Koine Greek paraphrase by Theodorus Gaza
ἡ μὲν κροκοειδῆ πέπλον ἔχουσα ἡμέρα ἐξηπλοῦτο ἐπὶ πᾶσαν τὴν γῆν. Ζεὺς δὲ ὁ τοῖς κεραυνοῖς τερπόμενος ἐκκλησίαν, καὶ συναγωγὴν τῶν θεῶν ἐποίησεν ἐν τῇ ὑψηλοτάτῃ κορυφῇ τοῦ πολλὰς ἐξοχὰς ἔχοντος οὐρανοῦ· αὐτὸς δὲ ἐδημηγόρει αὐτοῖς, οἱ θεοὶ δὲ πάντες ὑπήκουον, λέγων· ἀκούσατέ μου, ὦ πάντες θεοί, καὶ πᾶσαι θεαί, ὅπως εἴπω ἅ με ἡ ψυχὴ ἐν τῷ στήθει κελεύει εἰπεῖν· μήτέ τις οὖν θεὸς θήλεια, μήτέ τις ἄρρην τοῦτόν γε πειράσθω διακόψαι τὸν ἐμὸν λόγον, ἀλλ᾿ ὁμοῦ σύμπαντες ἐπαινεῖτε καὶ συγκατατίθεσθε, ὅπως ταχέως μάλα τελέσω ταῦτα τὰ ἔργα· ὅντινα δὲ ἐγὼ ἀπὸ τῶν θεῶν θεάσωμαι χωρὶς ἐμοῦ, καὶ δίχα τῆς ἐμῆς ἐπιτροπῆς ἐλθόντα εἰς τὴν μάχην, καὶ θέλοντα ἢ τοῖς Τρῳσίν, ἢ τοῖς Ἕλλησι βοηθεῖν, οὗτος ἀκόσμως καὶ ἀπρεπῶς πληγεὶς (κεραυνωθεὶς) ἐπανήξει εἰς τὸν οὐρανὸν ἢ λαβὼν αὐτὸν ῥίψω εἰς τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος, πόρρω πάνυ, ὅπου τὸ βαθύτερον χάσμα καὶ βάραθρόν ἐστιν ὑποκάτω τῆς γῆς, ὅπου σιδηραῖ πύλαι (θύραι). καὶ χαλκοῦς βατήρ ἐστι, τοσοῦτον κάτω τοῦ ᾅδου, ὅσον ἐστὶν ἄνω ὁ οὐρανὸς ἀπὸ τῆς γῆς· μαθήσεται μετὰ ταῦτα ὁπόσον εἰμὶ ἰσχυρότατος πάντων τῶν θεῶν, εἰ δὲ μή, ἄγε πεῖραν λάβετε, ὦ θεοί, ὅπως εἰδῆτε πάντες, ἐξάψαντες ἐκ τοῦ οὐρανοῦ σειρὰν χρυσῆν· πάντες δὲ ἐκλαμβάνεσθε καὶ ἐκκρέμασθε οἱ θεοὶ καὶ πᾶσαι αἱ θεαί· ἀλλ᾿ οὐδαμῶς ἂν καθελκύσαιτε ἐκ τοῦ οὐρανοῦ εἰς τὸ πεδίον τὸν Διὰ τὸν ἐν τῷ βουλεύσασθαι ἐξοχώτατον, οὐδ᾽ εἰ πάνυ πολλὰ κοπιάσητε· ἀλλ᾿ ὁπηνίκα δὴ κἀγὼ προθύμως βουλοίμην καθελκύσαι· σὺν αὐτῇ ἂν τῇ γῇ καὶ σὺν αὐτῇ τῇ θαλάσσῃ καθελκύσαιμι· καὶ τὴν μὲν σειρὰν μετὰ ταῦτα περὶ τὸ ἀκρωτήριον τοῦ οὐρανοῦ δεσμεύσαιμι ἂν, ταῦτα δ᾽ ἂν πάντα μετέωρα καὶ ἀνάστατα γένοιντο· τοσοῦτον ἐγὼ περιγίνομαι τῶν θεῶν, καὶ περιγίνομαι τῶν ἀνθρώπων. | 001 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἥσυχοι ἐγένοντο σιωπῇ θαυμάσαντες τὸν λόγον, πάνυ γὰρ ἰσχυρῶς ἀπεφαίνετο μετὰ χρόνον δέ τινα εἶπεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ· ὦ πάτερ ἡμέτερε, υἱὲ τοῦ Κρόνου, βασιλεῦ τῶν βασιλευόντων, καλῶς δὴ καὶ ἡμεῖς οἴδαμεν, ὅτι σοι δύναμις οὐχ ὑποχωρητὴ καὶ φορητή, ἀλλ᾿ ὅμως θρηνοῦμεν καὶ ὀδυρόμεθα ἕνεκα τῶν πολεμικῶν Ἑλλήνων, οἳ δὴ κακὸν θάνατον πληρώσαντες ἀπολοῦνται, ἀλλὰ τοῦ πολέμου μὲν ἀποστησόμεθα, καθάπερ αὐτὸς ἐπιτάττεις· βουλὴν δὲ τοῖς Ἕλλησιν ὑποβαλοῦμεν, ἥτις ὠφελήσει αὐτούς, ὅπως μὴ πάντες ἀπόλωνται, σοῦ ὀργισθέντος. | 028 |
πρὸς ταύτην δὲ μειδιάσας εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· θάρρει, ὦ θύγατερ, ἀγαπητή Ἀθηνᾶ, οὐδαμῶς σοι ψυχῇ προθύμῳ διαλέγομαι, βούλομαι δὲ καὶ αὐτὸς εὐμενής τε καὶ πρᾷος εἶναί σοι· | 038 |
οὕτως εἰπών, ὑπὸ τῷ ἅρματι εὐτρέπιζε τοὺς στερόποδας ἵππους, τοὺς ταχέως πετομένους, καὶ χρυσαῖς θριξὶ κομῶντας. αὐτὸς δὲ τὴν χρυσῆν αἰγίδα περιεβάλετο τῷ σώματι, ἔλαβε δὲ τὴν χρυσῆν καὶ καλῶς κατεσκευασμένην μάστιγα, ἐπέβη δὲ τοῦ ἑαυτοῦ ὀχήματος, ἐμάστιξε δὲ ἐλαύνειν, οὗτοι δὲ ἑκόντες ἐπέτοντο μεταξὺ τῆς γῆς καὶ του τοὺς ἀστέρας ἔχοντος οὐρανοῦ. κατέλαβε δὲ τὴν Ἴδην Γάργαρον, ἀντὶ τοῦ, τὸ Γάργαρον τῆς Ἴδης τῆς πολλὰς πηγὰς ἐχούσης, τῆς μητρὸς τῶν θηρίων. ἐκεῖ δὲ αὐτῷ τέμενος ἦν, καὶ βωμὸς εὐώδης καὶ τεθυμιαμένος· ἐκεῖ τοὺς ἵππους ἔστησεν ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν, λύσας ἐκ τοῦ ἅρματος, πολλὴν δὲ ἀορασίαν περιέχεεν. αὐτὸς δὲ ἐν ταῖς κορυφαῖς ἐκαθέζετο, τῇ ἑαυτοῦ δόξῃ καὶ ἀρετῇ ἐπαιρόμενος, ἀποβλέπων εἰς τὴν πόλιν τῶν Τρῴων καὶ τὰς ναῦς τῶν Ἑλλήνων. | 041 |
οἱ δὲ τὰς κεφαλὰς κομῶντες Ἕλληνες τροφὴν ἔλαβον συντόμως κατὰ τὰς σκηνάς, ἀπ᾿ αὐτῆς δὲ καθωπλίζοντο. καὶ οἱ Τρῷες δὲ ἀφ' ἑτέρου μέρους κατὰ τὴν πόλιν ὡπλίζοντο ἐλάττονες, προεθυμοῦντο δὲ καὶ οὕτως μάχῃ πολεμεῖν χρείᾳ ἀναγκαίᾳ ὑπὲρ τέκνων καὶ ὑπὲρ γυναικῶν. πᾶσαι δὲ αἱ πύλαι ἠνοίγοντο, ἐξωρμᾶτο δὲ ὁ λαός, πεζοί τε καὶ ἱππεῖς, πολὺς δὲ θόρυβος ἠγέρθη. οὗτοι δὲ ὅτε δὴ ἀφίκοντο συνερχόμενοι εἰς ἕνα τόπον, συνέβαλον δὴ τὰς βύρσας, συνέβαλον δὲ τὰ δόρατα, καὶ τὰς δυνάμεις τῶν ἀνδρῶν τῶν σιδηροθωράκων· αἱ ἀσπίδες δὲ αἱ τοὺς ὀμφαλοὺς ἔχουσαι ἐπλησίαζον ἀλλήλαις, πολὺς δὲ θόρυβος ἠγέρθη· τότε δὴ ὁμοῦ θρῆνος καὶ καύχημα ἦν ἀνδρῶν φθειρόντων τε καὶ φθειρομένων, ἔρρει δὲ τὸ αἷμα κατὰ τὴν γῆν (κατερρεῖτο δὲ ἡ γῆ ὑπὸ τοῦ αἵματος). | 053 |
