ἔβαλλον· ἐπεὶ δὲ τῆς πόσεως καὶ τῆς τροφῆς τὸν ἔρωτα ἐξεπλήρωσαν, ἔνευσεν ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι λόγων, ἐνόησε δὲ ὁ ἔνδοξος Ὀδυσσεύς· πληρώσας δὲ ποτήριον οἴνου ἐδεξιοῦτο τὸν Ἀχιλλέα, λέγων· χαῖρε, ὦ Ἀχιλλεῦ, εὐωχίας μὲν κοινῆς οὐκ ἐνδεεῖς ἐσμεν ἔν τε τῇ σκηνῇ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως, καὶ ἐνταῦθα νυνί· πάρεισι γὰρ πολλὰ προσηνῆ εὐωχεῖσθαι, ἀλλ᾽ οὐχ ἡμῖν διὰ φροντίδος εἰσὶν ἔργα εὐωχίας ἐπεράστου, ἀλλὰ πάνυ μέγα βλάβος ὁρῶντες, ὦ ἐνδοξότατε τεθραμμένε, δεδοίκαμεν, ἐν δυάδι δὲ τὰ ἡμέτερα ἢ σώσειν, ἢ ἀπολέσθαι τὰς εὐκαθέδρους ναῦς, εἰ μὴ σύ γε ἐνδύσῃ τὴν εἰς τὸν πόλεμον ὁρμήν, πλησίον γὰρ τῶν νεῶν καὶ τοῦ τείχους τὴν ἔπαυλιν καὶ τὸ στρατόπεδον ἐποιήσαντο οἱ μεγαλόψυχοι Τρῷες, καὶ οἱ πόρρωθεν κεκλημένοι βοηθοί, ἀνάψαντες πολλὰς πυρκαϊὰς κατὰ τὸν στρατόν, οὐδὲ οἴονται ἡμᾶς ἔτι ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶ πεσεῖσθαι. ὁ Ζεὺς δὲ ὁ υἱὸς τοῦ Κρόνου σημεῖα δεξιὰ δεικνὺς αὐτοῖς ἀστράπτει· ὁ Ἕκτωρ δὲ δυνάμει ἐπαιρόμενος, ἐνθουσιᾷ θαυμαστῶς, θαρρῶν τῷ Διί, οὐδὲ κατά τι τιμᾷ ἄνδρας, οὐδὲ θεούς, ἰσχυρὰ δὲ μανία αὐτὸν εἰσῄει, εὔχεται δὲ πάνυ ταχέως φανῆναι τὴν ἔνδοξον ἡμέραν, ὑπισχνεῖται γὰρ ἀποκόψειν τὰ ἀκροστόλια τῶν νεῶν, καὶ αὐτὰς κατακαύσειν πυρὶ μαραντικῷ, τοὺς Ἕλληνας δὲ ἐξολοθρεύσειν παρ᾿ αὐταῖς ταραττομένους ὑπὸ καπνοῦ. ταῦτα χαλεπῶς δέδια κατὰ λογισμόν, μήποτε τὰς ἀπειλὰς αὐτῷ τελειώσωσιν οἱ θεοί, ἡμῖν δὲ εἱμαρμένον ᾖ ἀπολέσθαι ἐν τῇ Τροίῃ, πόρρω τοῦ ἱπποτρόφου Ἄργους. ἀλλ' ἀνάστα, εἰ προθυμῇ, καίπερ ὀψέ, τοὺς υἱοὺς τῶν Ἑλλήνων σῴζειν, καταπονουμένους ὑπὸ τοῦ θορύβου τῶν Τρῴων· καὶ σοὶ γὰρ αὐτῷ μετὰ ταῦτα λύπη μεγάλη ἔσται, οὐδέ τινα μηχανὴν ὥσπερ θεραπείαν ἐστὶν εὑρεῖν τοῦ κακοῦ γενομένου· ἀλλὰ πολλῷ πρότερον σκόπει ὅπως ἂν ἀποσοβήσῃς τοῖς Ἕλλησι τὴν χαλεπὴν ἡμέραν. ὦ προσφιλέστατε, ὄντως που σοί γε Πηλεὺς ὁ πατὴρ ἐνετέλλετο τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε σε ἐκ τῆς Φθίας ἔπεμπε τῷ Ἀγαμέμνονι οὕτως· ὦ τέκνον ἐμόν, ἰσχὺν μέν σοι καὶ νίκην ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα δωρήσονται, ἐὰν βούλωνται, σὺ δὲ τὸν μεγαλόφρονα θυμὸν ἔπεχε καὶ κώλυε ἐν τῷ στήθει, τὸ γάρ τοι φίλια φρονεῖν κρεῖσσόν ἐστι, λῆγε δὲ φιλονεικίας κακοτρόπου, ὅπως σε μᾶλλον τιμῶσιν καὶ οἱ νέοι καὶ οἱ γέροντες τῶν Ἑλλήνων. οὕτως ἐπέταττεν ὁ γέρων, σὺ δέ ἐξελάθου· ἀλλ᾽ ἔτι κἂν τῷ παρόντι λῆγε, παραιτοῦ δὲ τὴν ὀργὴν τὴν ποιοῦσαν ἀλγεῖν τὴν ψυχήν· σοὶ δὲ ᾽Ἀγαμέμνων δῶρα ἄξια δίδωσι παυσαμένῳ τῆς ὀργῆς· εἰ δ᾽ἀμφιβάλλεις, σὺ μὲν ἄκουσόν μου, ἐγὼ δέ σοι πάντα διηκριβωμένως ἐρῶ, ὅσα σοι ἐν ταῖς σκηναῖς ὑπέσχετο δῶρα ὁ Ἀγαμέμνων· ἑπτὰ τρίποδας λέβητας κρατηροειδεῖς μήπω εἰς πῦρ ἐμβληθέντας, δέκα δὲ τάλαντα χρυσοῦ, λέβητας δὲ ἑξάποδας λαμπρούς, ἐμπυριβήτας, εἴκοσι, δώδεκα δὲ ἵππους μέλανας, ἆθλα ἀποφέρεσθαι ἐπιτηδείους, οἵτινες ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο· οὐκ ἂν εἴη ἀκτήμων ὁ ἀνὴρ ἐκεῖνος, ᾧ τοσαῦτα γένοιντο, οὐδ᾽ ἂν ἐνδεὴς πολυτίμου χρυσοῦ, ὅσα ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο οἱ τοῦ Ἀγαμέμνονος ἵπποι· δώσει δὲ γυναῖκας ἑπτά, ἐπαινετὰ ἔργα ἐπισταμένας, ἐκ Λέσβου οὔσας, ἃς ὁπηνίκα τὴν καλῶς οἰκουμένην Λέσβον εἷλες αὐτός, ἐκλεξάμενος ἔλαβεν, αἳ δὴ τότε ἐνίκων ὡραιότητι τὰ γένη τῶν γυναικῶν· ταύτας μὲν οὖν σοι δώσει, προσέσται δὲ καὶ ἣν τότε ἀφείλετο, θυγατέρα τοῦ Βρισέως, καὶ ὅρκον μέγαν ἐπομόσει, μηδέποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς καὶ συμμιγῆναι, οἷα νόμος ἐστί, βασιλεῦ, ἀνδρῶν τε καὶ γυναικῶν. ταῦτα μὲν πάντα νῦν εὐθὺς παρέσονται· ἐὰν δὲ μετὰ ταῦτα παράσχωσιν οἱ θεοὶ ἐκπορθῆσαι τὴν μεγάλην πόλιν τοῦ Πριάμου, ναῦν πλήρη χρυσοῦ καὶ χαλκοῦ ἐπισώρευσον, εἰσελθὼν, ὅταν τὴν λαφυραγωγίαν ἀπομεριζώμεθα οἱ Ἕλληνες γυναῖκας δὲ Τρῳάδας εἴκοσιν αὐτὸς ἑλοῦ (λάβε), αἵτινες ἂν ὦσιν ὡραιόταται μετὰ τὴν Ἑλληνίδα Ἑλένην· ἐὰν δὲ εἰς ῎Αργος ἀφικώμεθα τὸ Ἀχαϊκὸν τὸ τροφιμώτερον τῆς γῆς, γαμβρὸς ἂν αὐτῷ γένοιο, τιμήσει δέ σε ὁμοίως τῷ Ὀρέστη, ὃς αὐτῷ μονογενὴς ἀνατρέφεται ἐν πολλῇ τρυφῇ· τρεῖς δὲ αὐτῷ εἰσι θυγατέρες ἐν τῷ καλῶς ᾠκοδομημένῳ οἴκῳ, ἡ Χρυσόθεμις, καὶ ἡ Λαοδίκη, καὶ ἡ Ἰφιάνασσα. τούτων ἣν ἂν ἐθέλῃς, ἀγαπητὴν γυναῖκα ἄνευ προικὸς ἄγου εἰς τὸν οἶκον τοῦ Πηλέως, οὗτος δὲ ἐπιδώσει σοι πράγματα προικῷα πάνυ πολλὰ ὅσα οὐδείς πω ἐπέδωκε τῇ ἑαυτοῦ θυγατρί· ἑπτὰ δέ σοι δωρήσεται καλῶς οἰκούμενα πολίσματα, τὴν Καρδαμύλην, καὶ τὴν Ἐνόπην, καὶ τὴν εὐβότανον Ἱεράν, καὶ τὰς ἄγαν θείας Φηράς, καὶ τὴν βαθὺν λειμῶνα ἔχουσαν Ἄνθειαν, καὶ τὴν περικαλλῆ Αἴπειαν, καὶ τὴν πολλὰς ἀμπέλους ἔχουσαν Πήδασον· πᾶσαι δὲ πλησίον τῆς θαλάσσης τῆς ἀμμώδους Πύλου οἰκοῦνται, ἄνδρες δὲ ἐνοικοῦσι πολλὰ πρόβατα καὶ πολλοὺς βόας ἔχοντες, οἵπερ ἄν σε δώροις τιμήσουσι, καθάπερ θεόν, καί σοι ὑπὸ τὴν βασιλείαν λαμπροὺς τελοῖεν φόρους. ταῦτ᾽ ἄν σοι τελειώσειε τῆς ὀργῆς παυσαμένῳ· εἰ δέ σοι μὲν ὁ υἱὸς τοῦ Ἀτρέως μεμίσηται πάνυ ἐκ ψυχῆς, αὐτός τε καὶ τὰ ἑαυτοῦ δῶρα, σὺ δὲ τούς γε ἄλλους πάντας Ἕλληνας καταπονουμένους ἐλέει κατὰ τὸν στρατόν, οἵ σε καθάπερ θεὸν τιμήσουσιν, ὄντως που γὰρ ἂν αὐτοῖς πάνυ μεγάλην δόξαν ἀπενέγκαιο· νῦν γὰρ ἂν ἀποκτείναις τὸν Ἕκτορα, ἐπειδὰν πάνυ σοι πλησίον παραγένηται, μανίαν ὀλεθρίαν ἔχων· ἐπειδὴ οὐδένα οἴεται ὅμοιον ἑαυτῷ εἶναι τῶν Ἑλλήνων, οὓς δεῦρο αἱ νῆες ἤνεγκαν.

