Koine Greek paraphrase by Theodorus Gaza
τῶν Τρῴων δὲ καὶ Ἑλλήνων ἡ χαλεπὴ μάχη ἐμονώθη· πολλὰ δ᾽ ἐνταῦθα κᾀκεῖσε ἐπ᾽ εὐθείας ὥρμησεν ὁ πόλεμος διὰ τοῦ πεδίου, ἀλλήλων κατ᾿ εὐθὺ βαλλόντων τὰ σιδηρᾶ δόρατα, μεταξὺ τῶν ῥευμάτων τοῦ Σιμοῦντος καὶ τοῦ Ξάνθου. | 001 |
πρῶτος δὲ Αἴας ὁ Τελαμῶνος τὸ τῶν Ἑλλήνων περίφραγμα, ἔρρηξε καὶ ἔτρεψε τὴν φάλαγγα τῶν Τρῴων, φῶς δὲ τοῖς φίλοις ἐποίησεν, ἄνδρα τρώσας, ὃς ἄριστος ἐν τοῖς Θραξὶν ἦν, Ἀκάμαντα τὸν υἱὸν τοῦ Εὐσώρου, τὸν μέγαν τε καὶ γενναῖον. τοῦτον δὴ ἔτρωσε πρῶτος κατὰ τὸ μετωπίδιον τῆς ἱππείας τρίχας ἐχούσης περικεφαλαίας· ἐνέπηξε δὲ τῷ μετώπῳ, ἐπέρασε δὲ εἰς τὸ ὀστοῦν ἡ σιδηρᾶ ἐπιδορατίς· σκότος δὲ αὐτὸν κατ᾽ ὀφθαλμοὺς ἐκάλυψεν. | 005 |
Ἄξυλον δὲ ἀπέκτεινεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης, τὸν υἱὸν τοῦ Τεύθραντος, ὅς τις κατῴκει ἐν τῇ καλῶς ἐκτισμένῃ Ἀρίσβῃ πλούσιος τῇ περιουσίᾳ, φίλος δὲ ἦν τῶν ἀνθρώπων· πάντας γὰρ ἐφίλει παρὰ τὴν ὁδὸν τὴν οἰκίαν οἰκῶν· ἀλλ᾿ οὐδεὶς τούτων αὐτῷ ἀπεσόβησε τότε τὴν χαλεπὴν φθορὰν ὑπερασπίσας, καὶ ἐναντιωθεὶς Διομήδῃ· ἀλλ᾿ ἀμφοτέρων ἀφείλετο τὴν ψυχήν, αὐτοῦ τε καὶ Καλησίου τοῦ θεράποντος, ὃς δὴ τότε τῶν ἵππων ἦν ἡνίοχος· οὗτοι δὲ ἀμφότεροι εἰσῆλθον εἰς γῆν. | 012 |
Εὐρύαλος δὲ τὸν Δρῆσον καὶ Ὀφέλτιον ἀπέκτεινεν, ὥρμησε δὲ ἐπὶ Αἴσηπον καὶ Πήδασον, οὓς ποτὲ ἡ νύμφη ἡ Ναῒς ἡ Ἄβαρβαρέα ἔτεκε Βουκολίωνι τῷ ἀμέμπτῳ· ὁ Βουκολίων δὲ ἦν υἱὸς τοῦ λαμπροῦ Λαομέδοντος, πρεσβύτατος τῇ ἡλικίᾳ· ἐκ λαθρείας δὲ μίξεως ἔτεκεν αὐτὸν ἡ μήτηρ· ποιμαίνων δὲ παρὰ τοῖς προβάτοις ἐμίγη αὐτῇ συνουσίᾳ καὶ κοίτῃ· αὕτη δὲ ἔγκυος γενομένη ἔτεκε παῖδας διδύμους· καὶ τούτων μὲν τὴν ἰσχὺν καὶ τὰ λαμπρὰ μέλη διέλυσεν ὁ υἱὸς τοῦ Μηκιστίου, καὶ ἀπὸ τῶν ὤμων τὰ ὅπλα ἐσκύλευε· | 020 |
Ἀστύαλον δὲ ἀπέκτεινεν ὁ ἐν πολέμῳ καρτερὸς Πολυποίτης· Πηδύτην δὲ τὸν ἀπὸ Περκώσου τῆς πόλεως ἀπέκτεινεν Ὀδυσσεὺς δόρατι σιδηρῷ. ὁ Τεῦκρος δὲ τὸν ἔνδοξον Ἀρετάονα Ἀντίλοχος δὲ Ἄβληρον ἀπέκτεινε δόρατι λαμπρῷ, ὁ υἱὸς τοῦ Νέστορος· Ἔλατον δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων. κατῴκει δὲ παρὰ τὰς ὄχθας Σατνιοῦντος τοῦ καλλίρρου ποταμοῦ, τὴν ὑψηλὴν Πήδασον· Φύλακον δὲ ἀνεῖλεν Λήϊτος ὁ ἥρως φεύγοντα· Εὐρύπυλος δὲ Μελάνθιον ἀπέκτεινεν. | 029 |
τὸν Ἄδραστον δὲ μετὰ ταῦτα ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος ζῶντα ἐκράτησεν· οἱ ἵπποι γὰρ αὐτῷ ταραττόμενοι φόβῳ διὰ τοῦ πεδίου κλάδῳ ἐμποδισθέντες μυρίκης τὸ ἐπικαμπὲς ἅρμα συντρίψαντες, κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ, αὐτοὶ μὲν ἐπορεύθησαν ἐπὶ τὴν πόλιν, ὅπου οἱ ἄλλοι ταραττόμενοι ἔφευγον· αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος ἐκυλίσθη παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον, κατὰ στόμα ἐν τῇ γῇ· ἐφέστηκε δὲ αὐτῷ Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως, κατέχων δόρυ μακρόν. ὁ Ἄδραστος δὲ μετὰ ταῦτα λαβόμενος τῶν γονάτων παρεκάλει αὐτόν, λέγων· ὦ υἱὲ τοῦ Ἀτρέως ζῶντα με ἄγε, σὺ δ᾽ ἂν λάβοις λύτρα ἀντάξια. πολλὰ δὲ ἐν τῷ οἴκῳ τοῦ πλουσίου μοι πατρὸς χρήματα ἀπόθετα κεῖνται, χαλκός τε καὶ χρυσός, καὶ ὁ ὑπὸ πολλοῦ καμάτου γινόμενος σίδηρος· ἀπὸ τούτων ἄν σοι μετὰ χαρᾶς δοίη ὁ πατὴρ πλεῖστα λύτρα ἐὰν ἐμὲ ζῶντα ἀκούσῃ ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων. | 037 |
