Homeric text & Koine Greek paraphrase by Theodorus Gaza
ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς | 001 |
οὕτω Τρῷες μὲν ἐφύλασσον· τοὺς Ἕλληνας δὲ | |
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη, | 002 |
μεγίστη καὶ θαυμαστὴ φυγὴ κατεῖχε, φίλη καὶ συνεργὸς τοῦ φρικτοῦ φόβου· | |
πένθεϊ δ' ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι. | 003 |
λύπει δὲ ἀφορήτῳ ἐβέβληντο πάντες οἱ ἄριστοι· | |
ὡς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα | 004 |
ὥσπερ δὲ ἄνεμοι δύο ταράσσουσι τὴν τοὺς ἰχθύας ἔχουσαν θάλασσαν | |
Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον | 005 |
ὁ Βορέας, καὶ ὁ Ζέφυρος, οἵτινες ἐκ τῆς Θρᾴκης πνέουσιν, | |
ἐλθόντ' ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν | 006 |
ἐξαίφνης ἐπελθόντες, ἅμα δὲ τῷ πνεῦσαι κῦμα μέλαν | |
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν· | 007 |
κορυφοῦται καὶ ὑψοῦται, πολὺ δὲ βρύον ἔξω τῆς θαλάσσης ἀπέρριψαν· | |
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. | 008 |
οὕτως ἐκόπτετο ἡ ψυχὴ ἐν τοῖς στήθεσι τῶν Ἑλλήνων. | |
Ἀτρεΐδης δ' ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ | 009 |
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως λύπῃ μεγάλῃ τετρωμένος τὴν ψυχήν, | |
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων | 010 |
περιήρχετο, τοῖς ὀξυφώνοις κήρυξιν ἐπιτάσσων | |
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον, | 011 |
κατ᾽ ἐπίκλησιν καὶ ὀνομαστὶ καλεῖν εἰς ἐκκλησίαν ἕκαστον ἄνδρα, | |
μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο. | 012 |
μὴ δὲ κραυγάζειν, αὐτὸς δὲ ἐν τοῖς πρώτοις ἐνήργει καὶ προσησχολεῖτο· | |
ἷζον δ' εἰν ἀγορῇ τετιηότες· ἂν δ' Ἀγαμέμνων | 013 |
ἐκάθιζον δὲ ἐν τῇ ἐκκλησίᾳ λελυπημένοι, ἀνίστατο δὲ Ἀγαμέμνων | |
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος | 014 |
κλαίων, καὶ χέων δάκρυα, καθάπερ πηγή, μέλαν ὕδωρ ἔχουσα, | |
ἥ τε κατ' αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· | 015 |
ἥτις ἐκ πέτρας ὑψηλῆς χέει ὕδωρ μεταδονήδως φερόμενον. | |
ὣς ὃ βαρὺ στενάχων ἔπε' Ἀργείοισι μετηύδα· | 016 |
οὕτως αὐτὸς βαρέως καὶ μεγάλως στενάζων λόγους τοῖς Ἕλλησιν ἔλεγεν οὕτως· | |
ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες | 017 |
ὦ προσφιλεῖς ἡγεμόνες καὶ βασιλεῖς τῶν Ἑλλήνων, | |
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ | 018 |
ὁ Ζεὺς ὁ υἱὸς τοῦ Κρόνου βλάβῃ χαλεπῇ με ἐδέσμευσεν | |
σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν | 019 |
ὁ χαλεπὸς καὶ ἄδικος, ὃς πρότερον μέν μοι ἐπηγγείλατο καὶ ἐπένευσεν, | |
Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι, | 020 |
ἐκπορθήσαντα τὴν καλῶς τετειχισμένην Ἴλιον, ἀπελθεῖν· | |
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει | 021 |
νῦν δὲ ἐβουλεύσατο χλεύην καὶ ἀπάτην ἐπιβλαβῆ, καὶ κελεύει | |
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν. | 022 |
ἀφικέσθαι με εἰς τὸ Ἄργος ἄτιμον καὶ ἐπονείδιστον, ἐπειδὴ λαὸν πολὺν ἀπέβαλον· | |
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι, | 023 |
οὕτω που ἔοικε προσφιλὲς καὶ ἀρεστὸν εἶναι τῷ μεγαλοδυνάμῳ Διί, | |
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα | 024 |
ὃς δὴ πολλῶν πόλεων ἀκροπόλεις κατέλυσε, | |
ἠδ' ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον. | 025 |
καὶ ἔτι καταλύσει· ἡ γὰρ δύναμις αὐτοῦ μεγίστη ἐστί· | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 026 |
ἀλλ᾽ ἄγετε ὥσπερ ἂν αὐτὸς εἴπω, πεισθῶμεν καὶ ὑπακούσωμεν ἅπαντες· | |
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 027 |
φεύγωμεν μετὰ τῶν νεῶν εἰς τὴν πατρίδα τὴν ἀγαπητὴν γῆν, | |
οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν. | 028 |
οὐκέτι γὰρ ἐκπορθήσομεν τὴν πλατείας ὁδοὺς ἔχουσαν Ἴλιον. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. | 029 |
οὕτως εἶπεν· οὗτοι δὲ πάντες ἀχανεῖς καὶ ἥσυχοι παντελῶς ἐγένοντο σιωπῇ. | |
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· | 030 |
ἐπὶ πολὺ δὲ ἄφωνοι ἦσαν λυπούμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων· | |
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 031 |
μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· | |
Ἀτρεΐδη σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι, | 032 |
ὦ υἱὲ τοῦ Ἀτρέως, σοὶ πρῶτον ἐναντιωθήσομαι ἀνοηταίνοντι, | |
ἣ θέμις ἐστὶν ἄναξ ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς. | 033 |
ὡς ἔστιν εἰκός, βασιλεῦ, ἔν γε τῇ ἐκκλησίᾳ καὶ δημηγορίᾳ, σὺ δὲ μηδαμῶς ὀργισθῇς· | |
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσι | 034 |
πρώην μέν μοι ὠνείδισας τὴν ἰσχὺν ἐν τοῖς Ἕλλησιν | |
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα· ταῦτα δὲ πάντα | 035 |
εἰπὼν εἶναι ἄπειρον πολέμου καὶ ἀσθενῆ· ταῦτα δὲ πάντα | |
ἴσασ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. | 036 |
οἴδασιν οἵ τε νεώτεροι, καὶ πρεσβύτεροι τῶν Ἑλλήνων· | |
σοὶ δὲ διάνδιχα δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω· | 037 |
σοὶ δὲ μεμερισμένως ἔδωκεν ὁ υἱὸς τοῦ Κρόνου τοῦ σκολιὰ βουλευομένου· | |
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων, | 038 |
παρέσχετο μέν σοι βασιλείᾳ τιμᾶσθαι ὑπὲρ πάντας, | |
ἀλκὴν δ' οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. | 039 |
ἰσχὺν δὲ οὐδαμῶς σοι παρέσχετο, ὅπερ ἐστὶ μέγιστον κράτος. | |
δαιμόνι' οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν | 040 |
ὦ εὔδαιμον καὶ μάκαρ, οὕτω δὴ πάνυ ὑπολαμβάνεις τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
ἀπτολέμους τ' ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις; | 041 |
ἀπείρους πολέμου εἶναι καὶ ἀσθενεῖς, ὡς λέγεις; | |
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι | 042 |
εἰ δέ σοι αὐτῷ ἡ ψυχὴ ὁρμᾷ καὶ ἐφίεται ὥστε ἀπέρχεσθαι, | |
ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης | 043 |
πορεύου, πάρεστί σοι ἡ ὁδός, αἱ νῆες δέ σοι ἐγγὺς τῆς θαλάσσης | |
ἑστᾶσ', αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί. | 044 |
ἵστανται, αἵτινές σοι ἠκολούθουν ἐκ τῆς Μυκήνης πάνυ πολλαί· | |
ἀλλ' ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ | 045 |
ἀλλὰ οἱ ἄλλοι Ἕλληνες οἱ τὰς κεφαλὰς κομῶντες μενοῦσιν, | |
εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ | 046 |
ἕως ἂν τὴν Ἴλιον ἐκπορθήσωμεν· εἰ δὲ καὶ αὐτοί, | |
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· | 047 |
θέλουσι δηλονότι φυγεῖν, φευγέτωσαν ἐν ταῖς ναυσὶν εἰς τὴν πατρίδα τὴν ἀγαπητὴν γῆν· | |
νῶϊ δ' ἐγὼ Σθένελός τε μαχησόμεθ' εἰς ὅ κε τέκμωρ | 048 |
ἡμεῖς δέ, ἐγώ τε καὶ Σθένελος πολεμήσομεν, ἕως ἂν τὸ τέλος | |
Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. | 049 |
τῆς Ἰλίου καταλάβωμεν· σὺν τῷ θεῷ ἐνθάδε παρεγενόμεθα. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν | 050 |
οὕτως εἶπεν. οἱ υἱοὶ δὲ τῶν Ἑλλήνων ἅπαντες ἐπεβόησαν, | |
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. | 051 |
θαυμάσαντες τὸν λόγον τοῦ ἱππικοῦ Διομήδους· | |
τοῖσι δ' ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· | 052 |
ἐν τούτοις δὲ ἀναστὰς ἔλεγεν ὁ ἱππικὸς Νέστωρ· | |
Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, | 053 |
ὦ υἱὲ τοῦ Τυδέως, περισσῶς μὲν ἐν πολέμῳ ὑπάρχεις ἰσχυρός, καὶ ἀνδρεῖος, | |
καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. | 054 |
καὶ ἐν βουλῇ δὲ ὑπὲρ πάντας τοὺς τὴν αὐτήν σοι ἡλικίας ἔχοντας ὑπάρχεις ἄριστος· | |
οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, | 055 |
οὐδείς σοι τὸν λόγον μέμψεται ἀπὸ τῶν Ἑλλήνων, ὅσοι εἰσίν, | |
οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. | 056 |
οὐδὲ ἐναντιωθήσεται· οὔπω γε μὴν τὸ τῶν λόγων τέλος κατέλαβες, | |
ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης | 057 |
ὄντως που καὶ νέος ὑπάρχεις, ἐμὸς δὲ καὶ ὑιὸς ἂν γένοιο, | |
ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις | 058 |
νεώτερος ἡλικίᾳ· συνετὰ δὲ καὶ νουνεχῆ φθέγγῃ, ἐπειδὴ κατὰ τὸ εἰκὸς εἶπας | |
Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. | 059 |
καὶ ὠνείδισας τοὺς βασιλεῖς τῶν Ἑλλήνων· | |
ἀλλ' ἄγ' ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, | 060 |
ἀλλ᾽ ἄγε αὐτός, ὃς πρεσβύτερός σου καὐχῶμαι τυγχάνειν, | |
ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι | 061 |
λαλήσω καὶ πάντα διεξέλθω, οὐδέ τις μοι | |
μῦθον ἀτιμήσει', οὐδὲ κρείων Ἀγαμέμνων. | 062 |
τὸν λόγον ἀτιμάσει, οὐδὲ Ἀγαμέμνων ὁ βασιλεύς. | |
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος | 063 |
συγγενῶν ἐστερημένος, καὶ ἄδικος, καὶ ἄοικος, καὶ ἄπολις ὑπάρχει ἐκεῖνος, | |
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. | 064 |
ὅς τις ἐμφυλίου πολέμου τοῦ χαλεποῦ ἐρᾷ καὶ ἐφίεται· | |
ἀλλ' ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ | 065 |
ἀλλὰ νυνὶ μέν τοι πεισθῷμεν τῇ σκοτεινῇ νυκτί, | |
δόρπά τ' ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι | 066 |
καὶ δειπνοποιησώμεθα, πάντες δὲ οἱ φύλακες | |
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός. | 067 |
κοιμηθήτωσαν παρὰ τὴν ὀρωρυγμένην τάφρον, ἔξω τοῦ τοίχους· | |
κούροισιν μὲν ταῦτ' ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα | 068 |
τοῖς μὲν οὖν νεωτέροις ταῦτα ἐπιτάττω· μετὰ ταῦτα δέ, | |
Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι. | 069 |
ὦ υἱὲ τοῦ Ἀτρέως, σὺ μὲν (δὴ) ἄρχου, σὺ γὰρ εἶ βασιλικώτερος πάντων, | |
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές. | 070 |
παρασκεύαζε εὐωχίαν τοῖς γέρουσι, πρέπει σοι, οὐκ ἀπρεπές σοί ἐστι· | |
πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν | 071 |
πλήρεις σοι αἱ σκηναὶ οἴνου, ὃν αἱ νῆες τῶν Ἑλλήνων | |
ἠμάτιαι Θρῄκηθεν ἐπ' εὐρέα πόντον ἄγουσι· | 072 |
αὐθημεριναὶ (καθ᾿ ἑκάστην ἡμέραν) φέρουσιν ἐκ τῆς Θρᾴκης κατά τὸν πλατὺν πόντον· | |
πᾶσά τοί ἐσθ' ὑποδεξίη, πολέεσσι δ' ἀνάσσεις. | 073 |
ὑπάρχει σοι πᾶσα χορηγία πρὸς ὑποδοχήν, πολλῶν δὲ βασιλεύεις· | |
πολλῶν δ' ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην | 074 |
πολλῶν δὲ συνηθροισμένων, τούτῳ πείσθητι (πείσῃ), ὃς ἂν ἀρίστην | |
βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς | 075 |
βουλὴν συμβουλεύσῃ, πάνυ δὲ χρεία πᾶσι τοῖς Ἕλλησι | |
ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν | 076 |
βουλῆς ἀγαθῆς, καὶ συνετῆς· ἐπειδὴ οἱ ἐχθροὶ ἐγγὺς τῶν πλοίων | |
καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε; | 077 |
καίουσι πυρκαϊὰς πολλάς· τίς ἂν ταῦτα χαρείη; | |
νὺξ δ' ἧδ' ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει. | 078 |
οἷον, τίς οὐκ ἂν κλαύσειε; ἡ παροῦσα νὺξ ἢ διαφθερεῖ καὶ ἀφανίσει τὸν στρατόν, ἢ σώσει. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο. | 079 |
οὕτως εἶπεν· οὗτοι δὲ πάνυ ἐπήκουσαν αὐτοῦ καὶ ἐπείσθησαν. | |
ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο | 080 |
φύλακες δὲ σὺν τοῖς ὅπλοις ἐξωρμῶντο; | |
ἀμφί τε Νεστορίδην Θρασυμήδεα ποιμένα λαῶν, | 081 |
οἱ περὶ τὸν Θρασυμήδεα τὸν υἱὸν τοῦ Νέστορος τὸν βασιλέα τῶν λαῶν, | |
ἠδ' ἀμφ' Ἀσκάλαφον καὶ Ἰάλμενον υἷας Ἄρηος | 082 |
καὶ τὸν Ἀσκάλαφον, καὶ τὸν Ἰάλμενον τοὺς υἱοὺς τοῦ Ἄρεος, | |
ἀμφί τε Μηριόνην Ἀφαρῆά τε Δηΐπυρόν τε, | 083 |
καὶ οἱ περὶ τὸν Μηριόνην, καὶ τὸν Ἀφαρῆα, καὶ τὸν Δηΐπυρον, | |
ἠδ' ἀμφὶ Κρείοντος υἱὸν Λυκομήδεα δῖον. | 084 |
καὶ οἱ περὶ τὸν υἱὸν τοῦ Κρείοντος τὸν ἔνδοξον Λυκομήδη. | |
ἕπτ' ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ | 085 |
ἑπτὰ ἦσαν οἱ ἡγεμόνες τῶν φυλάκων, μεθ᾿ ἑκάστου δὲ ἑκατὸν | |
κοῦροι ἅμα στεῖχον δολίχ' ἔγχεα χερσὶν ἔχοντες· | 086 |
νέοι ἐπορεύοντο, δόρατα μακρὰ ἐν χερσὶν ἔχοντες· | |
κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· | 087 |