205

πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπεν· ὦ εὐγενέστατε υἱὲ τοῦ Λαέρτου πολύτροπε Ὀδυσσεῦ, δεῖ δήπου τὸν λόγον διαρρήδην (συντόμως) ἀποφάναι, καθάπερ δὴ καὶ τελειώσω, καὶ καθάπερ τετελειωμένον ἔσται· ὅπως μὴ παρακαθήμενοι ἄλλος ἐντεῦθεν, καὶ ἄλλος ἐκεῖθεν τρύχητέ μοι τὴν ἀκοήν· ἐχθρὸς γάρ μοι ἐστὶν ἐκεῖνος, ὁμοίως ταῖς πύλαις τοῦ ᾅδου, ὃς ἂν ἕτερον μὲν κρύπτῃ ἐν τῷ λογιστικῷ, ἄλλο δὲ εἴπῃ· ἐγὼ δὲ λέξω καθάπερ καὶ τετελειωμένον ἔσται· οὔτε Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως οἴομαι πείσειν ἐμέ γε, οὔτε τοὺς ἄλλους Ἕλληνας, ἐπειδὴ οὐδεμία ἀμοιβὴ κατ᾽ εὐεργεσίας ἦν πολεμεῖν κατ᾽ ἀνδρῶν πολεμίων ἀδιαλείπτως ἀεί· ὁμοία μοῖρα τῷ τε σχολάζοντι, καὶ εἰ πάνυ τις μάχοιτο· ἐν τῷ αὐτῇ δὲ τιμῇ καὶ ὁ δειλός, καὶ ὁ ἀνδρεῖος· τέθνηκεν ὁμοίως ὅ τε ἀργὸς ἀνήρ, καὶ ὁ πολλὰ πράξας· οὐδέ τί μοι πλέον ὑπάρχει, ἐπειδὴ ἔπαθον καὶ ὑπέστην ἐν τῇ ψυχῇ θλίψεις καὶ ὀδύνας, ἀεὶ τὴν ἐμὴν ψυχὴν πείθων παραβόλως καὶ ῥιψοκινδύνως μάχεσθαι· ὥσπερ δὲ ὄρνις τοῖς μήπω πετομένοις νεοττοῖς προκομίζει τροφήν, ἐπειδὰν λάβῃ, κακῶς δὲ ἔχει αὐτῇ ἐκείνῃ διὰ τὸ ἄσιτον αὐτὴν εἶναι· οὕτω δὴ καὶ ἐγὼ πολλὰς μὲν νύκτας ἄϋπνος διῆγον, ἡμέρας δὲ πλήρεις αἱμάτων καὶ φόνων ἤνυον μαχόμενος, ἀνδράσι πολεμῶν ἕνεκα τῶν ἑαυτῶν γυναικῶν· δώδεκα δὲ πόλεις ἀνδρῶν σὺν ταῖς ναυσὶν ἐξεπόρθησα, πεζὸς δὲ ἕνδεκα διισχυρίζομαι κατὰ τὴν εὔγεων Τροίαν, ἐκ πασῶν δὲ τούτων χρήματα ἀπόθετα πολλὰ καὶ καλὰ ἔλαβον, καὶ πάντα φέρων Ἀγαμέμνονι ἐνεχείριζον τῷ υἱῷ τοῦ Ἀτρέως. οὗτος δὲ ὀπίσω παρὰ ταῖς ταχείαις ναυσὶ καθήμενος, δεξάμενος αὐτὰ διεμέριζε καὶ ἐδίδου ὀλίγα, πολλὰ δὲ παρ᾽ ἑαυτῷ κατεῖχεν, ἄλλας δὲ τιμὰς τοῖς ἀριστεῦσι καὶ τοῖς βασιλεῦσιν ἐδίδου· τούτοις μὲν οὖν βέβαια τὰ δοθέντα μένουσι, ἐμοῦ δὲ μόνον τῶν Ἑλλήνων ἀφείλετο, ἔχει δὲ τὴν εὐάρεστόν μοι γυναῖκα· ταύτῃ συγκαθεύδων εὐφραινέσθω. κατὰ τὶ δὲ χρὴ μάχεσθαι τοῖς Τρῳσὶ τοὺς Ἕλληνας; διὰ τὶ δὲ τὸν στρατὸν ἀνήγαγεν ἐνθάδε ἀθροίσας ὁ υἱὸς τοῦ Ἀτρέως; ἆρ᾽ οὐχ ἕνεκα τῆς καλλικόμου Ἑλένης; ἢ μόνοι τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώπων οἱ υἱοὶ τοῦ Ἀτρέως φιλοῦσι τὰς ἑαυτῶν γαμετάς, καὶ γὰρ ὅστις ἀνὴρ χρηστός τε καὶ νουνεχής ἐστι, τὴν ἑαυτοῦ φιλεῖ καὶ φροντίζει, ὥσπερ κἀγὼ ταύτην ἐκ ψυχῆς ἐφίλουν, καίπερ δορυάλωτον οὖσαν· νῦν δὲ ἐπειδή ἐκ τῶν χειρῶν μου τὴν τιμὴν ἀφείλετο, καὶ ἠπάτησέ με, μή μου πεῖραν λαμβανέτω, καλῶς ἐπισταμένου, οὐδέ (γάρ) με καταπείσει. ἀλλ᾽, ὦ Ὀδυσσεῦ, σὺν σοὶ καὶ τοῖς ἄλλοις βασιλεῦσι σκοπείτω ἀποσοβήσειν ταῖς ναυσὶ τὸ ἀφανιστικὸν πῦρ. ὄντως που πάνυ πολλὰ ἐξεπόνησεν ἄνευ ἐμοῦ, καὶ δὴ τεῖχος ᾠκοδόμησε, καὶ τάφρον ἐξέτεινε καὶ ὤρυξεν ἐπ᾿ αὐτῷ μεγάλην καὶ πλατεῖαν· ξύλα δὲ ὀρθὰ ἐγκατέπηξεν, ἀλλ᾿ οὐδὲ οὕτω δύναται τὴν δύναμιν τοῦ ἀνδροκτόνου Ἕκτορος ἐπέχειν καὶ κωλύειν. ἐν ὅσῳ δὲ αὐτὸς ἐν τοῖς Ἕλλησιν ἐμαχόμην, οὐκ ἔθελεν ὁ Ἕκτωρ ἐξορμᾷν ἀπὸ τοῦ τείχους ἐπὶ τὸν πόλεμον, ἀλλὰ μόνον μέχρι τῶν Σκαιῶν πυλῶν καὶ τῆς δρυὸς ἀφικνεῖτο· ἐκεῖ ποτὲ μόνον ἔμενε, μόλις δέ μου τὴν ὁρμὴν ἐξέφυγε. νυνὶ δὲ ἐπειδὴ μάχεσθαι οὐ θέλω τῷ ἐνδόξῳ Ἕκτορι, αὔριον θύσας τῷ Διὶ θυσίαν, καὶ πᾶσι τοῖς θεοῖς, καὶ συναθροίσας καλῶς τὰς ναῦς, ἐπειδὰν εἰς τὴν θάλασσαν ἑλκύσω αὐτάς, θεάσῃ, ἐὰν ἐθέλῃς καὶ ἐὰν ταῦτά σοι διὰ φροντίδος ὦσι, ἕωθεν μάλα πλεούσας κατὰ τοῦ πλῆθος ἰχθύων ἔχοντος Ἑλλησπόντου τὰς ἐμὰς ναῦς, ἐν αὐταῖς δὲ τοὺς ἄνδρας προθυμουμένους κωπηλατεῖν· ἐὰν δὲ εὔπλοιαν καὶ καιρὸν ἐπιτήδειον παράσχῃ ὁ ἔνδοξος Ποσειδῶν, τῇ τρίτῃ ἡμέρᾳ καταλάβοιμ᾽ ἂν τὴν εὔγεων Φθίαν. εἰσὶ δέ μοι πάνυ πολλά, ἃ κατέλιπον, δεῦρο ἐπὶ φθορᾷ ἐρχόμενος· ἄλλον δὲ χρυσὸν ἐντεῦθεν καὶ χαλκὸν ἐρυθρόν, καὶ γυναῖκας εὐειματούσας, καὶ σίδηρον λευκὸν (τίμιον) (μέλανα κατ᾿ ἀντίφρασιν) ἀπάξω, ἃς κλήρῳ ἔσχον· τὸ γέρας