οὕτως εἶπεν· τούτῳ δὲ τὴν ψυχὴν ἐν τοῖς στήθεσιν ἔπειθε. καὶ δὴ αὐτὸν ταχέως ἔμελλε δώσειν τῷ ἑαυτοῦ θεράποντι κατάξειν ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· ἀλλ᾿ ὁ Ἀγαμέμνων ἐξεναντίας ἦλθε τρέχων, καὶ ἀπειλήσας λόγον εἶπεν· ὦ ἀνειμένε καὶ ἔκλυτε, ὦ Μενέλαε, τί καὶ σὺ φείδῃ οὕτως ἀνδρῶν; ὄντως που ἄριστα πρός σε γέγονε κατὰ τὸν οἶκον παρὰ τῶν Τρῴων· μηδεὶς τούτων διαφύγοι τὴν χαλεπὴν φθοράν, καὶ τὰς ἡμετέρας χεῖρας· μηδὲ ὅντινα ἐν τῇ γαστρὶ ἡ μήτηρ νήπιον (ἄρρενα) ὄντα βαστάζοι, μηδ᾽ οὗτος ἀποφύγοι· ἀλλ᾿ ὁμοῦ πάντες ἐκ τῆς Ἰλίου ἀπόλοιντο, ἄνευ κηδείας, καὶ ἀφανεῖς, ὡς μὴ δὲ μνημεῖον αὐτῶν παραλείπεσθαι· | 051 |
οὕτως εἰπὼν παρέτρεψε τὴν τοῦ ἀδελφοῦ διάνοιαν ὁ ἥρως πρέποντα παραινέσας· ὁ δὲ ὤθησεν ἀφ᾽ ἑαυτοῦ τῇ χειρὶ Ἄδραστον τὸν ἥρωα· τοῦτον δὲ Ἀγαμέμνων ὁ βασιλεὺς ἔτρωσε κατὰ τὴν λαγόνα· οὗτος δὲ κατέπεσεν· ὁ υἱὸς δὲ τοῦ Ἀτρέως λακτικῶς ἐπιβὰς τῷ στήθει, ἐξείλκυσε τὸ ἐκ μελίας δένδρου δόρυ. | 061 |
ὁ Νέστωρ δὲ τοῖς Ἕλλησι παρεκελεύετο μεγάλως φωνήσας· ὦ προσφιλεῖς ἥρωες Ἕλληνες ὑπηρέται τοῦ Ἄρεος, μηδεὶς νῦν σκύλων ἐπιθυμῶν, ὀπίσω μενέτω, ὡσὰν πλεῖστα κομίζων ἐπὶ τὰς ναῦς ἀφίκηται· ἀλλὰ τοὺς ἄνδρας ἀποκτείνωμεν· μετὰ ταῦτα δὲ καὶ ταῦτα ἐφ' ἡσυχίας κατὰ τὸ πεδίον τοὺς τεθνεῶτας νεκροὺς ἀφαιρήσεσθε. | 066 |
οὕτως εἰπὼν ἑκάστου ἰσχύν τε καὶ ψυχὴν παρώξυνεν. τότε δὴ οἱ Τρῷες ὑπὸ τῶν πολεμικῶν Ἑλλήνων ἀνέβησαν ἂν εἰς τὴν Ἴλιον τῇ ἑαυτῶν ἀσθενείᾳ δαμασθέντες, εἰ μὴ τῷ Αἰνείᾳ καὶ τῷ Ἕκτορι εἶπε παραγενόμενος Ἕλενος ὁ υἱὸς τοῦ Πριάμου ὁ ἐξόχως ἄριστος τῶν οἰωνοσκόπων. ὦ Αἰνεία καὶ Ἕκτορ, ἐπειδὴ ὁ κατὰ πόλεμον πόνος ὑμῖν μάλιστα τῶν Τρῴων, καὶ τῶν συμμάχων ἐρῄρεισται καὶ ἐπίκειται, διότι ἄριστοι ἐπὶ πᾶσαν ὀρθότητα (ὁρμὴν) ὑπάρχετε καὶ τοῦ φρονεῖν καὶ τοῦ μάχεσθαι, στῆτε αὐτόθι, καὶ τὸν στρατὸν κωλύοντες κατέχετε πρὸ τῶν πυλῶν, πανταχόσε πορευόμενοι, πρὶν ἂν ἐν ταῖς χερσὶ τῶν γυναικῶν πεσεῖν φεύγοντας, τοῖς πολεμίοις δὲ χαρὰν καὶ εὐφροσύνην γενέσθαι. ἐπειδὰν δὲ τὰς τάξεις πάσας πρὸς πόλεμον παροξύνητε, ἡμεῖς μὲν τοῖς Ἕλλησι πολεμήσομεν αὐτοῦ καρτεροῦντες, καίπερ λίαν καταπονούμενοι· ἀνάγκῃ γὰρ κατεπείγει καὶ βιάζεται· σὺ δέ, ὦ Ἕκτορ, ἐπὶ τὴν πόλιν ἀπέρχου, εἰπὲ δὲ μετὰ ταῦτα τῇ σῇ μητρὶ καὶ ἐμῇ· αὕτη δὲ συναθροίζουσα τὰς γεραιὰς εἰς τὸν ναὸν τῆς εὐοφθάλμου Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει, καὶ ἀνοίξασα τῇ κλειδὶ τὰς θύρας τοῦ ἱεροῦ δόμου, τὸν πέπλον ὃς αὐτῇ δοκεῖ λαμπρότατός τε καὶ μέγιστος εἶναι ἐν τῷ οἴκῳ, καὶ ἐκείνῃ αὐτῇ κατὰ πολὺ φίλτατος, θέτω ἐπὶ τοῖς γόνασι τῆς καλλικόμου Ἀθηνᾶς· καὶ ὑποσχέσθαι αὐτῇ δώδεκα βοῦς ἐν τῷ ναῷ ἐνιαυσιαίας, ἀδαμάστους θύσειν, ἐὰν ἐλεήσῃ καὶ οἰκτείρῃ τὴν πόλιν, καὶ τὰς γυναῖκας, καὶ τὰ μικρὰ τέκνα τῶν Τρῴων· ἐὰν τὸν υἱὸν τοῦ Τυδέως ἀποστήσῃ τῆς ἱερᾶς Ἰλίου, τὸν θηριώδη πολεμιστήν, τὸν ἰσχυρὸν ἐπιστήμονα τῆς μάχης, ὃν δὴ ἐγὼ οἴομαι ἰσχυρότατον τῶν Ἑλλήνων εἶναι· οὐδὲ Ἀχιλλέα ποτὲ οὕτως ἐφοβούμεθα τὸν ἡγεμόνα τοῦ λαοῦ, ὃν λέγουσιν ἐκ θεᾶς εἶναι· ἀλλ᾽ οὗτος γε λίαν ἐνθουσιᾷ, οὐδέ τις δύναται ἐξισοῦσθαι αὐτῷ κατὰ δύναμιν. | 072 |