κατὰ τὸ μέσον δὲ τῆς τάφρου καὶ τοῦ τείχους ἐλθόντες ἐκάθισαν· | |
ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. | 088 |
ἐκεῖ δὲ πῦρ ἀνῆψαν, ἕκαστος δὲ δεῖπνον παρετίθεντο. | |
Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν | 089 |
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως τοὺς γέροντας (ἐντίμους) τῶν Ἑλλήνων ἦγε συνηγμένους | |
ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. | 090 |
εἰς τὴν σκηνήν, παρετίθει δὲ αὐτοῖς εὐωχίαν δαψιλῆ τε καὶ προσηνῆ | |
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 091 |
οὗτοι δὲ ἐπὶ τὰ προκείμενα ηὐτρεπισμένα βρώματα τὰς χεῖρας ἔβαλλον. | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 092 |
ἐπεὶ δὲ τῆς πόσεως καὶ τῆς βρώσεως τὴν ἐπιθυμίαν ἐπλήρωσαν, | |
τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν | 093 |
τούτοις πρὸ πάντων ἤρχετο συνείρειν καὶ ἀπαρτίζειν λόγον ὁ γέρων | |
Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· | 094 |
ὁ Νέστωρ, οὗ δὴ καὶ πρότερον ἡ βουλὴ βελτίστη ἐδόκει· | |
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· | 095 |
ὃς καλῶς φρονῶν ἐδημηγόρησε καὶ εἶπεν ἐν αὐτοῖς· | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 096 |
ὦ ἐνδοξότατε υἱὲ τοῦ Ἀτρέως βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
ἐν σοὶ μὲν λήξω, σέο δ' ἄρξομαι, οὕνεκα πολλῶν | 097 |
ἐκ σοῦ ἄρξομαι καὶ εἰς σὲ καταλήξω, διότι πολλῶν | |
λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε | 098 |
λαῶν βασιλεὺς ὑπάρχεις, καί σοι ὁ Ζεὺς ἐνεχείρισε | |
σκῆπτρόν τ' ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. | 099 |
τήν τε βασιλείαν καὶ τὰς δίκας, ὅπως αὐταῖς συμβουλεύῃς, | |
τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδ' ἐπακοῦσαι, | 100 |
δι᾿ ὅ σε δεῖ περισσῶς (ἀπηρτισμένως) λόγον τε εἰπεῖν καὶ ἐπακοῦσαι, | |
κρηῆναι δὲ καὶ ἄλλῳ, ὅτ' ἄν τινα θυμὸς ἀνώγῃ | 101 |
τελειῶσαι δὲ καὶ ἄλλῳ, ὅταν τινὰ ἡ ψυχὴ προτρέπῃ | |
εἰπεῖν εἰς ἀγαθόν· σέο δ' ἕξεται ὅττί κεν ἄρχῃ. | 102 |
εἰπεῖν τι ἀγαθόν· ἐκ σοῦ δὲ γίνεται ὅ, τι περ ἂν τῆς παραινέσεως ἄρχῃ καὶ κρατύνηται. | |
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. | 103 |
ἐγὼ δὲ λέξω, ὥσπερ μοι δοκεῖ βέλτιστα εἶναι, | |
οὐ γάρ τις νόον ἄλλος ἀμείνονα τοῦδε νοήσει | 104 |
οὐδεὶς γὰρ ἄλλος νοήσει νοῦν βελτίονα τούτου, | |
οἷον ἐγὼ νοέω ἠμὲν πάλαι ἠδ' ἔτι καὶ νῦν | 105 |
ὁποῖον ἔγωγε νοῶ, καὶ πάλαι καὶ νῦν ἔτι, | |
ἐξ ἔτι τοῦ ὅτε διογενὲς Βρισηΐδα κούρην | 106 |
ἐξ ἐκείνου τοῦ χρόνου, ἡνίκα τὴν τοῦ Βρισέως θυγατέρα, | |
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας | 107 |
τοῦ εὐγενοῦς Ἀχιλλέως μάλα ὀργιζομένου, ἐκ τῆς σκηνῆς ἀφελόμενος ᾤχου, | |
οὔ τι καθ' ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε | 108 |
οὐδαμῶς καθ᾿ ἡμέτερόν γε σκοπόν· πάνυ γάρ σοι ἐγὼ | |
πόλλ' ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ | 109 |
πολλὰ ἀπηγόρευον, σὺ δὲ τῷ σῷ μεγαλόφρονι θυμῷ | |
εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, | 110 |
ὑπακούσας, ἄνδρα κράτιστον, ὃν οἱ ἀθάνατοι θεοὶ ἐτίμησαν, | |
ἠτίμησας, ἑλὼν γὰρ ἔχεις γέρας· ἀλλ' ἔτι καὶ νῦν | 111 |
ἠτίμασας, καὶ ἐξουθένισας· ἀφελόμενος γὰρ ἔχεις τὴν ἐξαίρετον αὐτοῦ τιμήν. | |
φραζώμεσθ' ὥς κέν μιν ἀρεσσάμενοι πεπίθωμεν | 112 |
ἀλλ᾽ ἔτι κἀπὶ τοῦ παρόντος σκοπῶμεν, ὅπως ἂν αὐτὸν φιλοφρονησάμενοι, καταπείσαιμεν | |
δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισι. | 113 |
δώροις τε πραϋντικοῖς, καὶ λόγοις προσηνέσι. | |
τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 114 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων· | |
ὦ γέρον οὔ τι ψεῦδος ἐμὰς ἄτας κατέλεξας· | 115 |
ὦ γέρον, οὐδαμῶς ψευδόμενος κατέλεξας | |
ἀασάμην, οὐδ' αὐτὸς ἀναίνομαι. ἀντί νυ πολλῶν | 116 |
τὰς ἐμὰς βλάβας· βέβλαμμαι· οὐδ᾽ αὐτὸς ἀρνοῦμαι· ἀντὶ πολλῶν δὴ | |
λαῶν ἐστὶν ἀνὴρ ὅν τε Ζεὺς κῆρι φιλήσῃ, | 117 |
λαῶν ἐστιν ὁ ἀνήρ, ὃν ἂν ὁ Ζεὺς ἀγαπήσῃ ἐν τῇ ψυχῇ, | |
ὡς νῦν τοῦτον ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν. | 118 |
ὥσπερ νῦν τοῦτον ἐτίμησεν, ἀπώλεσε δὲ τὸν λαὸν τῶν Ἑλλήνων. | |
ἀλλ' ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας, | 119 |
ἀλλ᾽ ἐπειδὴ βέβλαμμαι, λογισμοῖς ὀλεθρίοις πεισθείς, | |
ἂψ ἐθέλω ἀρέσαι δόμεναί τ' ἀπερείσι' ἄποινα. | 120 |
πάλιν βούλομαι εὐάρεστον καταστῆσαι, καὶ δοῦναι ἄπειρα δῶρα· | |
ὑμῖν δ' ἐν πάντεσσι περικλυτὰ δῶρ' ὀνομήνω | 121 |
ἐν πᾶσι δὲ ὑμῖν ὀνομάσω τὰ ὑπερένδοξα δῶρα. | |
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, | 122 |
ἑπτὰ λέβητας, τρίποδας κρατηροειδεῖς, μήπω εἰς πῦρ ἐμβληθέντας, δέκα δὲ τάλαντα χρυσοῦ, | |
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους | 123 |
λέβητας δὲ ἑξάποδας λαμπροὺς εἴκοσιν, ἵππους δὲ δώδεκα, | |
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. | 124 |
εὐτραφεῖς καὶ μεγάλους, ἆθλα ἀποφέρεσθαι δυναμένους, οἳ ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο· | |
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο, | 125 |
οὐκ ἂν πένης ὑπάρχοι ὁ ἀνήρ, ᾧ τοσαῦτα γένοιντο, | |
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, | 126 |
οὐδ᾽ ἂν ἐνδεὴς πολυτίμου χρυσοῦ, | |
ὅσσά μοι ἠνείκαντο ἀέθλια μώνυχες ἵπποι. | 127 |
ὅσα μοι ἆθλα ἀπηνέγκαντο οἱ μονώνυχες ἵπποι· | |
δώσω δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 128 |
δώσω δὲ γυναῖκας ἑπτὰ ἔργα καλὰ ἐπισταμένας, | |
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλεν αὐτὸς | 129 |
ἐκ Λέσβου οὔσας, ἃς ὁπηνίκα εἷλεν αὐτὸς τὴν καλῶς οἰκουμένην Λέσβον, | |
ἐξελόμην, αἳ κάλλει ἐνίκων φῦλα γυναικῶν. | 130 |
ἐκλεξάμενος ἔλαβον, αἳ τὰ τῶν γυναικῶν γένη κάλλει ἐνίκων. | |
τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων | 131 |
ταύτας μὲν αὐτῷ δώσω, μετὰ ταῦτα δὲ προσέσται καί, ἣν ποτε ἀφειλόμην, | |
κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμοῦμαι | 132 |
ἡ θυγάτηρ τοῦ Βρισέως, καὶ ἐπομοῦμαι ὅρκον μέγαν, | |
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι, | 133 |
μήποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς καὶ συμμιγῆναι, | |
ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν. | 134 |
οἷα νόμος ἐστὶν ἀνθρώπων ἀνδρῶν τε καὶ γυναικῶν. | |
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε | 135 |
ταῦτα μὲν νῦν εὐθέως πάντα παρέσται· ἐὰν δὲ μετέπειτα | |
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι, | 136 |
παράσχωσιν οἱ θεοὶ ἐκπορθῆσαι τὴν μεγάλην πόλιν τοῦ Πριάμου, | |
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηησάσθω | 137 |
ναῦν πλήρη χρυσοῦ καὶ χαλκοῦ ἐπισωρευσάτω, | |
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί, | 138 |
εἰσελθὼν, ὅταν μεριζώμεθα τὴν λαφυραγωγίαν οἱ Ἕλληνες· | |
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθω, | 139 |
γυναῖκας δὲ Τρῳάδας εἴκοσι λαβέτω αὐτός, | |
αἴ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. | 140 |
αἵτινες ἂν ὡραιόταται ὦσι μετὰ τὴν Ἑλληνίδα Ἑλένην· | |
εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης | 141 |
ἐὰν δὲ εἰς τὸ Ἄργος ἀφικώμεθα τὸ Ἀχαϊκὸν τὸ τροφιμώτερον τῆς γῆς, | |
γαμβρός κέν μοι ἔοι· τίσω δέ μιν ἶσον Ὀρέστῃ, | 142 |
γαμβρὸς ἄν μοι γένοιτο, τιμήσω δὲ αὐτὸν ὁμοίως τῷ Ὀρέστῃ, | |
ὅς μοι τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. | 143 |
ὅστις μοι μονογενὴς ἀνατρέφεται ἐν πολλῇ τρυφῇ· | |
τρεῖς δέ μοί εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ | 144 |
τρεῖς δὲ θυγατέρες μοι ὑπάρχουσιν ἐν τῷ καλῶς ᾠκοδομημένῳ οἴκῳ, | |
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, | 145 |
Χρυσόθεμις, καὶ Λαοδίκη, καὶ Ἰφιάνασσα· | |
τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω | 146 |
τούτων ἣν ἂν ἐθέλῃ, ἀγαπητὴν γυναῖκα ἄνευ προικὸς ἀγέσθω | |
πρὸς οἶκον Πηλῆος· ἐγὼ δ' ἐπὶ μείλια δώσω | 147 |
εἰς τὸν οἶκον τοῦ Πηλέως· ἐγὼ δὲ ἐπιδώσω προικῷα πράγματα | |
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· | 148 |
πάνυ πολλά, ὅσα οὐδείς πω τῇ ἑαυτοῦ ἐπέδωκε θυγατρί· | |
ἑπτὰ δέ οἱ δώσω εὖ ναιόμενα πτολίεθρα | 149 |
ἑπτὰ δὲ αὐτῷ δώσω καλῶς οἰκούμενα πολίσματα, | |
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν | 150 |
Καρδαμύλην, καὶ Ἐνόπην, καὶ τὴν εὐβότανον Ἱεράν, | |
Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον | 151 |
καὶ τὰς ἄγαν θείας Φηράς, καὶ τὴν βαθὺν λειμῶνα ἔχουσαν Ἄνθειαν, | |
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. | 152 |
καὶ τὴν ὡραίαν Αἴπειαν καὶ τὴν πολλὰς ἀμπέλους ἔχουσαν Πήδασον· | |
πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· | 153 |
πᾶσαι δὲ ἐγγὺς τῆς θαλάσσης, τῆς ἀμμώδους Πύλου οἰκοῦνται· | |
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, | 154 |
ἐν αὐταῖς δὲ οἰκοῦσιν ἄνδρες πολλὰ πρόβατα, καὶ πολλὰς βόας ἔχοντες, | |
οἵ κέ ἑ δωτίνῃσι θεὸν ὣς τιμήσουσι | 155 |
οἳ καὶ τιμήσουσιν αὐτόν, ὥσπερ θεόν, δώροις καὶ ἀπαρχαῖς τῶν ὄντων, | |
καί οἱ ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. | 156 |
καὶ ὑπὸ τὴν βασιλείαν αὐτῷ λαμπρούς τελοῖεν ἂν φόρους. | |
ταῦτά κέ οἱ τελέσαιμι μεταλήξαντι χόλοιο. | 157 |
ταῦτα τελειώσαιμ᾽ ἂν αὐτῷ παυσαμένῳ τῆς ὀργῆς· | |
δμηθήτω· Ἀΐδης τοι ἀμείλιχος ἠδ' ἀδάμαστος, | 158 |
πρᾷος καὶ ἐπιεικὴς γενέσθω· ὁ Ἅιδης γε ἐστὶ σκληρός, καὶ ἀμείλικτος, καὶ ἀνυπότακτος· | |
τοὔνεκα καί τε βροτοῖσι θεῶν ἔχθιστος ἁπάντων· | 159 |
τούτου χάριν καὶ τοῖς ἀνθρώποις ὑπάρχει ἔχθιστος πάντων τῶν θεῶν· | |
καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι | 160 |
καὶ ὑποταγήτω μοι καθόσον βασιλικώτερός εἰμι, | |
ἠδ' ὅσσον γενεῇ προγενέστερος εὔχομαι εἶναι. | 161 |
καθ᾽ ὅσον ἡλικίᾳ πρεσβύτερος καυχῶμαι ὑπάρχειν. | |
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· | 162 |
πρὸς τοῦτον δὲ ἀπεκρίνετο μετὰ ταῦτα ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 163 |
ὦ ἐνδοξότατε ὑπὲ τοῦ Ἀτρέως βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
δῶρα μὲν οὐκέτ' ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι· | 164 |
δῶρα μὲν οὐδαμῶς φαῦλα καὶ μεμπτὰ δίδως τῷ βασιλεῖ Ἀχιλλεῖ· | |
ἀλλ' ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα | 165 |
ἀλλ ἄγετε πρέσβεις ἐξ ὀνόματος διεγείρωμεν· οἳ τάχιστ’ ἂν | |
ἔλθωσ' ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. | 166 |
παραγένωνται εἰς τὴν σκηνὴν τοῦ Ἀχιλλέως τοῦ υἱοῦ τοῦ Πηλέως· | |
εἰ δ' ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. | 167 |
ἄγε δὲ οὓς ἂν ἐγὼ ἐπικρίνω καὶ ἐκλέξωμαι· οὗτοι δὲ πεισθήτωσαν. | |
Φοῖνιξ μὲν πρώτιστα Διὶ φίλος ἡγησάσθω, | 168 |
πρῶτον μὲν ὁ Φοῖνιξ ὁ φίλος τοῦ Διὸς προπορευέσθω, | |
αὐτὰρ ἔπειτ' Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς· | 169 |
μετὰ ταῦτα δέ, Αἴας ὁ μέγας, καὶ ὁ ἔνδοξος Ὀδυσσεύς· | |
κηρύκων δ' Ὀδίος τε καὶ Εὐρυβάτης ἅμ' ἑπέσθων. | 170 |
ἀπὸ τῶν κηρύκων δέ, ὅ τε Ὅδιος καὶ ὁ Εὐρυβάτης παρεπέσθωσαν· | |
φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, | 171 |
ἐνέγκατε δὲ ὕδωρ ταῖς χερσίν, εὐλογῆσαι δὲ κελεύετε, | |
ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθ', αἴ κ' ἐλεήσῃ. | 172 |
ὅπως τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου εὐξώμεθα ἵν᾽ ἐλεήσῃ. | |
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. | 173 |
οὕτως εἶπε· τούτοις δὲ ἅπασι λόγον ἀρέσκοντα εἶπεν. | |
αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, | 174 |
εὐθὺς δὲ κήρυκες μὲν ὕδωρ κατὰ χειρῶν ἔχεαν· | |
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, | 175 |
οἱ νέοι δὲ τοὺς κρατῆρας ἐπλήρωσαν ποτοῦ, | |
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. | 176 |
διένειμαν δὲ πᾶσι ταῖς κύλιξιν ἀρχὴν ποιήσαντες· | |
αὐτὰρ ἐπεὶ σπεῖσάν τ' ἔπιόν θ' ὅσον ἤθελε θυμός, | 177 |
ἐπεὶ δὲ ἔσπεισαν τῷ θεῷ, καὶ ἔπιον ὅσον ἤθελεν ἡ προαίρεσις, | |