ἕως μὲν οὖν πρωὶ ἦν καὶ ηὐξάνετο ἡ ἱερὰ ἡμέρα, ἐν τοσούτῳ τὰ βέλη πάνυ ἀμφοτέρων καθήπτοντο, ἔπιπτε δὲ καὶ ἀπέθνησκεν ὁ λαός. ὁπηνίκα δὲ ὁ ἥλιος περὶ τὸ μέσον τοῦ οὐρανοῦ γέγονε, καὶ τότε δὴ ὁ πατὴρ τὰ χρυσᾶ ζυγὰ ἐξέτεινεν, ἐνετίθει δὲ καὶ ἐνέβαλλε δύο μοίρας θανατηφόρους, θανάτου ἐμποιοῦντος ὕπνον μακρὸν τῶν ἱππικῶν τε Τρῴων καὶ τῶν σιδηροθωράκων Ἑλλήνων· εἷλκε δὲ ἀπὸ τοῦ μέσου λαβών, βαρυνομένη δὲ καθείλκετο ἡ μεμοιραμένη ἡμέρα τῶν Ἑλλήνων. αἱ μὲν οὖν τῶν Ἑλλήνων θανατηφόραι μοίραι ἐπὶ γῆς τῆς πολλοὺς τρεφούσης ἐκάθισαν· αἱ τῶν Τρῴων δὲ εἰς τὸν πλατὺν οὐρανὸν ᾔρθησαν καὶ ὑψώθησαν· αὐτὸς δὲ ἐκ τῆς Ἴδης μεγάλως ἐβρόντα, καιόμενον δὲ κεραυνὸν ἀφῆκεν ἐπὶ τὸν στρατὸν τῶν Ἑλλήνων· οὗτοι δὲ ἰδόντες ἐξεπλάγησαν, καὶ πάντας εἰσῄει φόβος ὠχροποιός· | 066 |
τηνικαῦτα οὔτε Ἰδομενεὺς μένειν ὑπέμεινεν, οὔτε Ἀγαμέμνων, οὔτε οἱ δύο Αἴαντες ἔμενον, οἱ τοῦ Ἄρεος ὑπηρέται. ὁ Νέστωρ μόνος ἔμενεν ὁ ἀπὸ τῆς Γερήνης, ὁ βασιλεὺς καὶ φύλαξ τῶν Ἑλλήνων, οὐδαμῶς ἑκών, ἀλλ᾽ ὁ ἵππος αὐτοῦ κατεπονεῖτο, ὃν ἔτρωσε βέλει (ὀϊστῷ) ὁ ἔνδοξος Ἀλέξανδρος, ὁ ἀνὴρ τῆς καλλικόμου Ἑλένης, κατὰ τὴν ἄκραν κορυφήν, ὅπου αἱ πρῶται τρίχες τῶν ἵππων ἐνίσχονται τῷ κρανίῳ· πάνυ δὲ ἐπικίνδυνος ὁ τόπος ἐστὶ διὰ τὸ τὸν ἐγκέφαλον πλησιάζειν ταῖς μήνιγξιν. ὀδυνόμενος δὲ ἀνεπήδησε, τὸ βέλος δὲ εἰς τὸν ἐγκέφαλον εἰσῆλθε, συνετάραξε δὲ τοὺς ἵππους κυλιόμενος περὶ τὸ ἐπίσωτρον, ἤτοι τὸν κανθόν. ἐν ὅσῳ δὲ ὁ γέρων ἀπέκοπτε τοὺς ἔξωθεν λώρους τοῦ ἵππου διὰ τοῦ ξίφους ὁρμῶν, ἐν τοσούτῳ οἱ τοῦ Ἕκτορος ταχεῖς ἵπποι παρεγένοντο ἀνὰ τὸν θόρυβον, φέροντες ἰσχυρὸν καὶ γενναῖον ἡνίοχον τὸν Ἕκτορα. καὶ δὴ τότε ἂν ἀπώλεσε τὴν ψυχὴν ὁ γέρων, εἴγε μὴ ὀξέως ἐθεάσατο ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης, καταπληκτικῶς δὲ ἐβόησε, παροξύνων τὸν Ὀδυσσέα, λέγων· ὦ εὐγενέστατε υἱὲ τοῦ Λαέρτου, πολύτροπε Ὀδυσσεῦ, ποῦ φεύγεις μεταβαλῶν, καὶ στρέψας τὰ νῶτα, καθάπερ τις δειλὸς ἐν πλήθει; ὅρα μή τις φεύγοντί σοι ἐμπήξῃ τὸ ἑαυτοῦ δόρυ κατὰ τὸ σὸν μετάφρενον. ἀλλὰ μένε, ὅπως ἀπὸ τοῦ γέροντος ἀποσοβήσωμεν τὸν θρασὺν ἄνδρα. | 078 |
οὕτως εἶπεν. οὐχ ὑπήκουσε δὲ ὁ πολλὰ ὑπομένων ἔνδοξος Ὀδυσσεύς, ἀλλὰ παρέδραμεν ἐπὶ τὰς βαθείας ναῦς τῶν Ἑλλήνων. ὁ υἱὸς δὲ τοῦ Τυδέως, καίπερ μόνος ὤν, συνεμίγη τοῖς πρωταγωνισταῖς, ἔστη δὲ ἔμπροσθεν τῶν ἵππων τοῦ γέροντος τοῦ υἱοῦ τοῦ Νηλέως, καὶ φωνήσας, λόγους ταχεῖς πρὸς αὐτὸν ἔλεγεν, οὕτως. ὦ γέρον, ὄντως που πάνυ δή σε καταπονοῦσι πολεμισταὶ νέοι, ἡ σὴ δὲ ἰσχὺς ἐκλέλυται, γῆρας δὲ χαλεπόν σε κατόπιν διώκει, ἀσθενὴς δέ σοι ὁ θεράπων ἐστί, βραδεῖς δέ σοι οἱ ἵπποι· ἀλλ᾽ ἄγε ἐπίβηθι τοῦ ἐμοῦ ἅρματος, ὅπως ἴδῃς ὁποῖοί εἰσιν οἱ Τρῳικοὶ ἵπποι, εἰδότες διὰ τοῦ πεδίου διώκειν, καὶ φεύγειν πάνυ ταχέως τῇδε κἀκεῖσε, οὓς ποτε ἀφειλόμην τοῦ Αἰνείου, ἐπιστήμονας καὶ ἐμπείρους πολέμου· τούτους μὲν οὖν οἱ θεράποντες καὶ ἡνίοχοι ἐπιμελείας ἀξιούτωσαν· τούτους δὲ ἡμεῖς ἐπὶ τοὺς ἱππικοὺς Τρῷας ἐλαύνωμεν, ὅπως καὶ Ἕκτωρ εἰδῇ, εἰ καὶ τὸ ἐμὸν δόρυ ἐνθουσιωδῶς κινεῖται ἐν ταῖς παλάμαις. | 097 |
οὕτως εἶπεν. ὑπήκουσε δὲ ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέτωρ. τοὺς μὲν οὖν τοῦ Νέστορος ἵππους μετὰ ταῦτα οἱ ὑπηρέται ἐπιμελείας ἠξίουν, οἱ ἰσχυροί, ὅ τε Σθένελος καὶ Εὐρυμέδων ἀγαπήνωρ· οὗτοι δὲ ἀμφότεροι ἀνέβησαν ἐπὶ τὸ ἅρμα τοῦ Διομήδους. ὁ Νέστωρ δὲ ἔλαβεν ἐν ταῖς χερσὶ τὰς λαμπρὰς καὶ ποικίλας ἡνίας, ἐμάστιξε δὲ τοὺς ἵππους ταχέως δὲ πλησίον τοῦ Ἕκτορος παρεγένοντο. εὐθὺ δὲ αὐτοῦ προθύμως ὁρμῶντος ἀφῆκε τὸ δόρυ ὁ υἱὸς τοῦ Τυδέως, καὶ αὐτοῦ μὲν ἀπέτυχεν·οὗτος δὲ τὸν θεράποντα αὐτοῦ τὸν ἡνίοχον τὸν υἱὸν τοῦ μεγαλοψύχου Θηβαίου τὸν Ἡνιοπέα, κατέχοντα τῶν ἵππων τὰς ἡνίας, ἔτρωσε κατὰ τὸ στῆθος παρὰ τὸν μαζόν, κατέπεσε δὲ ἐκ τοῦ δίφρου, ὑπεχώρησαν δὲ αὐτῷ οἱ ἵπποι οἱ ταχύποδες· τούτῳ δὲ αὐτόθι διελύθη ἡ ψυχὴ καὶ ἡ δύναμις· τὸν Ἕκτορα δὲ λύπη χαλεπὴ περιεκάλυψε κατὰ τὰς φρένας· τοῦτον μὲν οὖν κατέλιπε, καίπερ λυπούμενος ἕνεκα τοῦ φίλου, κατακεῖσθαι· οὗτος δὲ ἡνίοχον εὔτολμον ἐπεζήτει· οὐδ᾽ ἐπὶ πολὺν ἔτι χρόνον οἱ ἵπποι ἐδέοντο ἡνιόχου, ταχέως γὰρ εὗρε τὸν υἱὸν τοῦ Ἰφίτου τὸν εὔτολμον Ἀρχεπτόλεμον, ὃν δὴ τότε τῶν ἵππων τῶν ταχυπόδων ἐπεβίβασεν, ἔδωκε δ᾽ οὗτος αὐτῷ ἐν ταῖς χερσὶ τὰς ἡνίας. | 112 |
