Koine Greek paraphrase by Theodorus Gaza
οὕτως εἰπὼν ἐξώρμησε τῶν πυλῶν ὁ λαμπρὸς Ἕκτωρ σὺν αὐτῷ δὲ καὶ Ἀλέξανδρος ἐπορεύετο ὁ ἀδελφός· ἐν τῇ ψυχῇ δὲ ἀμφότεροι προεθυμήθησαν πολεμεῖν καὶ μάχεσθαι. ὥσπερ δὲ ὁ Θεὸς τοῖς ναύταις ἐπιθυμοῦσι παρέσχεν ἄνεμον εὔφορον καὶ ἐπιτήδειον, ἐπειδὰν κακοπαθήσωσι, ταῖς καλῶς ἐξεσμέναις ἐλατίναις κώπαις ἐλαύνοντες τὸν πόντον, τῷ κόπῳ δὲ ὑπολέλυνται κατὰ τὰ μέλη· οὕτω δὴ οὗτοι τοῖς Τρῳσὶν ἐπιθυμοῦσιν ἐφάνησαν. | 001 |
τότε ἀνεῖλον, ὁ μὲν τὸν υἱὸν τοῦ βασιλέως Ἀρηιθόου, τὸν ἐν τῇ Ἄρνῃ κατοικοῦντα, τὸν Μενέσθιον, ὅντινα ὁ κορυνήτης ἐγέννησεν Ἀρηίθοος, καὶ ἡ εὐόφθαλμος Φιλομέδουσα. ὁ Ἕκτωρ δὲ τὸν Ἠιονέα ἔτρωσε δόρατι ὀξεῖ κατὰ τὸν αὐχένα, ὑπὸ τὴν σιδηρᾶν περικεφαλαίαν, διέλυσε δὲ τὰ μέλη. Γλαῦκος δὲ ὁ υἱὸς τοῦ Ἱππολόχου ὁ ἀρχηγὸς τῶν Λυκίων ἀνδρῶν ἔτρωσε τὸν Ἰφίνουν δόρατι, κατὰ τὴν ἰσχυρὰν μάχην, τὸν υἱὸν τοῦ Δεξίου, ἐπάνω τῶν ταχέων ἵππων πηδῶντα, κατὰ τὸν ὦμον· οὗτος δὲ ἐκ τῶν ἵππων εἰς γῆν κατέπεσε, διελύθησαν δὲ τὰ μέλη αὐτοῦ. | 008 |
τούτους δὲ ἐπειδὴ ἐθεάσατο ἡ Θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ, ἀναιροῦντας τοὺς Ἕλληνας ἐν τῇ ἰσχυρᾷ μάχῃ, κατέβη δὴ ἀπὸ τῶν τοῦ οὐρανοῦ ἐξοχῶν ὁρμήσασα εἰς τὴν ἱερὰν Ἴλιον· ταύτῃ δ᾽ ἐξεναντίας ὥρμησεν ὁ Ἀπόλλων, ἐκ τῆς ἀκροπόλεως θεασάμενος, τοῖς Τρῳσὶ δὲ νίκην ἐβούλετο. οὗτοι δὲ ἀλλήλοις συνήντησαν παρὰ τῇ δρυΐ. πρὸς ταύτην δὲ πρότερον εἶπεν ὁ υἱὸς τοῦ Διὸς ὁ βασιλεὺς Ἀπόλλων· τίποτε σὺ προθύμως ὁρμῶσα, ὦ θύγατερ τοῦ μεγάλου Διός, κατῆλθες ἀπὸ τοῦ οὐρανοῦ, μεγάλη δέ σε ὀργὴ ἐφώρμησεν; ἢ ὅπως τοῖς Ἕλλησι πολέμου νίκην ἑτεραλκῆ, ἤτοι γινομένην ὅταν οἱ πρότερον νικήσαντες ἐξ ἑτεροδυναμίας τινὸς παρεισβαλούσης ἡττηθῶσι, παράσχῃς; ἐπειδὴ οὐδαμῶς ἐλεεῖς, καὶ οἰκτείρεις τοὺς Τρῷας ἀναιρουμένους· ἀλλ᾽ εἴ τι ὑπακούσοις μου, τοῦτο κατὰ πολὺ ἐπικερδέστερον ἂν εἴη· νῦν μὲν παύσωμεν τὸν πόλεμον καὶ τὴν μάχην σήμερον· μετὰ ταῦτα δὲ πολεμήσουσιν, ἕως ἂν τὸ τέλος τῆς Ἰλίου καταλάβωσιν, ἐπειδὴ οὕτως ἐστὶν ἀρεστὸν ἐν τῇ ψυχῇ ὑμῖν ταῖς ἀθανάται(οι)ς Θεαῖ(οῖ)ς ἐκπορθῆσαι τήν δε τὴν πόλιν. | 017 |
πρὸς τοῦτον δὲ εἶπεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ· ἔστω οὕτως, ὦ Ἄπολλον πόρρωθεν ἐργαζόμενε· ταῦτα γὰρ φρονοῦσα καὶ ἐγώ, ἦλθον ἀπὸ τοῦ οὐρανοῦ πρὸς τοὺς Τρῷας καὶ Ἕλληνας· ἀλλ᾽ ἄγε εἰπέ, πῶς προτεθύμησαι καταπαύσειν τὸν πόλεμον τῶν ἀνδρῶν. πρὸς ταύτην δὲ εἶπεν ὁ βασιλεὺς Ἀπόλλων ὁ υἱὸς τοῦ Διός· τοῦ Ἕκτορος προτρέψωμεν τὴν ἰσχυρὰν δύναμιν τοῦ ἱππικοῦ, εἴ πού τινα τῶν Ἑλλήνων προκαλέσεται μόνος μόνῳ κατὰ βιαίαν ἐναντίωσιν πολεμῆσαι, ἐν τῇ χαλεπῇ μάχῃ· οἱ δὲ σιδήρῳ ὡπλισμένοι Ἕλληνες θαυμάσαντες, ἕνα ἂν μόνον ἐφορμήσειαν πολεμεῖν τῷ ἐνδόξῳ Ἕκτορι. οὕτως εἶπεν· ὑπήκουσε δὲ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ· τούτων δὲ ὁ Ἕλενος ὁ ἀγαπητὸς υἱὸς τοῦ Πριάμου ἐνόησεν ἐν τῇ ψυχῇ τὴν βουλήν, ἣ δὴ τοῖς Θεοῖς βουλευομένοις ἤρεσκεν. ἔστη δὲ παρὰ τὸν Ἕκτορα πορευθείς, καὶ εἶπε πρὸς αὐτὸν λόγον ὦ Ἕκτορ υἱὲ τοῦ Πριάμου, ἰσοστάσιε τῷ Διὶ κατὰ τὴν βουλήν, ἆρά τι πεισθείης μοι; αὐτάδελφος δέ σοί εἰμι· τοὺς μὲν ἄλλους Τρῷας καὶ πάντας τοὺς Ἕλληνας καθῆσαι ποίησον· σὺ δὲ προκάλεσαι, ὅς τις ἄριστός ἐστιν Ἑλλήνων, πολεμῆσαι ἐν τῇ χαλεπῇ μάχη κατ᾽ ἐναντίωσιν βιαίαν· οὕπω γάρ σοι εἱμαρμένον ἐστὶν ἀποθανεῖν, καὶ θάνατον ἐπισπάσασθαι· οὕτω γὰρ ἐγὼ ἤκουσα φωνὴν θεῶν τῶν ἀεὶ ὄντων | 033 |