ὁρμῶντ' ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. | 178 |
ὥρμησαν ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως. | |
τοῖσι δὲ πόλλ' ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ | 179 |
τούτοις δὲ πολλὰ ἐνετέλλετο ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, | |
δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα, | 180 |
κατὰ τὸ δέον διαιρῶν καὶ διαστρέφων τοὺς ὀφθαλμούς, ἤτοι νεύων ἑκάστῳ, μάλιστα δὲ τῷ Ὀδυσσεῖ, | |
πειρᾶν ὡς πεπίθοιεν ἀμύμονα Πηλεΐωνα. | 181 |
πειρᾶσθαι, ὅπως καταπείσειαν τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως. | |
τὼ δὲ βάτην παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης | 182 |
οὗτοι δὲ ἐπορεύθησαν πλησίον τοῦ αἰγιαλοῦ τῆς πολυταράχου θαλάσσης, | |
πολλὰ μάλ' εὐχομένω γαιηόχῳ ἐννοσιγαίῳ | 183 |
πάνυ πολλὰ εὐχόμενοι Ποσειδῶνι τῷ ἐπιβεβηκότι τῆς γῆς, | |
ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο. | 184 |
ῥᾳδίως καταπείσειν τὴν μεγάλην διάνοιαν τοῦ ἐγγόνου τοῦ Αἰακοῦ. | |
Μυρμιδόνων δ' ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, | 185 |
παρεγένοντο δὲ εἰς τὰς σκηνὰς καὶ τὰς ναῦς τῶν Μυρμιδόνων· | |
τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι λιγείῃ | 186 |
εὗρον δὲ αὐτὸν εὐφραινόμενον κατὰ διάνοιαν κιθάρᾳ ὀξυφθόγγῳ, ὡραίᾳ, | |
καλῇ δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἦεν, | 187 |
ποικίλως καὶ φιλοτέχνως κατεσκευασμένῃ, ζυγὸν δὲ ἐπῆν καὶ ἐπέκειτο αὐτῇ ἀργυροῦν, | |
τὴν ἄρετ' ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας· | 188 |
ἣν εἵλετο ἐκ τῶν λαφύρων, ἐκπορθήσας τὴν πόλιν τοῦ Ἠετίωνος. | |
τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν. | 189 |
ταύτῃ οὗτος τὴν ψυχὴν ἥδαινε, ᾖδε δὲ τὰς ἀνδραγαθίας τῶν ἀνδρῶν. | |
Πάτροκλος δέ οἱ οἶος ἐναντίος ἧστο σιωπῇ, | 190 |
Πάτροκλος δ᾽ αὐτῷ μόνος ἀπαντικρὺ ἐκάθητο σιωπῶν, | |
δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων, | 191 |
ἐκδεχόμενος τὸν ἔγγονον τοῦ Αἰακοῦ πότε παύσειεν ᾄδων. | |
τὼ δὲ βάτην προτέρω, ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς, | 192 |
οὗτοι δὲ παρεγένοντο προσωτέρω, προηγεῖτο δὲ ὁ ἔνδοξος Ὀδυσσεύς· | |
στὰν δὲ πρόσθ' αὐτοῖο· ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς | 193 |
ἔστησαν δὲ ἔμπροσθεν αὐτοῦ· ἐκπλαγεὶς δὲ ὁ Ἀχιλλεύς ἀνώρμησε | |
αὐτῇ σὺν φόρμιγγι λιπὼν ἕδος ἔνθα θάασσεν. | 194 |
σὺν αὐτῇ τῇ κιθάρᾳ, καταλιπὼν τὴν καθέδραν, ὅπου ἐκάθητο· | |
ὣς δ' αὔτως Πάτροκλος, ἐπεὶ ἴδε φῶτας, ἀνέστη. | 195 |
ὡσαύτως δὲ καὶ ὁ Πάτροκλος, ἐπειδὴ ἐθεάσατο τοὺς ἄνδρας ἀνέστη· | |
τὼ καὶ δεικνύμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 196 |
πρὸς οὓς καὶ δεξιούμενος ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπε. | |
χαίρετον· ἦ φίλοι ἄνδρες ἱκάνετον ἦ τι μάλα χρεώ, | 197 |
χαίρετε, ὄντως που ἄνδρες προσφιλεῖς παρεγένεσθε· ὄντως πού τινος πάνυ χρεία· | |
οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον. | 198 |
οἵτινες καίπερ ὀργιζομένῳ μοι φίλτατοι τῶν Ἑλλήνων ὑπάρχετε. | |
ὣς ἄρα φωνήσας προτέρω ἄγε δῖος Ἀχιλλεύς, | 199 |
οὕτω δὴ εἰπὼν, προσωτέρω ἦγεν αὐτοὺς ὁ ἔνδοξος Ἀχιλλεύς, | |
εἷσεν δ' ἐν κλισμοῖσι τάπησί τε πορφυρέοισιν. | 200 |
ἐκάθισε δὲ αὐτοὺς ἐν ταῖς καθέδραις καὶ τοῖς πορφυροῖς τάπησιν· | |
αἶψα δὲ Πάτροκλον προσεφώνεεν ἐγγὺς ἐόντα· | 201 |
αὐτίκα δὲ πρὸς τὸν Πάτροκλον ἔλεγεν πλησίον ὄντα· | |
μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, | 202 |
μείζονα νῦν κρατῆρα εὐτρέπιζε, ὦ υἱὲ τοῦ Μενοιτίου, | |
ζωρότερον δὲ κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ· | 203 |
ἀκρατότερον δὲ κεράννυε, ποτήριον δὲ εὐτρέπισον ἑκάστω, | |
οἳ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. | 204 |
οἱ γὰρ φίλτατοι ἄνδρες ὑπὸ τῷ ἐμῷ δόμῳ εἰσίν. | |
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ' ἑταίρῳ. | 205 |
οὕτως εἶπεν· ὁ Πάτροκλος δὲ ὑπήκουε τῷ ἀγαπητῷ φίλῳ· | |
αὐτὰρ ὅ γε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ, | 206 |
ἀγγεῖον δὲ μέγα, εἰς ὃ κρέα ἐνεβάλλετο, κατέβαλεν οὗτος ἐν τῷ φωτὶ τοῦ πυρός, | |
ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγός, | 207 |
ἐνέβαλε δὲ νῶτον προβάτου καὶ αἰγὸς λιπαρᾶς, | |
ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ. | 208 |
ἐνέβαλε δὲ καὶ ῥάχιν ἀγρίου χοίρου εὐτραφοῦς, θάλλουσαν λίπει· | |
τῷ δ' ἔχεν Αὐτομέδων, τάμνεν δ' ἄρα δῖος Ἀχιλλεύς. | 209 |
ταῦτα δὲ κατεῖχεν ὁ Αὐτομέδων, ἔκοπτε δὲ ὁ ἔνδοξος Ἀχιλλεύς, | |
καὶ τὰ μὲν εὖ μίστυλλε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε, | 210 |
καὶ ταῦτα μὲν καλῶς εἰς μέρη μικρὰ ἔκοψε, καὶ περιέπειρεν ὀβελοῖς· | |
πῦρ δὲ Μενοιτιάδης δαῖεν μέγα ἰσόθεος φώς. | 211 |
ὁ υἱὸς δὲ τοῦ Μενοιτίου ὁ ἰσόθεος ἀνὴρ πῦρ μέγα ἀνῆπτεν· | |
αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, | 212 |
ἐπεὶ δὲ κατεκάη τὸ πῦρ καὶ ἡ φλὸξ ἐξέλιπε, | |
ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, | 213 |
ἄνθρακας στρώσας καὶ ὑφαπλώσας, ἐξέτεινε ὑπεράνωθεν τοὺς ὀβελούς, | |
πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. | 214 |
ἔπασσε δὲ ἁλὶ θείῳ ἀνέχων ἐπὶ τῶν βάσεων, ἤτοι τῶν λίθων ἐφ᾽ ὧν οἱ ὀβελίσκοι τίθενται, ὀπτωμένων τῶν κρεῶν. | |
αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔχευε, | 215 |
ἐπειδὴ δὲ ὤπτησε, καὶ ἐν ταῖς μαγειρικαῖς τραπέζαις ἔχεεν, | |
Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ | 216 |
ὁ μὲν Πάτροκλος ἄρτον λαβὼν ἐπέθηκε μεμερισμένως τῇ τραπέζῃ | |
καλοῖς ἐν κανέοισιν, ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. | 217 |
ἐν κανοῖς περικαλλέσιν, Ἀχιλλεὺς δὲ τὰ κρέα διεμέρισεν, | |
αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο | 218 |
αὐτὸς δὲ ἐκάθισεν ἀπαντικρὺ τοῦ θείου Ὀδυσσέως, | |
τοίχου τοῦ ἑτέροιο, θεοῖσι δὲ θῦσαι ἀνώγει | 219 |
τοῦ ἑτέρου τοίχου, τοῖς θεοῖς δὲ θῦσαι (ἀπάρξασθαι) ἐκέλευσε | |
Πάτροκλον ὃν ἑταῖρον· ὃ δ' ἐν πυρὶ βάλλε θυηλάς. | 220 |
Πάτροκλον τὸν ἑαυτοῦ φίλον, οὗτος δὲ ἔβαλεν ἐν τῷ πυρὶ τὰς ἀπαρχάς. | |
οἳ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. | 221 |
οὗτοι δὲ ἐπὶ τὰ προκείμενα εὐτρεπῆ βρώματα τὰς χεῖρας ἔβαλλον· | |
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, | 222 |
ἐπεὶ δὲ τῆς πόσεως καὶ τῆς τροφῆς τὸν ἔρωτα ἐξεπλήρωσαν, | |
νεῦσ' Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, | 223 |
ἔνευσεν ὁ Αἴας τῷ Φοίνικι, εἰ καιρός ἐστι λόγων, ἐνόησε δὲ ὁ ἔνδοξος Ὀδυσσεύς· | |
πλησάμενος δ' οἴνοιο δέπας δείδεκτ' Ἀχιλῆα· | 224 |
πληρώσας δὲ ποτήριον οἴνου ἐδεξιοῦτο τὸν Ἀχιλλέα, λέγων· | |
χαῖρ' Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς | 225 |
χαῖρε, ὦ Ἀχιλλεῦ, εὐωχίας μὲν κοινῆς οὐκ ἐνδεεῖς ἐσμεν | |
ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο | 226 |
ἔν τε τῇ σκηνῇ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως, | |
ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ | 227 |
καὶ ἐνταῦθα νυνί· πάρεισι γὰρ πολλὰ προσηνῆ | |
δαίνυσθ'· ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, | 228 |
εὐωχεῖσθαι, ἀλλ᾽ οὐχ ἡμῖν διὰ φροντίδος εἰσὶν ἔργα εὐωχίας ἐπεράστου, | |
ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες | 229 |
ἀλλὰ πάνυ μέγα βλάβος ὁρῶντες, ὦ ἐνδοξότατε τεθραμμένε, | |
δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι | 230 |
δεδοίκαμεν, ἐν δυάδι δὲ τὰ ἡμέτερα ἢ σώσειν, ἢ ἀπολέσθαι | |
νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. | 231 |
τὰς εὐκαθέδρους ναῦς, εἰ μὴ σύ γε ἐνδύσῃ τὴν εἰς τὸν πόλεμον ὁρμήν, | |
ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο | 232 |
πλησίον γὰρ τῶν νεῶν καὶ τοῦ τείχους τὴν ἔπαυλιν καὶ τὸ στρατόπεδον ἐποιήσαντο | |
Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι | 233 |
οἱ μεγαλόψυχοι Τρῷες, καὶ οἱ πόρρωθεν κεκλημένοι βοηθοί, | |
κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδ' ἔτι φασὶ | 234 |
ἀνάψαντες πολλὰς πυρκαϊὰς κατὰ τὸν στρατόν, οὐδὲ οἴονται ἡμᾶς ἔτι | |
σχήσεσθ', ἀλλ' ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. | 235 |
ἀνθέξειν, ἀλλ᾽ ἐν ταῖς μελαίναις ναυσὶ πεσεῖσθαι. | |
Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων | 236 |
ὁ Ζεὺς δὲ ὁ υἱὸς τοῦ Κρόνου σημεῖα δεξιὰ δεικνὺς αὐτοῖς | |
ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων | 237 |
ἀστράπτει· ὁ Ἕκτωρ δὲ δυνάμει ἐπαιρόμενος, | |
μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει | 238 |
ἐνθουσιᾷ θαυμαστῶς, θαρρῶν τῷ Διί, οὐδὲ κατά τι τιμᾷ | |
ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. | 239 |
ἄνδρας, οὐδὲ θεούς, ἰσχυρὰ δὲ μανία αὐτὸν εἰσῄει, | |
ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν· | 240 |
εὔχεται δὲ πάνυ ταχέως φανῆναι τὴν ἔνδοξον ἡμέραν, | |
στεῦται γὰρ νηῶν ἀποκόψειν ἄκρα κόρυμβα | 241 |
ὑπισχνεῖται γὰρ ἀποκόψειν τὰ ἀκροστόλια τῶν νεῶν, | |
αὐτάς τ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς | 242 |
καὶ αὐτὰς κατακαύσειν πυρὶ μαραντικῷ, τοὺς Ἕλληνας δὲ | |
δῃώσειν παρὰ τῇσιν ὀρινομένους ὑπὸ καπνοῦ. | 243 |
ἐξολοθρεύσειν παρ᾿ αὐταῖς ταραττομένους ὑπὸ καπνοῦ. | |
ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς | 244 |
ταῦτα χαλεπῶς δέδια κατὰ λογισμόν, μήποτε τὰς ἀπειλὰς αὐτῷ | |
ἐκτελέσωσι θεοί, ἡμῖν δὲ δὴ αἴσιμον εἴη | 245 |
τελειώσωσιν οἱ θεοί, ἡμῖν δὲ εἱμαρμένον ᾖ | |
φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. | 246 |
ἀπολέσθαι ἐν τῇ Τροίῃ, πόρρω τοῦ ἱπποτρόφου Ἄργους. | |
ἀλλ' ἄνα εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν | 247 |
ἀλλ' ἀνάστα, εἰ προθυμῇ, καίπερ ὀψέ, τοὺς υἱοὺς τῶν Ἑλλήνων | |
τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ. | 248 |
σῴζειν, καταπονουμένους ὑπὸ τοῦ θορύβου τῶν Τρῴων· | |
αὐτῷ τοι μετόπισθ' ἄχος ἔσσεται, οὐδέ τι μῆχος | 249 |
καὶ σοὶ γὰρ αὐτῷ μετὰ ταῦτα λύπη μεγάλη ἔσται, οὐδέ τινα μηχανὴν | |
ῥεχθέντος κακοῦ ἔστ' ἄκος εὑρεῖν· ἀλλὰ πολὺ πρὶν | 250 |
ὥσπερ θεραπείαν ἐστὶν εὑρεῖν τοῦ κακοῦ γενομένου· ἀλλὰ πολλῷ πρότερον | |
φράζευ ὅπως Δαναοῖσιν ἀλεξήσεις κακὸν ἦμαρ. | 251 |
σκόπει ὅπως ἂν ἀποσοβήσῃς τοῖς Ἕλλησι τὴν χαλεπὴν ἡμέραν. | |
ὦ πέπον ἦ μὲν σοί γε πατὴρ ἐπετέλλετο Πηλεὺς | 252 |
ὦ προσφιλέστατε, ὄντως που σοί γε Πηλεὺς ὁ πατὴρ ἐνετέλλετο | |
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· | 253 |
τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε σε ἐκ τῆς Φθίας ἔπεμπε τῷ Ἀγαμέμνονι οὕτως· | |
τέκνον ἐμὸν κάρτος μὲν Ἀθηναίη τε καὶ Ἥρη | 254 |
ὦ τέκνον ἐμόν, ἰσχὺν μέν σοι καὶ νίκην ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα | |
δώσουσ' αἴ κ' ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμὸν | 255 |
δωρήσονται, ἐὰν βούλωνται, σὺ δὲ τὸν μεγαλόφρονα θυμὸν | |
ἴσχειν ἐν στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων· | 256 |
ἔπεχε καὶ κώλυε ἐν τῷ στήθει, τὸ γάρ τοι φίλια φρονεῖν κρεῖσσόν ἐστι, | |
ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρά σε μᾶλλον | 257 |
λῆγε δὲ φιλονεικίας κακοτρόπου, ὅπως σε μᾶλλον | |
τίωσ' Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες. | 258 |
τιμῶσιν καὶ οἱ νέοι καὶ οἱ γέροντες τῶν Ἑλλήνων. | |
ὣς ἐπέτελλ' ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλ' ἔτι καὶ νῦν | 259 |
οὕτως ἐπέταττεν ὁ γέρων, σὺ δέ ἐξελάθου· ἀλλ᾽ ἔτι κἂν τῷ παρόντι | |
παύε', ἔα δὲ χόλον θυμαλγέα· σοὶ δ' Ἀγαμέμνων | 260 |
λῆγε, παραιτοῦ δὲ τὴν ὀργὴν τὴν ποιοῦσαν ἀλγεῖν τὴν ψυχήν· σοὶ δὲ ᾽Ἀγαμέμνων | |
ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο. | 261 |
δῶρα ἄξια δίδωσι παυσαμένῳ τῆς ὀργῆς· | |
εἰ δὲ σὺ μέν μευ ἄκουσον, ἐγὼ δέ κέ τοι καταλέξω | 262 |
εἰ δ᾽ἀμφιβάλλεις, σὺ μὲν ἄκουσόν μου, ἐγὼ δέ σοι πάντα διηκριβωμένως ἐρῶ, | |
ὅσσά τοι ἐν κλισίῃσιν ὑπέσχετο δῶρ' Ἀγαμέμνων· | 263 |