οὕτως εἶπεν· ὁ Ἕκτωρ δὲ οὐκ ἠπείθησε τῷ ἀδελφῷ. εὐθὺς δὲ ἐκ τοῦ δίφρου σὺν τοῖς ὅπλοις χαμαὶ κατεπήδησε, κινῶν δὲ τὸ ὀξὺ δόρυ ἐπορεύθη πανταχόσε κατὰ τὸν στρατὸν παροξύνων μάχεσθαι· ἤγειρε δὲ μάχην χαλεπήν. οὗτοι δὲ συνεστράφησαν, καὶ ἐναντίον ἔστησαν τῶν Ἑλλήνων· οἱ Ἕλληνες δὲ ὑπεχώρησαν, τοῦ φόνου δὲ ἐπαύσαντο· ᾠήθησαν δέ τινα τῶν ἀθανάτων θεῶν ἐκ τοῦ οὐρανοῦ τοῦ τοὺς ἀστέρας ἔχοντος κατελθεῖν, βοηθήσοντα τοῖς Τρῳσίν, ἐπειδὴ συνεστράφησαν. ὁ Ἕκτωρ δὲ μεγάλως βοήσας παρεκελεύετο τοῖς Τρῳσί, λέγων· ὦ Τρῷες, καὶ Λύκιοι, καὶ Δάρδανοι συστάδην μαχόμενοι, ἀνδρεῖοι ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ ἰσχύος ὁρμητικῆς, μέχρι ἂν ἐγὼ πορευθῶ πρὸς τὴν Ἴλιον, καὶ τοῖς γέρουσιν εἴπω τοῖς βουλευταῖς, καὶ ταῖς ἡμετέραις γαμεταῖς τοῖς θεοῖς εὔξασθαι, ὑποσχέσθαι δὲ θυσίας μεγάλας. | 102 |
οὕτως εἰπὼν ἀπῆλθεν ὁ τὴν κόρυν ταχέως κινῶν Ἕκτωρ, περιέτυπτε δὲ αὐτὸν κατὰ τοὺς ἀστραγάλους, καὶ τὸν αὐχένα τὸ μέλαν δέρμα, ἤτοι ἡ δερματίνη περιφέρεια, ἡ ὑστάτη περιέκειτο τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος. | 116 |
Γλαῦκος δὲ ὁ υἱὸς τοῦ Ἱππολόχου, καὶ ὁ υἱὸς τοῦ Τυδέως, εἰς τὸ μέσον ἀμφοτέρων τῶν στρατευμάτων συνήρχοντο, πολεμεῖν προθυμούμενοι· οὗτοι δὲ ἡνίκα δὴ ἐγγὺς ἐγένοντο ἀλλήλοις ἐπερχόμενοι, πρὸς τοῦτον πρότερον εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· τίς δὲ σὺ ὑπάρχεις, ὦ βέλτιστε, ἀπὸ τῶν θνητῶν ἀνθρώπων; οὐδεπώποτε γάρ σε τεθέαμαι ἐν τῇ μάχῃ τῇ δοξαζούσῃ τοὺς ἄνδρας τὸ πρότερον· νῦν δέ γε κατὰ πολὺ πάντας ὑπερβάλλεις τῇ σῇ εὐτολμίᾳ, ὅτε τὸ ἐμὸν μακρὸν δόρυ ὑπέμεινας· ἀθλίων δὲ καὶ κακοδαιμόνων υἱοὶ τῇ ἐμῇ ἀπαντῶσιν ἰσχύι. εἰ δέ τις ἀπὸ τῶν ἀθανάτων θεῶν κατῆλθες ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἂν ἐγώ τοῖς οὐρανίοις θεοῖς πολεμοίην· καὶ γὰρ οὐδὲ ὁ υἱὸς τοῦ Δρύαντος, ὁ ἰσχυρὸς Λυκοῦργος ἐπὶ πολὺ ἦν, ὃς δὴ τοῖς οὐρανίοις θεοῖς διεφέρετο· ὅς τις ποτὲ τοῦ φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος καὶ ἐνθουσιῶντος Διονύσου τὰς τροφοὺς ἐδίωκε, κατὰ τὸ ἱερὸν ὄρος τὸ Νυσήιον· αὗται δὲ ὁμοῦ πᾶσαι τοὺς θύρσους εἰς γῆν κατέχεαν, ὑπὸ Λυκούργου τοῦ ἀνδροκτόνου τυπτόμεναι μάστιγι· ὁ Διόνυσος δὲ φοβηθεὶς κατέδυ εἰς τὸ κῦμα τῆς θαλάσσης· ἡ Θέτις δὲ ὑπεδέξατο αὐτὸν εἰς τὸν κόλπον φοβούμενον· τρόμος γὰρ ἰσχυρὸς κατεῖχεν αὐτὸν τῇ τοῦ ἀνδρὸς ἀπειλῇ. τούτῳ μὲν οὖν μετὰ ταῦτα ὠργίσθησαν οἱ θεοὶ οἱ ῥαδίως ζῶντες, καὶ ἐποίησεν αὐτὸν τυφλὸν ὁ τοῦ Κρόνου υἱός· οὐ τοίνυν ἔτ᾽ ἐπὶ πολὺ ἔζησεν· ἐπειδὴ πᾶσι τοῖς ἀθανατοῖς θεοῖς ἐμισεῖτο. οὐδ᾽ ἐγὼ τοῖς μακαρίοις θεοῖς βουλοίμην ἂν μάχεσθαι· εἰ δέ τις εἶ ἀπὸ τῶν ἀνθρώπων, οἳ τὸν τῆς γῆς καρπὸν ἐσθίουσι, ἐγγύτερον παραγενοῦ, ὅπως ἂν τάχιον καταλάβῃς τὰ πέρατα τοῦ ὀλέθρου. | 119 |