τότε δὴ ὄλεθρος ἦν ἂν, καὶ δυσχερῆ καὶ ἄπορα ἔργα ἐγένοντο, καὶ δὴ εἰς τὴν Ἴλιον ἐσηκάσθησαν ἂν, ἤτοι ὥσπερ εἰς σηκὸν κατεκλείσθησαν καθάπερ ἄρνες, εἴ γε μὴ ὀξέως ἐθεάσατο ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν· βροντήσας δὲ φοβερῶς, κατέπεμψε λαμπρὸν κεραυνόν, κατέρριψε δὲ αὐτὸν χαμαὶ ἔμπροσθεν τῶν ἵππων τοῦ Διομήδους· φλὸξ δὲ φοβερὰ ἠγέρθη αὐτῷ καιομένου τοῦ θείου· οἱ δὲ ἵπποι φοβηθέντες κατέπτηξαν ὑπὸ τὸ ἅρμα, τὸν Νέστορα δὲ ἐξέφυγον ἐκ τῶν χειρῶν αἱ λαμπραὶ ἡνίαι, ἐφοβήθη δὲ οὗτος ἐν τῇ ψυχῇ, εἶπε δὲ πρὸς τὸν Διομήδην. ὦ υἱὲ τοῦ Τυδέως, ἄγε δὴ ἔλαυνε τοὺς μονώνυχας ἵππους εἰς φυγήν, ἢ οὐκ οἶδας ὅτι οὐχ ἕπεται βοηθεία ἐκ τοῦ Διός; νυνὶ μὲν γὰρ τούτῳ ὁ υἱὸς τοῦ Κρόνου ὁ Ζεὺς παρέχεται δόξαν τήμερον· μετὰ ταῦτα δὲ καὶ ἡμῖν ἐὰν ἐθέλῃ, παρέξει, ἀνὴρ δὲ τὸν τοῦ Διὸς νοῦν οὐκ ἂν μεθελκύσειεν, οὐδὲ μεταθήσοι, οὐδ᾽ εἰ πάνυ ἰσχυρός ἐστιν, ἐπειδὴ καταπολὺ κρείττων ἐκεῖνος ὑπάρχει. | 130 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης λέγων· ναὶ δὴ ταῦτα γε πάντα, ὦ γέρον, κατὰ τὸ πρέπον εἶπας, ἀλλ' αὕτη γε δεινὴ λύπη τὴν ἐμὴν καρδίαν, καὶ ψυχὴν καταλαμβάνει· Ἕκτωρ γὰρ δημηγορῶν ποτε ἐν τοῖς Τρῳσὶ λέξει· ὁ υἱὸς τοῦ Τυδέως φοβούμενος, καὶ φεύγων ἀφίκετο εἰς τὰς ναῦς. οὕτω ποτὲ καυχήσεται, ἐμοὶ δὲ εἴθε τότε διασταίη εὐρέως ἡ γῆ. | 145 |
τούτῳ δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· φεῦ, ὦ υἱὲ τοῦ συνετοῦ Τυδέως, ὁποῖον λόγον εἶπας· εἰ γὰρ Ἕκτωρ δειλὸν καὶ ἀσθενῆ σέ γε εἴποι, ἀλλ᾽ οὐ πιστεύσουσιν αὐτῷ οἱ Τρῷες, καὶ οἱ τοῦ Δαρδάνου ἀπόγονοι, καὶ αἱ γυναῖκες τῶν μεγαλοψύχων καὶ πολεμιστῶν Τρῴων, ὧν ἐν γῇ κατέβαλες τοὺς ἀγαπητοὺς (ἀκμαίους) ἀνδρὰς. | 151 |
οὕτω δὴ εἰπὼν εἰς φυγὴν ἔτρεψε τοὺς μονώνυχας ἵππους ὀπίσω ἀνὰ τὸν πόλεμον. οἱ Τρῷες δὲ καὶ ὁἝκτωρ ἐπέχεον καὶ ἐπέβαλλον σὺν κραυγῇ μεγίστῃ (θαυμασίᾳ) τὰ στεναγμῶν αἴτια βέλη, ἐπ᾿ αὐτῷ δὲ μεγάλως ἐβόησεν ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν, λέγων· ὦ υἱὲ τοῦ Τυδέως, περισσῶς μέν σε ἐτίμων οἱ ταχεῖς ἵππους ἔχοντες Ἕλληνες προέδρᾳ τε, καὶ κρέασι, καὶ ποτηρίοις ὑπερχείλεσι καὶ πεπληρωμένοις· νυνὶ δέ σε ἀτιμάσουσι καὶ ἐξουθενίσουσι, παραπλήσιος δὴ γυναικὶ ἐγένου· πορεύου μετὰ φθορᾶς, ὦ κακὴ κόρη, ἐπειδὴ οὐχ ὑποχωρήσαντος ἐμοῦ, τῶν ἡμετέρων τειχῶν ἐπιβήσῃ, οὐδὲ γυναῖκας ἐπάξεις ἐν ταῖς ναυσί· πρότερόν σοι δώσω τὴν τοῦ θανάτου ψῆφον. | 157 |
οὕτως εἶπεν. ὁ δὲ υἱὸς τοῦ Τυδέως διττῶς ἐμερίμνησεν, τούς τε ἵππους στρέψαι, καὶ κατὰ βιαίαν ἐναντίωσιν πολεμῆσαι· ἐκ τρίτου μὲν οὖν ἐμερίμνησε κατὰ λογισμόν τε καὶ θυμόν, ἐκ τρίτου δὲ ἀπὸ τῶν τῆς Ἴδης ὀρέων ἐβρόντησεν ὁ βουλευτικὸς Ζεύς, σημεῖον διδοὺς τοῖς Τρῳσίν, ἀντὶ τοῦ, σημαίνων νίκην ἑτερορρεπῆ τοῦ πολέμου. ὁ Ἕκτωρ δὲ τοῖς Τρωσὶ παρεκελεύετο μεγάλως βοήσας, λέγων. ὦ Τρῷες, καὶ Λύκιοι, καὶ Δάρδανοι πολεμισταί, ἀνδρεῖοι ἐστὲ, ὦ φίλοι, μνήσθητε δὲ καὶ ἐπιμελήθητε τῆς ὁρμητικῆς ἰσχύος. οἶδα δὲ ὅτι μοι προθύμως ὑπέσχετο ὁ υἱὸς τοῦ Κρόνου νίκην καὶ δόξαν μεγάλην, τοῖς Ἕλλησι δὲ βλάβος· οἱ μωροὶ καὶ ἀνόητοι, οἳ δὴ ταῦτα τὰ τείχη ἐμηχανῶντο καὶ κατεσκεύαζον ἀσθενῆ, οὐδενὸς φυλακτικὰ, ταῦτα δὲ τὴν ἐμὴν ὁρμήν τε καὶ δύναμιν οὐ κωλύσει, οἱ ἵπποι δὲ ῥᾳδίως ὑπερπηδήσουσι τὴν ὀρωρυγμένην τάφρον· ἀλλ᾿ὅταν δὴ εἰς τὰς βαθείας ναῦς παραγένωμαι, μνήμη τις μετὰ ταῦτα πυρὸς καυστικοῦ γενηθήτω, ὅπως ἐμπρήσω πυρὶ τὰς ναῦς, ἀποκτείνω δὲ καὶ αὐτοὺς τοὺς Ἕλληνας παρὰ ταῖς ναυσὶ ταρασσομένους, καὶ θορυβουμένους ὑπὸ τοῦ καπνοῦ. | 167 |
οὕτως εἰπὼν τοῖς ἵπποις παρεκελεύετο, καὶ εἶπεν· ὦ Ξάνθε, καὶ σὺ Πόδαργε, καὶ Αἴθων, καὶ ἔνδοξε Λάμπε, νυνὶ μοι τὴν ἐπιμέλειαν ἀπόδοτε, ἣν πάνυ πολλὴν Ἀνδρομάχη ἡ θυγάτηρ τοῦ μεγαλοψύχου Ἠετίωνος ὑμῖν πρότερον παρέθηκεν, ἡδὺν σῖτον, καὶ οἶνον ἐγχέασα πιεῖν, ἡνίκα ἂν ἡ ψυχὴ κελεύοι, ἢ ἐμοί, ὅς τις αὐτῇ σύνευνος ἀκμαῖος (ἀγαπητὸς) καυχῶμαι εἶναι· ἀλλ᾽ ἐπακολουθεῖτε καὶ ἐπείγεσθε, ὅπως λάβωμεν τὴν ἀσπίδα τοῦ Νέστορος, ἧς νῦν ἡ φήμη εἰς τὸν οὐρανὸν ἀφικνεῖται, πᾶσαν εἶναι χρυσῆν, καὶ τὰς ῥάβδους, καὶ αὐτήν· ἀπὸ τῶν ὤμων δὲ τοῦ ἱππικοῦ Διομήδους τὸν ποικίλως κατεσκευασμένον θώρακα, ὃν ὁ Ἥφαιστος καμὼν κατεσκεύασεν. εἰ ταῦτα λάβοιμεν, ἐλπίζοιμ᾽ ἂν τοὺς Ἕλληνας αὐτῇ τῇ νυκτὶ ἐπιβιβάσειν τῶν ταχέων πλοίων. | 184 |
οὕτως εἶπε καυχώμενος· ἠναξιοπάθησε δὲ ἡ σεβαστὴ Ἥρα, ἐκινήθη δὲ ἐν τῷ ἑαυτοῦ θρόνῳ, ἔσεισε δὲ τὸν μέγαν οὐρανόν, καὶ δὴ πρὸς τὸν μέγαν θεὸν τὸν Ποσειδῶνα ἐξεναντίας ἔλεγεν· φεῦ φεῦ, ὦ μεγαλοδύναμε Πόσειδον, οὐδέ σοι ἐν τῷ λογιστικῷ πάσχει καὶ θρηνεῖ ἡ ψυχή, φθειρομένων τῶν Ἑλλήνων; οὗτοι δέ σοι εἰς Ἑλίκην τὴν πόλιν, καὶ εἰς τὰς Αἰγὰς δῶρα καὶ θυσίας προσάγουσιν πολλάς τε καὶ κεχαρισμένας· σὺ δὲ αὐτοῖς βούλου καὶ θέλε νίκην. εἰ γὰρ βουλοίμεθα ὅσοι ἐσμὲν τοῖς Ἕλλησι βοηθοί, ἀποσοβῆσαι τοὺς Τρῷας, καὶ ἐπισχεῖν τὸν μεγαλόφωνον Δία, αὐτοῦ δὴ καθήμενος μόνος ἐν τῇ Ἴδῃ λυποῖτο ἂν. | 198 |