δέ, ὅπερ μοι ἔδωκεν ὁ βασιλεὺς Ἀγαμέμνων ὁ υἱὸς τοῦ ᾽Ἀτρέως, ὕστερον ἀτιμάζων (ἀγνωμονῶν) ἀφείλετο, ᾧ δὴ πάντα κάτειπε ὥσπερ κελεύω φανερῶς, ὅπως καὶ οἱ ἄλλοι ὀργίζωνται Ἕλληνες, εἴγε τινὰ τῶν Ἑλλήνων ἔτι οἴεται ἀπατήσειν περὶ ἐμοῦ λέγων, ἀεὶ ἀναισχυντίαν ἐνδεδυμένος· ἔμοιγε γὰρ οὐκ ἂν δυνηθείη εἰς πρόσωπον ἰδεῖν, καίπερ ὢν ἀναιδὴς, διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων· οὐδὲ κατά τι αὐτῷ βουλὰς συλλογίσομαι, οὐδὲ δὴ ἔργον (πρᾶξιν)· ἐξηπάτησε γάρ με καὶ ἥμαρτεν· οὐκέτι δ᾽ ἂν αὖθις ἐξαπατήσειε λόγοις, ἱκανῶς γὰρ αὐτῷ ἔχει· ἀλλ᾽ ἥσυχος καὶ χωρὶς ἐμοῦ φθειρέσθω· ὁ γὰρ βουλευτικὸς Ζεὺς ἐξείλετο τὴν διάνοιαν αὐτοῦ· ἐχθρὰ δέ μοι καὶ μισητά εἰσι τὰ δῶρα αὐτοῦ· τιμῶμαι δὲ αὐτὸν ἐν μοίρᾳ θανατηφόρῳ· οὐδὲ ἐὰν δεκάκις καὶ εἰκοσάκις τοσαῦτα δώσῃ, ὅσα ἐν τῷ παρόντι εἰσὶν αὐτῷ, καὶ εἴ ποθεν ἄλλα προσγένοιτο, καὶ (οὐδ᾽) ὅσα εἰς τὸν Ὀρχομενὸν εἰσέρχεται, οὐδὲ (καὶ) ὅσα εἰς τὰς Θήβας τῆς Αἰγύπτου, ὅπου πλεῖστα κτήματα κεῖνται ἐν ταῖς οἰκίαις, αἵτινες ἑκατὸν πύλας ἔχουσι, διακόσιοι δὲ καθ᾿ ἑκάστην ἄνδρες ἐξέρχονται σὺν ἵπποις καὶ ὀχήμασι· οὐδὲ εἰ τοσαῦτά μοι δώσει, ὅσα ἡ ἄμμος τε καὶ ὁ χοῦς εἰσιν, οὐδ᾽ ἂν οὕτως ἔτι τὴν ἐμὴν ψυχὴν καταπείσει ὁ Ἀγαμέμνων, πρὶν ἀποδοῦναί μοι πᾶσαν τὴν ὕβριν τὴν ψυχὴν ποιοῦσαν ἀλγεῖν· τὴν θυγατέρα δὲ τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως οὐ βούλομαι γῆμαι, οὐδὲ εἰ τῇ χρυσῇ Ἀφροδίτῃ κατὰ τὸ κάλλος ἁμιλλῷτο, τῇ εὐοφθάλμῳ δὲ Ἀθηνᾷ κατὰ τὰ ἔργα ἐξισοῖτο, οὐδ᾽ οὕτως αὐτὴν γῆμαι βούλομαι· οὗτος ἄλλον τίν᾽ ἀπὸ τῶν Ἑλλήνων λαβέτω, ὅστις ἄξιος αὐτοῦ ἐστι, καὶ ὃς βασιλικώτερος ὑπάρχει. ἐὰν γάρ με σώζωσιν οἱ θεοὶ καὶ εἰς τὸν οἶκον ἀφίκωμαι, ὁ Πηλεὺς δή μοι μετὰ ταῦτα αὐτὸς γυναῖκα κατεγγυήσει· πολλαὶ Ἑλληνίδες εἰσὶν ἀνὰ τὴν Ἑλλάδα καὶ τὴν Φθίαν θυγατέρες ἀριστέων, οἵπερ τὰς πόλεις σώζουσι· τούτων ἣν ἂν βουλοίμην ἀγαπητὴν γυναῖκα ποιήσομαι, ἐκεῖ δέ μοι πολλῷ μᾶλλον ἐφίεται ἡ ἀνδρεία ψυχή λαβόντι γυναῖκα κατὰ μνηστείαν, ὁμοίαν γαμετὴν, εὐφραίνεσθαι τοῖς κτήμασιν, ἃ Πηλεὺς ὁ γέρων ἐκτήσατο· οὐδὲν γὰρ ἀντάξιον τῆς ἐμῆς ψυχῆς, οὐδὲ ὅσα λέγουσιν ἔχειν τὴν Ἴλιον τὴν καλῶς οἰκουμένην πόλιν τὸ πρότερον, ἐπὶ τῆς εἰρήνης, πρὸ τοῦ ἐλθεῖν τοὺς υἱοὺς τῶν Ἑλλήνων· οὐδὲ ὅσα ὁ λίθινος τῶν θυρῶν βατὴρ ἐναποκλείει τοῦ τοξικοῦ καθαροῦ Ἀπόλλωνος ἐν τῇ πετρώδει Πυθοῖ· βόες μὲν γὰρ καὶ πρόβατα εὐτραφῆ κτητά εἰσι, κτητοὶ δὲ οἱ λέβητες, καὶ αἱ τῶν ἵππων ξανθαὶ κεφαλαί· ἀνδρὸς δὲ ψυχὴ ἐπανελθεῖν εἰς τὸ σῶμα, οὔτε κτητή, οὔτε ληπτή ἐστιν, ἐπειδὰν παραλλάξῃ τὸ περίφραγμα τῶν ὀδόντων. ἡ γάρ με μήτηρ ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους φησὶ διττὰς μοίρας φέρειν εἰς τὸ τοῦ θανάτου τέλος· ἂν μὲν γὰρ ἐνταῦθα μένων πολεμῷ περὶ τὴν πόλιν τῶν Τρῴων, ἀπώλετο μέν μοι ἡ ὑποστροφή, ἡ ἔνδοξος δὲ φήμη ἄφθαρτος ἔσται· ἐὰν δὲ εἰς τὸν οἶκον ἀφίκωμαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, ἀπώλετό μοι ἡ ἀγαθὴ φήμη, ἐπὶ πολύ δέ μοι ἡ ζωὴ ἔσται, οὐδ᾽ ἂν ταχέως με καταλάβοι τὸ τοῦ θανάτου τέλος. καὶ δὴ ἂν τοῖς ἄλλοις ἐγὼ παραινέσαιμι εἰς τὸν οἶκον ἀποπλέειν· ἐπειδὴ οὐκέτι εὑρήσετε τὸ τέλος τῆς ὑψηλῆς Ἰλίου· πάνυ γὰρ αὐτῆς ὁ μεγαλόφωνος Ζεὺς ὑπερέσχε τὴν ἑαυτοῦ χεῖρα, εὔτολμοι δὲ γεγόνασιν οἱ λαοί. ἀλλ᾽ ὑμεῖς μὲν ἀπελθόντες τοῖς τῶν Ἑλλήνων ἀριστεῦσιν ἀπαγγείλατε τὴν πρεσβείαν μηδὲν ἀνύσαι, τοῦτο γὰρ τιμή ἐστι τῶν γερόντων. ὅπως ἄλλην βελτίονα βουλὴν βουλεύωνται λογιζόμενοι, ἣ ἂν αὐτοῖς τὰς ναῦς σῴσῃ καὶ τὸν στρατὸν τῶν Ἑλλήνων ἐπὶ ταῖς βαθείαις ναυσίν· ἐπειδὴ αὕτη οὐκ ἔστιν αὐτοῖς πρόχειρος, ἣν ἐν τῷ παρόντι ἐνόησαν, ἐμοῦ ὀργισθέντος· ὁ Φοῖνιξ δὲ ἐνταῦθα παρ᾽ ἡμῖν μένων κοιμηθήτω, ὅπως μοι ἐν ταῖς ναυσὶν ἀκολουθήσῃ εἰς τὴν πατρίδα τὴν προσφιλῆ αὔριον, ἐὰν βούληται· βίᾳ δὲ αὐτὸν οὐδαμῶς ἀπάξω.