πρὸς τοῦτον δὲ ὁ λαμπρὸς υἱὸς τοῦ Ἱππολόχου ἔλεγεν· ὦ μεγαλόψυχε υἱὲ τοῦ Τυδέως, τί δὴ τὴν γενεὰν ἐρωτᾶς; οἵα ἐστὶν ἡ τῶν φύλλων γενεά, τοιαύτη ἐστὶ καὶ ἡ τῶν ἀνθρώπων· τῶν φύλλων τὰ μὲν ἄνεμος χαμαὶ χέει, ἄλλα δὲ ὁ δὲ δρυμὸς ὁ πολυθαλὴς βλαστάνει, ἔαρος δ᾽ ἐπιγίνεται ὥρη· οὕτω καὶ ἡ τῶν ἀνθρώπων γενεά, ἡ μὲν φύεται, ἡ δὲ ἀποπαύεται. εἰ δὲ βούλει, καὶ ταῦτα μάθε, ὅπως καλῶς γνῶς τὴν ἡμετέραν γενεάν, πολλοὶ δὲ αὐτὴν ἄνδρες οἴδασιν· ἔστι πόλις Ἔφυρα κατὰ τὸ ἐνδότερον μέρος τοῦ ἱπποτρόφου Ἄργους, ἐκεῖ δὴ Σίσυφος ἦν, ὃς πανουργότατος ἀνδρῶν ἐγένετο, ὁ Σίσυφος ὁ υἱὸς τοῦ Αἰόλου· οὗτος τοίνυν ἐγέννησεν υἱὸν τὸν Γλαῦκον· οὗτος δὲ ὁ Γλαῦκος ἐγέννησε τὸν ἄμεμπτον͵ Βελλεροφόντην· τούτῳ δὲ οἱ θεοὶ κάλλος καὶ ἀνδρείαν ἐπέραστον παρέσχον· Προῖτος δὲ αὐτῷ κακὰ ἐν τῇ ψυχῇ ἐβουλεύσατο, ὃς δὴ ἐκ τοῦ δήμου ἀπήλασεν, ἐπειδὴ κατὰ πολὺ κρείττων ἦν τῶν Ἑλλήνων, Ζεὺς γὰρ ὑπὸ τὴν βασιλείαν αὐτοῦ τὸν δῆμον ὑπέταξεν· τούτου δὲ ἡ γαμετὴ τοῦ Προίτου ἠράσθη ἡ ἔνδοξος Ἄντεια, συνευνασθῆναι αὐτῷ συνουσίᾳ λαθραίᾳ· ἀλλὰ τοῦτον οὐδαμῶς κατέπειθεν ἀγαθὰ φρονοῦντα τὸν συνετὸν Βελλεροφόντην. αὕτη δὲ ψευδῶς πρὸς Προῖτον τὸν βασιλέα ἔλεγεν. ὦ Προῖτε, ἀποθάνοις, ἢ ἀπόκτεινον τὸν Βελλεροφόντην, ἤτοι καλόν σοι ἀποθανεῖν, εἰ μὴ τιμωρήσῃ τοῦτον, ὅς τις ἐβουλήθη συνευνασθῆναί μοι συνουσίᾳ μὴ βουλομένῃ. οὕτως εἶπε· τὸν βασιλέα δὲ κατέσχε θυμός, οἷον ἤκουσε· ἀποκτεῖναί γε μὴν ἐξέκλινε, σεβαστὸν γὰρ τοῦτο ἡγήσατο καὶ ᾐδέσθη ἐν τῇ ψυχῇ, ἔπεμψεν δὲ αὐτὸν εἰς τὴν Λυκίαν, ἔδωκε δ᾽ οὗτος γράμματα χαλεπά, γράψας ἐν πινακιδίῳ ἐσφραγισμένῳ ἀλγεινὰ πλεῖστα· δεῖξαι δὲ αὐτὰ ἐκέλευσε τῷ ἑαυτοῦ πενθερῷ, ὅπως ἀποθάνοι. οὗτος δὲ ἐπορεύθη εἰς τὴν Λυκίαν σὺν ἀγαθῇ προπομπῇ τῶν θεῶν· ἀλλ᾿ ὅτε δὴ τὴν Λυκίαν κατέλαβε καὶ Ξάνθον τὸν ῥευματώδη ποταμόν, φιλοφρόνως αὐτὸν ἐτίμα ὁ βασιλεὺς τῆς πλατείας καὶ μεγάλης Λυκίας· ἐπὶ ἐννέα ἡμέρας ἐξένισεν αὐτόν, καὶ ἐννέα βοῦς ἔθυσεν. ἀλλ᾿ ὁπηνίκα δὴ ἡ δεκάτη ῥοδόχρους ἡμέρα ἐφάνη, τότε αὐτὸν ἠρώτα, καὶ ἐζήτει τὸ γράμμα ἰδεῖν, ὅπερ ἂν αὐτῷ παρὰ Προίτου τοῦ γαμβροῦ κομίζοι. ἐπεὶ δὲ τὸ χαλεπὸν γράμμα τοῦ γαμβροῦ ἐδέξατο, πρῶτον μὲν τὴν ἀκαταμάχητον Χίμαιραν ἐπέταξε ἀνελεῖν· αὕτη δὲ ἦν γέννημα θεῖον, οὐκ ἀνθρώπινον, τὰ μὲν ἔμπροσθεν λέων ἦν, τὰ δὲ ὄπισθεν δράκων, τὰ δὲ μέσα χίμαιρα, φοβερὰν δύναμιν πυρὸς καιομένου ἀποπνέουσα· καὶ ταύτην μὲν ἀνεῖλε τοῖς τῶν θεῶν τέρασι, καὶ σημείοις πειθαρχήσας. τὸ δεύτερον δὲ τοῖς Σολύμοις ἐπολέμησε τοῖς ἐνδόξοις· ἰσχυροτάτην δὲ ταύτην γε μάχην ἀνδρῶν εἶπεν εἰσελθεῖν, ἤτοι πολεμῆσαι. τὸ τρίτον δὲ ἀνεῖλεν Ἀμαζόνας τὰς τοῖς ἀνδράσιν ἀντιτασσομένας τούτῳ δὲ ἐπανιόντι ἄλλον δόλον ἰσχυρὸν κατεσκεύαζε· ἐκλεξάμενος ἐκ τῆς πλατείας καὶ μεγάλης Λυκίας ἄνδρας κρατίστους, ἐκάθισεν ἐνέδραν. οὗτοι