ὅσα σοι ἐν ταῖς σκηναῖς ὑπέσχετο δῶρα ὁ Ἀγαμέμνων· | |
ἕπτ' ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα, | 264 |
ἑπτὰ τρίποδας λέβητας κρατηροειδεῖς μήπω εἰς πῦρ ἐμβληθέντας, δέκα δὲ τάλαντα χρυσοῦ, | |
αἴθωνας δὲ λέβητας ἐείκοσι, δώδεκα δ' ἵππους | 265 |
λέβητας δὲ ἑξάποδας λαμπρούς, ἐμπυριβήτας, εἴκοσι, δώδεκα δὲ ἵππους | |
πηγοὺς ἀθλοφόρους, οἳ ἀέθλια ποσσὶν ἄροντο. | 266 |
μέλανας, ἆθλα ἀποφέρεσθαι ἐπιτηδείους, οἵτινες ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο· | |
οὔ κεν ἀλήϊος εἴη ἀνὴρ ᾧ τόσσα γένοιτο | 267 |
οὐκ ἂν εἴη ἀκτήμων ὁ ἀνὴρ ἐκεῖνος, ᾧ τοσαῦτα γένοιντο, | |
οὐδέ κεν ἀκτήμων ἐριτίμοιο χρυσοῖο, | 268 |
οὐδ᾽ ἂν ἐνδεὴς πολυτίμου χρυσοῦ, | |
ὅσσ' Ἀγαμέμνονος ἵπποι ἀέθλια ποσσὶν ἄροντο. | 269 |
ὅσα ἆθλα τοῖς ποσὶν ἀπηνέγκαντο οἱ τοῦ Ἀγαμέμνονος ἵπποι· | |
δώσει δ' ἑπτὰ γυναῖκας ἀμύμονα ἔργα ἰδυίας | 270 |
δώσει δὲ γυναῖκας ἑπτά, ἐπαινετὰ ἔργα ἐπισταμένας, | |
Λεσβίδας, ἃς ὅτε Λέσβον ἐϋκτιμένην ἕλες αὐτὸς | 271 |
ἐκ Λέσβου οὔσας, ἃς ὁπηνίκα τὴν καλῶς οἰκουμένην Λέσβον εἷλες αὐτός, | |
ἐξέλεθ', αἳ τότε κάλλει ἐνίκων φῦλα γυναικῶν. | 272 |
ἐκλεξάμενος ἔλαβεν, αἳ δὴ τότε ἐνίκων ὡραιότητι τὰ γένη τῶν γυναικῶν· | |
τὰς μέν τοι δώσει, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρα | 273 |
ταύτας μὲν οὖν σοι δώσει, προσέσται δὲ καὶ ἣν τότε ἀφείλετο, | |
κούρη Βρισῆος· ἐπὶ δὲ μέγαν ὅρκον ὀμεῖται | 274 |
θυγατέρα τοῦ Βρισέως, καὶ ὅρκον μέγαν ἐπομόσει, | |
μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι | 275 |
μηδέποτε ἐπιβῆναι τῆς κοίτης αὐτῆς καὶ συμμιγῆναι, | |
ἣ θέμις ἐστὶν ἄναξ ἤτ' ἀνδρῶν ἤτε γυναικῶν. | 276 |
οἷα νόμος ἐστί, βασιλεῦ, ἀνδρῶν τε καὶ γυναικῶν. | |
ταῦτα μὲν αὐτίκα πάντα παρέσσεται· εἰ δέ κεν αὖτε | 277 |
ταῦτα μὲν πάντα νῦν εὐθὺς παρέσονται· ἐὰν δὲ μετὰ ταῦτα | |
ἄστυ μέγα Πριάμοιο θεοὶ δώωσ' ἀλαπάξαι, | 278 |
παράσχωσιν οἱ θεοὶ ἐκπορθῆσαι τὴν μεγάλην πόλιν τοῦ Πριάμου, | |
νῆα ἅλις χρυσοῦ καὶ χαλκοῦ νηήσασθαι | 279 |
ναῦν πλήρη χρυσοῦ καὶ χαλκοῦ ἐπισώρευσον, | |
εἰσελθών, ὅτε κεν δατεώμεθα ληΐδ' Ἀχαιοί, | 280 |
εἰσελθὼν, ὅταν τὴν λαφυραγωγίαν ἀπομεριζώμεθα οἱ Ἕλληνες | |
Τρωϊάδας δὲ γυναῖκας ἐείκοσιν αὐτὸς ἑλέσθαι, | 281 |
γυναῖκας δὲ Τρῳάδας εἴκοσιν αὐτὸς ἑλοῦ (λάβε), | |
αἵ κε μετ' Ἀργείην Ἑλένην κάλλισται ἔωσιν. | 282 |
αἵτινες ἂν ὦσιν ὡραιόταται μετὰ τὴν Ἑλληνίδα Ἑλένην· | |
εἰ δέ κεν Ἄργος ἱκοίμεθ' Ἀχαιϊκὸν οὖθαρ ἀρούρης | 283 |
ἐὰν δὲ εἰς ῎Αργος ἀφικώμεθα τὸ Ἀχαϊκὸν τὸ τροφιμώτερον τῆς γῆς, | |
γαμβρός κέν οἱ ἔοις· τίσει δέ σε ἶσον Ὀρέστῃ, | 284 |
γαμβρὸς ἂν αὐτῷ γένοιο, τιμήσει δέ σε ὁμοίως τῷ Ὀρέστη, | |
ὅς οἱ τηλύγετος τρέφεται θαλίῃ ἔνι πολλῇ. | 285 |
ὃς αὐτῷ μονογενὴς ἀνατρέφεται ἐν πολλῇ τρυφῇ· | |
τρεῖς δέ οἵ εἰσι θύγατρες ἐνὶ μεγάρῳ εὐπήκτῳ | 286 |
τρεῖς δὲ αὐτῷ εἰσι θυγατέρες ἐν τῷ καλῶς ᾠκοδομημένῳ οἴκῳ, | |
Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα, | 287 |
ἡ Χρυσόθεμις, καὶ ἡ Λαοδίκη, καὶ ἡ Ἰφιάνασσα. | |
τάων ἥν κ' ἐθέλῃσθα φίλην ἀνάεδνον ἄγεσθαι | 288 |
τούτων ἣν ἂν ἐθέλῃς, ἀγαπητὴν γυναῖκα ἄνευ προικὸς ἄγου | |
πρὸς οἶκον Πηλῆος· ὃ δ' αὖτ' ἐπὶ μείλια δώσει | 289 |
εἰς τὸν οἶκον τοῦ Πηλέως, οὗτος δὲ ἐπιδώσει σοι πράγματα προικῷα | |
πολλὰ μάλ', ὅσσ' οὔ πώ τις ἑῇ ἐπέδωκε θυγατρί· | 290 |
πάνυ πολλὰ ὅσα οὐδείς πω ἐπέδωκε τῇ ἑαυτοῦ θυγατρί· | |
ἑπτὰ δέ τοι δώσει εὖ ναιόμενα πτολίεθρα | 291 |
ἑπτὰ δέ σοι δωρήσεται καλῶς οἰκούμενα πολίσματα, | |
Καρδαμύλην Ἐνόπην τε καὶ Ἱρὴν ποιήεσσαν | 292 |
τὴν Καρδαμύλην, καὶ τὴν Ἐνόπην, καὶ τὴν εὐβότανον Ἱεράν, | |
Φηράς τε ζαθέας ἠδ' Ἄνθειαν βαθύλειμον | 293 |
καὶ τὰς ἄγαν θείας Φηράς, καὶ τὴν βαθὺν λειμῶνα ἔχουσαν Ἄνθειαν, | |
καλήν τ' Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν. | 294 |
καὶ τὴν περικαλλῆ Αἴπειαν, καὶ τὴν πολλὰς ἀμπέλους ἔχουσαν Πήδασον· | |
πᾶσαι δ' ἐγγὺς ἁλός, νέαται Πύλου ἠμαθόεντος· | 295 |
πᾶσαι δὲ πλησίον τῆς θαλάσσης τῆς ἀμμώδους Πύλου οἰκοῦνται, | |
ἐν δ' ἄνδρες ναίουσι πολύρρηνες πολυβοῦται, | 296 |
ἄνδρες δὲ ἐνοικοῦσι πολλὰ πρόβατα καὶ πολλοὺς βόας ἔχοντες, | |
οἵ κέ σε δωτίνῃσι θεὸν ὣς τιμήσουσι | 297 |
οἵπερ ἄν σε δώροις τιμήσουσι, καθάπερ θεόν, | |
καί τοι ὑπὸ σκήπτρῳ λιπαρὰς τελέουσι θέμιστας. | 298 |
καί σοι ὑπὸ τὴν βασιλείαν λαμπροὺς τελοῖεν φόρους. | |
ταῦτά κέ τοι τελέσειε μεταλήξαντι χόλοιο. | 299 |
ταῦτ᾽ ἄν σοι τελειώσειε τῆς ὀργῆς παυσαμένῳ· | |
εἰ δέ τοι Ἀτρεΐδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον | 300 |
εἰ δέ σοι μὲν ὁ υἱὸς τοῦ Ἀτρέως μεμίσηται πάνυ ἐκ ψυχῆς, | |
αὐτὸς καὶ τοῦ δῶρα, σὺ δ' ἄλλους περ Παναχαιοὺς | 301 |
αὐτός τε καὶ τὰ ἑαυτοῦ δῶρα, σὺ δὲ τούς γε ἄλλους πάντας Ἕλληνας | |
τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς | 302 |
καταπονουμένους ἐλέει κατὰ τὸν στρατόν, οἵ σε καθάπερ θεὸν | |
τίσουσ'· ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο· | 303 |
τιμήσουσιν, ὄντως που γὰρ ἂν αὐτοῖς πάνυ μεγάλην δόξαν ἀπενέγκαιο· | |
νῦν γάρ χ' Ἕκτορ' ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι | 304 |
νῦν γὰρ ἂν ἀποκτείναις τὸν Ἕκτορα, ἐπειδὰν πάνυ σοι πλησίον παραγένηται, | |
λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον | 305 |
μανίαν ὀλεθρίαν ἔχων· ἐπειδὴ οὐδένα οἴεται ὅμοιον | |
οἷ ἔμεναι Δαναῶν οὓς ἐνθάδε νῆες ἔνεικαν. | 306 |
ἑαυτῷ εἶναι τῶν Ἑλλήνων, οὓς δεῦρο αἱ νῆες ἤνεγκαν. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 307 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος ὁ κατὰ πόδας ταχὺς Ἀχιλλεὺς εἶπεν· | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 308 |
ὦ εὐγενέστατε υἱὲ τοῦ Λαέρτου πολύτροπε Ὀδυσσεῦ, | |
χρὴ μὲν δὴ τὸν μῦθον ἀπηλεγέως ἀποειπεῖν, | 309 |
δεῖ δήπου τὸν λόγον διαρρήδην (συντόμως) ἀποφάναι, | |
ᾗ περ δὴ φρονέω τε καὶ ὡς τετελεσμένον ἔσται, | 310 |
καθάπερ δὴ καὶ τελειώσω, καὶ καθάπερ τετελειωμένον ἔσται· | |
ὡς μή μοι τρύζητε παρήμενοι ἄλλοθεν ἄλλος. | 311 |
ὅπως μὴ παρακαθήμενοι ἄλλος ἐντεῦθεν, καὶ ἄλλος ἐκεῖθεν τρύχητέ μοι τὴν ἀκοήν· | |
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσιν | 312 |
ἐχθρὸς γάρ μοι ἐστὶν ἐκεῖνος, ὁμοίως ταῖς πύλαις τοῦ ᾅδου, | |
ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. | 313 |
ὃς ἂν ἕτερον μὲν κρύπτῃ ἐν τῷ λογιστικῷ, ἄλλο δὲ εἴπῃ· | |
αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· | 314 |
ἐγὼ δὲ λέξω καθάπερ καὶ τετελειωμένον ἔσται· | |
οὔτ' ἔμεγ' Ἀτρεΐδην Ἀγαμέμνονα πεισέμεν οἴω | 315 |
οὔτε Ἀγαμέμνονα τὸν υἱὸν τοῦ Ἀτρέως οἴομαι πείσειν ἐμέ γε, | |
οὔτ' ἄλλους Δαναούς, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν | 316 |
οὔτε τοὺς ἄλλους Ἕλληνας, ἐπειδὴ οὐδεμία ἀμοιβὴ κατ᾽ εὐεργεσίας | |
μάρνασθαι δηΐοισιν ἐπ' ἀνδράσι νωλεμὲς αἰεί. | 317 |
ἦν πολεμεῖν κατ᾽ ἀνδρῶν πολεμίων ἀδιαλείπτως ἀεί· | |
ἴση μοῖρα μένοντι καὶ εἰ μάλα τις πολεμίζοι· | 318 |
ὁμοία μοῖρα τῷ τε σχολάζοντι, καὶ εἰ πάνυ τις μάχοιτο· | |
ἐν δὲ ἰῇ τιμῇ ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός· | 319 |
ἐν τῷ αὐτῇ δὲ τιμῇ καὶ ὁ δειλός, καὶ ὁ ἀνδρεῖος· | |
κάτθαν' ὁμῶς ὅ τ' ἀεργὸς ἀνὴρ ὅ τε πολλὰ ἐοργώς. | 320 |
τέθνηκεν ὁμοίως ὅ τε ἀργὸς ἀνήρ, καὶ ὁ πολλὰ πράξας· | |
οὐδέ τί μοι περίκειται, ἐπεὶ πάθον ἄλγεα θυμῷ | 321 |
οὐδέ τί μοι πλέον ὑπάρχει, ἐπειδὴ ἔπαθον καὶ ὑπέστην ἐν τῇ ψυχῇ θλίψεις καὶ ὀδύνας, | |
αἰεὶ ἐμὴν ψυχὴν παραβαλλόμενος πολεμίζειν. | 322 |
ἀεὶ τὴν ἐμὴν ψυχὴν πείθων παραβόλως καὶ ῥιψοκινδύνως μάχεσθαι· | |
ὡς δ' ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι | 323 |
ὥσπερ δὲ ὄρνις τοῖς μήπω πετομένοις νεοττοῖς προκομίζει | |
μάστακ' ἐπεί κε λάβῃσι, κακῶς δ' ἄρα οἱ πέλει αὐτῇ, | 324 |
τροφήν, ἐπειδὰν λάβῃ, κακῶς δὲ ἔχει αὐτῇ ἐκείνῃ διὰ τὸ ἄσιτον αὐτὴν εἶναι· | |
ὣς καὶ ἐγὼ πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον, | 325 |
οὕτω δὴ καὶ ἐγὼ πολλὰς μὲν νύκτας ἄϋπνος διῆγον, | |
ἤματα δ' αἱματόεντα διέπρησσον πολεμίζων | 326 |
ἡμέρας δὲ πλήρεις αἱμάτων καὶ φόνων ἤνυον μαχόμενος, | |
ἀνδράσι μαρνάμενος ὀάρων ἕνεκα σφετεράων. | 327 |
ἀνδράσι πολεμῶν ἕνεκα τῶν ἑαυτῶν γυναικῶν· | |
δώδεκα δὴ σὺν νηυσὶ πόλεις ἀλάπαξ' ἀνθρώπων, | 328 |
δώδεκα δὲ πόλεις ἀνδρῶν σὺν ταῖς ναυσὶν ἐξεπόρθησα, | |
πεζὸς δ' ἕνδεκά φημι κατὰ Τροίην ἐρίβωλον· | 329 |
πεζὸς δὲ ἕνδεκα διισχυρίζομαι κατὰ τὴν εὔγεων Τροίαν, ἐκ πασῶν δὲ | |
τάων ἐκ πασέων κειμήλια πολλὰ καὶ ἐσθλὰ | 330 |
τούτων χρήματα ἀπόθετα πολλὰ καὶ καλὰ | |
ἐξελόμην, καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον | 331 |
ἔλαβον, καὶ πάντα φέρων Ἀγαμέμνονι ἐνεχείριζον | |
Ἀτρεΐδῃ· ὃ δ' ὄπισθε μένων παρὰ νηυσὶ θοῇσι | 332 |
τῷ υἱῷ τοῦ Ἀτρέως. οὗτος δὲ ὀπίσω παρὰ ταῖς ταχείαις ναυσὶ καθήμενος, | |
δεξάμενος διὰ παῦρα δασάσκετο, πολλὰ δ' ἔχεσκεν. | 333 |
δεξάμενος αὐτὰ διεμέριζε καὶ ἐδίδου ὀλίγα, πολλὰ δὲ παρ᾽ ἑαυτῷ κατεῖχεν, | |
ἄλλα δ' ἀριστήεσσι δίδου γέρα καὶ βασιλεῦσι· | 334 |
ἄλλας δὲ τιμὰς τοῖς ἀριστεῦσι καὶ τοῖς βασιλεῦσιν ἐδίδου· | |
τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ' ἀπὸ μούνου Ἀχαιῶν | 335 |
τούτοις μὲν οὖν βέβαια τὰ δοθέντα μένουσι, ἐμοῦ δὲ μόνον τῶν Ἑλλήνων | |
εἵλετ', ἔχει δ' ἄλοχον θυμαρέα· τῇ παριαύων | 336 |
ἀφείλετο, ἔχει δὲ τὴν εὐάρεστόν μοι γυναῖκα· ταύτῃ συγκαθεύδων | |
τερπέσθω. τί δὲ δεῖ πολεμιζέμεναι Τρώεσσιν | 337 |
εὐφραινέσθω. κατὰ τὶ δὲ χρὴ μάχεσθαι τοῖς Τρῳσὶ | |
Ἀργείους; τί δὲ λαὸν ἀνήγαγεν ἐνθάδ' ἀγείρας | 338 |
τοὺς Ἕλληνας; διὰ τὶ δὲ τὸν στρατὸν ἀνήγαγεν ἐνθάδε ἀθροίσας | |
Ἀτρεΐδης; ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο; | 339 |
ὁ υἱὸς τοῦ Ἀτρέως; ἆρ᾽ οὐχ ἕνεκα τῆς καλλικόμου Ἑλένης; | |
ἦ μοῦνοι φιλέουσ' ἀλόχους μερόπων ἀνθρώπων | 340 |
ἢ μόνοι τῶν μεμερισμένην ἐχόντων τὴν φωνὴν ἀνθρώπων | |
Ἀτρεΐδαι; ἐπεὶ ὅς τις ἀνὴρ ἀγαθὸς καὶ ἐχέφρων | 341 |
οἱ υἱοὶ τοῦ Ἀτρέως φιλοῦσι τὰς ἑαυτῶν γαμετάς, καὶ γὰρ ὅστις ἀνὴρ χρηστός τε καὶ νουνεχής ἐστι, | |
τὴν αὐτοῦ φιλέει καὶ κήδεται, ὡς καὶ ἐγὼ τὴν | 342 |
τὴν ἑαυτοῦ φιλεῖ καὶ φροντίζει, ὥσπερ κἀγὼ ταύτην | |
ἐκ θυμοῦ φίλεον δουρικτητήν περ ἐοῦσαν. | 343 |
ἐκ ψυχῆς ἐφίλουν, καίπερ δορυάλωτον οὖσαν· | |
νῦν δ' ἐπεὶ ἐκ χειρῶν γέρας εἵλετο καί μ' ἀπάτησε | 344 |
νῦν δὲ ἐπειδή ἐκ τῶν χειρῶν μου τὴν τιμὴν ἀφείλετο, καὶ ἠπάτησέ με, | |
μή μευ πειράτω εὖ εἰδότος· οὐδέ με πείσει. | 345 |
μή μου πεῖραν λαμβανέτω, καλῶς ἐπισταμένου, οὐδέ (γάρ) με καταπείσει. | |
ἀλλ' Ὀδυσεῦ σὺν σοί τε καὶ ἄλλοισιν βασιλεῦσι | 346 |
ἀλλ᾽, ὦ Ὀδυσσεῦ, σὺν σοὶ καὶ τοῖς ἄλλοις βασιλεῦσι | |
φραζέσθω νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ. | 347 |
σκοπείτω ἀποσοβήσειν ταῖς ναυσὶ τὸ ἀφανιστικὸν πῦρ. | |
ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο, | 348 |
ὄντως που πάνυ πολλὰ ἐξεπόνησεν ἄνευ ἐμοῦ, | |
καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ' αὐτῷ | 349 |
καὶ δὴ τεῖχος ᾠκοδόμησε, καὶ τάφρον ἐξέτεινε καὶ ὤρυξεν ἐπ᾿ αὐτῷ | |
εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν· | 350 |
μεγάλην καὶ πλατεῖαν· ξύλα δὲ ὀρθὰ ἐγκατέπηξεν, | |
ἀλλ' οὐδ' ὧς δύναται σθένος Ἕκτορος ἀνδροφόνοιο | 351 |
ἀλλ᾿ οὐδὲ οὕτω δύναται τὴν δύναμιν τοῦ ἀνδροκτόνου Ἕκτορος | |
ἴσχειν· ὄφρα δ' ἐγὼ μετ' Ἀχαιοῖσιν πολέμιζον | 352 |
ἐπέχειν καὶ κωλύειν. ἐν ὅσῳ δὲ αὐτὸς ἐν τοῖς Ἕλλησιν ἐμαχόμην, | |
οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ, | 353 |
οὐκ ἔθελεν ὁ Ἕκτωρ ἐξορμᾷν ἀπὸ τοῦ τείχους ἐπὶ τὸν πόλεμον, | |
ἀλλ' ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν· | 354 |
ἀλλὰ μόνον μέχρι τῶν Σκαιῶν πυλῶν καὶ τῆς δρυὸς ἀφικνεῖτο· | |
ἔνθά ποτ' οἶον ἔμιμνε, μόγις δέ μευ ἔκφυγεν ὁρμήν. | 355 |
ἐκεῖ ποτὲ μόνον ἔμενε, μόλις δέ μου τὴν ὁρμὴν ἐξέφυγε. | |
νῦν δ' ἐπεὶ οὐκ ἐθέλω πολεμιζέμεν Ἕκτορι δίῳ | 356 |
νυνὶ δὲ ἐπειδὴ μάχεσθαι οὐ θέλω τῷ ἐνδόξῳ Ἕκτορι, | |