οὕτως εἶπεν· ὁ Ἕκτωρ δὲ ἐχάρη, ἀκούσας τὸν λόγον· καὶ δὴ εἰς τὸ μέσον ἐλθών, ἀνέστελλε τὰς τάξεις τῶν Τρῴων, λαβόμενος τοῦ δόρατος ἐκ τοῦ μέσου. οὗτοι δὲ σύμπαντες ἐκάθισαν. ἐκάθισε δὲ καὶ Ἀγαμέμνων τοὺς εὐόπλους Ἕλληνας· ἐκάθισαν δὲ καὶ ἡ Ἀθηνᾶ καὶ ὁ λαμπρότοξος Ἀπόλλων, ὁμοιωθέντες ὄρνισιν αἰγυπιοῖς, ἐπὶ τῇ ὑψηλῇ δρυῒ τοῦ πατρὸς τοῦ Διὸς τοῦ τὴν Αἰγίδα φοροῦντος, ἐφηδόμενοι τοῖς ἀνδράσι· τούτων δὲ αἱ συνεχεῖς τάξεις ἐκάθηντο ἀσπίσι καὶ περικεφαλαίαις, καὶ δόρασιν συνεσταλμέναι. οἵα δὲ ἡ ἐπιπολῆς κίνησις τοῦ κύματος ἀρχομένου κέχυται κατὰ θάλασσαν, τοῦ ζεφύρου ἐγειρομένου τοπρῶτον, μελαίνεται δὲ ἡ θάλασσα ὑπ᾿ αὐτῆς· τοιαῦται δὴ αἱ τάξεις τῶν Ἑλλήνων τε καὶ Τρῴων ἐκάθηντο ἐν τῷ πεδίῳ. ὁ Ἕκτωρ δὲ ἐν ἀμφοτέροις εἶπεν· ἀκούσατέ μου ὦ Τρῷες καὶ εὔοπλοι Ἕλληνες, ἵνα εἴπω ἅ με ὁ λογισμὸς ἐν τῷ στήθει κελεύει εἰπεῖν· τοὺς μὲν ὅρκους ὁ υἱὸς τοῦ Κρόνου ὁ ἐν ὕψει καθήμενος οὐκ ἐτελείωσεν, ἀλλὰ κακὰ διανοούμενος στοχάζεται ἀμφοτέροις, ἕως ἂν ἢ ὑμεῖς τὴν Τροίαν τὴν καλοὺς πύργους ἔχουσαν κατάσχητε, ἢ ὑμεῖς δαμασθῆτε παρὰ ταῖς ναυσὶ ταῖς περώσαις τὸν πόντον· ὑμῖν μὲν γὰρ (οὖν) εἰσὶν ἀριστεῖς πάντων τῶν Ἑλλήνων· ἀπὸ τούτων νῦν ὅντινα ἡ ψυχὴ ἐμοὶ πολεμῆσαι κελεύει, ἐλθέτω ἐνθάδε ἐκ πάντων πρόμαχος εἶναι τῷ ἐνδόξῳ Ἕκτορι· οὕτω δέ φημι, ὁ Ζεὺς δὲ ἡμῖν μάρτυς ἔστω, ἐὰν μὲν ἐκεῖνος ἐμὲ ἀποκτείνῃ σιδήρῳ ἐκτεταμένῳ, τὰ ὅπλα σκυλεύσας κομιζέτω ἐπὶ τὰς βαθείας ναῦς· τὸ ἐμὸν δὲ σῶμα ἀποδότω εἰς τὸν οἶκον, ὅπως με πυρὸς μεταλαχεῖν καὶ μετασχεῖν ποιήσωσιν ἀποθανόντα οἱ Τρῷες, καὶ αἱ τῶν Τρῴων γυναῖκες· ἐὰν δὲ ἐγὼ αὐτὸν ἀποκτείνω, παράσχῃ δέ μοι καύχημα ὁ Ἀπόλλων, τὰ ὅπλα σκυλεύσας κομίσω πρὸς τὴν ἱερὰν Ἴλιον, καὶ κρεμάσω εἰς τὸν ναὸν τοῦ μακροβόλου Ἀπόλλωνος, τὸν νεκρὸν δὲ ἀποδώσω ἐπὶ τὰς ναῦς τὰς εὐκαθέδρους, ὅπως αὐτὸν κηδεύσωσιν οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες, καὶ τάφον αὐτῷ ἐπιχέωσιν ἐπὶ τῷ εὐρυχώρῳ Ἑλλησπόντῳ· καί τις ποτὲ εἴπῃ καὶ ἀπὸ τῶν μεταγενεστέρων ἀνθρώπων, νηὶ πολυκαθέδρῳ πλέων κατὰ τὴν μέλαιναν θάλασσαν· οὗτος ὁ τάφος ἔστιν ἀνδρὸς πάλαι ἀποθανόντος, ὅντινά ποτε ἀνδραγαθοῦντα ἀπέκτεινεν ὁ λαμπρὸς Ἕκτωρ, οὕτω ποτέ τις λέξει, ἡ ἐμὴ δὲ ἔνδοξος φήμη οὐδέποτε ἀπολεῖται. | 054 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἡσύχασαν σιωπῇ, ᾐδέσθησαν μὲν ἀρνήσασθαι, ἐφοβήθησαν δὲ ὑποδέξασθαι μετὰ χρόνον δὲ ἱκανὸν ἀνέστη ὁ Μενέλαος, καὶ εἶπεν ἐν αὐτοῖς, φιλονείκως αὐτοῖς ὀνειδίζων, μεγάλως δὲ ἔστενεν ἐν τῇ ψυχῇ, λέγων· φεῦ, ὦ μάταια καυχώμενοι, Ἑλληνίδες, οὐκέτι Ἕλληνες, ὄντως δήπου ὕβρις καὶ ἀτιμία ταῦτα ἔσται χαλεπῶς ἐκ τῶν χαλεπῶν ἡμῶν πράξεων, εἰ μή τις νῦν ἀπὸ τῶν Ἑλλήνων ἐναντίον τοῦ Ἕκτορος πορεύσεται . ἀλλ᾽ ὑμεῖς μὲν πάντες εἴθε γένοισθε ὕδωρ καὶ γῆ, ἤτοι ἀποθάνοιτε καὶ ἀναλυθείητε εἰς τὰ ἐξ ὧν συνετέθητε, καθήμενοι αὐτοῦ πάντες ἄψυχοι, ἄδοξοι, τηνάλως· τούτῳ δὲ ἐγὼ αὐτὸς ὁπλίσομαι, ἄνωθι δὲ τὰ τῆς νίκης πέρατα μένουσιν ἐν τοῖς ἀθανάτοις θεοῖς. οὕτω δὴ εἰπὼν ἐνεδύσατο τὰ καλὰ αὐτοῦ ὅπλα. τότε ἄν σοι, Μενέλαε, τὸ τέλος τοῦ βίου ἐφάνη ἐν ταῖς παλάμαις τοῦ Ἕκτορος, ἐπειδὴ πολλῷ κρείσσων ἦν, εἰ μὴ ἀνορμήσαντες κατέσχον οἱ βασιλεῖς τῶν Ἑλλήνων, καὶ αὐτὸς ὁ υἱὸς τοῦ Ἀτρέως ὁ μέγας βασιλεὺς Ἀγαμέμνων ἀπὸ τῆς δεξιᾶς κατέσχε χειρός, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ Μενέλαε ἐν βασιλείᾳ τεθραμμένε, ἀνοηταίνεις, οὐδέτι σε προσήκει τῆς ἀνοίας ταῦτης ἀντέχεσθαι· ὑπόμεινον δέ, καίπερ λυπούμενος, μὴ δὲ βούλου διὰ φιλονεικίαν πολεμεῖν ἀνδρὶ κρείσσονί σου, τῷ Ἕκτορι τῷ υἱῷ τοῦ Πριάμου, ὅν τινα καὶ ἄλλοι φοβοῦνται· καὶ δὴ καὶ Ἀχιλλεὺς τούτῳ γε ἐν τῷ πολέμῳ τῷ τοὺς ἄνδρας δοξάζοντι ἀπαντῆσαι ἐφοβεῖτο, ὅς τις σοῦ πολὺ κρείσσων ἐστί. ἀλλὰ σὺ μὲν πρὸς τὸ παρὸν κάθισον, ἐλθὼν εἰς τὸ πλῆθος τῶν φίλων, τούτῳ δὲ πρόμαχον ἄλλον ἀναστήσουσιν οἱ Ἕλληνες· εἴπέρ ἐστιν ἄφοβος, καὶ εἰ πολέμου ἐστίν ἀκόρεστος, οἴομαι αὐτὸν ἡδέως συγκάμψειν τὰ γόνατα, ἐὰν διαφύγῃ ἐκ τοῦ ἀφανιστικοῦ πολέμου, καὶ τῆς χαλεπῆς μάχης. | 092 |