δὲ οὐκ εἰς τοὐπίσω ἐπὶ τὸν οἶκον ὑπέστρεψαν· πάντας γὰρ ἀπέκτεινεν ὁ ἄμεμπτος Βελλεροφόντης. ἀλλ᾿ ὁπηνίκα δὴ ἐπέγνω θεοῦ υἱὸν ἀγαθὸν ὄντα, ἐκεῖ κατέσχεν αὐτόν, ἔδωκε δ᾽ οὗτος τὴν ἑαυτοῦ θυγατέρα Κασσάνδραν· ἔδωκε δὲ αὐτῷ τῆς βασιλικῆς ἁπάσης τιμῆς τὸ ἥμισυ· ἔτι γε μὴν οἱ Λύκιοι χωρίον ἐξέταμον αὐτῷ ἐξόχως τῶν ἄλλων, καλὸν γῆς φυτευσίμου καὶ ἀροσίμου, ὅπως αὐτὸ καρποῖτο. αὕτη δὲ ἔτεκε τρία τέκνα τῷ συνετῷ Βελλεροφόντῃ, τόν τε Ἴσανδρον, καὶ τὸν Ἱππόλοχον, καὶ τὴν Λαοδάμειαν. τῇ μὲν οὖν Λαοδαμείᾳ συνευνάσθη ὁ βουλευτικὸς Ζεύς. αὕτη δὲ ἔτεκε τὸν ἰσόθεον Σαρπηδόνα τὸν πολεμιστήν. ἀλλ᾽ ἐπειδὴ δὴ καὶ ἐκεῖνος ἐμισεῖτο πᾶσι τοῖς θεοῖς, οὗτος μὲν μόνος ἐπλανᾶτο κατὰ τὸ πεδίον τὸ Ἀλήιον, ἐν ᾧ οἷος αὐτὸς ἠλᾶτο, τὴν ἑαυτοῦ ψυχὴν κατεσθίων, τὴν μετ᾿ ἀνθρώπων ἀναστροφὴν ἐκκλίνων. Ἴσανδρον δὲ τὸν υἱὸν αὐτοῦ Ἄρης, ὁ ἀκόρεστος τοῦ πολέμου, μαχόμενον τοῖς ἐνδόξοις Σολύμοις ἐφόνευσε. τὴν δὲ Λαοδάμειαν ἡ καλλίδιφρος Ἄρτεμις ὀργισθεῖσα ἀπέκτεινεν. ὁ Ἱππόλοχος δέ με ἐγέννησε, καὶ ἐκ τούτου γενέσθαι φημί. ἔπεμψε δέ με εἰς Τροίαν, καὶ μοι πάνυ πολλὰ ἐνετείλατο ἀεὶ ἀνδραγαθεῖν, καὶ ὑπέροχον τῶν ἄλλων καὶ ἔκκριτον εἶναι· μὴ δὲ τὸ γένος τῶν προγόνων αἰσχύνειν, οἳ μάλα κράτιστοι ἐγένοντο ἔν τε τῇ Ἐφύρᾳ (Κορίνθῳ) καὶ ἐν τῇ πλατείᾳ καὶ μεγάλῃ Λυκίᾳ. ταύτης δὴ τῆς γενεᾶς, καὶ τοῦ σπέρματος εἶναι καυχῶμαι. | 144 |
οὕτως εἶπεν. ἐχάρη δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης. τὸ δόρυ μὲν οὖν κατέπηξεν ἐπὶ τῇ γῇ τῇ πολλοὺς βοσκούσῃ καὶ τρεφούσῃ· οὗτος δὲ λόγοις προσηνέσι πρὸς τὸν βασιλέα τοῦ λαοῦ διελέγετο· ὄντως δή μοι φίλος πατρικὸς εἶ παλαιός· Οἰνεὺς γάρ ποτε ὁ ἔνδοξος τὸν ἄμεμπτον Βελλεροφόντην ἐξένισεν ἐν τοῖς οἴκοις, εἴκοσιν ἡμέρας κατασχὼν αὐτόν. οὗτοι δὲ καὶ ἀλλήλοις ἐχαρίσαντο περικαλλῆ ξένια. ὁ μὲν Οἰνεὺς ἔδωκε ζωστῆρα φοινικίνῳ χρώματι λελαμπρυσμένον· ὁ Βελλεροφόντης δὲ χρυσοῦν ποτήριον διπλοῦν, τὴν βάσιν δηλονότι κοίλην ἔχον. καὶ κατέλιπον αὐτὸ ἐγὼ ἐρχόμενος, ἐν τῷ ἐμῷ οἴκῳ· τοῦ Τυδέως δὲ οὐ μέμνημαι· ἐπειδή με νήπιον ὄντα κατέλιπεν, ὁπηνίκα ὁ τῶν Ἑλλήνων στρατὸς ἀπώλετο ἐν ταῖς Θήβαις. δι᾿ ὃ νῦν σοὶ μὲν ἐγὼ ξένος φίλος ἐν τῷ μέσῳ τοῦ Ἄργους ὑπάρχω· σὺ δὲ ἐμοὶ ἐν τῇ Λυκίᾳ, ὅταν εἰς τὸν δῆμον τούτων τῶν Λυκίων παραγένωμαι· τὰ δόρατα δὲ ἀλλήλων ἐκκλίνωμεν, καίτοι ἐν πλήθει ὄντες· καὶ γὰρ πολλοὶ μὲν ἐμοὶ Τρῷες, καὶ ἔνδοξοι σύμμαχοι, ἀποκτείνειν ὃν ἂν θεὸς παράσχοι καὶ τοῖς ποσὶ καταλάβω. πολλοὶ δὲ πάλιν σοὶ Ἕλληνες, ἀναιρεῖν ὃν ἂν δύνῃ· τὰ ὅπλα δὲ ἀλλήλοις ἀντικαταλλάξωμεν, ὅπως καὶ οὗτοι μάθωσιν, ὅτι φίλοι πατρικοὶ καυχώμεθα εἶναι. | 212 |
οὕτω δὴ εἰπόντες, ἀπὸ τῶν ἵππων ὁρμήσαντες, τὰς ἀλλήλων χεῖρας ἔλαβον, καὶ πίστεις ἐποιήσαντο. τότε δὴ τῷ Γλαύκῳ ἐξεῖλε καὶ ἀπώλεσε τὴν διάνοιαν ὁ υἱὸς τοῦ Κρόνου ὁ Ζεύς, ὃς πρὸς Διομήδην τὸν υἱὸν τοῦ Τυδέως ἤλλαττε τὰ ὅπλα, χρυσᾶ διδοὺς ἀντὶ χαλκῶν, καὶ ἑκατὸν βοῶν ἄξια, ἀντὶ ἀξίων ἐννέα βοῶν. | 232 |