307

οὕτως εἶπεν· οὗτοι δὲ ἅπαντες ἄφωνοι ἐγένοντο σιωπῇ τὸν λόγον θαυμάσαντες, πάνυ γὰρ ἰσχυρῶς καὶ ἀποτόμως ἀπείπατο· μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ γέρων ἱππικὸς Φοῖνιξ, δάκρυα ἀναπλήσας· ἐφοβεῖτο γὰρ περὶ τῶν νεῶν τῶν Ἑλλήνων· εἰ μὲν ὑποστροφὴν ἐν νῷ, λαμπρότατε Ἀχιλλεῦ, ἐμβάλλεις, παντελῶς δὲ οὐκ ἀποσοβεῖν ταῖς ταχείαις ναυσὶ τὸ ἀφανιστικὸν πῦρ ἐθέλεις, ἐπειδὴ ὀργὴ ἐνέπεσεν εἰς τὴν σὴν ψυχήν, πῶς ἂν μετὰ ταῦτ᾽ ἀπὸ σοῦ, ὦ τέκνον ἀγαπητόν, ἐνταῦθα καταλειφθείην μόνος; σοῦ γὰρ ἕνεκεν ἔπεμψέ με ὁ γέρων ἱππικὸς Πηλεὺς τῇ ἡμέρᾳ ἐκείνῃ, ὁπηνίκα σε ἐκ τῆς Φθίας ἔπεμπε νέον κομιδῆ, οὔπω ἔμπειρον τοῦ δεινοῦ πολέμου, οὐδὲ τῶν ἐκκλησιῶν, ὅπου οἱ ἄνδρες διάδηλοι καὶ ἐπίσημοι τυγχάνουσι· τούτου ἕνεκεν ἔπεμψέ με διδάσκειν σε ταῦτα πάντα, λόγων τε δημηγόρον εἶναι καὶ ποιητὴν πράξεων. οὕτως ἂν μετὰ ταῦτα ἀπὸ σοῦ, τέκνον ἀγαπητόν, οὐ βουλοίμην ἀπολιπέσθαι, οὐδ᾽ ἐὰν αὐτὸς ὁ θεὸς ὑπόσχηταί μοι ποιήσειν νέον ἀκμάζοντα, ἀφελόμενος τὸ γῆρας, ὁποῖον ἡνίκα τὸ πρῶτον κατέλιπον τὴν ὡραίας γυναῖκας ἔχουσαν Ἑλλάδα, φεύγων τὰ ὀνείδη τοῦ πατρὸς τοῦ Ἀμύντορος τοῦ υἱοῦ τοῦ Ὀρμενίδου, ὅστις χαλεπῶς μοι ὠργίσθη περὶ τῆς παλλακίδος τῆς ὡραιοκόμου, ἣν αὐτὸς ἐφίλει· ἠτίμαζε δὲ τὴν ἑαυτοῦ γαμετὴν τὴν ἐμὴν μητέρα, αὕτη δὲ ἀεὶ τῶν ἐμῶν ἁπτομένη γονάτων παρεκάλει τῇ παλλακίδι συγ(προ)γενέσθαι, ὅπως μισήσῃ τὸν γέροντα· ταύτῃ ἐπείσθην, καὶ ἐποίησα· ὁ ἐμὸς δὲ πατὴρ εὐθὺς αἰσθόμενος, πολλά μοι ἐπηρᾶτο, τὰς μισητὰς δὲ Ἐριννῦς ἐπεκαλεῖτο, μηδέποτε ἐν τοῖς ἑαυτοῦ γόνασιν καθίσαι υἱὸν ἀγαπητὸν ἐξ ἐμοῦ γεννηθέντα· οἱ θεοὶ δὲ ἐτελείουν τὰς κάταρας, ὅ τε Ἅιδης, καὶ ἡ ἐπαινετὴ Περσεφόνη· - - - - τότε μοι οὐδόλως κατείχετο καὶ ἠρέμει ἐν τῷ λογιστικῷ ὁ θυμός, ὥστε ἀναστρέφεσθαι ἐν τοῖς οἴκοις τοῦ πατρὸς πάνυ ὀργιζομένου· ὄντως πολλὰ μὲν συγγενεῖς τε καὶ ἐξάδελφοι περὶ ἐμὲ ὄντες, παρακαλοῦντες αὐτοῦ κατεῖχον, καὶ ἐκώλυον ἐν τοῖς οἴκοις, πολλὰ δὲ εὐτραφῆ πρόβατα, καὶ βόας συστρέφοντας τοὺς πόδας κατὰ πορείαν ἔσφαζον, πολλοὶ δὲ χοῖροι θάλλοντες λίπει, ἤτοι πιμελεῖς ὄντες, ὀπτώμενοι ἐξετείνοντο (ἐτήκοντο) διὰ τῆς φλογὸς τοῦ πυρός, πολὺς δὲ οἶνος ἐκ τῶν πίθων ἐπίνετο τοῦ γέροντος, ἐπὶ ἐννέα δὲ νύκτας περὶ ἐμὲ αὐτὸν παρεκοιμῶντο· τούτων οἱ μὲν οὖν ἐκ διαδοχῆς ἐφύλαττον· οὐδέποτε ἐσβέσθη τὸ πῦρ, ἓν μὲν ὑπὸ στοᾷ τῆς εὐπεριβόλου αὐλῆς, ἕτερον δὲ ἐν τῷ προδόμῳ, ἔμπροσθεν τῶν θυρῶν τοῦ θαλάμου· ἀλλ᾿ ὁπηνίκα δὴ ἡ δεκάτη μοι ἐπῆλθε σκοτεινὴ νύξ, τηνικαῦτ’ ἐγὼ τὰς πυκνῶς ἡρμοσμένας θύρας τοῦ θαλάμου συντρίψας, ἐξῆλθον, καὶ ἐπήδησα ὑπὲρ τοῦ περιφράγματος τῆς αὐλῆς ῥᾳδίως, λαθὼν τοὺς φυλάσσοντας, καὶ τὰς δούλας γυναῖκας· ἔφευγον μετὰ ταῦτα πόρρωθεν διὰ τῆς πλατείας Ἑλλάδος, ἀφικόμην δὲ εἰς τὴν Φθίαν τὴν εὔγεων τὴν τῶν προβάτων τροφόν, πρὸς τὸν βασιλέα Πηλέα· οὗτος δέ με προθύμως ὑπεδέξατο, καὶ ἐφίλησέ με, καθάπερ πατὴρ τὸν ἑαυτοῦ παῖδα φιλεῖ τὸν μονογενῆ, μεθ᾿ ὃν ἄλλον οὐκ ἐγέννησε, τεχθέντα ἐν γήρᾳ ἐπὶ κτήμασι πολλοῖς· καί με πλούσιον ἐποίησε, πολὺν δέ μοι λαὸν παρέσχετο· ᾤκουν δὲ τὸ τελευταῖον μέρος τῆς Φθίας, βασιλεύων τῶν Δολόπων. καὶ σε τοσοῦτον ἐποίησα, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, ἐκ ψυχῆς φιλῶν, ἐπειδὴ οὐκ ἔθελες σὺν ἄλλῳ οὔτε εἰς εὐωχίαν πορεύεσθαι, οὔτε ἐν τοῖς οἴκοις φαγεῖν, πρὶν ὁπότε δέ σε καθίσας ἐγὼ ἐπὶ τοῖς ἐμοῖς γόνασι, κορέσαιμι ὄψου (τροφῆς), τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος, καὶ οἶνον ποτίσας· πολλάκις μοι διάβροχον ἐποίησας ἐν τῷ στήθει τὸν χιτῶνα, οἶνον ἀναφλύων καὶ ἀναβάλλων ἐν τῇ χαλεπῇ ἡλικίᾳ τῶν νηπίων. οὕτως