πρὸς ταύτην δὲ μεγάλως ἀγανακτήσας εἶπεν Ποσειδῶν ὁ βασιλεύς· ὦ Ἥρα καθαπτομένη ἐν τοῖς λόγοις, (ἀάπτους λόγους λέγουσα, ἢ, ἁμαρτάνουσα ἐν τῷ λέγειν), τίνα δὴ λόγον εἶπας; οὐκ ἂν ἔγωγε βουλοίμην πολελμεῖν τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου ἡμᾶς τοὺς ἄλλους θεούς, ἐπειδὴ πολλῷ κρείσσων ἡμῶν ὑπάρχει· | 208 |
οὕτω μὲν οὗτοι τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. τούτων δὲ, ὅσον ἀπὸ τῶν νεῶν διάστημα, συνεῖχεν ἡ ἔξω τοῦ τείχους τάφρος (ὅσον ἀπὸ τῶν νεῶν ἦν διάστημα ἐπὶ τὸ τεῖχος, καὶ ἀπὸ τοῦ τείχους ἐπὶ τὴν τάφρον), ἐπληροῦτο ὁμοίως ἵππων τε καὶ ἀνδρῶν πολεμιστῶν ἀποκλεισθέντων καὶ συστρεφoμένων· συνέστρεφε δὲ αὐτοὺς ὁ ἰσοστάσιος τῷ ταχεῖ Ἄρει Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου, ὁπηνίκα αὐτῷ δόξαν ὁ Ζεὺς παρέσχετο. καὶ δὴ κατέκαυσεν ἂν πυρὶ καυστικῷ τὰς ἰσοτοίχους ναῦς, εἰ μὴ ἐνέβαλεν εἰς τὸν λογισμὸν Ἀγαμέμνονι ἡ σεβαστὴ Ἥρα αὐτῷ ἐνεργήσαντι σπουδαίως, διεγεῖραι τοὺς Ἕλληνας. ὥρμησε δὲ πορεύεσθαι εἰς τὰς σκηνὰς καὶ ναῦς τῶν Ἑλλήνων ἱμάτιον μέγα πορφυροῦν ἔχων ἐν τῇ παχείᾳ καὶ ἰσχυρᾷ χειρί· ἔστη δὲ παρὰ τὴν μεγάλην καὶ βαθεῖαν μέλαιναν ναῦν τοῦ Ὀδυσσέως, ἥτις δὴ ἐν τῷ μέσῳ ἦν, ὥστε φωνεῖν εἰς ἀμφότερα τὰ μέρη· - - - ἐβόησε δὲ μέγα καὶ εἰς πάντας ἧκον τοῖς Ἕλλησι φωνήσας· ὦ αἰσχύνη, καὶ κακὰ ὀνείδη, Ἕλληνες κατὰ μορφὴν μόνον θαυμαστοί, ποῦ ἀπῆλθον αἱ καυχήσεις, ὁπηνίκα δὴ ἔφαμεν εἶναι ἄριστοι, ἅς ποτε ἐν τῇ Λήμνῳ κενὰ καὶ μάταια καυχώμενοι ἐλέγετε, ἐσθίοντες κρέατα πολλὰ βοῶν, καὶ πίνοντες κρατῆρας πεπληρωμένους οἴνου; ἕκαστος ἀντίσταθμος καὶ ἰσοβαρὴς ἑκατὸν καὶ διακοσίοις Τρῳσὶν ἀντιστήσεσθαι ἐν τῷ πολέμῳ· νυνὶ δὲ οὐδὲ ἑνὸς ἄξιοί ἐσμεν τοῦ Ἕκτορος, ὃς ταχέως κατακαύσει τὰς ναὺς πυρὶ καυστικῷ· ὦ Ζεῦ πάτερ, ἆρά τινα ἤδη τῶν μεγαλοδυνάμων βασιλέων ἔβλαψας βλάβη τοιαύτῃ, καὶ ἀφείλου αὐτὸν δόξαν μεγάλην; οὐδεπώποτε οἶμαι τὸν σὸν περικαλλῆ καὶ ὡραῖον βωμὸν παρελθεῖν πολυκαθέδρῃ νηί, δεῦρο μετὰ φθορᾶς ἐρχόμενος ἀλλ᾽ ἐπὶ πᾶσι τοῖς βωμοῖς λίπος τε καὶ μηροὺς βοῶν ἔκαιον, ἐφιέμενος ἐκπορθῆσαι τὴν καλῶς τετειχισμένην Τροίαν· ἀλλ᾽ ὦ Ζεῦ, τοῦτο γοῦν μοι τὸ ἐπιθύμημα τελείωσον, αὐτοὺς δὴ ἄφες ἐκφυγεῖν τε καὶ ἀποδρᾶναι, μηδ' οὕτω μάλα τοὺς Ἕλληνας ἔα δαμάζεσθαι τοῖς Τρωσίν. | 212 |
οὕτως ἔφη. τοῦτον δὲ κλαίοντα ὁ πατὴρ ἠλέησε, κατένευσε δὲ αὐτῷ τὸν στρατὸν σῶον εἶναι, μηδ᾽ ἀπολέσθαι· εὐθὺς δὲ ἀετὸν τὸν τελεστικώτατον τῶν πετεινῶν ἔπεμψε, νεβρόν, γέννημα ἐλάφου ταχείας κατέχοντα τοῖς ὄνυξι, κατέβαλε δὲ τὸν νεβρὸν παρὰ τῷ περικαλλεῖ καὶ ὡραίῳ βωμῷ τοῦ Διός, ὅπου τῷ πάσης φήμης καὶ κληδόνος ἀκούοντι Διὶ ἔθυον οἱ Ἕλληνες. οὗτοι δὲ ἐπειδὴ ἐθεάσαντο, ὅτι δὴ ἐκ τοῦ Διὸς ἀφίκετο ὁ ὄρνις, μᾶλλον ἐπὶ τοὺς Τρῷας ὥρμησαν, ἐμνήσθησαν δὲ πολέμου καὶ μάχης. | 245 |
τότε οὐδεὶς ἀπὸ τῶν Ἑλλήνων, καίπερ ὄντων πολλῶν, ἐκαυχήσατο πρότερον τοῦ υἱοῦ τοῦ Τυδέως ἐλαύνειν τοὺς ταχεῖς ἵππους, καὶ ἐκ τῆς τάφρου ὁρμῆσαι (προαγαγεῖν), καὶ κατὰ βιαίαν ἐναντίωσιν πολεμῆσαι· ἀλλὰ πολλῷ πρῶτος ἀνεῖλεν ἄνδρα ὁπλίτην τῶν Τρῴων, Ἀγέλαον τὸν υἱὸν τοῦ Φράδμονος· Οὗτος μὲν γὰρ εἰς φυγὴν ἔτρεψε τοὺς ἵππους, τούτῳ δὲ στραφέντι εἰς τὰ μετάφρενα ἐνέπηξε τὸ δόρυ μεταξὺ τῶν ὤμων, διὰ τοῦ στήθους δὲ ἐκπεράσαι ἐποίησε· κατέπεσε δὲ ἐκ τοῦ δίφρου, ἐψόφησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ. | 253 |
μετὰ τοῦτον δὲ οἱ υἱοὶ τοῦ Ἀτρέως ὁ Ἀγαμέμνων καὶ Μενέλαος· ἐπὶ τούτοις δὲ οἱ Αἴαντες οἱ ἐνδεδυμένοι ὁρμητικὴν ἰσχύν· ἐπὶ τούτοις δὲ Ἰδομενεύς, καὶ ὁ τοῦ Ἰδομενέως ὁπαδὸς Μηριόνης, ὅμοιος τῷ ἀνδροκτόνῳ Ἄρει· ἐπὶ τούτοις δὲ Εὐρύπυλος ὁ λαμπρὸς υἱὸς τοῦ Εὐαίμονος· ὁ Τεῦκρος δὲ ἔννατος παρεγένετο τὸ εἰς τοὐπίσω τεινόμενον τόξον ἐντείνων, ἔστη δὲ ὑπὸ τῷ σάκει τοῦ Αἴαντος τοῦ υἱοῦ τοῦ Τελαμῶνος. τότε ὁ Αἴας μὲν ἔμπροσθεν αὐτοῦ ἔφερε τὴν ἀσπίδα· ὁ δέ γε ἥρως περισκοπήσας, καὶ ἐπιτηρήσας, ἐπειδή τινα τοξεύσας ἐν τῷ στρατῷ ἔτρωσεν, ἐκεῖνος μὲν αὐτοῦ καταπεσὼν ἀπώλεσε τὴν ψυχήν· οὗτος δὲ ἐπανερχόμενος ὥσπερ παῖς ὑπὸ μητέρα ἔδυνεν ὑπὸ τὸν Αἴαντα· οὗτος δὲ ἔκρυπτε καὶ ἐκάλυπτεν αὐτὸν τῇ λαμπρᾷ ἀσπίδι. | 261 |