ὁ Ἕκτωρ δὲ ἐπειδὴ τὰς Σκαιὰς πύλας καὶ τὸν πύργον κατέλαβε περὶ αὐτὸν ἔτρεχον αἱ τῶν Τρῴων γυναῖκες, καὶ θυγατέρες, ἐρωτῶσαι ὑπὲρ τῶν υἱῶν, καὶ τῶν ἀδελφῶν, καὶ τῶν συγγενῶν, καὶ τῶν ἀνδρῶν· αὐτὸς δὲ ἐκέλευσεν εὔχεσθαι τοῖς θεοῖς πάσας ἐφεξῆς· πολλαῖς δὲ λύπαι ἐπήρτηντο. | 237 |
ἀλλ᾿ ὁπηνίκα δὴ τὸν περικαλλῆ οἶκον τοῦ Πριάμου κατέλαβε τὸν γλυπταῖς στοαῖς κατεσκευασμένον· ἐν αὐτῷ δὲ πεντήκοντα ἐνῆσαν δωμάτια ἀπὸ λίθου ἐξεσμένου, ἐγγὺς ἀλλήλων κατεσκευασμένα· ἔνθα δὴ οἱ υἱοὶ τοῦ Πριάμου ἐκοιμῶντο σύν ταῖς ἑαυτῶν γυναιξὶ ταῖς κατὰ μνηστείας γαμηθείσαις· τῶν θυγατέρων δὲ ἐκ τοῦ ἑτέρου μέρους ἀπαντικρύ, ἐντὸς τῆς αὐλῆς, δώδεκα ἦσαν δωμάτια ὑπερῷα ἀπὸ λίθου ἐξεσμένου, ἐγγὺς ἀλλήλων ᾠκοδομημένα· ἔνθα δὴ οἱ γαμβροὶ ἐκοιμῶντο τοῦ Πριάμου σὺν ταῖς αἰδοῦς ἀξίαις γαμεταῖς· τηνικαῦτα αὐτῷ ἦλθεν ἐξεναντίας ἡ μήτηρ, ἡ δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, εἰς τὴν Λαοδίκην ἀπερχομένη, τὴν κατὰ μορφὴν ἀρίστην πασῶν τῶν θυγατέρων αὐτῆς· ἐνέφυ δ᾽ οὖν τῇ χειρὶ αὐτοῦ, ἤτοι περιέλαβεν αὐτῷ τὴν χεῖρα, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ τέκνον, τίποτε καταλιπῶν τὸν θρασὺν πόλεμον ἦλθες ἐνθάδε; ὄντως δὴ λίαν καταπονοῦσιν οἱ κακώνυμοι υἱοὶ τῶν Ἑλλήνων, μαχόμενοι περὶ τὴν πόλιν· σὲ δὲ ἀνέπεισεν ἡ ψυχὴ δεῦρο παραγενόμενον ᾆραι τὰς χεῖρας, καὶ εὔξασθαι τῷ Διῒ ἐκ τῆς ἀκροπόλεως· ἀλλ᾿ ἀνάμενε, ὅπως ἄν σοι οἶνον ἥδιστον ἐνέγκω, ἵνα θύσῃς τῷ Διῒ τῷ πατρί, καὶ τοῖς ἄλλοις ἀθανατοῖς θεοῖς πρῶτον· μετὰ ταῦτα δὲ καὶ σὺ ὠφεληθῇς, ἐὰν πίῃς, ἀνδρὶ γὰρ κεκοπιακότι τὴν δύναμιν μεγάλως αὔξει ὁ οἶνος, ὥσπερ σὺ κεκοπίακας βοηθῶν τοῖς σοῖς πολίταις | 242 |
ταύτῃ δὲ ἀπεκρίνατο μετὰ ταῦθ᾽ ὁ μέγας Ἕκτωρ ὁ ῥᾳδίως τὴν περικεφαλαίαν κινῶν· μή μοι οἶνον ἱλαρωτέρους τοὺς χρωμένους ποιοῦντα πρόφερε, ὦ σεβαστὴ μῆτερ, μήπως με ἐκνευρίσῃς καὶ ἀπογυμνώσῃς τῆς δυνάμεως, καὶ ἐπιλάθωμαι τῆς ἰσχύος· χερσὶ δὲ μεμολυσμένοις τῷ Διῒ θύειν οἶνον θερματικὸν εὐλαβοῦμαι, οὐδέ πη θέμις τῷ τὰ μέλαινα νέφη συνάγοντι υἱῷ τοῦ Κρόνου εὔχεσθαι τὸν αἵματι καθαρῷ, καὶ μετὰ κόνεως μεμιγμένῳ μεμολυσμένον. ἀλλὰ σὺ μὲν πρὸς τὸν ναὸν τῆς λαφυραγωγοῦ Ἀθηνᾶς ἴθι μετὰ θυμιαμάτων ἀθροίσασα τὰς πρεσβύτιδας· ὃς τις δὲ ἀπὸ τῶν πέπλων σοι λαμπρότατος, καὶ μέγιστος ὑπάρχει ἐν τῷ οἴκῳ, καὶ σοὶ αὐτῇ πάνυ προσφιλέστατος, τοῦτον θὲς ἐπὶ τοῖς γόνασι τῆς καλλικόμου Ἀθηνᾶς, καὶ ὑπόσχου αὐτῇ δώδεκα βοῦς ἐν τῷ ναῷ ἐνιαυσιαίας, ἀδαμάστους θύσειν, ἐὰν οἰκτείρῃ τήν τε πόλιν, καὶ τὰς γυναῖκας, καὶ τὰ μικρὰ παιδία τῶν Τρῴων, ἐὰν τὸν υἱὸν τοῦ Τυδέως ἀποστήσῃ τῆς ἱερᾶς Ἰλίου τὸν θηριώδη πολεμιστήν, τὸν ἰσχυρὸν ἐπιστήμονα τῆς μάχης· ἀλλὰ σὺ μὲν ἐπὶ τὸν ναὸν τῆς λαφυραγωγοῦ Ἀθηνᾶς ἴθι· ἐγὼ δὲ πρὸς τὸν Ἀλέξανδρον πορεύσομαι, ἵνα αὐτὸν καλέσω, ἐὰν ἐθέλῃ εἰπόντος μου ὑπακούειν· ὡς εἴθε αὐτῷ αὐτόθι διασταίη ἡ γῆ· μέγα γὰρ βλάβος αὐτὸν ἔτρεφεν ὁ Οὐράνιος τοῖς τε Τρῳσί, καὶ τῷ μεγαλοψύχῳ Πριάμῳ, καὶ τοῖς τούτου τέκνοις· εἰ ἐκεῖνον γε θεασαίμην καταβάντα εἰς Ἅιδου, ὑπολάβοιμι ἂν κατὰ τὴν ἐμὴν διάνοιαν ἐπιλαθέσθαι τῆς ἀτερποῦς ταλαιπωρίας. | 263 |