ἐπὶ σοὶ πάνυ πολλὰ ἔπαθον, καὶ πολλὰ ἐπόνησα, ταῦτα φρονῶν, διότι μοι οὐδαμῶς οἱ θεοὶ ἀπετέλουν γέννημα ἐξ ἐμοῦ, ἀλλὰ σὲ υἱὸν, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, ἐποιούμην, ὅπως μοι ἀποσοβήσῃ ποτὲ ὄλεθρον ἀπρεπῆ. ἀλλ᾽, ὦ Ἀχιλλεῦ, δουλαγώγησον τὸν μέγαν θυμόν, οὐ γάρ σε δεῖ ἔχειν ἀνηλεῆ καὶ ἀπηνῆ ψυχήν. τρεπτοὶ δέ εἰσι καὶ αὐτοὶ οἱ θεοί, ὧν δὴ καὶ μείζων ἐστὶν ἡ ἀρετή, καὶ ἡ τιμή, καὶ ἡ δύναμις· καὶ τούτους μὲν γὰρ θυσίαις (θυμιάμασι) καὶ εὐχαῖς προσηνέσι, καὶ σπονδῇ, καὶ ἀτμῷ κρεῶν παρατρέπουσι, καὶ πείθουσιν οἱ ἄνθρωποι παρακαλοῦντες, ὅταν τις παραβῇ καὶ ἁμάρτῃ. καὶ γὰρ αἱ Παρακλήσεις, αἱ θυγατέρες τοῦ μεγάλου Διός, χωλαί εἰσι καὶ ῥυτίδας ἔχουσαι, καὶ διάστροφοι τὰς ὄψεις, αἳ δὴ καὶ μετὰ τὴν Βλάβην παραγινόμεναι φροντίζουσιν· ἡ Βλάβη δὲ ἰσχυρά τε ἐστὶ καὶ ὑγιὴς τοὺς πόδας, οὗ ἕνεκα πάσας πολλῷ ὑπεκτρέχουσα νικᾷ, προκαταλαμβάνει δὲ ἐπὶ πᾶσαν τὴν γῆν βλάπτουσα τοὺς ἀνθρώπους αὗται δὲ μετὰ ταῦτα ἰῶνται καὶ θεραπεύουσι. ὃς μὲν οὖν αἰδεσθήσεται τὰς θυγατέρας τοῦ Διὸς πλησίον παραγενομένας, τοῦτον μεγάλως ὠφέλησαν καὶ ἐπήκουσαν εὐξαμένου· ὃς δ᾽ ἂν ἀνανεύσῃ, καὶ καρτερῶς ἀρνήσηται, αὗταί γε δὴ ἀφικόμεναι παρακαλοῦσι τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου, τὴν Βλάβην αὐτῷ ἐπακολουθεῖν, ὅπως κακὰ παθὼν ἀποδώσῃ. ἀλλ᾽, ὦ Ἀχιλλεῦ, δίδου καὶ σὺ ἕπεσθαι τιμὴν ταῖς θυγατράσι τοῦ Διός, ἣ καὶ τῶν ἄλλων ἀγαθῶν ἀνδρῶν τὸν νοῦν καταπείθει. εἰ μὲν γὰρ μὴ δῶρα τὰ μὲν νῦν ἐδίδου, τὰ δὲ μετὰ ταῦτα δώσειν ὑπισχνεῖτο ὁ υἱὸς τοῦ Ἀτρέως, ἀλλ᾽ ἀεὶ μεγάλως ὠργίζετο, οὐκ ἂν ἔγωγε κελεύοιμι καταλιπόντα σε τὴν ἔμμονον ὀργήν, βοηθεῖν τοῖς Ἕλλησι, καίπερ δεομένοις καὶ χρήζουσι βοηθείας· νῦν δὲ ὁμοῦ ἄλλα εὐθὺς δίδωσι, καὶ ἄλλα μετὰ ταῦτα δώσειν ὑπέσχετο· ἄνδρας δὲ ἀρίστους ἔπεμψε παρακαλέσοντας, ἐκλεξάμενος αὐτοὺς κατὰ τὸν Ἑλληνικὸν στρατόν, οἵπερ σοὶ μάλιστα τῶν Ἑλλήνων ἠγαπημένοι εἰσί. τούτων τὸν λόγον μὴ σύ γε ἀτιμάσῃς, μηδὲ τὴν ἐνθάδε πορείαν, τὸ πρότερον δὲ οὐκ ἦν μεμπτέον τὸ ὀργίζεσθαι. οὕτω καὶ τῶν προγενεστέρων ἀνδρῶν ἡρώων τὴν φήμην ἠκούσαμεν, ὅταν τινὰ κατελάμβανεν ὀργὴ μεγάλη, δώροις πειθόμενοι ἦσαν, καὶ λόγοις ὑπείκοντες. μέμνημαι ἐγὼ τοῦτο τὸ ἔργον παλαιὸν (πάλαι), οὐδαμῶς νέον (νεωστὶ) γενόμενον, λέξω δὲ ἐν ὑμῖν ἅπασι φίλοις οὖσι. οἱ Κουρῆτες (Πλευρώνιοι) καὶ οἱ πολεμικοὶ Καλυδώνιοι ἐπολέμουν περὶ τὴν πόλιν τὴν Καλυδῶνα, καὶ ἀπέκτεινον ἀλλήλους, Καλυδώνιοι μὲν μαχόμενοι ὑπὲρ τῆς ἑαυτῶν ἐπεράστου πόλεως τῆς Καλυδῶνος, οἱ Κουρῆτες (Πλευρώνιοι) δὲ προθυμούμενοι ἐκπορθῆσαι πολέμῳ τὴν πόλιν. τούτοις γὰρ κακὸν ἤγειρεν ἡ χρυσὸν θρόνον ἔχουσα Ἄρτεμις ὀργισθεῖσα, διότι αὐτῇ οὐκ ἔθυσεν ἐν τῷ γονίμῳ τόπῳ τῆς Ἀλωνίας τὰς ὑπὲρ εὐθαλίας καὶ εὐφορίας τῶν καρπῶν διδομένας θυσίας τοῖς θεοῖς ὁ Οἰνεύς, οἱ ἄλλοι δὲ θεοὶ εὐωχοῦντο θυσίας μεγάλας, μόνῃ δὲ τῇ θυγατρὶ τοῦ μεγάλου Διὸς οὐκ ἐθυσίασεν, ἢ ὅτι ἐπελάθετο, ἢ ἑκὼν παρεπέμψατο· ἐβλάβη δὲ τὰ μέγιστα κατὰ ψυχήν· αὕτη δὲ ὀργισθεῖσα ἡ ἐνδοξοτάτη τὸ γένος Ἄρτεμις, ἐφώρμησεν ἄγριον χοῖρον λευκόδοντα ἐν χλοῇ διατρίβοντα, ὃς πολλὰ κακὰ εἰργάζετο, ἐξ ἔθους ἐπιφοιτῶν εἰς τὰ σύμφυτα χωρία τοῦ Οἰνέως· πολλὰ δ᾽οὗτος ἄλλα ἐπ᾽ ἄλλοις τιθέμενα, ὅ ἐστι συνεχῆ, δένδρα μεγάλα κατέβαλεν σὺν ταῖς ῥίζαις, καὶ σὺν τοῖς ἄνθεσι τῶν μήλων. τοῦτον δὲ ἀνεῖλεν ὁ Μελέαγρος ὁ υἱὸς τοῦ Οἰνέως, συναθροίσας ἐκ πολλῶν πόλεων ἄνδρας κυνηγούς, καὶ κύνας· οὐ γὰρ ἂν ἀνῃρέθη ἀνδράσιν ὀλίγοις· τοσοῦτος (τηλικοῦτος) ἦν· πολλοὺς δὲ ἐπεβίβασε τῆς λυπηρᾶς πυρᾶς· αὕτη δὲ περὶ αὐτὸν ἐποίησε θόρυβον μέγαν καὶ κραυγήν, ὑπὲρ τῆς