τότε τίνα πρῶτον ἀπὸ τῶν Τρῴων ἀπέκτεινεν ὁ ἄμεμπτος Τεῦκρος; πρῶτον μὲν τὸν Ὀρσίλοχον, καὶ τὸν Ὅρμενον, καὶ τὸν Ὀλοφέστην, καὶ τὸν Δαίτορα, καὶ τὸν Χρόμιον, καὶ τὸν ἰσόθεον Λυκοφόντην, καὶ τὸν Ἀμοπάονα τὸν υἱὸν τοῦ Πολυαίμονος, καὶ τὸν Μελάνιππον. - τοῦτον δὲ θεασάμενος ὁ βασιλεὺς τοῦ λαοῦ Ἀγαμέμνων, ἐχάρη, φονεύοντα τὰς τάξεις τῶν Τρῴων ἀπὸ τοῦ ἰσχυροῦ τόξου· παραγενόμενος δὲ ἔστη πλησίον αὐτοῦ, καὶ λόγον εἶπε πρὸς αὐτόν, οὕτως· ὦ Τεῦκρε, προσφιλεστάτη μοι κεφαλή, υἱὲ τοῦ Τελαμῶνος, ἀρχηγὲ τοῦ λαοῦ, βάλλε οὕτως, εἴπως τι φῶς καὶ σωτήρια τοῖς Ἕλλησι γένοιο, καὶ Τελαμῶνι τῷ σῷ πατρί, ὅς τις σε ἀνέτρεφε μικρὸν ὄντα, καί σε καίπερ ὄντα νόθον (μὴ γνήσιον υἱὸν ὄντα), ἐπιμελείας ἠξίωσεν ἐν τῷ ἑαυτοῦ οἴκῳ. τοῦτον καὶ πόρρω ὄντα εὐδοξίας ἐπιβίβασον, καὶ δόξας· σοὶ δὲ ἐγὼ λέξω, ὥσπερ καὶ τετελειωμένον γενήσεται· ἐὰν παράσχῃ ὁ τὴν αἰγίδα φορῶν Ζεύς, καὶ ἡ Ἀθηνᾶ ἐκπορθῆσαι τὸ καλῶς οἰκούμενον πόλισμα τῆς Ἰλίου, σοὶ πρώτῳ μετ᾿ ἐμὲ πρεσβεῖον καὶ δῶρον ἔντιμον θήσω ἐν ταῖς χερσί, ἢ τρίποδα, ἢ δύο ἵππους σὺν αὐτοῖς τοῖς ἅρμασιν, ἢ γυναῖκα, ἥτις ἄν σοι εἰς τὴν αὐτὴν κοίτην ἀνέρχοιτο. | 273 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος ἔλεγεν ὁ ἄμεμπτος Τεῦκρος; ὦ ἐνδοξότατε υἱὲ τοῦ Ἀτρέως, τί δή με καὶ αὐτὸν ἐπειγόμενον ἐπισπεύδεις, καὶ διεγείρεις; οὐ μὲν δὴ κατὰ τὴν προσοῦσαν μοι δύναμιν ἀποπαύομαι, ἀλλ᾽ ἀφ᾽ οὗ εἰς τὴν Ἴλιον αὐτοὺς ἀπεωθησάμεθα, ἐξ ἐκείνου δὴ προσδεχόμενος, καὶ ἐπιτηρῶν τόξῳ ἀποκτείνω ἄνδρας. ὀκτὼ οὖν προέπεμψα ὀϊστοὺς ἐκτεταμένας γωνίας ἔχοντας πάντες ἐν σώμασιν ἐπάγησαν νεῶν κατὰ πόλεμον εὐκινήτων· τοῦτον δὲ οὐ δύναμαι βαλεῖν τὸν θρασὺν καὶ μαινόμενον κύνα. εἶπε δή, καὶ ἄλλο βέλος ἀπὸ τῆς νευρᾶς ἀφῆκεν ἀπαντικρὺ τοῦ Ἕκτορος· Βαλεῖν δὲ αὐτὸν ἐφίετο ἡ ψυχή· καὶ τούτου μὲν ἀπέτυχεν, οὗτος δὲ τὸν ἄμεμπτον Γοργυθίωνα τὸν γενναῖον υἱὸν τοῦ Πριάμου ἔτρωσε τῷ ὀϊστῷ κατὰ τὸ στῆθος ὃν δὴ ἐξ Αἰσύμης γαμηθεῖσα ἔτεκεν ἡ μήτηρ ἡ εὐειδὴς Καστιάνειρα, ἡ τὸ σῶμα ὁμοία ταῖς θεαῖς· ὧσπερ δὲ μήκων εἰς τὸ ἕτερον μέρος τὴν κεφαλὴν ἔκλινεν, ἥτις ἐν τῷ κήπῳ τυγχάνει, πληθύουσα καὶ βαρυνομένη τῷ καρπῷ, καὶ νοτιαῖς καὶ δρόσοις ἐαριναῖς· οὕτως εἰς τὸ ἕτερον μέρος ἡ κεφαλὴ ἐκέκλιτο βαρυνθεῖσα τῇ περικεφαλαίᾳ. | 292 |
ὁ Τεῦκρος δὲ ἄλλο βέλος ἀπὸ τῆς νευρᾶς ἀφῆκεν ἀπαντικρὺ τοῦ Ἕκτορος, βαλεῖν δὲ αὐτὸν ἐφίετο ἡ ψυχή, ἀλλ᾽ οὗτος καὶ τότε ἀπέτυχε, σφαλῆναι γὰρ καὶ διαμαρτεῖν ἐποίησεν ὁ Ἀπόλλων· ἀλλὰ τὸν εὔτολμον Ἀρχεπτόλεμον τὸν ἡνίοχον τοῦ Ἕκτορος προθύμως ὁρμῶντα ἐπὶ τὸν πόλεμον ἔτρωσε κατὰ τὸ στῆθος παρὰ τὸν μαζόν· κατέπεσε δὲ ἐκ τοῦ δίφρου, ὑπεχώρησαν δὲ αὐτῷ οἱ ἵπποι οἱ ταχύποδες, τούτου δὲ αὐτόθι διελύθη ἡ ψυχὴ καὶ ἡ δύναμις. τὸν Ἕκτορα δὲ λύπη δεινὴ περιεκάλυψε κατὰ τὰς φρένας ἕνεκα τοῦ ἡνιόχου. τοῦτον μὲν οὖν μετὰ ταῦτα κατέλιπε, καίπερ λυπούμενος ἕνεκα τοῦ φίλου, τὸν ἀδελφὸν δὲ Κεβριόνην πλησίον ὄντα ἐκέλευσε λαβεῖν τὰς ἡνίας τῶν ἵππων ὁ δὲ ἀκούσας ὑπήκουσεν· αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος τοῦ λαμπροῦ εἰς γῆν κατεπήδησε καταπληκτικῶς βοῶν· χειροπληθῆ δὲ λίθον οὗτος ἔλαβε τῇ χειρί, ἐπορεύθη δὲ εὐθὺ Τεύκρου, βαλεῖν δὲ αὐτὸν ἡ ψυχή ἐκέλευε. ὁ μὲν οὖν ἐκ τῆς βελοθήκης ἐξέβαλε πικρὸν βέλος, ἔθηκε δὲ αὐτὸ ἐπὶ τῇ νευρᾷ· τοῦτον δὲ Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν ὀπίσω ἕλκοντα, παρὰ τὸν ὦμον ὅπου ἡ κλεὶς διαχωρίζει τὸν αὐχένα καὶ τὸ στῆθος, μάλιστα δὲ ἐπικίνδυνον μέρος ὑπάρχει· ἐκεῖ δὴ ἐπ᾿ αὐτῷ ὁρμῶντα ἔτρωσε λίθῳ τραχεῖ, ἔκοψε δὲ τὴν νευράν, ἀργοτέρα δὲ ἡ χεὶρ ἐγένετο ἐν τῷ καρπῷ. ἔστη δὲ πεσὼν ἐπὶ γόνυ, τὸ τόξον δὲ αὐτῷ ἐξέπεσεν ἀπὸ τῆς χειρός. ὁ Αἴας δὲ οὐκ ἠμέλησε πεσόντος τοῦ ἀδελφοῦ, ἀλλὰ τρέχων περὶ αὐτὸν ἔστη, καὶ περιέθηκεν αὐτῷ τὴν ἀσπίδα. τοῦτον μὲν οὖν μετὰ ταῦτα ἀναλαβόντες δύο εὐάρμοστοι φίλοι, ὁ Μηκιστεὺς ὁ παῖς τοῦ Ἐχίου, καὶ ὁ ἔνδοξος Ἀλάστωρ, ἐπὶ τὰς βαθείας ναῦς ἐκόμιζον βαρέως στενάζοντα. | 309 |
αὖθις δὲ πάλιν ὁ Ζεὺς τοῖς Τρῳσὶν ἰσχὺν ἐνέβαλε. οὗτοι δὲ εὐθὺ τῆς βαθείας τάφρου ἀπεωθήσαντο τοὺς Ἕλληνας· ὁ Ἕκτωρ δὲ ἐν πρώτοις ἐπορεύετο τῇ δυνάμει ἐπαιρόμενος, οἷον τὴν δύναμιν καὶ διὰ τοῦ βλέμματος δεικνύων· Καθάπερ δὲ ὅταν τις κύων χοίρου ἀγρίου ἢ λέοντος ἅπτηται ὄπισθε, ποσὶ ταχέσι θαρρῶν, καὶ περιστρεφόμενος ἐπιτηρῇ τά τε ἰσχία καὶ τὰ σφαιρώματα· οὕτως Ἕκτωρ ἐδίωκε τοὺς τὰς κεφαλὰς κομῶντας Ἕλληνας, ἀεὶ ἀναιρῶν τὸν ὄπισθεν καὶ ἔσχατον, οὗτοι δὲ ἔφευγον· ἐπεὶ δὲ τοὺς σκόλοπας ἤτοι τὰ ὀρθὰ ξύλα, καὶ τὴν τάφρον διέβησαν φεύγοντες, πολλοὶ δὲ ἀνῃρέθησαν ὑπὸ τῶν χειρῶν τῶν Τρῴων, οὗτοι μὲν παρὰ ταῖς ναυσὶν καρτεροῦντες κατείχοντο, ἀλλήλοις τε παρακελευόμενοι, καὶ πᾶσι τοῖς θεοῖς χεῖρας αἴροντες, μεγάλως ηὔχοντο πάντες· ὁἝκτωρ δὲ περιέστρεφε τὰς περικαλλεῖς τρίχας ἔχοντας ἵππους, Γοργόνος ὀφθαλμοὺς ἔχων, καὶ τοῦ ἀνδροκτόνου Ἄρεος· | 335 |