οὕτως εἶπεν. αὕτη δὲ ἐλθοῦσα εἰς τὸν οἶκον ταῖς θεραπενίσιν ἐκέλευσεν· αὗται δὲ συνήθροισαν κατὰ τὴν πόλιν τὰς πρεσβύτιδας· αὐτὴ δὲ εἰς τὸ εὐῶδες καὶ τεθυμιασμένον δῶμα κατέβη, ὅπου ἦσαν αὐτῇ οἱ πεποικιλμένοι καὶ πολύχροι πέπλοι, ἔργα γυναικῶν τῶν ἀπὸ τῆς Σιδῶνος, ἃς αὐτὸς ὁ θεοῦ εἶδος ἔχων Ἀλέξανδρος ἤγαγεν ἐκ τῆς Σιδῶνος, ἐπιπλεύσας τὴν πλατεῖαν θάλασσαν, κατ᾿ αὐτὴν τὴν ὁδόν, καθ᾽ ἣν τὴν εὐγενῆ Ἑλένην ἀνήγαγε. τούτων τῶν πέπλων ἕνα ἄρασα ἡ Ἑκάβη, προσέφερε δῶρον τῇ Ἀθηνᾷ, ὃς ὡραιότατος ἦν διαφόροις καλλωπίσμασι, καὶ μέγιστος, ἐξέλαμπε δὲ καθάπερ ἀστήρ· ἔκειτο δὲ ἔσχατος τῶν ἄλλων· ὥρμησε δὲ πορεύεσθαι, πολλαὶ δὲ ἐπηκολούθουν πρεσβύτιδες· | 286 |
αὗται δὲ ὁπηνίκα τὸν ναὸν κατέλαβον τῆς Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει, ἤνοιξε τὰς θύρας αὐταῖς ἡ περικαλλὴς Θεανώ, ἡ θυγάτηρ τοῦ Κισσέως, ἡ γυνὴ τοῦ ἱππικοῦ Ἀντήνορος· ταύτην γὰρ οἱ Τρῷες ἐποίησαν λειτουργὸν τῆς Ἀθηνᾶς· αὗται δὲ πᾶσαι σὺν φωνῇ θρηνητικῇ ἀνέτειναν τὰς χεῖρας· ἡ δὲ εὐειδὴς Θεανὼ τὸν πέπλον λαβοῦσα, ἔθηκεν ἐπὶ τοῖς γόνασι τῆς καλλικόμου Ἀθηνᾶς· θεοκλυτοῦσα δὲ νύχετο τῇ θυγατρὶ τοῦ μεγάλου Διός, λέγουσα· ὦ σεβαστὴ Ἀθηνᾶ, φύλαξ τῶν πόλεων, ἐνδοξοτάτη τῶν θεῶν, σύντριψον νῦν τὸ δόρυ τοῦ Διομήδους, καὶ αὐτὸν πεσεῖν ἐπὶ πρόσωπον δός, ἔμπροσθεν τῶν Σκαιῶν πυλῶν· ὅπως σοι νῦν εὐθὺς δώδεκα βοῦς ἐν τῷ ναῷ ἐνιαυσιαίας, ἀδαμάστους θύσωμεν, ἐὰν οἰκτείρῃς τήν τε πόλιν, καὶ τὰς γυναῖκας, καὶ τὰ μικρὰ παιδία τῶν Τρῴων. | 297 |
οὕτως εἶπεν εὐχομένη· τῷ νεύματι δὲ ἠρνεῖτο ἡ πολεμικὴ Ἀθηνᾶ. οὕτως αὗται μὲν ηὔχοντο τῇ θυγατρὶ τοῦ μεγάλου Διός· ὁ Ἕκτωρ δὲ εἰς τὰ περικαλλῆ δώματα τοῦ Ἀλεξάνδρου ἐπορεύθη, ἃ δὴ αὐτὸς κατεσκεύασε μετ' ἀνδρῶν, οἳ τότε ἄριστοι ἦσαν ἐν τῇ εὐγέῳ Τροίᾳ, ἄνδρες οἰκοδόμοι, οἵτινες αὐτῷ ᾠκοδόμησαν νυμφικὸν κοιτωνίσκον, καὶ ἀνδρῶνα, καὶ ἔξω αὐλὴν ἐγγὺς τοῦ Πριάμου καὶ Ἕκτορος ἐν τῇ ἀκροπόλει. ἐκεῖ δὴ Ἕκτωρ εἰσῆλθεν ὁ φίλος τοῦ Διός· ἐν τῇ χειρὶ δὲ κατεῖχε δόρυ ἕνδεκα πηχῶν, ἔμπροσθεν δὲ ἔλαμπεν ἡ τοῦ δόρατος σιδηρᾶ ἐπιδορατὶς, χρυσοῦς δὲ περιέκειτο πόρκης, ἤτοι κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος· τοῦτον δὲ εὗρεν ἐν τῷ δωματίῳ περιέποντα καὶ ἐπιμελούμενον τῶν ὡραίων αὐτοῦ ὅπλων, τῆς τε ἀσπίδος, καὶ τοῦ θώρακος, καὶ τὸ ἐπικαμπὲς τόξον μεταχειριζόμενον· ἡ Ἑλληνὶς δὲ Ἑλένη μετὰ τῶν γυναικῶν τῶν δούλων αὐτῆς ἐκάθητο, καὶ ταῖς θεραπενίσι περὶ τῶν ἔργων ἐπέταττε τοῦτον δὲ ὁ Ἕκτωρ θεασάμενος ὠνείδισε καὶ ἐλοιδόρησε λόγοις αἰσχροῖς λέγων· ὦ κακόδαιμον, οὐ καλῶς δὴ ταύτην τὴν ὀργὴν ἔθου ἐν τῇ ψυχῇ· οἱ μὲν λαοὶ ἀπόλλυνται περὶ τὴν πόλιν, καὶ τὸ ὑψηλὸν τεῖχος μαχόμενοι· ἕνεκα δὲ σοῦ ὁ πόλεμος καὶ ἡ μάχη περὶ τήνδε τὴν πόλιν ἀνῆπται· σὺ δὲ ὀφείλεις μάχεσθαι καὶ ἄλλῳ, εἴ τινα ἀμελοῦντα τοῦ μισητοῦ πολέμου θεάσαιο ἀλλ᾽ ἀνάστα, μήπως ταχέως ἡ πόλις ὑπὸ πυρὸς φθαρτικοῦ κατακαῇ. | 311 |