οὕτως εἰπὼν ἀνέπεισε τὴν τοῦ ἀδελφοῦ διάνοιαν ὁ ἥρως πρεπόντως παραινέσας· οὗτος δὲ ὑπήκουσε· τούτου μὲν μετὰ ταῦτα ἀπὸ τῶν ὤμων τὰ ὅπλα ἀφείλοντο οἱ θεράποντες χαίροντες· ὁ Νέστωρ δὲ ἀνέστη, καὶ ἐν μέσῳ τῶν Ἑλλήνων εἶπε· Φεῦ φεῦ, ὄντως πένθος μέγα τὴν Ἑλληνίδα γῆν καταλαμβάνει, ὄντως μεγάλως ἂν στενάζων θρηνήσειεν ὁ γέρων ἱππικὸς Πηλεὺς ὁ ἀγαθὸς βουλευτὴς καὶ δημηγόρος τῶν Μυρμιδόνων, ὃς ποτε ἐρωτῶν ἐμὲ μεγάλως ἔχαιρεν ἐν τῷ ἑαυτοῦ οἴκῳ, πάντων τῶν Ἑλλήνων λέγων καὶ διηγούμενος τὸ γένος τε καὶ τὴν γένεσιν· τούτους νῦν εἰ πάντας ἀκούσει φοβουμένους ὑπὸ τοῦ Ἕκτορος, πολλάκις ἂν τὰς ἀγαπητὰς χεῖρας τοῖς ἀθανάτοις Θεοῖς ἀνάσχοιε δεόμενος τὴν ψυχὴν ἀπὸ τῶν μελῶν χωρισθεῖσαν ὑπεισελθεῖν εἰς τὸν οἶκον τοῦ ᾅδου· εἴθε γὰρ, ὦ Ζεῦ πάτερ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον οὕτως ἀκμάζοιμι, ὥσπερ ἡνίκα ἐπὶ τῷ ταχέως ῥέοντι Κελάδοντι ποταμῷ ἐπολέμουν συναθροιζόμενοι οἱ Πύλιοι, καὶ οἱ πολεμικοὶ Ἀρκάδες παρὰ τοῖς τείχεσι τῆς Φειᾶς πόλεως περὶ τὰ ῥεῖθρα καὶ ῥεύματα τοῦ Ἰαρδάνου· τούτοις δὲ πρόμαχος ἵστατο Ἐρευθαλίων ἀνὴρ ἴσος θεῷ, ὅπλα ἔχων ἐν τοῖς ὤμοις Ἀρηιθόου τοῦ βασιλέως, Ἀρηιθόου τοῦ ἐνδόξου, ὃν κατ᾽ ἐπωνυμίαν Κορυνήτην οἱ ἄνδρες ἐκάλουν, καὶ αἱ περικαλλῶς ἐσταλμέναι γυναῖκες· διότι οὐ τόξῳ καὶ δόρατι μακρῷ ἐπολέμει, ἀλλὰ ῥοπάλῳ σιδηρῷ ἔσχιζε καὶ ἔτρεπε τὰς τάξεις. τοῦτον Λυκοῦργος ἀπέκτεινε δόλῳ, οὐκ ἰσχύϊ, ἐν ὁδῷ στενῇ, ὅπου δὴ αὐτῷ τὸ ῥόπαλον οὐκ ἀπεσόβησε τὸν ὄλεθρον, τὸ σιδηροῦν· προφθὰς γὰρ ὁ Λυκοῦργος ἔτρωσεν αὐτὸν κατὰ τὸ μέσον τῷ δόρατι· οὗτος δὲ ἐπὶ τὰ νῶτα πεσὼν τῷ ἐδάφει ἐπεστηρίχθη· καὶ τὰ ὅπλα ἐσκύλευσεν, ἅπερ αὐτῷ ὁ χαλκοῦς Ἄρης παρέσχετο· καὶ ταῦτα μὲν αὐτὸς μετὰ ταῦτα ἐφόρει, ἐπὶ τὴν συμπλοκὴν τοῦ πολέμου· ἐπεὶ δὲ ὁ Λυκοῦργος ἐν τοῖς οἴκοις ἐγήρασεν, ἔδωκεν Ἐρευθαλίωνι τῷ ἀγαπητῷ θεράποντι φορεῖν. οὗτος τὰ ὅπλα ἔχων προεκαλεῖτο τοὺς ἀρίστους ἅπαντας, οὗτοι δὲ πάνυ ἔτρεμον καὶ ἐφοβοῦντο, οὐδέ τις ἐτόλμα· ἀλλ᾽ ἐμὲ δὲ ἡ καρτερὰ ψυχὴ ἀναπείσασα ἐφώρμησε πολεμεῖν εὐτολμίᾳ ἰδίᾳ· ἡλικίᾳ δὲ νεώτατος πάντων ἦν, καὶ ἐμαχόμην αὐτῷ ἐγώ, ἔδωκέ μοι δὲ καύχημα ἡ Ἀθηνᾶ· τοῦτον δὴ τὸν μέγιστον, καὶ ἰσχυρότατον ἄνδρα ἀπέκτεινα, μέγας γάρ τις ἔκειτο παραιωρούμενος, καὶ ἐκτεταμένος τῇδε κἀκεῖσε, εἴθε οὕτως ἀκμάζοιμι, ἰσχὺς δέ μοι βεβαία εἴη, ταύτῃ γὰρ ταχέως ἂν μετάσχοιε καὶ ἐπιτύχοιε πολέμου Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν. ὑμῶν δὲ οἳ πάρεισιν ἀριστεῖς καὶ πρόμαχοι πάντων τῶν Ἑλλήνων, οὐδὲ αὐτοὶ προθύμως προθυμεῖσθε ἐναντίον τοῦ Ἕκτορος παραγενέσθαι. | 120 |
οὔτως ὠνείδισεν ὁ γέρων. οὗτοι δὲ ἐννέα οἱ πάντες ἀνέστησαν· ὥρμησε καταπολὺ πρῶτον ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων, ἐπὶ τούτῳ δὲ ὥρμησεν ὁ υἱὸς τοῦ Τυδέως, ὁ ἰσχυρὸς Διομήδης, ἐπὶ τούτοις δὲ οἱ δύο Αἴαντες, τολμηρὰν καὶ πολεμικὴν ἐνδεδεμένοι ἰσχύν· ἐπὶ τούτοις δὲ ὁ Ἰδομενεύς, καὶ ὁ ὁπαδὸς καὶ θεράπων τοῦ Ἰδομενέως, Μηριόνης ὁ ἰσοστάσιος τῷ ἀνδροκτόνῳ Ἄρει· ἐπὶ τούτοις δὲ ὁ Εὐρύπυλος, ὁ λαμπρὸς υἱὸς τοῦ Εὐαίμονος· ἀνέστη δὲ καὶ Θόας ὁ υἱὸς τοῦ Ἀνδραίμονος, καὶ ὁ ἔνδοξος Ὀδυσσεύς. πάντες γὰρ οὗτοι ἤθελον πολεμεῖν τῷ ἐνδόξῳ Ἕκτορι· τούτοις δ᾽ αὖθις ἐπεῖπεν ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ· λαχμῷ νῦν κινήθητε διὰ πάντων, ὃς ἂν καὶ λάχῃ· οὗτος γὰρ ὠφελήσει τοὺς εὐόπλους Ἕλληνας, καὶ δὴ καὶ αὐτὸς τὴν ἑαυτοῦ ψυχὴν ὠφελήσει, ἐὰν διαφύγῃ ἐκ τοῦ ἀφανιστικοῦ πολέμου, καὶ τῆς χαλεπῆς μάχης. | 161 |
οὕτως εἶπεν. οὗτοι ἕκαστος λαχμὸν ἐσημείωσαν, ἐνέβαλον δὲ αὐτοὺς τῇ περικεφαλαίᾳ τοῦ Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως. οἱ λαοὶ δὲ ηὔξαντο, τὰς χεῖρας δὲ τοῖς Θεοῖς ᾖραν. οὕτω δέ τις εἶπεν ἀποβλέψας εἰς τὸν πλατὺν οὐρανόν· ὦ Ζεῦ πάτερ, δὸς ἢ τὸν Αἴαντα λαχεῖν, ἢ τὸν υἱὸν τοῦ Τυδέως ἢ αὐτὸν τὸν βασιλέα τῆς πολυχρύσου Μυκήνης. | 175 |