αὔριον ἱρὰ Διὶ ῥέξας καὶ πᾶσι θεοῖσι | 357 |
αὔριον θύσας τῷ Διὶ θυσίαν, καὶ πᾶσι τοῖς θεοῖς, | |
νηήσας εὖ νῆας, ἐπὴν ἅλα δὲ προερύσσω, | 358 |
καὶ συναθροίσας καλῶς τὰς ναῦς, ἐπειδὰν εἰς τὴν θάλασσαν ἑλκύσω αὐτάς, | |
ὄψεαι, αἴ κ' ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, | 359 |
θεάσῃ, ἐὰν ἐθέλῃς καὶ ἐὰν ταῦτά σοι διὰ φροντίδος ὦσι, | |
ἦρι μάλ' Ἑλλήσποντον ἐπ' ἰχθυόεντα πλεούσας | 360 |
ἕωθεν μάλα πλεούσας κατὰ τοῦ πλῆθος ἰχθύων ἔχοντος Ἑλλησπόντου | |
νῆας ἐμάς, ἐν δ' ἄνδρας ἐρεσσέμεναι μεμαῶτας· | 361 |
τὰς ἐμὰς ναῦς, ἐν αὐταῖς δὲ τοὺς ἄνδρας προθυμουμένους κωπηλατεῖν· | |
εἰ δέ κεν εὐπλοίην δώῃ κλυτὸς ἐννοσίγαιος | 362 |
ἐὰν δὲ εὔπλοιαν καὶ καιρὸν ἐπιτήδειον παράσχῃ ὁ ἔνδοξος Ποσειδῶν, | |
ἤματί κε τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην. | 363 |
τῇ τρίτῃ ἡμέρᾳ καταλάβοιμ᾽ ἂν τὴν εὔγεων Φθίαν. | |
ἔστι δέ μοι μάλα πολλά, τὰ κάλλιπον ἐνθάδε ἔρρων· | 364 |
εἰσὶ δέ μοι πάνυ πολλά, ἃ κατέλιπον, δεῦρο ἐπὶ φθορᾷ ἐρχόμενος· | |
ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρὸν | 365 |
ἄλλον δὲ χρυσὸν ἐντεῦθεν καὶ χαλκὸν ἐρυθρόν, | |
ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον | 366 |
καὶ γυναῖκας εὐειματούσας, καὶ σίδηρον λευκὸν (τίμιον) (μέλανα κατ᾿ ἀντίφρασιν) | |
ἄξομαι, ἅσσ' ἔλαχόν γε· γέρας δέ μοι, ὅς περ ἔδωκεν, | 367 |
ἀπάξω, ἃς κλήρῳ ἔσχον· τὸ γέρας δέ, ὅπερ μοι ἔδωκεν | |
αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων | 368 |
ὁ βασιλεὺς Ἀγαμέμνων | |
Ἀτρεΐδης· τῷ πάντ' ἀγορευέμεν ὡς ἐπιτέλλω | 369 |
ὁ υἱὸς τοῦ ᾽Ἀτρέως, ὕστερον ἀτιμάζων (ἀγνωμονῶν) ἀφείλετο, ᾧ δὴ πάντα κάτειπε ὥσπερ κελεύω | |
ἀμφαδόν, ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ | 370 |
φανερῶς, ὅπως καὶ οἱ ἄλλοι ὀργίζωνται Ἕλληνες, | |
εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν | 371 |
εἴγε τινὰ τῶν Ἑλλήνων ἔτι οἴεται ἀπατήσειν περὶ ἐμοῦ λέγων, | |
αἰὲν ἀναιδείην ἐπιειμένος· οὐδ' ἂν ἔμοιγε | 372 |
ἀεὶ ἀναισχυντίαν ἐνδεδυμένος· ἔμοιγε γὰρ οὐκ ἂν | |
τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι· | 373 |
δυνηθείη εἰς πρόσωπον ἰδεῖν, καίπερ ὢν ἀναιδὴς, διὰ τὴν συνείδησιν τῶν μεγίστων ἀδικημάτων· | |
οὐδέ τί οἱ βουλὰς συμφράσσομαι, οὐδὲ μὲν ἔργον· | 374 |
οὐδὲ κατά τι αὐτῷ βουλὰς συλλογίσομαι, οὐδὲ δὴ ἔργον (πρᾶξιν)· | |
ἐκ γὰρ δή μ' ἀπάτησε καὶ ἤλιτεν· οὐδ' ἂν ἔτ' αὖτις | 375 |
ἐξηπάτησε γάρ με καὶ ἥμαρτεν· οὐκέτι δ᾽ ἂν αὖθις | |
ἐξαπάφοιτ' ἐπέεσσιν· ἅλις δέ οἱ· ἀλλὰ ἕκηλος | 376 |
ἐξαπατήσειε λόγοις, ἱκανῶς γὰρ αὐτῷ ἔχει· ἀλλ᾽ ἥσυχος καὶ χωρὶς ἐμοῦ | |
ἐρρέτω· ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς. | 377 |
φθειρέσθω· ὁ γὰρ βουλευτικὸς Ζεὺς ἐξείλετο τὴν διάνοιαν αὐτοῦ· | |
ἐχθρὰ δέ μοι τοῦ δῶρα, τίω δέ μιν ἐν καρὸς αἴσῃ. | 378 |
ἐχθρὰ δέ μοι καὶ μισητά εἰσι τὰ δῶρα αὐτοῦ· τιμῶμαι δὲ αὐτὸν ἐν μοίρᾳ θανατηφόρῳ· | |
οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη | 379 |
οὐδὲ ἐὰν δεκάκις καὶ εἰκοσάκις τοσαῦτα δώσῃ, | |
ὅσσά τέ οἱ νῦν ἔστι, καὶ εἴ ποθεν ἄλλα γένοιτο, | 380 |
ὅσα ἐν τῷ παρόντι εἰσὶν αὐτῷ, καὶ εἴ ποθεν ἄλλα προσγένοιτο, | |
οὐδ' ὅσ' ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδ' ὅσα Θήβας | 381 |
καὶ (οὐδ᾽) ὅσα εἰς τὸν Ὀρχομενὸν εἰσέρχεται, οὐδὲ (καὶ) ὅσα εἰς τὰς Θήβας | |
Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται, | 382 |
τῆς Αἰγύπτου, ὅπου πλεῖστα κτήματα κεῖνται ἐν ταῖς οἰκίαις, | |
αἵ θ' ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ' ἀν' ἑκάστας | 383 |
αἵτινες ἑκατὸν πύλας ἔχουσι, διακόσιοι δὲ καθ᾿ ἑκάστην | |
ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· | 384 |
ἄνδρες ἐξέρχονται σὺν ἵπποις καὶ ὀχήμασι· | |
οὐδ' εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε, | 385 |
οὐδὲ εἰ τοσαῦτά μοι δώσει, ὅσα ἡ ἄμμος τε καὶ ὁ χοῦς εἰσιν, | |
οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει' Ἀγαμέμνων | 386 |
οὐδ᾽ ἂν οὕτως ἔτι τὴν ἐμὴν ψυχὴν καταπείσει ὁ Ἀγαμέμνων, | |
πρίν γ' ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην. | 387 |
πρὶν ἀποδοῦναί μοι πᾶσαν τὴν ὕβριν τὴν ψυχὴν ποιοῦσαν ἀλγεῖν· | |
κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο, | 388 |
τὴν θυγατέρα δὲ τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως | |
οὐδ' εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι, | 389 |
οὐ βούλομαι γῆμαι, οὐδὲ εἰ τῇ χρυσῇ Ἀφροδίτῃ κατὰ τὸ κάλλος ἁμιλλῷτο, | |
ἔργα δ' Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι· | 390 |
τῇ εὐοφθάλμῳ δὲ Ἀθηνᾷ κατὰ τὰ ἔργα ἐξισοῖτο, | |
οὐδέ μιν ὧς γαμέω· ὃ δ' Ἀχαιῶν ἄλλον ἑλέσθω, | 391 |
οὐδ᾽ οὕτως αὐτὴν γῆμαι βούλομαι· οὗτος ἄλλον τίν᾽ ἀπὸ τῶν Ἑλλήνων λαβέτω, | |
ὅς τις οἷ τ' ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν. | 392 |
ὅστις ἄξιος αὐτοῦ ἐστι, καὶ ὃς βασιλικώτερος ὑπάρχει. | |
ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ' ἵκωμαι, | 393 |
ἐὰν γάρ με σώζωσιν οἱ θεοὶ καὶ εἰς τὸν οἶκον ἀφίκωμαι, | |
Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός. | 394 |
ὁ Πηλεὺς δή μοι μετὰ ταῦτα αὐτὸς γυναῖκα κατεγγυήσει· | |
πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν' Ἑλλάδα τε Φθίην τε | 395 |
πολλαὶ Ἑλληνίδες εἰσὶν ἀνὰ τὴν Ἑλλάδα καὶ τὴν Φθίαν | |
κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται, | 396 |
θυγατέρες ἀριστέων, οἵπερ τὰς πόλεις σώζουσι· | |
τάων ἥν κ' ἐθέλωμι φίλην ποιήσομ' ἄκοιτιν. | 397 |
τούτων ἣν ἂν βουλοίμην ἀγαπητὴν γυναῖκα ποιήσομαι, | |
ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ | 398 |
ἐκεῖ δέ μοι πολλῷ μᾶλλον ἐφίεται ἡ ἀνδρεία ψυχή λαβόντι | |
γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν | 399 |
γυναῖκα κατὰ μνηστείαν, ὁμοίαν γαμετὴν, εὐφραίνεσθαι | |
κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς· | 400 |
τοῖς κτήμασιν, ἃ Πηλεὺς ὁ γέρων ἐκτήσατο· | |
οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδ' ὅσα φασὶν | 401 |
οὐδὲν γὰρ ἀντάξιον τῆς ἐμῆς ψυχῆς, οὐδὲ ὅσα λέγουσιν | |
Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον | 402 |
ἔχειν τὴν Ἴλιον τὴν καλῶς οἰκουμένην πόλιν τὸ πρότερον, | |
τὸ πρὶν ἐπ' εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, | 403 |
ἐπὶ τῆς εἰρήνης, πρὸ τοῦ ἐλθεῖν τοὺς υἱοὺς τῶν Ἑλλήνων· | |
οὐδ' ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει | 404 |
οὐδὲ ὅσα ὁ λίθινος τῶν θυρῶν βατὴρ ἐναποκλείει | |
Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ. | 405 |
τοῦ τοξικοῦ καθαροῦ Ἀπόλλωνος ἐν τῇ πετρώδει Πυθοῖ· | |
ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα, | 406 |
βόες μὲν γὰρ καὶ πρόβατα εὐτραφῆ κτητά εἰσι, | |
κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα, | 407 |
κτητοὶ δὲ οἱ λέβητες, καὶ αἱ τῶν ἵππων ξανθαὶ κεφαλαί· | |
ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ | 408 |
ἀνδρὸς δὲ ψυχὴ ἐπανελθεῖν εἰς τὸ σῶμα, οὔτε κτητή, | |
οὔθ' ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. | 409 |
οὔτε ληπτή ἐστιν, ἐπειδὰν παραλλάξῃ τὸ περίφραγμα τῶν ὀδόντων. | |
μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα | 410 |
ἡ γάρ με μήτηρ ἡ θεὰ ἡ Θέτις ἡ λευκόπους φησὶ | |
διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ. | 411 |
διττὰς μοίρας φέρειν εἰς τὸ τοῦ θανάτου τέλος· | |
εἰ μέν κ' αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι, | 412 |
ἂν μὲν γὰρ ἐνταῦθα μένων πολεμῷ περὶ τὴν πόλιν τῶν Τρῴων, | |
ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται· | 413 |
ἀπώλετο μέν μοι ἡ ὑποστροφή, ἡ ἔνδοξος δὲ φήμη ἄφθαρτος ἔσται· | |
εἰ δέ κεν οἴκαδ' ἵκωμι φίλην ἐς πατρίδα γαῖαν, | 414 |
ἐὰν δὲ εἰς τὸν οἶκον ἀφίκωμαι εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, | |
ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν | 415 |
ἀπώλετό μοι ἡ ἀγαθὴ φήμη, ἐπὶ πολύ δέ μοι ἡ ζωὴ | |
ἔσσεται, οὐδέ κέ μ' ὦκα τέλος θανάτοιο κιχείη. | 416 |
ἔσται, οὐδ᾽ ἂν ταχέως με καταλάβοι τὸ τοῦ θανάτου τέλος. | |
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην | 417 |
καὶ δὴ ἂν τοῖς ἄλλοις ἐγὼ παραινέσαιμι | |
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ | 418 |
εἰς τὸν οἶκον ἀποπλέειν· ἐπειδὴ οὐκέτι εὑρήσετε τὸ τέλος | |
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς | 419 |
τῆς ὑψηλῆς Ἰλίου· πάνυ γὰρ αὐτῆς ὁ μεγαλόφωνος Ζεὺς | |
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. | 420 |
ὑπερέσχε τὴν ἑαυτοῦ χεῖρα, εὔτολμοι δὲ γεγόνασιν οἱ λαοί. | |
ἀλλ' ὑμεῖς μὲν ἰόντες ἀριστήεσσιν Ἀχαιῶν | 421 |
ἀλλ᾽ ὑμεῖς μὲν ἀπελθόντες τοῖς τῶν Ἑλλήνων ἀριστεῦσιν | |
ἀγγελίην ἀπόφασθε· τὸ γὰρ γέρας ἐστὶ γερόντων· | 422 |
ἀπαγγείλατε τὴν πρεσβείαν μηδὲν ἀνύσαι, τοῦτο γὰρ τιμή ἐστι τῶν γερόντων. | |
ὄφρ' ἄλλην φράζωνται ἐνὶ φρεσὶ μῆτιν ἀμείνω, | 423 |
ὅπως ἄλλην βελτίονα βουλὴν βουλεύωνται λογιζόμενοι, | |
ἥ κέ σφιν νῆάς τε σαῷ καὶ λαὸν Ἀχαιῶν | 424 |
ἣ ἂν αὐτοῖς τὰς ναῦς σῴσῃ καὶ τὸν στρατὸν τῶν Ἑλλήνων | |
νηυσὶν ἔπι γλαφυρῇς, ἐπεὶ οὔ σφισιν ἥδέ γ' ἑτοίμη | 425 |
ἐπὶ ταῖς βαθείαις ναυσίν· ἐπειδὴ αὕτη οὐκ ἔστιν αὐτοῖς πρόχειρος, | |
ἣν νῦν ἐφράσσαντο ἐμεῦ ἀπομηνίσαντος· | 426 |
ἣν ἐν τῷ παρόντι ἐνόησαν, ἐμοῦ ὀργισθέντος· | |
Φοῖνιξ δ' αὖθι παρ' ἄμμι μένων κατακοιμηθήτω, | 427 |
ὁ Φοῖνιξ δὲ ἐνταῦθα παρ᾽ ἡμῖν μένων κοιμηθήτω, | |
ὄφρά μοι ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται | 428 |
ὅπως μοι ἐν ταῖς ναυσὶν ἀκολουθήσῃ εἰς τὴν πατρίδα τὴν προσφιλῆ | |
αὔριον ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξω. | 429 |
αὔριον, ἐὰν βούληται· βίᾳ δὲ αὐτὸν οὐδαμῶς ἀπάξω. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | 430 |
οὕτως εἶπεν· οὗτοι δὲ ἅπαντες ἄφωνοι ἐγένοντο σιωπῇ | |
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀπέειπεν· | 431 |
τὸν λόγον θαυμάσαντες, πάνυ γὰρ ἰσχυρῶς καὶ ἀποτόμως ἀπείπατο· | |
ὀψὲ δὲ δὴ μετέειπε γέρων ἱππηλάτα Φοῖνιξ | 432 |
μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ γέρων ἱππικὸς Φοῖνιξ, | |
δάκρυ' ἀναπρήσας· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν· | 433 |
δάκρυα ἀναπλήσας· ἐφοβεῖτο γὰρ περὶ τῶν νεῶν τῶν Ἑλλήνων· | |
εἰ μὲν δὴ νόστόν γε μετὰ φρεσὶ φαίδιμ' Ἀχιλλεῦ | 434 |
εἰ μὲν ὑποστροφὴν ἐν νῷ, λαμπρότατε Ἀχιλλεῦ, | |
βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι | 435 |
ἐμβάλλεις, παντελῶς δὲ οὐκ ἀποσοβεῖν ταῖς ταχείαις ναυσὶ τὸ ἀφανιστικὸν | |
πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, | 436 |
πῦρ ἐθέλεις, ἐπειδὴ ὀργὴ ἐνέπεσεν εἰς τὴν σὴν ψυχήν, | |
πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος αὖθι λιποίμην | 437 |
πῶς ἂν μετὰ ταῦτ᾽ ἀπὸ σοῦ, ὦ τέκνον ἀγαπητόν, ἐνταῦθα καταλειφθείην μόνος; | |
οἶος; σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς | 438 |
σοῦ γὰρ ἕνεκεν ἔπεμψέ με ὁ γέρων ἱππικὸς Πηλεὺς | |
ἤματι τῷ ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε | 439 |
τῇ ἡμέρᾳ ἐκείνῃ, ὁπηνίκα σε ἐκ τῆς Φθίας ἔπεμπε | |
νήπιον οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο | 440 |
νέον κομιδῆ, οὔπω ἔμπειρον τοῦ δεινοῦ πολέμου, | |
οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι. | 441 |
οὐδὲ τῶν ἐκκλησιῶν, ὅπου οἱ ἄνδρες διάδηλοι καὶ ἐπίσημοι τυγχάνουσι· | |
τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, | 442 |
τούτου ἕνεκεν ἔπεμψέ με διδάσκειν σε ταῦτα πάντα, | |
μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων. | 443 |
λόγων τε δημηγόρον εἶναι καὶ ποιητὴν πράξεων. | |
ὡς ἂν ἔπειτ' ἀπὸ σεῖο φίλον τέκος οὐκ ἐθέλοιμι | 444 |
οὕτως ἂν μετὰ ταῦτα ἀπὸ σοῦ, τέκνον ἀγαπητόν, οὐ βουλοίμην | |
λείπεσθ', οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς | 445 |
ἀπολιπέσθαι, οὐδ᾽ ἐὰν αὐτὸς ὁ θεὸς ὑπόσχηταί μοι | |
γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα, | 446 |