κεφαλῆς τοῦ χοίρου, καὶ τοῦ δασέως τετριχωμένου δέρματος, μεταξὺ τῶν Πλευρωνίων καὶ τῶν μεγαλοψύχων Καλυδωνίων, ἐν ὅσῳ μὲν οὖν ὁ πολεμικὸς Μελέαγρος ἐπολέμει, ἐν τοσούτῳ τοῖς Πλευρωνίοις κακῶς εἶχεν, οὐδὲ ἐδύναντο μένειν ἐκτὸς τοῦ τείχους, καίπερ ὄντες πολλοί· ἀλλ᾿ὁπηνίκα δὴ τὸν Μελέαγρον εἰσῆλθεν ὀργή, ἥτις καὶ ἄλλων οἰδαίνεσθαι καὶ ἐξογκοῦσθαι ποιεῖ τὸν νοῦν ἐν τῷ στήθει, καίπερ καλῶς φρονούντων· οὗτος μὲν, τῇ ἀγαπητῇ μητρὶ τῇ Ἀλθαίῃ ὀργιζόμενος κατὰ ψυχήν, ἐκάθητο παρὰ τῇ μεμνηστευμένῃ περικαλλεῖ γυναικὶ τῇ Κλεοπάτρᾳ, τῇ θυγατρὶ τῆς εὐειδοῦς Μαρπίσσης τῆς θυγατρὸς τοῦ Εὐήνου, καὶ τοῦ Ἴδα, ὃς ἰσχυρότατος τῶν ἐπιγείων ἀνδρῶν ἦν τῶν κατ᾽ ἐκείνου τοῦ χρόνου· καὶ δὴ καὶ κατὰ τοῦ βασιλέως ἀνελάβετο τὸ τόξον τοῦ καθαροῦ Ἀπόλλωνος, ἕνεκα τῆς εὐειδοῦς νύμφης· ταύτην δὲ τότε ἐν τοῖς οἴκοις ὅ τε πατήρ, καὶ ἡ σεβαστὴ μήτηρ Ἀλκυόνην ὠνόμαζον φερωνύμως, διότι ἡ μήτηρ αὐτῆς θρῆνον ἔχουσα Ἀλκυόνος τῆς πολλὰ πενθούσης ἔκλαιεν, ὅτε αὐτὴν ἀφῄρητο ὁ πόρρωθεν ἐργαζόμενος καθαρὸς Ἀπόλλων· παρ᾿ αὐτῇ δὴ οὗτος κατέκειτο, τὴν ψυχὴν λυποῦσαν ὀργὴν πεπαίνων, ἐκ τῶν καταρῶν τῆς μητρὸς ὀργισθείς, ἣ δὴ τοῖς θεοῖς λυπουμένη πάνυ ηὔχετο ἕνεκα τοῦ φόνου τοῦ ἀδελφοῦ αὐτῆς (τοῦ ἀδελφικοῦ), πάνυ δὲ καὶ τὴν πολλοὺς τρέφουσαν γῆν ἔπληττεν ταῖς χερσὶν ἐπικαλουμένη τὸν Ἅιδην καὶ τὴν ἐπαινετὴν Περσεφόνην ἐπὶ γόνατα καθεζομένη· διάβροχοι δὲ ἐγίνοντο τοῖς δάκρυσιν οἱ κόλποι αὐτῆς δοῦναι θάνατον τῷ υἱῷ· ταύτης δὲ ἤκουσεν ἡ ἐν τῷ σκότει φοιτῶσα Ἐριννὺς ἐκ τοῦ ζόφου, ἀπηνῆ καὶ ἀπαραίτητον ψυχὴν ἔχουσα. ταχέως δὲ περὶ τὰς πύλας αὐτῶν θόρυβος καὶ κτύπος ἠγέρθη, τυπτομένων τῶν πύργων. τοῦτον παρεκάλουν οἱ γέροντες τῶν Καλυδωνίων, ἔπεμπον δὲ ἱερεῖς ἀρίστους τῶν θεῶν παρακλήτορας, ὥστ᾽ ἐξελθεῖν καὶ βοηθῆσαι, ἐπαγγειλάμενοι χάριν μεγάλην, ὅπου τὸ εὔγεων πεδίον ἐστὶ τῆς ἐπεράστου Καλυδῶνος· ἐκεῖ αὐτὸν λαβεῖν τόπον (χωρίον) ὡραῖον ἐκέλευον πεντήκοντα ζευγῶν, τὸ μὲν ἥμισυ γῆς ἀμπελοφύτου, τὸ ἥμισυ δὲ γῆν γυμνὴν φυτῶν πρὸς ἄροσιν τοῦ πεδίου ἀποτεμόντα λαβεῖν· πάνυ δὲ αὐτὸν παρεκάλει ὁ γέρων ἱππικὸς Οἰνεὺς τοῦ βατῆρος τῶν θυρῶν ἐπιβεβηκὼς τοῦ ὑψηλοῦ δώματος, πρᾴως κινῶν τὰς κεκολλημένας σανίδας, ἱκετεύων τὸν υἱόν· πάνυ δὲ αὐτὸν αἱ ἀδελφαὶ καὶ ἡ σεβαστὴ μήτηρ παρεκάλουν, οὗτος δὲ μᾶλλον ἀνένευε καὶ παρῃτεῖτο· πάνυ δὲ οἱ φίλοι οἵτινες αὐτῷ νουνεχέστατοι καὶ φίλτατοι πάντων ἦσαν, ἀλλ᾽ οὐδ᾽ οὕτω τὴν αὐτοῦ ψυχὴν ἐν τῷ στήθει κατέπειθον, πρίν, ὅτε δὴ τὸ δῶμα ἐπιμόνως ἐπλήττετο, οἱ δὲ Πλευρώνιοι ἐπέβαινον τῶν πύργων, καὶ ἐπυρπόλουν τὴν μεγάλην πόλιν. καὶ τηνικαῦτα δὴ ἡ εὐειματοῦσα γαμετὴ τὸν Μελέαγρον παρεκάλει ὀδυρομένη καὶ κλαίουσα, καὶ διεξῆλθεν αὐτῷ πάντα τὰ δεινά, ὅσα τοῖς ἀνθρώποις συμβαίνουσιν, ὧν ἂν ἡ πόλις ἐκπορθηθείη· τοὺς μὲν ἀνδρὰς ἀποκτείνουσι, τὴν πόλιν δὲ τὸ πῦρ σποδὸν καὶ κόνιν ἐργάζεται, τὰ τέκνα δὲ ἄλλοι ἀπάγουσι, καὶ τὰς ἐν βάθει ζωννυμένας γυναῖκας. τούτου δὲ διηγείρετο ἡ ψυχή, ἀκούσαντος ἔργα χαλεπά, ὥρμησε δὲ πορεύεσθαι, ἐν τῷ σώματι δὲ τὰ ἔκλαμπρα ὅπλα ἐνεδύσατο. οὕτως αὐτὸς μὲν ἀπεσόβησε τὴν δεινὴν ἡμέραν τοῖς Αἰτωλοῖς ὑπακούσας τῷ ἑαυτοῦ ἐπιλογισμῷ· τούτῳ δὲ οὐκέτι τὴν χάριν ἐτελείωσαν τὴν μεγάλην τε καὶ κεχαριτωμένην, τὸ δεινὸν δὲ ἀπεσόβησε καὶ οὕτως· ἀλλὰ σὺ μὴ διανοοῦ ταῦτα ἐν τῷ λογιστικῷ, μηδὲ θεός σε ἐνθάδε κινήσειεν, ὦ φίλε, χεῖρον δ᾽ ἂν εἴη καιομέναις ταῖς ναυσὶν ἐπιβοηθεῖν. ἀλλ᾽ ἕνεκα δώρων πορεύου, οἱ γὰρ Ἕλληνες ὁμοίως θεῷ σε τιμήσουσιν· εἰ δ᾽ ἄνευ δώρων εἰσέλθοις εἰς τὸν τοὺς ἄνδρας φθείροντα πόλεμον, οὐκέτι ὁμοίως τῆς τιμῆς ἔσῃ, καίπερ ἀποσοβῶν τὸν πόλεμον.