οὕτω δὴ εἶπον. ἐκίνει δὲ ὁ ἀπὸ τῆς Γερήνης ἱππικὸς Νέστωρ, ἐξώρμησε δὲ τῆς περικεφαλαίας ὁ κλῆρος, ὃν δὴ ἤθελον αὐτοί, τοῦ Αἴαντος. ὁ κῆρυξ δὲ κομίζων πανταχοῦ ἀνὰ τὸ πλῆθος ἔδειξεν ἐπιδεξίως πᾶσι τοῖς ἀριστεῦσι τῶν Ἑλλήνων· οὗτοι δὲ μὴ γινώσκοντες ἀπηρνοῦντο πάντες ἀλλ᾽ ὁπηνίκα δὴ εἰς τοῦτον ἀφίκετο κομίζων πανταχοῦ ἀνὰ τὸν στρατόν, ὃς αὐτὸν ἐπιγράψας καὶ σημειώσας, ἐνέβαλε τῇ περικεφαλαίᾳ ὁ λαμπρὸς Αἴας, ὁ μὲν ὑφήπλωσε τὴν χεῖρα, ὁ δὲ ἐνέβαλε πλησίον στάς, ἔγνω δὲ θεασάμενος τὸ σημεῖον τοῦ κλήρου, ἐχάρη δὲ τῇ ψυχῇ· τοῦτον μὲν οὖν παρὰ τὸν ἑαυτοῦ πόδα εἰς γῆν ἔρριψε, καὶ εἶπεν· ὦ φίλοι, ὁ μὲν κλῆρος, ἐμός, χαίρω δὲ κἀγὼ τῇ ψυχῇ· ἐπειδὴ νομίζω νικήσειν τὸν ἔνδοξον Ἕκτορα· ἀλλ᾿ ἄγετε ἐνόσῳ ἂν ἐγὼ τὰ πολεμικὰ ὅπλα ἐνδύωμαι, ἐν τοσούτῳ ὑμεῖς εὔχεσθε τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου τῷ βασιλεῖ μετὰ σιγῆς ἐφ᾿ ὑμῶν αὐτῶν, ἵνα μὴ οἱ Τρῷες ἀκούσωσιν, ἢ καὶ φανερῶς, ἐπειδὴ ὅμως οὐδένα φοβούμεθα· οὐδεὶς γάρ με ἰσχύϊ ἑκὼν ἄκοντα διώξει, οὐδὲ ἀγνοίᾳ τε καὶ ἀπειρίᾳ, ἐπειδὴ οὐδ᾽ ἐμαυτὸν ἀμαθῆ οὕτω, καὶ ἀπαίδευτον ἐλπίζω γεννηθῆναι καὶ τραφῆναι ἐν τῇ Σαλαμῖνι. | 181 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ηὔχοντο τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου τῷ βασιλεῖ. οὕτω, δέ τις εἶπεν ἀναβλέψας εἰς τὸν πλατὺν οὐρανὸν. ὦ Ζεῦ πάτερ, ὁ ἀπὸ τῆς Ἴδης βασιλεύων, ἐνδοξότατε, ὑψηλότατε, δὸς τῷ Αἴαντι νίκην καὶ καύχημα λαμπρὸν ἀπενέγκασθαι· εἰ δὲ καὶ τὸν Ἕκτορα φιλεῖς καὶ φροντίζεις αὐτοῦ, ἴσην ἑκατέρῳ ἰσχὺν καὶ δόξαν παράσχου. | 200 |
οὕτω δὴ εἶπον· ὁ Αἴας δὲ καθωπλίζετο, λαμπροτάτῳ σιδήρῳ δὲ πάντα τὰ ὅπλα τῷ σώματι περιέθηκε, ὥρμησε μετὰ ταῦτα, οἷος πρόεισιν ὁ μέγιστος Ἄρης, ὅστις πορεύεται εἰς τὸν πόλεμον ἐπ' ἄνδρας, οὓς ὁ υἱὸς τοῦ Κρόνου ψυχοφθόρου φιλονεικίας δυνάμει συνέβαλε πολεμεῖν· τοιοῦτος δὴ ὥρμησεν Αἴας ὁ μέγας, τὸ περίφραγμα τῶν Ἑλλήνων, μειδιῶν καὶ διαχεόμενος καταπληκτικῷ προσώπῳ, κάτωθεν δὲ τοῖς ποσὶ ἐπορεύετο μεγάλως καὶ ὑπερηφάνως βηματίζων, σείων τὸ μακρὸν δόρυ· τοῦτον δὲ καὶ οἱ Ἕλληνες μεγάλως ἔχαιρον βλέποντες. τοὺς Τρῷας δὲ τρόμος χαλεπὸς ὑπέδυ πάντας κατὰ τὰ μέλη, καὶ τῷ Ἕκτορι αὐτῷ ἡ ψυχὴ ἐν τῷ στήθει ἔσφυζε καὶ ἐκινεῖτο, ἀλλ᾽ οὐκέτι εἶχεν ἀποδειλιάσαι, οὐδὲ ἀναχωρῆσαι ὀπίσω εἰς τὸ πλῆθος τῶν λαῶν, ἐπειδὴ προὐκαλέσατο εἰς μάχην. Αἴας δὲ ἐγγὺς παρεγένετο βαστάζων ἀσπίδα καθάπερ πύργον χαλκήν, ἑπτάβυρσον, ἣν αὐτῷ κατεσκεύασε καμὼν ὁ Τύχιος, ὁ ἐξόχως ἄριστος τῶν σκυτοτόμων ἐν τῇ Ὕλῃ πόλει τὴν οἰκίαν οἰκῶν, ὃς αὐτῷ ἐποίησεν ἀσπίδα ποικίλην ἐξ ἑπτὰ βυρσῶν ταύρων εὐτραφῶν, ὄγδοον δὲ ἐφήπλωσε χαλκόν· ταύτην ἔμπροσθεν τοῦ στέρνου φέρων Αἴας ὁ Τελαμῶνος ἔστη δὴ πάνυ ἐγγὺς τοῦ Ἕκτορος, ἀπειλήσας δὲ εἶπε πρὸς αὐτόν· ὦ Ἕκτορ, νυνὶ δήπου σαφῶς γνώσῃ μόνος πρὸς μόνον, ὁποῖοι καὶ ἐν τοῖς Ἕλλησιν ἀριστεῖς ὑπάρχουσι, καὶ μετὰ Ἀχιλλέα τὸν ῥηγνύντα τῇ ἀνδρείᾳ τὰς τάξεις, τὸν λέοντος ὁρμὴν ἔχοντα· ἀλλ᾽ οὗτος μὲν ἐν ταῖς ναυσὶ ταῖς καμπυλοπρύμνοις ταῖς περώσαις τὸν πόντον κάθηται, ὀργισθεὶς Ἀγαμέμνονι τῷ βασιλεῖ τοῦ στρατοῦ· ἡμεῖς δὲ ἐσμὲν τοιοῦτοι, οἳ ἄν σοι ἀπαντήσαιμεν, καὶ πολλοὶ· ἀλλ᾽ ἄρχου μάχης, καὶ πολέμου. | 206 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν· ὦ Αἶαν ἐκ τοῦ Διὸς ἕλκων τὸ γένος, υἱὲ Τελαμῶνος, ἡγεμὼν τῶν λαῶν, μηδαμῶς μου ἀποπειρῶ καθάπερ παιδὸς ἀσθενοῦς, ἢ γυναικός, ἣ οὐκ ἐπίσταται ἔργα πολεμικά· ἐγὼ δὲ καλῶς οἶδα τὰς μάχας καὶ τὰς ἀνδροκτονίας, ἐπίσταμαι πρὸς τὰ δεξιά, ἐπίσταμαι πρὸς τὰ ἀριστερὰ κινῆσαι τὴν ἀσπίδα τὴν ἐκ βύρσης ξηρᾶς, δι᾿ ὃ ἔνεστί μοι καρτερῶς πολεμεῖν, ἐπίσταμαι δὲ ἐφορμῆσαι καὶ διεγεῖραι μάχην τῶν ταχέων ἵππων, ἐπίσταμαι δὲ ἐν τῇ συστάδην καὶ ἐκ χειρὸς μάχῃ τέρπεσθαι τῷ πολεμικῷ Ἄρει· ἀλλὰ γὰρ οὐκ ἐθέλω βαλεῖν σε τοιοῦτον ὄντα λαθραίως περιβλεψάμενος, ἀλλὰ φανερῶς ἐὰν ἐπιτύχω. | 233 |