ποιήσειν νέον ἀκμάζοντα, ἀφελόμενος τὸ γῆρας, | |
οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα | 447 |
ὁποῖον ἡνίκα τὸ πρῶτον κατέλιπον τὴν ὡραίας γυναῖκας ἔχουσαν Ἑλλάδα, | |
φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο, | 448 |
φεύγων τὰ ὀνείδη τοῦ πατρὸς τοῦ Ἀμύντορος τοῦ υἱοῦ τοῦ Ὀρμενίδου, | |
ὅς μοι παλλακίδος περιχώσατο καλλικόμοιο, | 449 |
ὅστις χαλεπῶς μοι ὠργίσθη περὶ τῆς παλλακίδος τῆς ὡραιοκόμου, | |
τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν | 450 |
ἣν αὐτὸς ἐφίλει· ἠτίμαζε δὲ τὴν ἑαυτοῦ γαμετὴν | |
μητέρ' ἐμήν· ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων | 451 |
τὴν ἐμὴν μητέρα, αὕτη δὲ ἀεὶ τῶν ἐμῶν ἁπτομένη γονάτων παρεκάλει | |
παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα. | 452 |
τῇ παλλακίδι συγ(προ)γενέσθαι, ὅπως μισήσῃ τὸν γέροντα· | |
τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ' ἐμὸς αὐτίκ' ὀϊσθεὶς | 453 |
ταύτῃ ἐπείσθην, καὶ ἐποίησα· ὁ ἐμὸς δὲ πατὴρ εὐθὺς αἰσθόμενος, | |
πολλὰ κατηρᾶτο, στυγερὰς δ' ἐπεκέκλετ' Ἐρινῦς, | 454 |
πολλά μοι ἐπηρᾶτο, τὰς μισητὰς δὲ Ἐριννῦς ἐπεκαλεῖτο, | |
μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν | 455 |
μηδέποτε ἐν τοῖς ἑαυτοῦ γόνασιν καθίσαι υἱὸν ἀγαπητὸν | |
ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ' ἐτέλειον ἐπαρὰς | 456 |
ἐξ ἐμοῦ γεννηθέντα· οἱ θεοὶ δὲ ἐτελείουν τὰς κάταρας, | |
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. | 457 |
ὅ τε Ἅιδης, καὶ ἡ ἐπαινετὴ Περσεφόνη· | |
<τὸν μὲν ἐγὼ βούλευσα κατακτάμεν ὀξέι χαλκῷ· | 458 |
- | |
ἀλλά τις ἀθανάτων παῦσεν χόλον, ὅς ῥ' ἐνὶ θυμῷ | 459 |
- | |
δήμου θῆκε φάτιν καὶ ὀνείδεια πόλλ' ἀνθρώπων, | 460 |
- | |
ὡς μὴ πατροφόνος μετ' Ἀχαιοῖσιν καλεοίμην.> | 461 |
- | |
ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ' ἐν φρεσὶ θυμὸς | 462 |
τότε μοι οὐδόλως κατείχετο καὶ ἠρέμει ἐν τῷ λογιστικῷ ὁ θυμός, | |
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι. | 463 |
ὥστε ἀναστρέφεσθαι ἐν τοῖς οἴκοις τοῦ πατρὸς πάνυ ὀργιζομένου· | |
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες | 464 |
ὄντως πολλὰ μὲν συγγενεῖς τε καὶ ἐξάδελφοι περὶ ἐμὲ ὄντες, | |
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, | 465 |
παρακαλοῦντες αὐτοῦ κατεῖχον, καὶ ἐκώλυον ἐν τοῖς οἴκοις, | |
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς | 466 |
πολλὰ δὲ εὐτραφῆ πρόβατα, καὶ βόας συστρέφοντας τοὺς πόδας κατὰ πορείαν | |
ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ | 467 |
ἔσφαζον, πολλοὶ δὲ χοῖροι θάλλοντες λίπει, | |
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, | 468 |
ἤτοι πιμελεῖς ὄντες, ὀπτώμενοι ἐξετείνοντο (ἐτήκοντο) διὰ τῆς φλογὸς τοῦ πυρός, | |
πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος. | 469 |
πολὺς δὲ οἶνος ἐκ τῶν πίθων ἐπίνετο τοῦ γέροντος, | |
εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ παρὰ νύκτας ἴαυον· | 470 |
ἐπὶ ἐννέα δὲ νύκτας περὶ ἐμὲ αὐτὸν παρεκοιμῶντο· | |
οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη | 471 |
τούτων οἱ μὲν οὖν ἐκ διαδοχῆς ἐφύλαττον· οὐδέποτε ἐσβέσθη | |
πῦρ, ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς, | 472 |
τὸ πῦρ, ἓν μὲν ὑπὸ στοᾷ τῆς εὐπεριβόλου αὐλῆς, | |
ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων. | 473 |
ἕτερον δὲ ἐν τῷ προδόμῳ, ἔμπροσθεν τῶν θυρῶν τοῦ θαλάμου· | |
ἀλλ' ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή, | 474 |
ἀλλ᾿ ὁπηνίκα δὴ ἡ δεκάτη μοι ἐπῆλθε σκοτεινὴ νύξ, | |
καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας | 475 |
τηνικαῦτ’ ἐγὼ τὰς πυκνῶς ἡρμοσμένας θύρας τοῦ θαλάμου | |
ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς | 476 |
συντρίψας, ἐξῆλθον, καὶ ἐπήδησα ὑπὲρ τοῦ περιφράγματος τῆς αὐλῆς | |
ῥεῖα, λαθὼν φύλακάς τ' ἄνδρας δμῳάς τε γυναῖκας. | 477 |
ῥᾳδίως, λαθὼν τοὺς φυλάσσοντας, καὶ τὰς δούλας γυναῖκας· | |
φεῦγον ἔπειτ' ἀπάνευθε δι' Ἑλλάδος εὐρυχόροιο, | 478 |
ἔφευγον μετὰ ταῦτα πόρρωθεν διὰ τῆς πλατείας Ἑλλάδος, | |
Φθίην δ' ἐξικόμην ἐριβώλακα μητέρα μήλων | 479 |
ἀφικόμην δὲ εἰς τὴν Φθίαν τὴν εὔγεων τὴν τῶν προβάτων τροφόν, | |
ἐς Πηλῆα ἄναχθ'· ὃ δέ με πρόφρων ὑπέδεκτο, | 480 |
πρὸς τὸν βασιλέα Πηλέα· οὗτος δέ με προθύμως ὑπεδέξατο, | |
καί μ' ἐφίλησ' ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃ | 481 |
καὶ ἐφίλησέ με, καθάπερ πατὴρ τὸν ἑαυτοῦ παῖδα φιλεῖ | |
μοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι, | 482 |
τὸν μονογενῆ, μεθ᾿ ὃν ἄλλον οὐκ ἐγέννησε, τεχθέντα ἐν γήρᾳ ἐπὶ κτήμασι πολλοῖς· | |
καί μ' ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν· | 483 |
καί με πλούσιον ἐποίησε, πολὺν δέ μοι λαὸν παρέσχετο· | |
ναῖον δ' ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων. | 484 |
ᾤκουν δὲ τὸ τελευταῖον μέρος τῆς Φθίας, βασιλεύων τῶν Δολόπων. | |
καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ, | 485 |
καὶ σε τοσοῦτον ἐποίησα, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, | |
ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμ' ἄλλῳ | 486 |
ἐκ ψυχῆς φιλῶν, ἐπειδὴ οὐκ ἔθελες σὺν ἄλλῳ | |
οὔτ' ἐς δαῖτ' ἰέναι οὔτ' ἐν μεγάροισι πάσασθαι, | 487 |
οὔτε εἰς εὐωχίαν πορεύεσθαι, οὔτε ἐν τοῖς οἴκοις φαγεῖν, | |
πρίν γ' ὅτε δή σ' ἐπ' ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας | 488 |
πρὶν ὁπότε δέ σε καθίσας ἐγὼ ἐπὶ τοῖς ἐμοῖς γόνασι, | |
ὄψου τ' ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών. | 489 |
κορέσαιμι ὄψου (τροφῆς), τὸ σκληρὸν τῆς τροφῆς προκατεργασάμενος, καὶ οἶνον ποτίσας· | |
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα | 490 |
πολλάκις μοι διάβροχον ἐποίησας ἐν τῷ στήθει τὸν χιτῶνα, | |
οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ. | 491 |
οἶνον ἀναφλύων καὶ ἀναβάλλων ἐν τῇ χαλεπῇ ἡλικίᾳ τῶν νηπίων. | |
ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, | 492 |
οὕτως ἐπὶ σοὶ πάνυ πολλὰ ἔπαθον, καὶ πολλὰ ἐπόνησα, | |
τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον | 493 |
ταῦτα φρονῶν, διότι μοι οὐδαμῶς οἱ θεοὶ ἀπετέλουν γέννημα | |
ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ | 494 |
ἐξ ἐμοῦ, ἀλλὰ σὲ υἱὸν, ὦ ὅμοιε τοῖς θεοῖς Ἀχιλλεῦ, | |
ποιεύμην, ἵνα μοί ποτ' ἀεικέα λοιγὸν ἀμύνῃς. | 495 |
ἐποιούμην, ὅπως μοι ἀποσοβήσῃ ποτὲ ὄλεθρον ἀπρεπῆ. | |
ἀλλ' Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ | 496 |
ἀλλ᾽, ὦ Ἀχιλλεῦ, δουλαγώγησον τὸν μέγαν θυμόν, οὐ γάρ σε δεῖ ἔχειν | |
νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, | 497 |
ἀνηλεῆ καὶ ἀπηνῆ ψυχήν. τρεπτοὶ δέ εἰσι καὶ αὐτοὶ οἱ θεοί, | |
τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε. | 498 |
ὧν δὴ καὶ μείζων ἐστὶν ἡ ἀρετή, καὶ ἡ τιμή, καὶ ἡ δύναμις· | |
καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι | 499 |
καὶ τούτους μὲν γὰρ θυσίαις (θυμιάμασι) καὶ εὐχαῖς προσηνέσι, | |
λοιβῇ τε κνίσῃ τε παρατρωπῶσ' ἄνθρωποι | 500 |
καὶ σπονδῇ, καὶ ἀτμῷ κρεῶν παρατρέπουσι, καὶ πείθουσιν οἱ ἄνθρωποι | |
λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ. | 501 |
παρακαλοῦντες, ὅταν τις παραβῇ καὶ ἁμάρτῃ. | |
καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο | 502 |
καὶ γὰρ αἱ Παρακλήσεις, αἱ θυγατέρες τοῦ μεγάλου Διός, | |
χωλαί τε ῥυσαί τε παραβλῶπές τ' ὀφθαλμώ, | 503 |
χωλαί εἰσι καὶ ῥυτίδας ἔχουσαι, καὶ διάστροφοι τὰς ὄψεις, | |
αἵ ῥά τε καὶ μετόπισθ' ἄτης ἀλέγουσι κιοῦσαι. | 504 |
αἳ δὴ καὶ μετὰ τὴν Βλάβην παραγινόμεναι φροντίζουσιν· | |
ἣ δ' ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας | 505 |
ἡ Βλάβη δὲ ἰσχυρά τε ἐστὶ καὶ ὑγιὴς τοὺς πόδας, οὗ ἕνεκα πάσας | |
πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπ' αἶαν | 506 |
πολλῷ ὑπεκτρέχουσα νικᾷ, προκαταλαμβάνει δὲ ἐπὶ πᾶσαν τὴν γῆν | |
βλάπτουσ' ἀνθρώπους· αἳ δ' ἐξακέονται ὀπίσσω. | 507 |
βλάπτουσα τοὺς ἀνθρώπους αὗται δὲ μετὰ ταῦτα ἰῶνται καὶ θεραπεύουσι. | |
ὃς μέν τ' αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας, | 508 |
ὃς μὲν οὖν αἰδεσθήσεται τὰς θυγατέρας τοῦ Διὸς πλησίον παραγενομένας, | |
τὸν δὲ μέγ' ὤνησαν καί τ' ἔκλυον εὐχομένοιο· | 509 |
τοῦτον μεγάλως ὠφέλησαν καὶ ἐπήκουσαν εὐξαμένου· | |
ὃς δέ κ' ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, | 510 |
ὃς δ᾽ ἂν ἀνανεύσῃ, καὶ καρτερῶς ἀρνήσηται, | |
λίσσονται δ' ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι | 511 |
αὗταί γε δὴ ἀφικόμεναι παρακαλοῦσι τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου, | |
τῷ ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ. | 512 |
τὴν Βλάβην αὐτῷ ἐπακολουθεῖν, ὅπως κακὰ παθὼν ἀποδώσῃ. | |
ἀλλ' Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι | 513 |
ἀλλ᾽, ὦ Ἀχιλλεῦ, δίδου καὶ σὺ ἕπεσθαι τιμὴν ταῖς θυγατράσι τοῦ Διός, | |
τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν. | 514 |
ἣ καὶ τῶν ἄλλων ἀγαθῶν ἀνδρῶν τὸν νοῦν καταπείθει. | |
εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δ' ὄπισθ' ὀνομάζοι | 515 |
εἰ μὲν γὰρ μὴ δῶρα τὰ μὲν νῦν ἐδίδου, τὰ δὲ μετὰ ταῦτα δώσειν ὑπισχνεῖτο | |
Ἀτρεΐδης, ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, | 516 |
ὁ υἱὸς τοῦ Ἀτρέως, ἀλλ᾽ ἀεὶ μεγάλως ὠργίζετο, | |
οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην | 517 |
οὐκ ἂν ἔγωγε κελεύοιμι καταλιπόντα σε τὴν ἔμμονον ὀργήν, | |
Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης· | 518 |
βοηθεῖν τοῖς Ἕλλησι, καίπερ δεομένοις καὶ χρήζουσι βοηθείας· | |
νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ τὰ δ' ὄπισθεν ὑπέστη, | 519 |
νῦν δὲ ὁμοῦ ἄλλα εὐθὺς δίδωσι, καὶ ἄλλα μετὰ ταῦτα δώσειν ὑπέσχετο· | |
ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους | 520 |
ἄνδρας δὲ ἀρίστους ἔπεμψε παρακαλέσοντας, | |
κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ | 521 |
ἐκλεξάμενος αὐτοὺς κατὰ τὸν Ἑλληνικὸν στρατόν, οἵπερ σοὶ | |
φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς | 522 |
μάλιστα τῶν Ἑλλήνων ἠγαπημένοι εἰσί. τούτων τὸν λόγον μὴ σύ γε ἀτιμάσῃς, | |
μηδὲ πόδας· πρὶν δ' οὔ τι νεμεσσητὸν κεχολῶσθαι. | 523 |
μηδὲ τὴν ἐνθάδε πορείαν, τὸ πρότερον δὲ οὐκ ἦν μεμπτέον τὸ ὀργίζεσθαι. | |
οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν | 524 |
οὕτω καὶ τῶν προγενεστέρων ἀνδρῶν | |
ἡρώων, ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι· | 525 |
ἡρώων τὴν φήμην ἠκούσαμεν, ὅταν τινὰ κατελάμβανεν ὀργὴ μεγάλη, | |
δωρητοί τε πέλοντο παράρρητοί τ' ἐπέεσσι. | 526 |
δώροις πειθόμενοι ἦσαν, καὶ λόγοις ὑπείκοντες. | |
μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε | 527 |
μέμνημαι ἐγὼ τοῦτο τὸ ἔργον παλαιὸν (πάλαι), οὐδαμῶς νέον (νεωστὶ) γενόμενον, | |
ὡς ἦν· ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι. | 528 |
λέξω δὲ ἐν ὑμῖν ἅπασι φίλοις οὖσι. | |
Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι | 529 |
οἱ Κουρῆτες (Πλευρώνιοι) καὶ οἱ πολεμικοὶ Καλυδώνιοι ἐπολέμουν | |
ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον, | 530 |
περὶ τὴν πόλιν τὴν Καλυδῶνα, καὶ ἀπέκτεινον ἀλλήλους, | |
Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς, | 531 |
Καλυδώνιοι μὲν μαχόμενοι ὑπὲρ τῆς ἑαυτῶν ἐπεράστου πόλεως τῆς Καλυδῶνος, | |
Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ. | 532 |
οἱ Κουρῆτες (Πλευρώνιοι) δὲ προθυμούμενοι ἐκπορθῆσαι πολέμῳ τὴν πόλιν. | |
καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε | 533 |
τούτοις γὰρ κακὸν ἤγειρεν ἡ χρυσὸν θρόνον ἔχουσα Ἄρτεμις | |
χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς | 534 |
ὀργισθεῖσα, διότι αὐτῇ οὐκ ἔθυσεν ἐν τῷ γονίμῳ τόπῳ τῆς Ἀλωνίας τὰς ὑπὲρ εὐθαλίας καὶ εὐφορίας τῶν καρπῶν διδομένας θυσίας τοῖς θεοῖς | |
Οἰνεὺς ῥέξ'· ἄλλοι δὲ θεοὶ δαίνυνθ' ἑκατόμβας, | 535 |