430

πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· ὦ Φοῖνιξ τροφεῦ, γηραιὲ ἐνδοξότατε τεθραμμένε, οὐδαμῶς μοι χρεία ταυτησὶ τῆς τιμῆς, δοκῶ δὲ τετιμῆσθαι πεπρωμένῃ Διός, ἥτις με ἕξει παρὰ ταῖς ναυσὶ ταῖς καμπυλοπρύμνοις, ἕως ἂν ἡ ἀναπνοὴ ἐν τῷ στήθει μένῃ, καὶ τὰ ἀγαπητὰ γόνατά μοι κινῆται. ἄλλο δέ σοι λέξω, σὺ δὲ ἐν τῷ σῷ λογιστικῷ ἔμβαλλε αὐτό· μή μοι τάραττε τὴν ψυχὴν ἐν τῷ στήθει λυπούμενος, τῷ υἱῷ τοῦ Ἀτρέως τῷ ἥρωι χαριζόμενος, οὐδὲ δεῖ σε κατά τι φιλεῖν αὐτόν, ὅπως μὴ ἀπεχθὴς καὶ μισητὸς ὑπάρχῃς ἐμοὶ τῷ φιλοῦντί σε· καλόν σοι μετ' ἐμοῦ τοῦτον ἀνιᾷν, ὃς ἂν ἐμὲ ἀνιᾷ· ὁμοίως ἐμοὶ βασίλευε, καὶ τὸ ἥμισυ ἀπομερίζου καὶ λάμβανε τῆς τιμῆς. οὗτοι δὲ ἀπαγγελοῦσι τὴν πρεσβείαν, σὺ δὲ ἐνταῦθα μένων κοιμήθητι ἐν τῇ μαλακῇ κοίτῃ (στρωμνῇ)· ἅμα δὲ τῇ ἡμέρᾳ φαινομένῃ σκοπήσομεν, ἢ ὅπως πορευώμεθα ἐπὶ τὰ ἡμέτερα, ἢ ὅπως μένωμεν.

606

εἶπε, καὶ τῷ Πατρόκλῳ ἐπένευσεν οὗτός γε σιωπῶν, στρῶσαι τῷ Φοίνικι πυκνὴν καὶ συνεχῆ στρωμνήν, ὅπως ὡς τάχος ἐκ τῆς σκηνῆς ὑποστροφῆς φροντίσειεν. ἐν τούτοις δὲ Αἴας ὁ ἰσόθεος ὁ υἱὸς τοῦ Τελαμῶνος, εἶπε λόγον. ὦ εὐγενέστατε υἱὲ τοῦ Λαέρτου, πολύτροπε Ὀδυσσεῦ, ἴωμεν, οὐ γάρ μοι δοκεῖ τέλος τῶν λόγων τῷδε τῷ τρόπῳ συμπεραθήσεσθαι· δεῖ δὲ ὡς τάχος ἀπαγγεῖλαι τὸν λόγον τοῖς Ἕλλησι, καίπερ οὐκ ὄντα χρηστόν, οἳ δήπου νῦν κάθηνται προσδεχόμενοι· Ἀχιλλεὺς δὲ ἄγριον ἐν τῷ στήθει ἔθηκε μεγαλόφρονα θυμόν, ὁ χαλεπὸς καὶ ἄδικος, οὐδὲ ἐπιστρέφεται καὶ λόγον ποιεῖται τῆς τῶν συνήθων φιλίας ταυτησίν, ᾗτινι αὐτὸν ἐτιμῶμεν παρὰ ταῖς ναυσὶν ὑπὲρ τοὺς ἄλλους, ὁ σκληρός τε καὶ ἀπηνής· καὶ μὴν καί τις φόνου ἀδελφικοῦ, ἢ παιδὸς ἰδίου τιμωρίαν (δίκην) ἔλαβεν ἀποθανόντος· καὶ δὴ ὁ μὲν φονεύσας, αὐτοῦ ἐν τῇ πόλει μένει, πολλὰ ἀποδούς, τοῦ παθόντος δὲ ἡ καρδία, καὶ ὁ αὐθάδης θυμὸς ἐπέχεται καὶ κωλύεται, δίκην λαβόντος· σοὶ δὲ ἄπαυστόν τε καὶ χαλεπὸν θυμὸν ἐν τῷ στήθει ἔθηκαν οἱ θεοί, ἕνεκα γυναικὸς νέας μόνης· νυνὶ δέ σοι ἑπτὰ παρέχομεν ἐξόχως ἀρίστας, καὶ ἄλλα πολλὰ πρὸς ταύταις· σὺ δὲ ἵλεων ἀπέργασαι τὴν σὴν ψυχήν, αἰδέσθητι δὲ τὸ οἴκημα, ὁμόστεγοι δέ σοί ἐσμεν ἐκ τοῦ πλήθους τῶν Ἑλλήνων, πεποίθαμεν δέ σοι μᾶλλον τῶν ἄλλων ἀναγκαιότατοι εἶναι καὶ φίλτατοι, ὅσοι Ἕλληνές εἰσι.

620

πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· ὦ εὐγενέστατε Αἶαν υἱὲ Τελαμῶνος, ἡγεμὼν τῶν λαῶν, πάντα μοι ἀρέσκοντα τῇ ψυχῇ ἔδοξας εἰπεῖν, ἀλλά μοι ἡ καρδία φλεγμαίνει τῷ θυμῷ, ὅταν ἐκείνων μνησθῶ, ὅπως με παραλογισάμενος ἐπιβλαβῶς διέθηκεν ἐν τοῖς Ἕλλησιν ὁ υἱὸς τοῦ Ἀτρέως, καθάπερ τινὰ ἄτιμον μέτοικον. ἀλλ᾽ ὑμεῖς πορεύεσθε, καὶ τὴν πρεσβείαν ἀπαγγείλατε, οὐ γὰρ πρότερον τοῦ γέμοντος αἱμάτων πολέμου φροντίσω, πρὶν τὸν υἱὸν τοῦ συνετοῦ Πριάμου, τὸν ἔνδοξον Ἕκτορα ἐπὶ τὰς σκηνάς, καὶ τὰς ναῦς τῶν Μυρμιδόνων ἀφικέσθαι, ἀναιροῦντα τοὺς Ἕλληνας, καὶ τὰς ναῦς πυρὶ κατακαῦσαι· περὶ δὲ τὴν ἐμὴν σκηνήν, καὶ τὴν μέλαιναν ναῦν τὸν Ἕκτορα, καὶ προθύμως ὁρμῶντα, κωλύσειν καὶ ἀποστήσειν τοῦ πολέμου ὑπολαμβάνω.