εἶπε δή, καὶ ἀνασείσας ἀφῆκε τὸ μακρὸν δόρυ, καὶ ἔβαλε τὴν φοβερὰν ἀσπίδα τὴν ἑπτάβυρσον τοῦ Αἴαντος κατὰ τὸν ἀκρότατον χαλκόν, ὃς ὄγδοος ἦν ἐπ᾿ αὐτῇ· διῆλθε δὲ τὰς ἓξ ἐπιδιπλώσεις τέμνων ὁ ἀκαταπόνητος σίδηρος, ἐν τῇ ἑβδόμῃ δὲ βύρσῃ κατεσχέθη. δεύτερον δὲ Αἴας ὁ ἐκ τοῦ Διὸς ἕλκων τὸ γένος ἀφῆκε τὸ μακρὸν δόρυ, καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τὴν πανταχόθεν ἴσην ἤτοι τὴν κυκλοτερῆ, τοῦ υἱοῦ τοῦ Πριάμου. διὰ μὲν οὖν τῆς λαμπρᾶς ἀσπίδος διεπέρασε τὸ ἰσχυρὸν δόρυ, καὶ διὰ τοῦ πολυποικίλου θώρακος ἥρμοστο καὶ ἐπάγη· καταντικρὺ δὲ παρὰ τὴν λαγόνα διέσχισε τὸν χιτῶνα τὸ δόρυ· οὗτος δὲ ἐκάμφθη, καὶ ἐξέφυγε τὴν θανατηφόρον μέλαιναν μοῖραν. οὗτοι δὲ ἐκσπασάμενοι ταῖς χερσὶ τὰ μακρὰ δόρατα, ὁμοῦ ἀμφότεροι, συνέβαλον δὴ ὅμοιοι λέουσιν ὠμοβόροις, ἢ χοίροις ἀγρίοις, ὧν ἡ δύναμις οὐκ ἀσθενής. ὁ υἱὸς μὲν οὖν τοῦ Πριάμου μετὰ ταῦτα ἔβαλε δόρατι τὸ μέσον τῆς ἀσπίδος, οὐδὲ διέτεμε τὸν χαλκόν, ἀνεκάμφθη δὲ αὐτῷ ἡ ἐπιδορατίς· ὁ Αἴας δὲ ἔπληξε τὴν ἀσπίδα ἐπιπηδήσας, τὸ δόρυ δὲ διόλου διεπέρασε, συνετάραξε δὲ αὐτὸν προθύμως ὁρμῶντα, τμητικῶς δὲ ἐπὶ τὸν αὐχένα ἦλθεν, αἷμα δὲ μέλαν ἀνεπήδα καὶ ἀνεφέρετο· ἀλλ᾽ οὐδὲ οὕτως ἀπεπαύετο τῆς μάχης ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ, ἀλλὰ μικρὸν ἀναχωρήσας ἔλαβε τῇ παχείᾳ χειρὶ λίθον κείμενον ἐν τῷ πεδίῳ, μέλανα, καὶ τραχὺν, καὶ μέγαν· τούτῳ δὲ ἔβαλε τὴν φοβερὰν ἑπτάβυρσον ἀσπίδα τοῦ Αἴαντος κατὰ τὸν μέσον ὀμφαλόν, ἦχον δὲ μέγαν ὁ χαλκὸς ἀπετέλεσεν. δεύτερον δὲ ὁ Αἴας πολλῷ μείζονα λίθον ἄρας, ἀφῆκε συστρέψας, ἐπεστήριξε δὲ δύναμιν μεγίστην, ἐντὸς δὲ τὴν ἀσπίδα κατέαξε, πλήξας πέτρᾳ μυλοειδεῖ, ἔβλαψε δὲ αὐτῷ τὰ προσφιλῆ γόνατα· οὗτος δὲ κατὰ τὰ νῶτα ἐξηπλώθη, ὑπὸ τῆς ἀσπίδος συνωθησθείς, ταχέως δὲ αὐτὸν ἤγειρεν ὁ Ἀπόλλων· καὶ δὴ ξίφεσιν ἐκ τοῦ σύνεγγυς ἐτιτρώσκοντο ἄν, εἰ μὴ κήρυκες οἱ ἄγγελοι τοῦ Διὸς καὶ τῶν ἀνδρῶν παρεγένοντο, ὁ μὲν τῶν Τρῴων, ὁ δὲ τῶν σιδηροθωράκων Ἑλλήνων, ὅ τε Ταλθύβιος, καὶ ὁ Ἰδαῖος, ἀμφότεροι συνετοί, ἐν μέσῳ δὲ ἀμφοτέρων τὰς ῥάβδους κατέσχον, καὶ λόγον εἶπεν Ἰδαῖος ὁ κῆρυξ συνετὰ βουλεύματα ἐπιστάμενος· μὴ περαιτέρω πολεμεῖτε ἀγαπητοὶ παῖδες, μηδὲ μάχεσθε· ἑκάτερον γὰρ ὑμῶν φιλεῖ ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς, ἀμφότεροι δὲ πολεμισταί ἐστε, καὶ τοῦτο δὴ σύμπαντες οἴδαμεν, νὺξ δὲ ἤδη ὑπάρχει, καλόν ἐστι πείθεσθαι καὶ νυκτί. πρὸς τοῦτον δὲ ἀποκρινόμενος Αἴας ὁ Τελαμῶνος εἶπεν· ὦ Ἰδαῖε, τῷ Ἕκτορι εἴπατε ταῦτα φάναι, αὐτὸς γὰρ εἰς μάχην προὐκαλέσατο πάντας τοὺς ἀρίστους· ἀρχὴν ποιείτω, ἐγὼ δὲ πάνυ ὑπακούσομαι, ἐὰν οὗτος. | 244 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίων κινῶν· ὦ Αἶαν, ἐπειδή σοι ἔδωκεν ὁ θεὸς μέγεθος, καὶ ἰσχὺν, καὶ φρόνησιν, δόρατι δὲ καὶ πολέμῳ κράτιστος τῶν Ἑλλήνων ὑπάρχεις, νυνὶ μὲν λήξωμεν τῆς μάχης καὶ τοῦ πολέμου σήμερον· μετὰ ταῦτα δὲ πολεμήσομεν, ἕως ἂν ὁ θεὸς ἡμᾶς διαχωρίσῃ, δώσῃ δὲ τῇ ἑτέρᾳ μερίδι νίκην· νὺξ δὲ ἤδη ὑπάρχει, καλόν ἐστι καὶ νυκτὶ πεισθῆναι, ἵνα σύ τε εὐφράνῃς καὶ τέρψῃς πάντας τοὺς Ἕλληνας παρὰ ταῖς ναυσί, καὶ μάλιστα τοὺς σοὺς πολίτας καὶ φίλους οἵ σοι ὑπάρχουσιν. ἐγὼ δὲ κατὰ τὴν μεγάλην πόλιν τοῦ βασιλέως Πριάμου τοὺς Τρῷας εὐφράνω καὶ τὰς Τρῳάδας τὰς ἑλκούσας τοὺς πέπλους, αἵτινες εὐχόμεναί μοι, εἰσδύνουσι τὸν θεῖον ἀγῶνα, ἤτοι τὸν περὶ τὰ ἱερά, ἔνθα οἱ θεοὶ αὐλίζονται διὰ τὰ ἀγάλματα. ἄγε δὲ δῶμεν ἀλλήλοις ἀμφότεροι δῶρα ὑπερένδοξα, ὅπως τις ἀπὸ τῶν Ἑλλήνων καὶ τῶν Τρῴων οὕτως εἴπῃ· τῷ ὄντι μὲν ἐπολέμησαν περὶ φιλονεικίας ψυχοφθόρου, τῷ ὄντι δὲ διεχωρίσθησαν ἐν φιλίᾳ ἁρμοσθέντες καὶ συμβιβασθέντες. οὕτω δὴ εἰπών, ἐχαρίσατο αὐτῷ ξίφος ἥλους ἀργυροὺς ἔχον, σὺν τῇ ξιφοθήκῃ καὶ τῷ καλῶς τετμημένῳ ἀναφορεῖ ἐπιφέρων· ὁ Αἴας δὲ ζώνην θωρακίτην ἐδωρήσατο, φοινικίνῳ χρώματι λελαμπρυσμένην. οὗτοι δὲ διαχωρισθέντες, ὁ μὲν ἐπὶ τὸν στρατὸν τῶν Ἑλλήνων ἐπανῆκεν, ὁ δὲ εἰς τὸν ὄχλον τῶν Τρῴων ἀπῄει, οὗτοι δὲ ἐχάρησαν, ὅτε ἐθεάσαντο αὐτὸν ζῶντα καὶ ὑγιᾶ προσερχόμενον, ἐκφυγόντα τὴν ἰσχὺν καὶ τὰς ἀπροσπελάστους χεῖρας τοῦ Αἴαντος· καὶ δὴ ἀπῆγον αὐτὸν εἰς τὴν πόλιν μὴ ἐλπίσαντες σῷον καὶ ὑγιᾶ εἶναι· τὸν Αἴαντα δὲ ἐξ ἑτέρου μέρους οἱ εὔοπλοι Ἕλληνες ἀπῆγον εἰς τὸν ἔνδοξον Ἀγαμέμνονα, χαίροντα ἐπὶ τῇ νίκῃ. | 287 |