ὁ Οἰνεύς, οἱ ἄλλοι δὲ θεοὶ εὐωχοῦντο θυσίας μεγάλας, | |
οἴῃ δ' οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο. | 536 |
μόνῃ δὲ τῇ θυγατρὶ τοῦ μεγάλου Διὸς οὐκ ἐθυσίασεν, | |
ἢ λάθετ' ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ. | 537 |
ἢ ὅτι ἐπελάθετο, ἢ ἑκὼν παρεπέμψατο· ἐβλάβη δὲ τὰ μέγιστα κατὰ ψυχήν· | |
ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα | 538 |
αὕτη δὲ ὀργισθεῖσα ἡ ἐνδοξοτάτη τὸ γένος Ἄρτεμις, | |
ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα, | 539 |
ἐφώρμησεν ἄγριον χοῖρον λευκόδοντα ἐν χλοῇ διατρίβοντα, | |
ὃς κακὰ πόλλ' ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν· | 540 |
ὃς πολλὰ κακὰ εἰργάζετο, ἐξ ἔθους ἐπιφοιτῶν εἰς τὰ σύμφυτα χωρία τοῦ Οἰνέως· | |
πολλὰ δ' ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ | 541 |
πολλὰ δ᾽οὗτος ἄλλα ἐπ᾽ ἄλλοις τιθέμενα, ὅ ἐστι συνεχῆ, δένδρα μεγάλα κατέβαλεν | |
αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων. | 542 |
σὺν ταῖς ῥίζαις, καὶ σὺν τοῖς ἄνθεσι τῶν μήλων. | |
τὸν δ' υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος | 543 |
τοῦτον δὲ ἀνεῖλεν ὁ Μελέαγρος ὁ υἱὸς τοῦ Οἰνέως, | |
πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας | 544 |
συναθροίσας ἐκ πολλῶν πόλεων ἄνδρας κυνηγούς, | |
καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι· | 545 |
καὶ κύνας· οὐ γὰρ ἂν ἀνῃρέθη ἀνδράσιν ὀλίγοις· | |
τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς. | 546 |
τοσοῦτος (τηλικοῦτος) ἦν· πολλοὺς δὲ ἐπεβίβασε τῆς λυπηρᾶς πυρᾶς· | |
ἣ δ' ἀμφ' αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν | 547 |
αὕτη δὲ περὶ αὐτὸν ἐποίησε θόρυβον μέγαν καὶ κραυγήν, | |
ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, | 548 |
ὑπὲρ τῆς κεφαλῆς τοῦ χοίρου, καὶ τοῦ δασέως τετριχωμένου δέρματος, | |
Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. | 549 |
μεταξὺ τῶν Πλευρωνίων καὶ τῶν μεγαλοψύχων Καλυδωνίων, | |
ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε, | 550 |
ἐν ὅσῳ μὲν οὖν ὁ πολεμικὸς Μελέαγρος ἐπολέμει, | |
τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο | 551 |
ἐν τοσούτῳ τοῖς Πλευρωνίοις κακῶς εἶχεν, οὐδὲ ἐδύναντο | |
τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες· | 552 |
μένειν ἐκτὸς τοῦ τείχους, καίπερ ὄντες πολλοί· | |
ἀλλ' ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων | 553 |
ἀλλ᾿ὁπηνίκα δὴ τὸν Μελέαγρον εἰσῆλθεν ὀργή, ἥτις καὶ ἄλλων | |
οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων, | 554 |
οἰδαίνεσθαι καὶ ἐξογκοῦσθαι ποιεῖ τὸν νοῦν ἐν τῷ στήθει, καίπερ καλῶς φρονούντων· | |
ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ | 555 |
οὗτος μὲν, τῇ ἀγαπητῇ μητρὶ τῇ Ἀλθαίῃ ὀργιζόμενος κατὰ ψυχήν, | |
κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ | 556 |
ἐκάθητο παρὰ τῇ μεμνηστευμένῃ περικαλλεῖ γυναικὶ τῇ Κλεοπάτρᾳ, | |
κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης | 557 |
τῇ θυγατρὶ τῆς εὐειδοῦς Μαρπίσσης τῆς θυγατρὸς τοῦ Εὐήνου, | |
Ἴδεώ θ', ὃς κάρτιστος ἐπιχθονίων γένετ' ἀνδρῶν | 558 |
καὶ τοῦ Ἴδα, ὃς ἰσχυρότατος τῶν ἐπιγείων ἀνδρῶν ἦν | |
τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον | 559 |
τῶν κατ᾽ ἐκείνου τοῦ χρόνου· καὶ δὴ καὶ κατὰ τοῦ βασιλέως ἀνελάβετο τὸ τόξον | |
Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης, | 560 |
τοῦ καθαροῦ Ἀπόλλωνος, ἕνεκα τῆς εὐειδοῦς νύμφης· | |
τὴν δὲ τότ' ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ | 561 |
ταύτην δὲ τότε ἐν τοῖς οἴκοις ὅ τε πατήρ, καὶ ἡ σεβαστὴ μήτηρ | |
Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκ' ἄρ' αὐτῆς | 562 |
Ἀλκυόνην ὠνόμαζον φερωνύμως, διότι | |
μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα | 563 |
ἡ μήτηρ αὐτῆς θρῆνον ἔχουσα Ἀλκυόνος τῆς πολλὰ πενθούσης | |
κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων· | 564 |
ἔκλαιεν, ὅτε αὐτὴν ἀφῄρητο ὁ πόρρωθεν ἐργαζόμενος καθαρὸς Ἀπόλλων· | |
τῇ ὅ γε παρκατέλεκτο χόλον θυμαλγέα πέσσων | 565 |
παρ᾿ αὐτῇ δὴ οὗτος κατέκειτο, τὴν ψυχὴν λυποῦσαν ὀργὴν πεπαίνων, | |
ἐξ ἀρέων μητρὸς κεχολωμένος, ἥ ῥα θεοῖσι | 566 |
ἐκ τῶν καταρῶν τῆς μητρὸς ὀργισθείς, ἣ δὴ τοῖς θεοῖς λυπουμένη | |
πόλλ' ἀχέουσ' ἠρᾶτο κασιγνήτοιο φόνοιο, | 567 |
πάνυ ηὔχετο ἕνεκα τοῦ φόνου τοῦ ἀδελφοῦ αὐτῆς (τοῦ ἀδελφικοῦ), | |
πολλὰ δὲ καὶ γαῖαν πολυφόρβην χερσὶν ἀλοία | 568 |
πάνυ δὲ καὶ τὴν πολλοὺς τρέφουσαν γῆν ἔπληττεν ταῖς χερσὶν | |
κικλήσκουσ' Ἀΐδην καὶ ἐπαινὴν Περσεφόνειαν | 569 |
ἐπικαλουμένη τὸν Ἅιδην καὶ τὴν ἐπαινετὴν Περσεφόνην | |
πρόχνυ καθεζομένη, δεύοντο δὲ δάκρυσι κόλποι, | 570 |
ἐπὶ γόνατα καθεζομένη· διάβροχοι δὲ ἐγίνοντο τοῖς δάκρυσιν οἱ κόλποι αὐτῆς | |
παιδὶ δόμεν θάνατον· τῆς δ' ἠεροφοῖτις Ἐρινὺς | 571 |
δοῦναι θάνατον τῷ υἱῷ· ταύτης δὲ ἤκουσεν ἡ ἐν τῷ σκότει φοιτῶσα Ἐριννὺς | |
ἔκλυεν ἐξ Ἐρέβεσφιν ἀμείλιχον ἦτορ ἔχουσα. | 572 |
ἐκ τοῦ ζόφου, ἀπηνῆ καὶ ἀπαραίτητον ψυχὴν ἔχουσα. | |
τῶν δὲ τάχ' ἀμφὶ πύλας ὅμαδος καὶ δοῦπος ὀρώρει | 573 |
ταχέως δὲ περὶ τὰς πύλας αὐτῶν θόρυβος καὶ κτύπος ἠγέρθη, | |
πύργων βαλλομένων· τὸν δὲ λίσσοντο γέροντες | 574 |
τυπτομένων τῶν πύργων. τοῦτον παρεκάλουν οἱ γέροντες | |
Αἰτωλῶν, πέμπον δὲ θεῶν ἱερῆας ἀρίστους, | 575 |
τῶν Καλυδωνίων, ἔπεμπον δὲ ἱερεῖς ἀρίστους τῶν θεῶν παρακλήτορας, | |
ἐξελθεῖν καὶ ἀμῦναι ὑποσχόμενοι μέγα δῶρον· | 576 |
ὥστ᾽ ἐξελθεῖν καὶ βοηθῆσαι, ἐπαγγειλάμενοι χάριν μεγάλην, | |
ὁππόθι πιότατον πεδίον Καλυδῶνος ἐραννῆς, | 577 |
ὅπου τὸ εὔγεων πεδίον ἐστὶ τῆς ἐπεράστου Καλυδῶνος· | |
ἔνθά μιν ἤνωγον τέμενος περικαλλὲς ἑλέσθαι | 578 |
ἐκεῖ αὐτὸν λαβεῖν τόπον (χωρίον) ὡραῖον ἐκέλευον | |
πεντηκοντόγυον, τὸ μὲν ἥμισυ οἰνοπέδοιο, | 579 |
πεντήκοντα ζευγῶν, τὸ μὲν ἥμισυ γῆς ἀμπελοφύτου, | |
ἥμισυ δὲ ψιλὴν ἄροσιν πεδίοιο ταμέσθαι. | 580 |
τὸ ἥμισυ δὲ γῆν γυμνὴν φυτῶν πρὸς ἄροσιν τοῦ πεδίου ἀποτεμόντα λαβεῖν· | |
πολλὰ δέ μιν λιτάνευε γέρων ἱππηλάτα Οἰνεὺς | 581 |
πάνυ δὲ αὐτὸν παρεκάλει ὁ γέρων ἱππικὸς Οἰνεὺς | |
οὐδοῦ ἐπεμβεβαὼς ὑψηρεφέος θαλάμοιο | 582 |
τοῦ βατῆρος τῶν θυρῶν ἐπιβεβηκὼς τοῦ ὑψηλοῦ δώματος, | |
σείων κολλητὰς σανίδας γουνούμενος υἱόν· | 583 |
πρᾴως κινῶν τὰς κεκολλημένας σανίδας, ἱκετεύων τὸν υἱόν· | |
πολλὰ δὲ τόν γε κασίγνηται καὶ πότνια μήτηρ | 584 |
πάνυ δὲ αὐτὸν αἱ ἀδελφαὶ καὶ ἡ σεβαστὴ μήτηρ | |
ἐλλίσσονθ'· ὃ δὲ μᾶλλον ἀναίνετο· πολλὰ δ' ἑταῖροι, | 585 |
παρεκάλουν, οὗτος δὲ μᾶλλον ἀνένευε καὶ παρῃτεῖτο· πάνυ δὲ οἱ φίλοι | |
οἵ οἱ κεδνότατοι καὶ φίλτατοι ἦσαν ἁπάντων· | 586 |
οἵτινες αὐτῷ νουνεχέστατοι καὶ φίλτατοι πάντων ἦσαν, | |
ἀλλ' οὐδ' ὧς τοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, | 587 |
ἀλλ᾽ οὐδ᾽ οὕτω τὴν αὐτοῦ ψυχὴν ἐν τῷ στήθει κατέπειθον, | |
πρίν γ' ὅτε δὴ θάλαμος πύκ' ἐβάλλετο, τοὶ δ' ἐπὶ πύργων | 588 |
πρίν, ὅτε δὴ τὸ δῶμα ἐπιμόνως ἐπλήττετο, οἱ δὲ Πλευρώνιοι ἐπέβαινον τῶν πύργων, | |
βαῖνον Κουρῆτες καὶ ἐνέπρηθον μέγα ἄστυ. | 589 |
καὶ ἐπυρπόλουν τὴν μεγάλην πόλιν. | |
καὶ τότε δὴ Μελέαγρον ἐΰζωνος παράκοιτις | 590 |
καὶ τηνικαῦτα δὴ ἡ εὐειματοῦσα γαμετὴ τὸν Μελέαγρον | |
λίσσετ' ὀδυρομένη, καί οἱ κατέλεξεν ἅπαντα | 591 |
παρεκάλει ὀδυρομένη καὶ κλαίουσα, καὶ διεξῆλθεν αὐτῷ πάντα τὰ δεινά, | |
κήδε', ὅσ' ἀνθρώποισι πέλει τῶν ἄστυ ἁλώῃ· | 592 |
ὅσα τοῖς ἀνθρώποις συμβαίνουσιν, ὧν ἂν ἡ πόλις ἐκπορθηθείη· | |
ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, | 593 |
τοὺς μὲν ἀνδρὰς ἀποκτείνουσι, τὴν πόλιν δὲ τὸ πῦρ σποδὸν καὶ κόνιν ἐργάζεται, | |
τέκνα δέ τ' ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. | 594 |
τὰ τέκνα δὲ ἄλλοι ἀπάγουσι, καὶ τὰς ἐν βάθει ζωννυμένας γυναῖκας. | |
τοῦ δ' ὠρίνετο θυμὸς ἀκούοντος κακὰ ἔργα, | 595 |
τούτου δὲ διηγείρετο ἡ ψυχή, ἀκούσαντος ἔργα χαλεπά, | |
βῆ δ' ἰέναι, χροῒ δ' ἔντε' ἐδύσετο παμφανόωντα. | 596 |
ὥρμησε δὲ πορεύεσθαι, ἐν τῷ σώματι δὲ τὰ ἔκλαμπρα ὅπλα ἐνεδύσατο. | |
ὣς ὃ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ | 597 |
οὕτως αὐτὸς μὲν ἀπεσόβησε τὴν δεινὴν ἡμέραν τοῖς Αἰτωλοῖς | |
εἴξας ᾧ θυμῷ· τῷ δ' οὐκέτι δῶρα τέλεσσαν | 598 |
ὑπακούσας τῷ ἑαυτοῦ ἐπιλογισμῷ· τούτῳ δὲ οὐκέτι τὴν χάριν ἐτελείωσαν | |
πολλά τε καὶ χαρίεντα, κακὸν δ' ἤμυνε καὶ αὔτως. | 599 |
τὴν μεγάλην τε καὶ κεχαριτωμένην, τὸ δεινὸν δὲ ἀπεσόβησε καὶ οὕτως· | |
ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων | 600 |
ἀλλὰ σὺ μὴ διανοοῦ ταῦτα ἐν τῷ λογιστικῷ, μηδὲ θεός σε | |
ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη | 601 |
ἐνθάδε κινήσειεν, ὦ φίλε, χεῖρον δ᾽ ἂν εἴη καιομέναις | |
νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ' ἐπὶ δώρων | 602 |
ταῖς ναυσὶν ἐπιβοηθεῖν. ἀλλ᾽ ἕνεκα δώρων | |
ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί. | 603 |
πορεύου, οἱ γὰρ Ἕλληνες ὁμοίως θεῷ σε τιμήσουσιν· | |
εἰ δέ κ' ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς | 604 |
εἰ δ᾽ ἄνευ δώρων εἰσέλθοις εἰς τὸν τοὺς ἄνδρας φθείροντα πόλεμον, | |
οὐκέθ' ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών, | 605 |
οὐκέτι ὁμοίως τῆς τιμῆς ἔσῃ, καίπερ ἀποσοβῶν τὸν πόλεμον. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 606 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης | 607 |
ὦ Φοῖνιξ τροφεῦ, γηραιὲ ἐνδοξότατε τεθραμμένε, οὐδαμῶς μοι | |
χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ, | 608 |
χρεία ταυτησὶ τῆς τιμῆς, δοκῶ δὲ τετιμῆσθαι πεπρωμένῃ Διός, | |
ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ' ἀϋτμὴ | 609 |
ἥτις με ἕξει παρὰ ταῖς ναυσὶ ταῖς καμπυλοπρύμνοις, ἕως ἂν ἡ ἀναπνοὴ | |
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ. | 610 |
ἐν τῷ στήθει μένῃ, καὶ τὰ ἀγαπητὰ γόνατά μοι κινῆται. | |
ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσι· | 611 |
ἄλλο δέ σοι λέξω, σὺ δὲ ἐν τῷ σῷ λογιστικῷ ἔμβαλλε αὐτό· | |
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων | 612 |
μή μοι τάραττε τὴν ψυχὴν ἐν τῷ στήθει λυπούμενος, | |
Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ | 613 |
τῷ υἱῷ τοῦ Ἀτρέως τῷ ἥρωι χαριζόμενος, οὐδὲ δεῖ σε κατά τι | |
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. | 614 |
φιλεῖν αὐτόν, ὅπως μὴ ἀπεχθὴς καὶ μισητὸς ὑπάρχῃς ἐμοὶ τῷ φιλοῦντί σε· | |
καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ' ἐμὲ κήδῃ· | 615 |
καλόν σοι μετ' ἐμοῦ τοῦτον ἀνιᾷν, ὃς ἂν ἐμὲ ἀνιᾷ· | |
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς. | 616 |
ὁμοίως ἐμοὶ βασίλευε, καὶ τὸ ἥμισυ ἀπομερίζου καὶ λάμβανε τῆς τιμῆς. | |
οὗτοι δ' ἀγγελέουσι, σὺ δ' αὐτόθι λέξεο μίμνων | 617 |
οὗτοι δὲ ἀπαγγελοῦσι τὴν πρεσβείαν, σὺ δὲ ἐνταῦθα μένων | |
εὐνῇ ἔνι μαλακῇ· ἅμα δ' ἠοῖ φαινομένηφι | 618 |
κοιμήθητι ἐν τῇ μαλακῇ κοίτῃ (στρωμνῇ)· ἅμα δὲ τῇ ἡμέρᾳ φαινομένῃ | |
φρασσόμεθ' ἤ κε νεώμεθ' ἐφ' ἡμέτερ' ἦ κε μένωμεν. | 619 |
σκοπήσομεν, ἢ ὅπως πορευώμεθα ἐπὶ τὰ ἡμέτερα, ἢ ὅπως μένωμεν. | |
ἦ καὶ Πατρόκλῳ ὅ γ' ἐπ' ὀφρύσι νεῦσε σιωπῇ | 620 |
εἶπε, καὶ τῷ Πατρόκλῳ ἐπένευσεν οὗτός γε σιωπῶν, | |
Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα | 621 |
στρῶσαι τῷ Φοίνικι πυκνὴν καὶ συνεχῆ στρωμνήν, ὅπως ὡς τάχος | |
ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ' ἄρ' Αἴας | 622 |
ἐκ τῆς σκηνῆς ὑποστροφῆς φροντίσειεν. ἐν τούτοις δὲ Αἴας | |
ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε· | 623 |
ὁ ἰσόθεος ὁ υἱὸς τοῦ Τελαμῶνος, εἶπε λόγον. | |
διογενὲς Λαερτιάδη πολυμήχαν' Ὀδυσσεῦ | 624 |
ὦ εὐγενέστατε υἱὲ τοῦ Λαέρτου, πολύτροπε Ὀδυσσεῦ, | |
ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ | 625 |
ἴωμεν, οὐ γάρ μοι δοκεῖ τέλος τῶν λόγων | |
τῇδέ γ' ὁδῷ κρανέεσθαι· ἀπαγγεῖλαι δὲ τάχιστα | 626 |
τῷδε τῷ τρόπῳ συμπεραθήσεσθαι· δεῖ δὲ ὡς τάχος ἀπαγγεῖλαι | |