τούτους δὲ θεασαμένη ᾠκτείρησεν ἡ θεά ἡ λευκοβραχίων Ἥρα. εὐθέως δὲ πρὸς τὴν Ἀθηνᾶν λόγους ταχεῖς ἔλεγεν, οὕτω· φεῦ φεῦ, ὦ θύγατερ τοῦ τὴν αἰγίδα φοροῦντος Διός, οὐκέτι ἡμεῖς ἀπολλυμένων τῶν Ἑλλήνων φροντίσομεν εἰ καὶ ὀψὲ καὶ ἐσχάτως; οἳ δὴ κακὸν θάνατον πληρώσαντες ἀπολοῦνται ὁρμῇ ἀνδρὸς ἑνός· οὗτος γὰρ μαίνεται (ἐνθουσιᾷ) οὐκέτι φορητῶς ὁ Ἕκτωρ ὁ υἱὸς τοῦ Πριάμου, καὶ δὴ πολλὰ δεινὰ εἰργάσατο. | 350 |
πρὸς ταύτην δὲ εἶπεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ. καὶ πάνυ οὗτος γε τὴν ἰσχύν τε καὶ τὴν ψυχὴν ἀπολέσειεν ὑπὸ τῶν χειρῶν τῶν Ἑλλήνων, ἀπολωλὼς ἐν τῇ πατρίδι γῇ· ἀλλ᾽ ὁ ἐμὸς πατὴρ ἐνθουσιᾷ λογισμοῖς οὐ καλοῖς ὁ χαλεπός τε καὶ ἄδικος ἀεί, καὶ τῶν ἐμῶν προθυμιῶν κωλυτής, οὐδὲ ἐκείνων μέμνηται, ὅτι τὸν υἱὸν αὐτοῦ πάνυ πολλάκις καταπονούμενον ὑπὸ τῶν ἄθλων τοῦ Εὐρυσθέως ἔσωσα. οὗτος μὲν γὰρ ἔκλαιεν ὁρῶν εἰς τὸν οὐρανόν, ἐμὲ δὲ ὁ Ζεὺς αὐτῷ βοηθήσουσαν ἐκ τοῦ οὐρανοῦ προέπεμπε· εἰ γὰρ ἐγὼ ταῦτα ἐπιστάμην ἐν τῷ συνετῷ μοι λογιστικῷ, ὁπηνίκα αὐτὸν εἰς ᾅδου τοῦ τὰς πύλας ἡρμοσμένας ἔχοντος ἀπέστειλεν ἐκ τοῦ σκότους κομίσοντα τὸν κύνα τοῦ μισητοῦ καὶ φοβεροῦ Ἅιδου, οὐκ ἂν διέφυγε τὰ προσάντη ῥεύματα τοῦ ὕδατος τῆς Στυγός. νῦν δὲ ἐμὲ μὲν μισεῖ, τὰς βουλὰς δὲ τῆς Θέτιδος ἐξετέλεσεν, ἥτις αὐτῷ τὰ γόνατα κατεφίλησε, καὶ τῇ χειρὶ ἐλάβετο τοῦ γενείου, δεομένη τιμῆσαι τὸν τὰς πόλεις ἐκπορθοῦντα Ἀχιλλέα· ἔσται μήν, ὅταν πάλιν ἀγαπητὴν εὐόφθαλμον Ἀθηνᾶν εἴπῃ. ἀλλὰ σὺ μὲν πρὸς τὸ παρὸν εὐτρέπισον ἡμῖν τοὺς μονώνυχας ἵππους, ἕως ἂν ἐγώ ἐλθοῦσα εἰς τὸ οἴκημα τοῦ τὴν αἰγίδα φοροῦντος Διός, ὅπλοις εἰς τὸν πόλεμον ὁπλισθῶ, ὅπως θεάσωμαι, εἰ ὁ τοῦ Πριάμου υἱὸς ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ, ἡμῶν φανεισῶν ἀνὰ τὰς τάξεις τοῦ πολέμου, χαρήσεται, ἢ καί τις ἀπὸ τῶν Τρῴων ἐμπλήσει κύνας καὶ ὄρνεα μεγάλα λίπει, καὶ σαρξί, καταπεσὼν παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | 357 |
οὕτως εἶπεν. ὑπήκουσε δὲ ἡ θεὰ ἡ λευκοβραχίων Ἥρα· αὕτη μὲν οὖν ἐπιπορευομένη τοὺς χρυσοχαλίνους ἵππους ηὐτρέπιζε, ἡ Ἥρα ἡ τιμία θεὰ ἡ θυγάτηρ τοῦ μεγάλου Κρόνου. ἡ Ἀθηνᾶ δὲ ἡ θυγάτηρ τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς τὸν μὲν λαμπρὸν πέπλον κατέχειν ἐπὶ τῷ ἐδάφει τοῦ πατρὸς τὸν ποικίλον, ὃν δὴ αὐτὴ ἐποίησε καὶ ἐκοπίασε ταῖς χερσί· αὕτη δὲ ἐνδυσαμένη τὸν χιτῶνα τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός, εἰς τὸν πόλεμον τὸν αἴτιον δακρύων καθωπλίζετο ὅπλοις, εἰς τὸ ὄχημα δὲ τὸ φλογῶδες καὶ λαμπρὸν ἀνέβη τοῖς ποσίν, ἔλαβε δὲ τὸ δόρυ τὸ μέγα καὶ βαρύ, καὶ ἰσχυρόν, ᾧ τὰς τάξεις δαμάζει τῶν ἀνδρῶν τῶν ἡρώων, οἷς ἂν ὀργισθῇ ἡ τὸν ἰσχυρὸν πατέρα ἔχουσα. ἡ Ἥρα δὲ μάστιγι ταχέως ἐφήπτετο δὴ τῶν ἵππων καὶ παρώρμα αὐτούς· ἀφ᾽ ἑαυτῶν δὲ αἱ θύραι τοῦ οὐρανοῦ ἀνεῴχθησαν, ἃς ἐφύλαττον αἱ Ὧραι, αἷς ἐγκεχείρισται ὁ μέγας οὐρανὸς καὶ ὁ Ὄλυμπος, καὶ ἀνοῖξαι νεφελὴν πυκνήν, καὶ ἐπικλεῖσαι. ἐκεῖθεν δὴ δι᾽ αὐτῶν ἤλαυνον τοὺς εὐπειθεῖς καὶ ταχεῖς ἵππους. | 381 |
ὁ Ζεὺς δὲ ὁ πατὴρ ἐπειδὴ ἐθεάσατο ἀπὸ τῆς Ἴδης, ὠργίσθη δὴ χαλεπῶς. τὴν Ἶριν δὲ τὴν χρυσᾶς πτέρυγας ἔχουσαν παρώξυνεν ἀπαγγελοῦσαν, λέγων· Ἄγε δὴ πορεύου, ὦ Ἶρι, ταχέως ὀπίσω στρέφε, μὴ δὲ συγχώρει ἐξεναντίας τῆς ἐμῆς κελεύσεως πορεύεσθαι, οὐ γὰρ καλῶς συνελευσόμεθα καὶ συμβαλοῦμεν εἰς τὸν πόλεμον. οὕτω γὰρ ἐρῶ, τοῦτο δὲ καὶ τετελειωμένον ἔσται. χωλώσω μὲν καὶ βλάψω αὐταῖς ὑπὸ τὸ ἅρμα τοὺς ταχεῖς ἵππους, αὐτὰς δὲ ἐκβαλῶ ἀπὸ τοῦ ὀχήματος, κατακλάσω δὲ καὶ συντρίψω τὸ ἅρμα, οὐδ᾽ ἂν εἰς δέκα περιερχομένους, καὶ συμπληρουμένους ἐνιαυτοὺς τὰ τραύματα θεραπεύσειαν, ἅπερ ἂν ὁ κεραυνὸς καταλάβῃ καὶ ἑλκώσῃ, ὅπως γνῷ ἡ εὐόφθαλμος Ἀθηνᾶ, ἡνίκα τῷ ἑαυτῆς πατρὶ πολεμεῖ· τῇ Ἥρᾳ δὲ οὐ τοσοῦτον μέμφομαι οὐδὲ ὀργίζομαι, ἀεὶ γὰρ εἴωθεν ἀποθραύειν, καὶ κωλύειν ὅτι ἂν νοήσω; καὶ βουληθῶ ποιεῖν. | 397 |