οὗτοι δὲ ἐπειδὴ ἐν ταῖς σκηναῖς τοῦ υἱοῦ τοῦ Ἀτρέως ἐγένοντο, τούτοις βοῦν ἔθυσεν ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων ἄρρενα, πενταετῆ, τῷ μεγαλοδυνάμῳ υἱῷ τοῦ Κρόνου. τοῦτον ἐξέδερον, καὶ περιεῖπον, καὶ ὅλον αὐτὸν διεμέρισαν, διεῖλον δὲ εἰς μικρὰ μετ᾿ ἐπιστήμης, καὶ περιέπειραν τοῖς ὀβελίσκοις, καὶ ὤπτησαν νουνεχῶς τε καὶ ἐμπείρως, καὶ ἐξείλκυσαν ἅπαντα. ἐπεὶ δὲ ἀπεπαύσαντο τῶν ἔργων, καὶ τὴν εὐωχίαν παρεσκεύασαν, εὐωχοῦντο, οὐκέτι ψυχή τινος ἐδεῖτο τροφῆς ἐν κοινῇ τραπέζῃ προκειμένης· τὸν Αἴαντα δὲ νώτοις διηνεκῶς ἐτίμα ὁ ἥρως ὁ υἱὸς τοῦ Ἀτρέως, ὁ μέγας βασιλεὺς Ἀγαμέμνων· ἐπεὶ δὲ τὴν ἐπιθυμίαν ἀνεπλήρωσαν τῆς πόσεως, καὶ τῆς τροφῆς, τούτοις ὁ γέρων Νέστωρ πρὸ πάντων συνείρειν καὶ κατασκευάζειν ἤρχετο βουλήν, οὗ καὶ πρότερον ἡ βουλὴ ἀρίστη ἐδόκει, ὅς τις καλῶς φρονῶν ἐδημηγόρησε, καὶ ἐν μέσῳ αὐτῶν εἶπεν· ὦ υἱοὶ τοῦ Ἀτρέως, καὶ ὦ ἄλλοι ἀριστεῖς τῶν πάντων Ἑλλήνων, πολλοὶ μὲν ἀπέθανον Ἕλληνες κομῶντες τὰς κεφαλάς, ὧν τὸ μὲν μέλαν αἷμα νῦν περὶ τὸν καλλίρρουν Σκάμανδρον διεσκόρπισε ὁ ὀξὺς πόλεμος, αἱ ψυχαὶ δὲ εἰς ᾅδου κατέβησαν, δι᾿ ὅ σε δεῖ τὸν μὲν πόλεμον τῶν Ἑλλήνων ἅμα τῇ ἡμέρᾳ, ἤτοι ἕωθεν, παῦσαι. ἡμεῖς δὲ συναθροισθέντες ἐξ ἁμαξῶν οἴσομεν (φέρωμεν) δεῦρο τὰ σώματα διὰ βοῶν καὶ ἡμιόνων, κατακαύσομεν δὲ αὐτὰ μικρὸν πόρρωθι πρὸ τῷ νεῶν (πόρρω τῶν νεῶν) ὡς ἂν ἕκαστος τοῖς παισὶ τὰ ὀστᾶ ἐπ᾽ οἴκου κομίσῃ, ὁπηνίκα δὴ ὑποστρέφομεν εἰς τὴν γῆν τὴν πατρίδα· τάφον δὲ περὶ τὴν πυρκαιὰν ἕνα διὰ χώματος ποιήσωμεν, ἐκπορευθέντες ἔξω τῆς πεδιάδος, ἄκριτον, ἤτοι μὴ καθέκαστον τῶν τεθνηκότων διακρινόμενον (χωριζόμενον)· παρ᾿ αὐτὸν δὲ ταχέως οἰκοδομήσωμεν τείχη ὑψηλά, φυλακὴν τῶν τε νεῶν καὶ ἡμῶν αὐτῶν, ἐν αὐτοῖς δὲ πύλας κατασκευάσωμεν καλῶς καὶ ἀσφαλῶς ἡρμοσμένας, ὅπως δι᾽ αὐτῶν ὁδὸς ἱππική, καὶ ἔξοδος τοῦ στρατεύματος ὑπάρχοι, ἔξωθεν δὲ σκάψαντες ποιήσωμεν ἐγγὺς τάφρον βαθεῖαν, ἥτις ἂν τοὺς ἵππους καὶ τοὺς ἄνδρας κατέχοι καὶ φυλάττοι μεταξὺ οὖσα, μήποτ' ἐπέλθῃ καὶ ἐπισχύσῃ πόλεμος τῶν ὑπερηφάνων Τρῴων. | 313 |
οὕτως εἶπεν. οὗτοι δ᾽ ἄρα πάντες οἱ βασιλεῖς συνῄεσαν τοῖς εἰρημένοις. ὁμοίως δὲ καὶ τῶν Τρῴων συναγωγὴ καὶ ἐκκλησία ἐγένετο ἐν τῇ ἀκροπόλει τῆς Ἰλίου φοβερὰ καὶ ταραχώδης παρὰ ταῖς τοῦ Πριάμου θύραις· ἐν τούτοις δὲ Ἀντήνωρ ὁ συνετὸς ἔρχετο δημηγορεῖν οὕτω· ἀκούσατέ μου ὦ Τρῷες, καὶ Δάρδανοι, καὶ βοηθοὶ ἵνα εἴπω ἅ με ἡ ψυχὴ ἐν τῷ στήθει προτρέπει· φέρε δὴ τὴν Πελοποννησίαν Ἑλένην, καὶ τὰ χρήματα σὺν αὐτῇ, ἀποδῶμεν τοῖς υἱοῖς τοῦ Ἀτρέως ἀπάγειν, νυνὶ γὰρ τοὺς πιστοὺς καὶ βεβαίους ὅρκους ἀθητήσαντες, καὶ παραβάντες μαχόμεθα, δι᾿ ὃ οὐκ ἐπικερδὲς καὶ ὠφέλιμον ἡμῖν ἐλπίζω ἐκτελεσθῆναι, ἐὰν μὴ πράζωμεν οὕτως· | 344 |
ὁ μὲν οὕτως εἰπὼν ἐκάθισε. ἐν τούτοις δὲ ἠγέρθη ὁ ἔνδοξος Ἀλέξανδρος, ὁ ἀνὴρ τῆς Ἑλένης τῆς καλλικόμου, ὅστις αὐτῷ ἀνταποκρινόμενος λόγους ταχεῖς ἔλεγεν οὕτω· ὦ Ἀντῆνορ, σὺ δήπου οὐδαμῶς ἐμοὶ κεχαρισμένα ταῦτα δημηγορεῖς· οἶδας μέν τοι καὶ ἄλλον λόγον κρείσσονα τούτου διανοηθῆναι καὶ εἰπεῖν, εἰ δὲ ἀληθῶς που τοῦτον σπουδάζων ὡς κρείσσονα λέγεις, ἐξαπώλεσαν δήπουθεν αὐτοὶ οἱ θεοὶ τὸν σὸν λογισμόν, ἐγὼ δὲ ἐν τοῖς Τρῳσὶ τοῖς ἱππικοῖς δημηγορήσας ἐρῶ, διαρρήδην γὰρ ἀπαγορεύω, τὴν μὲν γυναῖκα οὐκ ἀποδώσω, τὰ χρήματα δὲ ὅσα ἤγαγον ἐκ τοῦ Ἄργους εἰς τὸ ἡμέτερον δῶμα, πάντα βούλομαι ἀποδοῦναι, καὶ ἔτι ἐκ τοῦ οἴκου ἕτερα προσθεῖναι. | 354 |