χρὴ μῦθον Δαναοῖσι καὶ οὐκ ἀγαθόν περ ἐόντα | 627 |
τὸν λόγον τοῖς Ἕλλησι, καίπερ οὐκ ὄντα χρηστόν, | |
οἵ που νῦν ἕαται ποτιδέγμενοι. αὐτάρ Ἀχιλλεὺς | 628 |
οἳ δήπου νῦν κάθηνται προσδεχόμενοι· Ἀχιλλεὺς δὲ | |
ἄγριον ἐν στήθεσσι θέτο μεγαλήτορα θυμὸν | 629 |
ἄγριον ἐν τῷ στήθει ἔθηκε μεγαλόφρονα θυμόν, | |
σχέτλιος, οὐδὲ μετατρέπεται φιλότητος ἑταίρων | 630 |
ὁ χαλεπὸς καὶ ἄδικος, οὐδὲ ἐπιστρέφεται καὶ λόγον ποιεῖται τῆς τῶν συνήθων φιλίας ταυτησίν, | |
τῆς ᾗ μιν παρὰ νηυσὶν ἐτίομεν ἔξοχον ἄλλων | 631 |
ᾗτινι αὐτὸν ἐτιμῶμεν παρὰ ταῖς ναυσὶν ὑπὲρ τοὺς ἄλλους, | |
νηλής· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος | 632 |
ὁ σκληρός τε καὶ ἀπηνής· καὶ μὴν καί τις φόνου ἀδελφικοῦ, | |
ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο τεθνηῶτος· | 633 |
ἢ παιδὸς ἰδίου τιμωρίαν (δίκην) ἔλαβεν ἀποθανόντος· | |
καί ῥ' ὃ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλ' ἀποτίσας, | 634 |
καὶ δὴ ὁ μὲν φονεύσας, αὐτοῦ ἐν τῇ πόλει μένει, πολλὰ ἀποδούς, | |
τοῦ δέ τ' ἐρητύεται κραδίη καὶ θυμὸς ἀγήνωρ | 635 |
τοῦ παθόντος δὲ ἡ καρδία, καὶ ὁ αὐθάδης θυμὸς | |
ποινὴν δεξαμένῳ· σοὶ δ' ἄληκτόν τε κακόν τε | 636 |
ἐπέχεται καὶ κωλύεται, δίκην λαβόντος· σοὶ δὲ ἄπαυστόν τε καὶ χαλεπὸν | |
θυμὸν ἐνὶ στήθεσσι θεοὶ θέσαν εἵνεκα κούρης | 637 |
θυμὸν ἐν τῷ στήθει ἔθηκαν οἱ θεοί, ἕνεκα γυναικὸς νέας | |
οἴης· νῦν δέ τοι ἑπτὰ παρίσχομεν ἔξοχ' ἀρίστας, | 638 |
μόνης· νυνὶ δέ σοι ἑπτὰ παρέχομεν ἐξόχως ἀρίστας, | |
ἄλλά τε πόλλ' ἐπὶ τῇσι· σὺ δ' ἵλαον ἔνθεο θυμόν, | 639 |
καὶ ἄλλα πολλὰ πρὸς ταύταις· σὺ δὲ ἵλεων ἀπέργασαι τὴν σὴν ψυχήν, | |
αἴδεσσαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν | 640 |
αἰδέσθητι δὲ τὸ οἴκημα, ὁμόστεγοι δέ σοί ἐσμεν | |
πληθύος ἐκ Δαναῶν, μέμαμεν δέ τοι ἔξοχον ἄλλων | 641 |
ἐκ τοῦ πλήθους τῶν Ἑλλήνων, πεποίθαμεν δέ σοι μᾶλλον τῶν ἄλλων | |
κήδιστοί τ' ἔμεναι καὶ φίλτατοι ὅσσοι Ἀχαιοί. | 642 |
ἀναγκαιότατοι εἶναι καὶ φίλτατοι, ὅσοι Ἕλληνές εἰσι. | |
τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· | 643 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ τοὺς πόδας ταχὺς Ἀχιλλεύς· | |
Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν | 644 |
ὦ εὐγενέστατε Αἶαν υἱὲ Τελαμῶνος, ἡγεμὼν τῶν λαῶν, | |
πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι· | 645 |
πάντα μοι ἀρέσκοντα τῇ ψυχῇ ἔδοξας εἰπεῖν, | |
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων | 646 |
ἀλλά μοι ἡ καρδία φλεγμαίνει τῷ θυμῷ, ὅταν ἐκείνων | |
μνήσομαι ὥς μ' ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν | 647 |
μνησθῶ, ὅπως με παραλογισάμενος ἐπιβλαβῶς διέθηκεν ἐν τοῖς Ἕλλησιν | |
Ἀτρεΐδης ὡς εἴ τιν' ἀτίμητον μετανάστην. | 648 |
ὁ υἱὸς τοῦ Ἀτρέως, καθάπερ τινὰ ἄτιμον μέτοικον. | |
ἀλλ' ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε· | 649 |
ἀλλ᾽ ὑμεῖς πορεύεσθε, καὶ τὴν πρεσβείαν ἀπαγγείλατε, | |
οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος | 650 |
οὐ γὰρ πρότερον τοῦ γέμοντος αἱμάτων πολέμου φροντίσω, | |
πρίν γ' υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον | 651 |
πρὶν τὸν υἱὸν τοῦ συνετοῦ Πριάμου, τὸν ἔνδοξον Ἕκτορα | |
Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι | 652 |
ἐπὶ τὰς σκηνάς, καὶ τὰς ναῦς τῶν Μυρμιδόνων ἀφικέσθαι, | |
κτείνοντ' Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας. | 653 |
ἀναιροῦντα τοὺς Ἕλληνας, καὶ τὰς ναῦς πυρὶ κατακαῦσαι· | |
ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ | 654 |
περὶ δὲ τὴν ἐμὴν σκηνήν, καὶ τὴν μέλαιναν ναῦν | |
Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω. | 655 |
τὸν Ἕκτορα, καὶ προθύμως ὁρμῶντα, κωλύσειν καὶ ἀποστήσειν τοῦ πολέμου ὑπολαμβάνω. | |
ὣς ἔφαθ', οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον | 656 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες λαβόντες ποτήρια περιφερῆ | |
σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δ' Ὀδυσσεύς. | 657 |
καὶ χοὰς ποιησάμενοι ἐπορεύοντο ὀπίσω εἰς τὰς ναῦς, προηγεῖτο δὲ Ὀδυσσεύς. | |
Πάτροκλος δ' ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε | 658 |
ὁ Πάτροκλος δὲ τοῖς φίλοις καὶ ταῖς δούλαις ἐπέταξε, | |
Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα. | 659 |
στρῶσαι τῷ Φοίνικι πυκνὴν καὶ συνεχῆ στρωμνὴν πάνυ ταχέως· | |
αἳ δ' ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε | 660 |
αὗται δὲ ὑπακούουσαι ἔστρωσαν τὴν στρωμνήν, ὡς προσέταξε· | |
κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον. | 661 |
κώεά τε, καὶ τάπητα, καὶ τὸ λεπτὸν ἀπάνθισμα, ἤτοι τὸ ἔκκριτον τοῦ λίνου, σινδόνα δηλονότι· | |
ἔνθ' ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν. | 662 |
ἐκεῖ ὁ γέρων ἐκοιμήθη, καὶ τὴν ἔνδοξον ἡμέραν ἀνέμενε. | |
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου· | 663 |
ὁ Ἀχιλλεὺς δὲ ἐκάθευδεν ἐν τῷ ἐνδοτάτῳ τῆς καλῶς κατεσκευασμένης σκηνῆς, | |
τῷ δ' ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε, | 664 |
παρ᾿ αὐτῷ δὲ ἐκοιμήθη καὶ γυνή, ἣν ἀπὸ τῆς Λέσβου ἤγαγεν, | |
Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος. | 665 |
ἡ θυγάτηρ τοῦ Φόρβαντος, ἡ εὐειδὴς Διομήδη. | |
Πάτροκλος δ' ἑτέρωθεν ἐλέξατο· πὰρ δ' ἄρα καὶ τῷ | 666 |
ὁ Πάτροκλος δὲ ἀφ᾽ ἑτέρου μέρους ἐκοιμήθη, παρ᾽ αὐτῷ δὲ | |
Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς | 667 |
ἡ Ἶφις ἡ καλλίζωνος, ἣν αὐτῷ παρέσχετο ὁ ἔνδοξος Ἀχιλλεύς, | |
Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον. | 668 |
τὴν ὑψηλὴν Σκῦρον πορθήσας, τὴν πόλιν τοῦ Ἐνυέως. | |
οἳ δ' ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο. | 669 |
οὗτοι δὲ ὁπηνίκα εἰς τὰς σκηνὰς τοῦ υἱοῦ τοῦ Ἀτρέως παρεγένοντο, | |
τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν | 670 |
τούτους μὲν οὖν υἱοὶ τῶν Ἑλλήνων χρυσοῖς ποτηρίοις | |
δειδέχατ' ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τ' ἐρέοντο· | 671 |
διεδέχοντο καὶ ἐδεξιοῦντο, ἄλλοθεν ἄλλος ἀνιστάμενοι, καὶ ἐξηρώτων· | |
πρῶτος δ' ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· | 672 |
πρῶτον δὲ ἐξηρώτησεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων λέγων· | |
εἴπ' ἄγε μ' ὦ πολύαιν' Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν | 673 |
ἄγε εἰπέ μοι, ὦ πολύμνητε Ὀδυσσεῦ, δόξα μεγάλη τῶν Ἑλλήνων, | |
ἤ ῥ' ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ, | 674 |
ἆρ᾽ ἐθέλει ἀποσοβῆσαι ταῖς ναυσὶ τὸ ἀφανιστικὸν πῦρ, | |
ἦ ἀπέειπε, χόλος δ' ἔτ' ἔχει μεγαλήτορα θυμόν; | 675 |
ἢ μὴ ἐθέλειν εἶπε, θυμὸς δὲ ἔτι κατέχει τὴν μεγαλόφρονα αὐτοῦ ψυχήν; | |
τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· | 676 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ πολλὰ ὑπομείνας ἔνδοξος Ὀδυσσεύς· | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 677 |
ὦ υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατε βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
κεῖνός γ' οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλ' ἔτι μᾶλλον | 678 |
ἐκεῖνός γε οὐκ ἐθέλει καταπαῦσαι τὸν θυμόν, ἀλλ᾽ ἔτι μᾶλλον | |
πιμπλάνεται μένεος, σὲ δ' ἀναίνεται ἠδὲ σὰ δῶρα. | 679 |
πληροῦται ὀργῆς, σὲ δὲ ἀποστρέφεται καὶ τὰ σὰ δῶρα· | |
αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν | 680 |
σὲ αὐτὸν σκοπεῖν ἐν τοῖς Ἕλλησιν ἐκέλευσεν, | |
ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν· | 681 |
ὅπως ἂν τὰς ναῦς σώσῃς καὶ τὸν στρατὸν τῶν Ἑλλήνων· | |
αὐτὸς δ' ἠπείλησεν ἅμ' ἠοῖ φαινομένηφι | 682 |
αὐτὸς δὲ διετείνατο ἅμα τῇ ἡμέρᾳ φαινομένῃ | |
νῆας ἐϋσσέλμους ἅλαδ' ἑλκέμεν ἀμφιελίσσας. | 683 |
τὰς εὐκαθέδρους ἀμφοτέρωθεν ἐλαυνομένας ναῦς εἰς τὴν θάλασσαν ἑλκύσειν· | |
καὶ δ' ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι | 684 |
καὶ δὴ καὶ τοῖς ἄλλοις παραινέσαι ἂν, εἶπεν, | |
οἴκαδ' ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ | 685 |
ἀποπλεῖν εἰς τὸν οἶκον, ἐπειδὴ οὐκέτι εὑρήσετε το τέλος | |
Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς | 686 |
τῆς ὑψηλῆς Ἰλίου· πάνυ γὰρ ἑαυτῆς ὁ μεγαλόφωνος Ζεὺς | |
χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί. | 687 |
ὑπερέσχε τὴν ἑαυτοῦ χεῖρα, εὔτολμοι δὲ γεγόνασιν οἱ λαοί. | |
ὣς ἔφατ'· εἰσὶ καὶ οἵδε τάδ' εἰπέμεν, οἵ μοι ἕποντο, | 688 |
οὕτως εἶπεν. εἰσὶ καὶ οὗτοι ταῦτα εἰπεῖν, οἵ μοι εἵποντο, | |
Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω. | 689 |
ὁ Αἴας, καὶ οἱ δύο κήρυκες, ἀμφότεροι συνετοί. | |
Φοῖνιξ δ' αὖθ' ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει, | 690 |
Φοῖνιξ δὲ ὁ γέρων ἐκεῖ κατεκοιμήθη, οὕτω γὰρ ἐκέλευσεν, | |
ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ' ἕπηται | 691 |
ὅπως αὐτῷ ἐν ταῖς ναυσὶν ἀκολουθήσῃ εἰς τὴν ἀγαπητὴν πατρίδα | |
αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δ' οὔ τί μιν ἄξει. | 692 |
αὔριον, ἐὰν βούληται, βίᾳ δ᾽ αὐτὸν οὐδαμῶς ἀπάξει. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ | 693 |
οὕτως εἶπεν. οὗτοι δὲ ἅπαντες ἄφωνοι ( ἐννεοὶ) ἐγένοντο σιωπῇ, | |
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε. | 694 |
θαυμάσαντες τὸν λόγον πάνυ γὰρ ἰσχυρῶς καὶ ἀποτόμως ἔλεξεν· | |
δὴν δ' ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν· | 695 |
ἐπὶ πολὺ δὲ ἐκπλήξει ἥσυχοι ἦσαν λυπούμενοι οἱ υἱοὶ τῶν Ἑλλήνων· | |
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· | 696 |
μετὰ χρόνον δὲ ἱκανὸν εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης. | |
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον | 697 |
ὦ υἱὲ τοῦ Ἀτρέως, ἐνδοξότατε, βασιλεῦ τῶν ἀνδρῶν Ἀγάμεμνον, | |
μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα | 698 |
εἴθε μὴ παρεκάλεσας τὸν ἄμεμπτον υἱὸν τοῦ Πηλέως, | |
μυρία δῶρα διδούς· ὃ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως· | 699 |
πλεῖστα δῶρα παρέχων. οὗτος καὶ ἄλλως ὑπερήφανός ἐστι, | |
νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας. | 700 |
νῦν δὲ αὐτὸν πολλῷ μᾶλλον εἰς ὑπερηφανείας ἐνέβαλες· | |
ἀλλ' ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν | 701 |
ἀλλ᾽ ἐκεῖνον μὲν ἐάσωμεν, ἢ ἂν ἀπέρχηται, | |
ἦ κε μένῃ· τότε δ' αὖτε μαχήσεται ὁππότε κέν μιν | 702 |
ἢ ἂν μένῃ· τότε δὲ πολεμήσει, ὅταν αὐτὸν | |
θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ. | 703 |
ἡ ψυχὴ ἐν τῷ στήθει προτρέψῃ, καὶ ὁ θεὸς παροξύνῃ. | |
ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· | 704 |
ἀλλ᾿ ἄγετε, ὥσπερ ἂν αὐτὸς εἴπω, πεισθῶμεν ἅπαντες, | |
νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ | 705 |
νυνὶ μὲν κοιμήθητε ἐμπλησθέντες κατὰ τὴν ἀγαπητὴν ψυχὴν | |
σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή· | 706 |
ἄρτου καὶ οἴνου, τοῦτο γάρ ἐστι προθυμία τε καὶ ἰσχύς. | |
αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς, | 707 |
ἐπειδὰν δὲ φανῇ ἡ περικαλλὴς ῥοδόχρους ἡμέρα, | |
καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους | 708 |
ταχέως ἔμπροσθεν τῶν νεῶν ἔλαυνε, τὸν λαὸν καὶ τοὺς ἵππους | |
ὀτρύνων, καὶ δ' αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι. | 709 |
διεγείρων, καὶ σὺ ἐν τοῖς πρώτοις μάχου, Ἀγάμεμνον. | |
ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπῄνησαν βασιλῆες | 710 |
οὕτως εἶπεν. ἅπαντες δὲ οἱ βασιλεῖς ἐπῄνεσαν, | |
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. | 711 |
θαυμάσαντες τὸν λόγον τοῦ ἱππικοῦ Διομήδους· | |
καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος, | 712 |
καὶ δὴ τότε χοὰς ποιησάμενοι ἐπορεύθησαν ἅπαντες ἐπὶ τὰς σκηνάς, | |
ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. | 713 |
ἐκεῖ δὲ ἐκοιμήθησαν (ἀνεκλίθησαν), καὶ ὕπνου ἔλαβον δῶρον, ἤτοι αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται. | |