οὕτως εἶπε· ὥρμησε δὲ ἡ ταχεῖα Ἶρις σημανοῦσα, κατέβη δὲ ἀπὸ τῶν τῆς Ἴδης ὀρέων εἰς τὸν μέγαν οὐρανόν· παρὰ τὰς πρῶτας (ἄκρας) δὲ θύρας τοῦ οὐρανοῦ τοῦ πολυμεροῦς καὶ πολλὰ ἀποκλίματα ἔχοντος, συναντήσασα κατέσχε καὶ ἐκώλυσε, τοῦ Διὸς δὲ τὸν λόγον εἶπεν αὐταῖς· ποῦ προθύμως ὁρμᾶσθε; τί ὑμῖν ἡ ψυχὴ ἐν τῷ λογιστικῷ ἀτόπως ἐνθουσιᾷ; οὐ παραχωρεῖ ὁ υἱὸς τοῦ Κρόνου ἐπαμύνειν καὶ συμμαχεῖν τοῖς Ἕλλησιν. οὕτω γὰρ διετείνατο ὁ υἱὸς τοῦ Κρόνου, ὥσπερ (ἐὰν) καὶ τελέσει (ῃ), χωλώσειν μὲν καὶ βλάψειν ὑμῖν ὑπὸ τῷ ἅρματι τοὺς ταχεῖς ἵππους, ὑμᾶς δὲ ἐκβαλεῖν ἐκ τοῦ ὀχήματος, συντρίψειν δὲ τὸ ἅρμα, οὐδ᾽ ἂν εἰς δέκα περιερχόμενα, καὶ συμπληρούμενα ἔτη τα τραύματα θεραπεύσαι τε, ἅπερ ἂν καταλάβῃ καὶ ἑλκώσῃ ὁ κεραυνός, ὅπως γνῷς, ὦ εὐόφθαλμε Ἀθηνᾶ, ὅταν τῷ σῷ πατρὶ ἐναντιῇ καὶ μάχῃ· τῇ Ἥρᾳ δὲ οὐ τοσοῦτον μέμφεται, οὐδὲ ὀργίζεται, ἀεὶ γὰρ εἴωθεν ἀποθραύειν καὶ κωλύειν, ὅτι ἂν διανοηθῇ ποιεῖν· ἀλλὰ σύ, ὦ χαλεπωτάτη κύον, ἄφοβε, καὶ ἀναίσχυντε, ἐὰν ἀληθῶς θελήσῃς κατεναντίον τοῦ Διὸς ἐπάραι τὸ μέγα δόρυ. | 409 |
αὕτη μὲν οὖν οὕτως εἰποῦσα ἡ κατὰ πόδα ταχεῖα Ἶρις ἀπῆλθε. ἡ Ἥρα δὲ πρὸς τὴν Ἀθηνᾶν εἶπε λόγον· φεῦ φεῦ, ὦ θύγατερ τοῦ τὴν αἰγίδα φοροῦντος Διός, οὐδαμῶς ἔγωγε ἡμᾶς αὐτὰς παραχωρῶ πολεμεῖν κατεναντίον τοῦ Διός, ἕνεκα τῶν ἀνθρώπων. τούτων ἄλλος μὲν τεθνάτω, ἄλλος δὲ ζήτω, ὃς ἂν τύχῃ· ἐκεῖνος δὲ τὰ ἑαυτοῦ φρονῶν (σκοπῶν) ἐν τῇ ψυχῇ τοῖς Τρῳσὶ καὶ τοῖς Ἕλλησι κρινέτω ὡς εἰκὸς καὶ πρέπον ἐστί. | 425 |
οὕτω δὴ εἰποῦσα ὀπίσω ἔτρεψε τοὺς μονώνυχας ἵππους, ταύταις δὲ αἱ ὧραι μὲν ἔλυσαν τοὺς εὐτρίχους ἵππους. καὶ τούτους μὲν κατέδησαν ἐπὶ ταῖς θείαις φάτναις, τὰ φαιδρὰ δὲ ὀχήματα ἔκλιναν εἰς τοὺς ἀπαντικρὺ τῆς εἰσόδου τόπους· αὐταὶ δὲ ἐκάθισαν ἐπὶ ταῖς χρυσαῖς καθέδραις, ἅμα (συμμιγεῖσαι) τοῖς ἄλλοις θεοῖς λελυπημέναι κατὰ τὴν προσφιλῆ ψυχήν. | 432 |
ὁ Ζεὺς δὲ ὁ πατὴρ ἀπὸ τῆς Ἴδης τὸ καλοὺς τροχοὺς ἔχον ὄχημα, καὶ τοὺς ἵππους εἰς τὸν οὐρανὸν ἤλαυνεν, ἀφίκετο δὲ εἰς τὰς καθέδρας τῶν θεῶν καὶ τούτῳ μὲν τοὺς ἵππους ἐξέλυσεν ὁ ἔνδοξος Ποσειδῶν, τὰ ὀχήματα δὲ ἐν τῷ ἁρματοφυλακείῳ κατέθηκε λεπτὰ ἱμάτια ἐφαπλώσας. αὐτὸς δὲ ὁ μεγαλόφωνος Ζεὺς ἐπὶ τὸν χρυσοῦν θρόνον ἐκάθισε, τούτῳ δὲ ὑπὸ τοῖς ποσὶν ὁ μέγας οὐρανὸς ἐκινεῖτο. αὗται δὲ ἥ τε Ἀθηνᾶ καὶ ἡ Ἥρα χωρὶς τοῦ Διὸς ἐκαθέσθησαν, οὐδέ τι πρὸς αὐτὸν εἶπον (ἔλεγον) οὐδὲ ἠρώτων· οὗτος δὲ ἔγνω ἐν τῷ ἑαυτοῦ λογιστικῷ καὶ εἶπεν· ὦ Ἀθηνᾶ καὶ Ἥρα, τὶ δή ποτε οὕτω λελύπησθε; οὐ μὲν δὴ ἐμογήσατε ἐν τῷ πολέμῳ τῷ τοὺς ἄνδρας δοξάζοντι, φθείρουσαι τοὺς Τρῷας, οἷς μνησικακίαν χαλεπὴν ἀπέθεσθε ταμιεύουσαι· ὄντως (παντοιοτρόπως) που θαυμαστή τις ἡ ἐμὴ δύναμις, καὶ αἱ χεῖρες ἀπρόσιτοι· οὐκ ἄν με καταγωνίσαιντο ὅσοι θεοὶ ὑπάρχουσιν ἐν τῷ οὐρανῷ ὑμῖν δὲ τρόμος τὸ πρότερον κατέλαβε τὰ λαμπρὰ μέλη, πρὶν ἢ ἰδεῖν τὸν πόλεμον καὶ τὰ τοῦ πολέμου μερίμνης ἄξια ἔργα. οὕτω γὰρ ἐρῶ, τοῦτο δὲ καὶ τετελειωμένον ἔσται, οὐκ ἂν ἐπὶ τῶν ὑμετέρων ὀχημάτων πληγεῖσαι κεραυνῷ, ὀπίσω εἰς τὸν οὐρανὸν ἀφίκεσθε, ἔνθα τὸ ἔδαφός ἐστι τῶν ἀθανάτων θεῶν. | 438 |
οὕτως εἶπεν. αὗται δὲ ἥ τε Ἀθηνᾶ καὶ ἡ Ἥρα ἐπεμυκτήρισαν· πλησίον αὗται ἐκάθηντο, κακὰ δὲ τοῖς Τρῳσὶν ἐβουλεύοντο. ἡ μὲν οὖν Ἀθηνᾶ ἡσυχάζουσα ἦν, οὐδὲ εἶπέ τι ὀργιζομένη τῷ πατρὶ τῷ Διί· ὀργὴ δὲ αὐτὴν ἀγρία καὶ σφοδρά κατελάμβανεν. τῇ Ἥρᾳ δὲ οὐκ ἐχώρησε τὸ στῆθος τὴν ὀργήν, ἀλλ᾽ ἔλεγε πρὸς αὐτόν. ὦ χαλεπώτατε υἱὲ τοῦ Κρόνου, ποῖον δὴ λόγον εἶπας; καλῶς δὴ καὶ ἡμεῖς οἴδαμεν, ὅτι σοι δύναμις οὐχ ὑποχωρητή ἐστιν. ἀλλ᾿ ὅμως τοὺς πολεμικοὺς Ἕλληνας ὀδυρόμεθα, οἳ δὴ θάνατον κακὸν πληρώσαντες ἀπόλοιντο ἄν. - - - | 457 |
πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς. τῇ ἐπιούσῃ ἡμέρᾳ καὶ μᾶλλον τὸν μεγαλοδύναμον υἱὸν τοῦ Κρόνου θεάσῃ ἐὰν βούλῃ, ὦ μεγαλόφθαλμε σεβαστή Ἥρα, φθείροντα τὸν μέγαν στρατὸν τῶν πολεμικῶν Ἑλλήνων· οὐ γὰρ πρότερον λήξει τοῦ πολέμου ὁ ἰσχυρὸς Ἕκτωρ, πρὶν ἢ ὁρμηθῆναι παρὰ ταῖς ναυσὶ τὸν ταχύποδα Ἀχιλλέα (υἱὸν τοῦ Πηλέως) τῇ ἡμέρᾳ ταύτῃ, ὅταν οὗτοι παρὰ τὰς πρύμνας πολεμῶσι ἐν στενοχωρίᾳ χαλεπωτάτῃ περὶ Πατρόκλου ἀποθανόντος· οὕτω γάρ ἐστιν εἱμαρμένον· σοῦ δὲ ἐγὼ οὐ φροντίζω μάλα ὀργιζομένης, οὐδὲ ἐὰν τὰ ἔσχατα πέρατα καταλάβῃς τῆς γῆς, καὶ τῆς θαλάσσης, ὅπου ὁ Ἰαπετὸς καὶ ὁ Κρόνος καθήμενοι, οὔτε λαμπηδόσι τοῦ ὑπεράνω ὄντος ἡμῶν Ἡλίου ἐφήδονται, οὔτε ἀνέμοις, βαθὺς δὲ Τάρταρός ἐστι περὶ αὐτούς, οὐδὲ ἂν ἐκεῖσε αφίκῃ πλανωμένη, οὐκ ἔγωγε σοῦ ὀργιζομένης φροντίζω, ἐπειδὴ οὐκ ἔστιν ἄλλό τι χεῖρον σοῦ. | 469 |
οὕτως εἶπε. πρὸς τοῦτον οὐδὲν εἶπεν ἡ λευκὰς ὀλένας ἔχουσα Ἥρα· ἐνέπεσε δὲ τῷ Ὠκεανῷ τὸ λαμπρὸν φῶς τοῦ ἡλίου ἐφέλκον νύκτα σκοτεινὴν ἐπὶ τὴν γῆν τὴν τὰ πρὸς τὸ ζῆν δωρουμένην. τοῖς Τρῳσὶ μὲν οὖν ἄκουσι καὶ μὴ βουλομένοις ἔδυνε τὸ φῶς τοῦ ἡλίου· τοῖς Ἕλλησι δὲ ποθητή καὶ πολύευκτος ἐπῆλθεν ἡ σκοτεινὴ νύξ. | 484 |