ὁ μὲν οὕτως εἰπὼν ἐκάθισεν. ἐν τούτοις δ᾽ ἀνέστη ὁ τοῦ Δαρδάνου ἀπόγονος Πρίαμος, ὁ τοῖς θεοῖς κατὰ γνώμην παραπλήσιος, ὃς εὖ φρονῶν ἐδημηγόρησε, καὶ εἶπεν ἐν αὐτοῖς· ἀκούσατέ μου, ὦ Τρῷες, καὶ Δάρδανοι, καὶ βοηθοί, ἵνα εἴπω ἃ με ἡ ψυχὴ ἐν τῷ στήθει προτρέπει. νῦν μὲν δεῖπνον λάβετε κατὰ τὸ στρατόπεδον ὡς τὸ πρότερον, καὶ φυλακῆς μνήσθητε, καὶ ἐπιμελήθητε, καὶ γρηγορήσατε πάντες· ἕωθεν δὲ πορευθήτω ὁ Ἰδαῖος ἐπὶ τὰς βαθείας ναῦς (τῶν Ἑλλήνων) εἰπεῖν τοῖς υἱοῖς τοῦ Ἀτρέως, τῷ τε Ἀγαμέμνονι, καὶ τῷ Μενελάῳ τὸν λόγον τοῦ Ἀλεξάνδρου, οὗ χάριν ἡ παροῦσα φιλονεικία ἐγήγερτο, καὶ ἔτι τοῦτον εἰπεῖν τὸν νουνεχῆ λόγον, ἐὰν βούλωνται λῆξαι τοῦ κακοήχου πολέμου ἕως ἂν τοὺς νεκροὺς κατακαύσωμεν, ὕστερον δὲ πάλιν πολεμήσομεν, ἕως ἂν ὁ θεὸς ἡμᾶς διαχωρίσῃ, δῷ δὲ τῷ ἑτέρῳ μέρει τὴν νίκην. | 365 |
οὕτως εἶπεν. οὗτοι δὲ λίαν αὐτοῦ ἐπήκουσαν καὶ ἐπείσθησαν. δεῖπνον οὖν μετὰ ταῦτα ἔλαβον κατὰ τὸ στρατόπεδον ἐν ταῖς τάξεσι. ἕωθεν δὲ ὁ Ἰδαῖος ἐπορεύθη ἐπὶ τὰς βαθείας ναῦς· εὗρε δὲ τοὺς Ἕλληνας τοὺς ὑπηρέτας τοῦ Ἄρεος ἐν ἐκκλησία παρὰ τῇ πρύμνῃ τῆς νεὼς τοῦ Ἀγαμέμνονος ὁ κῆρυξ δὲ ὁ μεγαλόφωνος στὰς ἐν μέσῳ, εἶπεν αὐτοῖς· ὦ υἱὲ τοῦ Ἀτρέως, καὶ ἄλλοι εὔοπλοι Ἕλληνες, ὅ τε Πρίαμος καὶ οἱ ἄλλοι λαμπροὶ Τρῷες ἐκέλευσαν εἰπεῖν, εἴπερ ἂν ὑμῖν προσφιλὲς καὶ χαρίεν εἴη, λόγον τοῦ Ἀλεξάνδρου, οὗ χάριν ἡ παροῦσα ἔρις ἐγήγερται. τὰ μὲν χρήματα, ὅσα Ἀλέξανδρος ἐν ταῖς ναυσὶ ταῖς βαθείαις ἤγαγεν εἰς τὴν Τροίαν, ὃς εἴθε ἀπώλετο πρὶν ἢ ταῦτα ποιῆσαι, πάντα βούλεται ἀποδοῦναι, καὶ προσέτι ἐκ τοῦ οἴκου προσθεῖναι ἄλλα· τὴν δὲ ἐκ παρθενίας γαμετὴν τοῦ ἐνδόξου Μενελάου οὐκ ἀποδώσειν φησίν· ὄντως που αὐτὸν οἱ Τρῷες παρακελεύονται ἀποδοῦναι. καὶ δὴ τόνδε τὸν λόγον ἐκέλευσαν εἰπεῖν, ἐὰν βούλησθε λῆξαι τοῦ κακοήχου πολέμου, ἕως ἂν τὰ σώματα καύσωμεν· μετὰ ταῦτα δὲ πολεμήσομεν, ἕως ἂν ὁ θεὸς ἡμᾶς διαχωρίσῃ, δώσῃ δὲ τῇ ἑτέρᾳ μερίδι νίκην. | 379 |
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἥσυχοι ἐγένοντο σιωπῇ· μετὰ χρόνον δέ τινα Διομήδης ὁ κατὰ πόλεμον ἀγαθὸς εἶπεν αὐτοῖς· μηδεὶς νῦν μήτε χρήματα Ἀλεξάνδρου δεχέσθω, μήτε τὴν Ἑλένην· γνωστὸν γάρ ἐστι καὶ αὐτῷ, ὃς λίαν ἀσύνετός ἐστιν, ὅτι τοῖς Τρῳσὶν ἤδη τὰ τοῦ ἀφανισμοῦ πέρατα ἐπίκεινται. οὕτως εἶπεν. οἱ υἱοὶ δὲ τῶν Ἑλλήνων πάντες ἐπεβόησαν, λόγον θαυμάσαντες τοῦ ἱππικοῦ Διομήδους. καὶ δὴ τότε Ἀγαμέμνων ὁ βασιλεὺς εἶπε πρὸς τὸν Ἰδαῖον· ὦ Ἰδαῖε, τὸν μὲν λόγον τῶν Ἑλλήνων καὶ σὺ ἀκούεις, ὅπως σοι ἀποκρίνονται, ἐμοὶ δὲ οὕτως ἀρέσκει. περὶ δὲ τῶν νεκρῶν, κατακαίειν οὐ φθονῶ, οὐ γάρ τις φειδωλία (φροντὶς) νεκρῶν ἀποθανόντων γίνεται, ἐπειδὰν ἀποθάνωσι, διὰ πυρὸς ταχέως μειλίσσεσθαι, ἤτοι κηδεύειν καὶ θάπτειν. τοὺς ὅρκους δὲ ὁ Ζεὺς γινωσκέτω ὁ μεγάλως κτυπῶν ἀνὴρ τῆς Ἥρας. | 398 |
οὕτως εἰπὼν ἀνέτεινε τὸ σκῆπτρον πᾶσι τοῖς θεοῖς ὀπισθορμήτως δὲ ἐπορεύθη ὁ Ἰδαῖος εἰς τὴν ἱερὰν Ἴλιον. οἱ Τρῷες δέ, καὶ οἱ τοῦ Δαρδάνου ἀπόγονοι, ἐκάθηντο πάντες συνηθροισμένοι, προσδεχόμενοι πότε δὴ ἀφίκοιτο ὁ Ἰδαῖος. Οὗτος δ᾽ οὖν ἀφίκετο, καὶ τὴν ἀγγελίαν ἀπεδοκίμασε, καὶ ὡς ἀνωφελῆ ἀνήγγειλεν, ὅτι μὴ προσεδέξαντο τὴν πρεσβείαν οἱ Ἕλληνες, στὰς ἐν μέσῳ. οὗτοι δὲ καθωπλίζοντο μάλα ταχέως καὶ εὐτρεπίζοντο κατ᾽ ἀμφότερον, οἱ μὲν τοὺς νεκροὺς ἄγειν, ἄλλοι δὲ ἐπὶ τὴν ξυλαγωγίαν ᾤχοντο· οἱ Ἕλληνες δὲ ἀφ' ἑτέρου μέρους ἀπὸ τῶν εὐκαθέδρων νεῶν παρώξυνον, τούς τε νεκροὺς ἄγειν, ἄλλοι δὲ ἐπὶ ξυλαγωγίαν ᾤχοντο. | 412 |
ὁ ἥλιος μὲν οὖν μετὰ ταῦτα ἄρτι ταῖς ἀκτίσι προσέβαλε τῇ γῇ, ἐκ τοῦ ἀκυμάντου καὶ πρᾴως ῥέοντος βαθύρρου Ὠκεανοῦ ἀνερχόμενος εἰς τὸν Οὐρανόν· οὗτοι δὲ συνήντων ἀλλήλοις, ὅπου ἐπιγνῶναι ἕκαστον ἄνδρα χαλεπὸν ἦν, ἀλλὰ ὕδατι ἀπονίπτοντες τὸ μετὰ ἱδρῶτος καὶ κόνεως αἷμα, δάκρυα θερμὰ καταχέοντες ἐπὶ τῶν ἁμαξῶν ἄραντες ἐπέθηκαν· οὐδὲ συνεχώρει κλαίειν ὁ μέγας Πρίαμος, οὗτοι δὲ μετὰ σιωπῆς τὰ σώματα ἐπὶ τῆς πυρᾶς συνήθροιζον (ἐσώρευον) λυπούμενοι καὶ ἀλγοῦντες τὴν ψυχήν· καύσαντες δὲ πυρί, ἐπορεύθησαν εἰς τὴν ἱερὰν Ἴλιον. ὡσαύτως δὲ ἀφ᾿ ἑτέρου μέρους οἱ εὔοπλοι Ἕλληνες τὰ σώματα ἐπὶ τῆς πυρᾶς ἐσώρευον, λυπούμενοι κατὰ ψυχήν· καύσαντες δὲ πυρὶ ἐπορεύθησαν ἐπὶ τὰς βαθείας ναῦς· | 421 |