643

οὕτως εἶπεν. οὗτοι δὲ πάντες λαβόντες ποτήρια περιφερῆ καὶ χοὰς ποιησάμενοι ἐπορεύοντο ὀπίσω εἰς τὰς ναῦς, προηγεῖτο δὲ Ὀδυσσεύς. ὁ Πάτροκλος δὲ τοῖς φίλοις καὶ ταῖς δούλαις ἐπέταξε, στρῶσαι τῷ Φοίνικι πυκνὴν καὶ συνεχῆ στρωμνὴν πάνυ ταχέως· αὗται δὲ ὑπακούουσαι ἔστρωσαν τὴν στρωμνήν, ὡς προσέταξε· κώεά τε, καὶ τάπητα, καὶ τὸ λεπτὸν ἀπάνθισμα, ἤτοι τὸ ἔκκριτον τοῦ λίνου, σινδόνα δηλονότι· ἐκεῖ ὁ γέρων ἐκοιμήθη, καὶ τὴν ἔνδοξον ἡμέραν ἀνέμενε. ὁ Ἀχιλλεὺς δὲ ἐκάθευδεν ἐν τῷ ἐνδοτάτῳ τῆς καλῶς κατεσκευασμένης σκηνῆς, παρ᾿ αὐτῷ δὲ ἐκοιμήθη καὶ γυνή, ἣν ἀπὸ τῆς Λέσβου ἤγαγεν, ἡ θυγάτηρ τοῦ Φόρβαντος, ἡ εὐειδὴς Διομήδη. ὁ Πάτροκλος δὲ ἀφ᾽ ἑτέρου μέρους ἐκοιμήθη, παρ᾽ αὐτῷ δὲ ἡ Ἶφις ἡ καλλίζωνος, ἣν αὐτῷ παρέσχετο ὁ ἔνδοξος Ἀχιλλεύς, τὴν ὑψηλὴν Σκῦρον πορθήσας, τὴν πόλιν τοῦ Ἐνυέως.

656

οὗτοι δὲ ὁπηνίκα εἰς τὰς σκηνὰς τοῦ υἱοῦ τοῦ Ἀτρέως παρεγένοντο, τούτους μὲν οὖν υἱοὶ τῶν Ἑλλήνων χρυσοῖς ποτηρίοις διεδέχοντο καὶ ἐδεξιοῦντο, ἄλλοθεν ἄλλος ἀνιστάμενοι, καὶ ἐξηρώτων· πρῶτον δὲ ἐξηρώτησεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων λέγων· ἄγε εἰπέ μοι, ὦ πολύμνητε Ὀδυσσεῦ, δόξα μεγάλη τῶν Ἑλλήνων, ἆρ᾽ ἐθέλει ἀποσοβῆσαι ταῖς ναυσὶ τὸ ἀφανιστικὸν πῦρ, ἢ μὴ ἐθέλειν εἶπε, θυμὸς δὲ ἔτι κατέχει τὴν μεγαλόφρονα αὐτοῦ ψυχήν;

669

πρὸς τοῦτον δὲ εἶπεν ὁ πολλὰ ὑπομείνας ἔνδοξος Ὀδυσσεύς· ὦ υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατε βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, ἐκεῖνός γε οὐκ ἐθέλει καταπαῦσαι τὸν θυμόν, ἀλλ᾽ ἔτι μᾶλλον πληροῦται ὀργῆς, σὲ δὲ ἀποστρέφεται καὶ τὰ σὰ δῶρα· σὲ αὐτὸν σκοπεῖν ἐν τοῖς Ἕλλησιν ἐκέλευσεν, ὅπως ἂν τὰς ναῦς σώσῃς καὶ τὸν στρατὸν τῶν Ἑλλήνων· αὐτὸς δὲ διετείνατο ἅμα τῇ ἡμέρᾳ φαινομένῃ τὰς εὐκαθέδρους ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς εἰς τὴν θάλασσαν ἑλκύσειν· καὶ δὴ καὶ τοῖς ἄλλοις παραινέσαι ἂν, εἶπεν, ἀποπλεῖν εἰς τὸν οἶκον, ἐπειδὴ οὐκέτι εὑρήσετε το τέλος τῆς ὑψηλῆς Ἰλίου· πάνυ γὰρ ἑαυτῆς ὁ μεγαλόφωνος Ζεὺς ὑπερέσχε τὴν ἑαυτοῦ χεῖρα, εὔτολμοι δὲ γεγόνασιν οἱ λαοί. οὕτως εἶπεν. εἰσὶ καὶ οὗτοι ταῦτα εἰπεῖν, οἵ μοι εἵποντο, ὁ Αἴας, καὶ οἱ δύο κήρυκες, ἀμφότεροι συνετοί. Φοῖνιξ δὲ ὁ γέρων ἐκεῖ κατεκοιμήθη, οὕτω γὰρ ἐκέλευσεν, ὅπως αὐτῷ ἐν ταῖς ναυσὶν ἀκολουθήσῃ εἰς τὴν ἀγαπητὴν πατρίδα αὔριον, ἐὰν βούληται, βίᾳ δ᾽ αὐτὸν οὐδαμῶς ἀπάξει.

676

οὕτως εἶπεν. οὗτοι δὲ ἅπαντες ἄφωνοι ( ἐννεοὶ) ἐγένοντο σιωπῇ, θαυμάσαντες τὸν λόγον πάνυ γὰρ ἰσχυρῶς καὶ ἀποτόμως ἔλεξεν· ἐπὶ πολὺ δὲ ἐκπλήξει ἥσυχοι ἦσαν λυπούμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων· μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης. ὦ υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατε, βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, εἴθε μὴ παρεκάλεσας τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως, πλεῖστα δῶρα παρέχων. οὗτος καὶ ἄλλως ὑπερήφανός ἐστι, νῦν δὲ αὐτὸν πολλῷ μᾶλλον εἰς ὑπερηφανείας ἐνέβαλες· ἀλλ᾽ ἐκεῖνον μὲν ἐάσωμεν, ἢ ἂν ἀπέρχηται, ἢ ἂν μένῃ· τότε δὲ πολεμήσει, ὅταν αὐτὸν ἡ ψυχὴ ἐν τῷ στήθει προτρέψῃ, καὶ ὁ θεὸς παροξύνῃ. ἀλλ᾿ ἄγετε, ὥσπερ ἂν αὐτὸς εἴπω, πεισθῶμεν ἅπαντες, νυνὶ μὲν κοιμήθητε ἐμπλησθέντες κατὰ τὴν ἀγαπητὴν ψυχὴν ἄρτου καὶ οἴνου, τοῦτο γάρ ἐστι προθυμία τε καὶ ἰσχύς. ἐπειδὰν δὲ φανῇ ἡ περικαλλὴς ῥοδόχρους ἡμέρα, ταχέως ἔμπροσθεν τῶν νεῶν ἔλαυνε, τὸν λαὸν καὶ τοὺς ἵππους διεγείρων, καὶ σὺ ἐν τοῖς πρώτοις μάχου, Ἀγάμεμνον.

693

οὕτως εἶπεν. ἅπαντες δὲ οἱ βασιλεῖς ἐπῄνεσαν, θαυμάσαντες τὸν λόγον τοῦ ἱππικοῦ Διομήδους· καὶ δὴ τότε χοὰς ποιησάμενοι ἐπορεύθησαν ἅπαντες ἐπὶ τὰς σκηνάς, ἐκεῖ δὲ ἐκοιμήθησαν (ἀνεκλίθησαν), καὶ ὕπνου ἔλαβον δῶρον, ἤτοι αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται.

710