τῶν Τρῴων δὲ ἐκκλησίαν ἐποίησεν ὁ λαμπρὸς Ἕκτωρ ἀπαγαγών αὐτοὺς πόρρω τῶν νεῶν, ἐπὶ τῷ δίνας καὶ συστροφὰς ποιοῦντι ποταμῷ, ἐν τόπῳ καθαρῷ, ὅπου δὴ τῶν νεκρῶν τόπος ἐφαίνετο καθαρός· ἐκ τῶν δὲ καταβάντες ἐπὶ τὴν γῆν ἤκουον τὸν λόγον, ὃν δὴ Ἕκτωρ ἔλεγεν ὁ φίλος τοῦ Διός, ἐν τῇ χειρὶ δὲ κατεῖχε τὸ δέκα πήχεων δόρυ, ἔμπροσθεν δὲ ἔλαμπε ἡ τοῦ δόρατος σιδηρὰ ἐπιδορατίς, ὁ χρυσοῦς δὲ περιέκειτο κρίκος· τούτῳ δὴ οὕτως ἐπερεισθεὶς λόγους ταχεῖς ἔλεγε πρὸς τὸ πλῆθος· | 489 |
ἀκούσατέ μου, ὦ Τρῷες, καὶ Δάρδανοι, καὶ βοηθοί, νῦν ὑπέλαβον τὰς ναῦς φθείρας καὶ πάντας τοὺ Ἕλληνας ὀπίσω ὑποστρέψειν εἰς τὴν ὑψηλὴν καὶ ἀνέμοις καταπνεομένην Ἴλιον, ἀλλὰ πρότερον τὸ σκότος ἐπῆλθε, ὅπερ νῦν ἐξέσωσε μάλιστα τοὺς Ἕλληνας καὶ τὰς ναῦς ἐπὶ τῷ αἰγιαλῷ τῆς θαλάσσης· ἀλλὰ πρὸς μὲν τὸ παρὸν πεισθῶμεν τῇ σκοτεινῇ νυκτί, καὶ δεῖπνον εὐτρεπίσωμεν, τοὺς καλὰς δὲ τρίχας ἔχοντας ἵππους ἀπολύσατε ἐκ τῶν ὀχημάτων, παραβάλετε δὲ αὐτοῖς τροφήν, ἀγάγετε δὲ βοῦς ἐκ τῆς πόλεως, καὶ πρόβατα εὐτραφῆ ταχέως, οἶνον δὲ ἡδὺν ὠνησάμενοι ἐνέγκατε, καὶ ἄρτον ἐκ τῶν οἴκων, συλλέγετε δὲ ξύλα πολλὰ, ὅπως ἂν δι᾽ ὅλης τῆς νυκτὸς μέχρι τῆς τὸν ὄρθρον γεννώσης ἡμέρας καίωμεν πυρκαιὰς πολλὰς, τὸ φῶς δὲ εἰς τὸν οὐρανὸν ἀφίκηται, μήπως καὶ κατὰ τὴν νύκτα οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες ὁρμήσωσι φεύγειν ἐπὶ τὴν πλατεῖαν ἐπιφάνειαν τῆς θαλάσσης, μὴ ἄνευ σπουδῆς (ἀγῶνος) ἐπιβήτωσαν τῶν νεῶν ἥσυχοι, ἀλλ᾽ ὅπως τις αὐτῶν καὶ ἐν τῷ οἴκῳ πεπαίνῃ τὸ ἐκ τῆς βολῆς τραῦμα βεβλημένος ἢ ὀϊστῷ, ἢ δόρατι ὀξεῖ, ἐπιπηδῶν καὶ ἐπιβαίνων τῆς νεώς, ὅπως καὶ ἄλλος φοβῆται ἐπάγειν κατὰ τῶν ἱππικῶν Τρῴων πόλεμον πολλῶν δακρύων αἴτιον· οἱ κήρυκες οἱ προσφιλέστατοι τῷ Διὶ ἀγγελλέτωσαν ἀνὰ τὴν πόλιν τοὺς ἐφήβους νέους, καὶ τοὺς πολιοὺς τοὺς κροτάφους γέροντας κοιμηθῆναι περὶ τὴν πόλιν ἐπὶ τῶν πύργων τῶν ὑπὸ τῶν θεῶν ᾠκοδομημένων. αἱ δὲ πρὸς τὰ ἀφροδίσια καταφερέστεραι γυναῖκες ἅπασαι ἐν τοῖς οἴκοις πῦρ μέγα καιέτωσαν, φυλακὴ δὲ ἀσφαλὴς γενέσθω, μὴ εἰς τὴν πόλιν εἰσέλθῃ λόχος (ἔνεδρα) ἀπόντων τῶν λαῶν. οὕτω γενέσθω, ὦ Τρῷες μεγαλόψυχοι, καθάπερ λέγω. οὗτος μὲν δὴ ὁ λόγος ὁ νῦν εἰρημένος ἀπαραποίητος καὶ ἀπαράβατος ἔστω (ὑγιῶς καὶ ἀνελλειπῶς ἔστω). τὸν δὲ λοιπὸν ἡμέρας, ἤτοι ὑπὸ τὴν ἕω ἐν τοῖς ἱππικοῖς Τρῳσὶν ἐρῶ. ἐλπίζω εὐχόμενος τῷ Διὶ καὶ τοῖς ἄλλοις θεοῖς ἐξελᾶσαι καὶ ἐκβαλεῖν ἐντεῦθεν τοὺς κύνας τοὺς ὑπὸ τῶν μοιρῶν ἀχθέντας, οὓς αἱ μοῖραι ἤγαγον ἐπὶ τῶν μελαίνων νεῶν, ἀλλ᾽ ἐν μὲν τῇ νυκτὶ τηρήσωμεν ἡμᾶς αὐτούς· τῷ πρωὶ δὲ ἕωθεν ὅπλοις καθοπλισθέντες, ἐπὶ ταῖς βαθείαις ναυσὶν διεγείρωμεν πόλεμον ὀξύν· γνώσομαι εἴ με ὁ υἱὸς τοῦ Τυδέως ὁ ἰσχυρὸς Διομήδης ἐκ τῶν νεῶν εἰς τὸ τεῖχος ἀπωθήσεται, ἢ ἐγὼ τοῦτον σιδήρῳ φονεύσας (ἀποκτείνας), σκύλα ἡμαγμένα ἀποίσομαι· αὔριον τὴν ἑαυτοῦ ἀνδρίαν ἐπιγνώσεται, ἐὰν τὸ ἐμὸν δόρυ ἐπερχόμενον παραμείνῃ, ἀλλ᾽ ἐν τοῖς πρώτοις οἶμαι πεσεῖται τρωθείς, πολλοὶ δὲ περὶ αὐτὸν φίλοι ἀνατέλλοντος τοῦ ἡλίου αὔριον· εἴθε γὰρ οὕτως ἐγὼ ὑπάρχοιμι ἀτελεύτητος καὶ ἀκμαῖος κατὰ πάντα τὸν χρόνον, τιμώμην δὲ ὥσπερ τιμᾶται ἡ Ἀθηνᾶ καὶ ὁ Ἀπόλλων, ὥσπερ ἡ νῦν αὕτη ἡμέρα ἐπάγει βλάβην καὶ κάκωσιν τοῖς Ἕλλησι. | 497 |
οὕτως ὁ Ἕκτωρ ἔλεγεν· οἱ Τρῷες δὲ ἐπεθορύβησαν. οὗτοι δὲ τοὺς μὲν ἵππους ὑπέλυσαν ἀπὸ τοῦ ζυγοῦ ἱδροῦντας, ἔδησαν δὲ λώροις ἅπαντες παρὰ τοῖς ἑαυτῶν ὀχήμασιν· ἤγαγον δὲ ἐκ τῆς πόλεως βοῦς, καὶ πρόβατα εὐτραφῆ ταχέως, οἶνον δὲ ἡδὺν ὠνησάμενοι ἤνεγκαν, ἄρτον δὲ ἐκ τῶν οἴκων, ξύλα δὲ πολλὰ συνέλεγον· - τὴν τῶν κρεῶν δὲ ἀναθυμίασιν εἰς τὸν οὐρανὸν ἔφερον οἱ ἄνεμοι. | 542 |
- - - οὗτοι δὲ πλήρεις ὄντες ἀλαζονείας ἐπὶ τῇ διαβάσει (τάξει) τοῦ πολέμου ἐκάθηντο δι᾽ ὅλης τῆς νυκτός, πολλὰ δὲ πυρὰ ἐκαίοντο αὐτοῖς· ὧσπερ δὲ ὅτε ἐν τῷ οὐρανῷ τὰ ἄστρα περὶ τὴν λαμπρὰν σελήνην φαίνονται ἐκπρεπῆ καὶ ἔκδηλα, ἡνίκα ὑπάρχει ὁ ἀὴρ γαληνός, ἐκφαίνονται δὲ πᾶσαι αἱ περιοπαῖ καὶ ἐξοχαί, καὶ ἀκρώρειαι, καὶ οἱ σύνδενδροι τόποι, ἐκ τοῦ οὐρανοῦ δὲ ἀπελήλαται ὁ πολὺς σκοτοειδὴς ἀὴρ, πάντα δὲ τὰ ἄστρα φαίνονται, χαίρει δὲ κατὰ διάνοιαν ὁ ποιμήν· τοσαῦτα μεταξὺ τῶν νεῶν καὶ τῶν ῥευμάτων τοῦ Ξάνθου καιόντων τῶν Τρῴων ἐφαίνετο πυρὰ πρὸ τῆς Ἰλίου· χίλια δὴ ἐν τῇ πεδιάδι πυρὰ ἐκαίοντο, παρ᾽ ἑκάστῳ δὲ φωτὶ τοῦ καιομένου πυρὸς ἐκάθηντο ἄνδρες πεντήκοντα· οἱ ἵπποι δὲ κριθὴν λευκὴν καὶ ὀλύρας ἐσθίοντες ἑστῶτες παρὰ τοῖς ἅρμασιν, ἀνέμενον τὴν καλὸν θρόνον ἔχουσαν ἡμέραν. | 550 |