ὁπηνίκα δὲ οὔπω δὴ ἦν ἡμέρα, ἔτι δὲ ἦν λυκόφως, ἤτοι τὸ μεταξὺ νυκτὸς καὶ νοῦς σκοτῶδες, τηνικαῦτα δὴ περὶ τὴν πυρὰν συνήθροιστο ὁ λαὸς τῶν Ἑλλήνων κριτός, ἤτοι εἰς αὐτὸ τοῦτο κριθεὶς τὸ περὶ τὴν πυρκαϊὰν ἐκπονῆσαι· τάφον δὲ περὶ αὐτὴν ἕνα ἐποίουν ἐκπορευθέντες τοῦ πεδίου, ἄκριτον ἤτοι μὴ καθέκαστον διακρινόμενον, περὶ αὐτὸν δὲ ᾠκοδόμησαν τεῖχος, πύργους ὑψηλούς, φυλακὴν τῶν τε νεῶν καὶ ἑαυτῶν· ἐν αὐτοῖς δὲ πύλας κατεσκεύαζον καλῶς ἡρμοσμένας, ὅπως δι᾽ αὐτῶν ὑπάρχοι ὁδὸς ἱππική, ἔξωθεν δὲ ἔσκαψαν τάφρον βαθεῖαν ἐπ᾿ αὐτῷ, πλατεῖαν καὶ μεγάλην, περὶ αὐτὴν δὲ ὀρθὰ ξύλα κατέπηξαν. | 433 |
οὕτω μὲν οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες ἐνήργουν. οἱ θεοὶ δὲ παρὰ τῷ Διὶ τῷ ἀστράπτοντι καθήμενοι, ἐθαύμαζον τὸ μέγα ἔργον τῶν σιδηροθωράκων Ἑλλήνων. τούτοις δὲ λόγων ἤρχετο ὁ τὴν γῆν σείων Ποσειδῶν λέγων· ὦ Ζεῦ πάτερ ἆρά τις ἐστὶν ἀνὴρ ἐπὶ τῆς ἀπείρου γῆς, ὅστις ἔτι (τοῦ λοιποῦ) τοῖς ἀθανάτοις θεοῖς τὴν διάνοιαν καὶ τὴν βουλὴν ἀντερεῖ; οὐχ ὁρᾷς, ὅτε δὴ οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες ᾠκοδόμησαν τεῖχος ὑπὲρ τῶν νεῶν, περὶ αὐτὸ δὲ τάφρον ἐξέτειναν, καὶ ἐποίησαν, οὐδὲ τοῖς θεοῖς προσήνεγκαν θυσίας ἐνδόξους; τούτου δὴ ἡ ἔνδοξος φήμη ἔσται, καθ᾽ ὅσον χῶρον ἐφαπλοῦται ἡ ἡμέρα. τούτου δὲ ἀμνημονήσουσιν, ὅπερ ἐγὼ καὶ Ἀπόλλων ὁ λαμπρός τε καὶ καθαρὸς Λαομέδοντι τῷ ἥρωϊ ἐτειχίσαμεν κακοπαθήσαντες. | 442 |
πρὸς τοῦτον δὲ μεγάλως βαρυνθείς, καὶ στενάζων εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· Φεῦ φεῦ, ὦ κινητὰ γῆς μεγαλοδύναμε, οἷον εἶπας; ἄλλος τις ἂν ἀπὸ τῶν θεῶν φοβηθείη τὸ νόημα καὶ ἐνθύμημα τοῦτο, ὅστις πολλῷ ἀσθενέστερός σου ὑπάρχει τὰς χεῖράς τε καὶ τὴν δύναμιν· τὸ σὸν δὴ κλέος ἔσται, καθ᾽ ὅσον χῶρον ἐφαπλοῦται ἡ ἡμέρα· ἄγε μήν, ὅταν δὴ οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες πορευθῶσι σὺν ταῖς ναυσὶν ἐπὶ τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, τὸ τεῖχος καταλύσας, τοῦτο μὲν ἅπαν εἰς τὴν θάλασσαν κατάχεον, πάλιν δὲ τὸν μέγαν αἰγιαλὸν τοῖς ψάμμοις κατακάλυψον, ὅπως ἄν σοι τὸ μέγα τεῖχος τῶν Ἑλλήνων καταλυθῇ καὶ ἀφανισθῇ. | 454 |
οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον, ἔδυτε ὁ ἥλιος, ἀπήρτιστο δὲ τὸ ἔργον τῶν Ἑλλήνων, βοῦς δὲ ἐφόνευον κατὰ τὰς σκηνὰς εἰς δείπνου κατασκευήν, καὶ ἐδειπνοποιοῦντο. νῆες δὲ ἐκ τῆς Λήμνου παρεγένοντο κομίζουσαι οἶνον πολλαί, ἃς ἔπεμψεν Εὔνηος ὁ υἱὸς τοῦ Ἰάσονος, ὃν δὴ ἔτεκεν ἡ Ὑψιπύλη εὐνηθεῖσα Ἰάσονι τῷ βασιλεῖ τῶν λαῶν· ἰδίᾳ δὲ τοῖς υἱοῖς τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι καὶ τῷ Μενελάῳ ἔδωκεν ὁ υἱὸς τοῦ Ἰάσονος ἄγειν οἶνον χίλια μέτρα. ἐντεῦθεν δὴ οἶνον ὠνοῦντο οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες, ἄλλοι μὲν διὰ σιδήρου λαμπροῦ, ἄλλοι δὲ διὰ δερμάτων, ἄλλοι δὲ δι᾽ αὐτῶν τῶν βοῶν, ἄλλοι δὲ δι᾿ αἰχμαλώτων· ἐποιοῦντο δὲ δαψιλῆ εὐωχίαν. Δι᾽ ὅλης μὲν οὖν τῆς νυκτὸς μετὰ ταῦτα οἱ τὰς κεφαλὰς κομῶντες Ἕλληνες εὐωχοῦντο, οἱ Τρῷες δὲ καὶ οἱ σύμμαχοι αὐτῶν κατὰ τὴν πόλιν· δι᾽ ὅλης δὲ τῆς νυκτὸς κακὰ αὐτοῖς ἐβουλεύετο ὁ βουλευτικὸς Ζεύς, καταπληκτικῶς βροντῶν· τούτους δὲ χλωροποιὸς φόβος κατελάμβανε, οἶνον δὲ ἐκ τῶν ποτηρίων εἰς γῆν κατέχεαν, οὐ δὲ ὑπέμεινέ τις πιεῖν πρότερον, πρὶν ἢ σπεῖσαι τῷ μεγαλοδυνάμῳ υἱῷ τοῦ Κρόνου· ἀνεκλίθησαν δ᾽ οὖν μετὰ ταῦτα, καὶ τὸ δῶρον τοῦ ὕπνου ἔλαβον, ἤτοι αὐτὸ τὸ κοίμημα, ὅπερ ἡμῖν ὁ σωματοειδὴς ὕπνος δωρεῖται. | 464 |