πρὸς τοῦτον δὲ ὁ θεοῦ εἶδος ἔχων Ἀλέξανδρος εἶπεν· ὦ Ἕκτορ, ἐπειδή με κατὰ τὸ πρέπον ἐλοιδόρησας, οὐδὲ παρὰ τὸ πρέπον, τούτου χάριν ἐρῶ σοι· σὺ δὲ νόησον, καὶ ἄκουσόν μου· οὐδαμῶς ἐγὼ ὀργῇ τῇ πρὸς τοὺς Τρῷας, οὐδ᾽ ἀναξιοπαθήσει τοσοῦτον ἐκαθήμην ἐν τῷ δώματι, ἐβουλόμην δὲ ἐκ τῆς συμβάσης μοι λύπης ἐκ τῆς ἥττης παρατροπήν τινα καὶ παραμυθίαν εὑρεῖν, καὶ εἶξαι τῇ συμφορᾷ, καὶ ἡσυχᾶσαι· νῦν δέ με παραινέσασα ἡ γαμέτῃ λόγοις προσηνέσι καὶ πραέσι παρώρμησε καὶ διήγειρεν εἰς πόλεμον· δοκεῖ δὲ καὶ ἐμοὶ αὐτῷ οὕτως ἔσεσθαι βέλτιον· ἡ νίκη δὲ ἐξ ἀμοιβῆς παραγίνεται, ἐναλλὰξ πρὸς ἄλλον καὶ ἄλλον χωροῦσα· ἀλλ᾽ ἄγε νυνὶ ἀνάμεινον, ὅπως ἐνδυθῶ τὰ πολεμικὰ ὅπλα· ἣ πορεύου, ἐγὼ δὲ μετὰ σὲ ἐλεύσομαι· οἴομαι δέ σε καταλήψεσθαι. | 332 |
οὕτως εἶπε. πρὸς αὐτὸν δὲ οὐδὲν εἶπεν ὁ ῥαδίως τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. πρὸς τοῦτον δὲ ἡ Ἑλένη λόγοις πραέσι καὶ προσηνέσιν ἔλεγεν· ὦ ἀνδράδελφε ἐμοῦ τῆς ἀναιδοῦς, τῆς κακοβούλου, τῆς φρικτῆς, καὶ χαλεπῆς, ὡς εἴθε τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε με τὴν ἀρχὴν ἔτεκεν ἡ μήτηρ, | 342 |
συστροφή τις καί ῥύμη ἀνέμου ᾤχετο προφέρουσά με εἰς ὄρος, ἢ εἰς κῦμα τῆς πολυταράχου θαλάσσης, ὅπου με ἀπέπνιξεν ἄν, πρὶν ἢ τὰ ἔργα ταῦτα γενέσθαι· ἐπεὶ δὲ ταῦτα τὰ κακὰ οὕτως οἱ θεοὶ ἐτελείωσαν, ἀνδρὸς μετὰ ταῦτα κρείσσονος εἴθε εἴην γυνή, ὃς οἶδεν ἀναξιωπάθησιν, καὶ ὀνείδη πολλὰ ἀνθρώπων· τούτῳ δὲ οὔτε νῦν λογισμός (διάνοια) βέβαιός ἐστιν, οὔτε μετὰ ταῦτα ἔσται, δι᾿ ὃ καὶ παραπολαύσειν αὐτὸν τῆς μωρίας ὑπολαμβάνω. ἀλλ᾿ ἄγε νῦν εἴσελθε, καὶ κάθισον ἐπὶ τούτῳ τῷ δίφρῳ, ἀνδράδελφε, ἐπειδή σε κόπος κατὰ διάνοιαν λίαν κατέλαβεν, ἕνεκα ἐμοῦ τῆς ἀναιδοῦς, καὶ ἕνεκα τῆς βλάβης τοῦ Ἀλεξάνδρου, οἷς ἐπέθηκεν ὁ Ζεὺς μοῖραν καὶ τύχην κακήν, ἵνα καὶ εἰς τὸ μετὰ ταῦτα ὑπάρχωμεν μετ᾿ ᾠδῆς μνημονευόμενοι τῆς μεταγενεστέροις ἀνθρώποις. | 346 |
ταύτῃ δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν· ὦ Ἑλένη, μή με ποίει καθίσαι, καίπερ φιλοῦσα, οὐ γὰρ καταπείσεις με· ἤδη γάρ μοι ἡ ψυχή ἐφώρμηται ὅπως βοηθήσω τοῖς Τρῳσίν, οἳ μεγάλως ἔχουσι πόθον ἐμοῦ ἀπόντος· ἀλλὰ σὺ διέγειρε τοῦτον, σπευδέτω δὲ καὶ αὐτός, ὅπως ἂν ἐμὲ καταλάβῃ ἐντὸς ἔτι τῆς πόλεως ὄντα· καὶ γὰρ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκον μου, ὅπως θεάσωμαι τοὺς οἰκείους (ἐν τῷ οἴκῳ), καὶ τὴν ἀγαπητὴν γυναῖκα, καὶ τὸν μικρὸν υἱόν· οὐ γάρ τι οἶδα, εἰ πάλιν αὐτοῖς ἐξ ὑποστροφῆς ἐλεύσομαι μετὰ ταῦτα, ἢ ἤδη με οἱ θεοὶ δαμάσουσι καὶ φονεύσουσιν Ἑλλήνων χερσί. | 359 |
οὕτω δὴ εἰπών, ἀπῆλθεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ. ταχέως δὲ μετὰ ταῦτα ἀφίκετο εἰς τὸν οἶκον τὸν καλῶς οἰκούμενον, οὐχ εὗρε δὲ ἐν τῷ οἴκῳ Ἀνδρομάχην τὴν λευκὰς ἔχουσαν τὰς ὠλένας, ἀλλ᾿ αὕτη μετὰ τοῦ παιδός, καὶ τῆς καλῶς ἐνδεδυμένης θεραπαίνης ἐπὶ τῷ πύργῳ ἵστατο ὀλολύζουσα καὶ θρηνοῦσα. ὁ Ἕκτωρ δὲ ἐπειδὴ οὐκ ἔνδον κατέλαβε (εὗρεν) τὴν ἄμεμπτον γαμετήν, ἔστη παρὰ τὸν βατῆρα τῶν θυρῶν ἐλθών, μετὰ τοῦτο δὲ εἶπε ταῖς δούλαις· ἄγε δή μοι, ὦ δοῦλαι, εἴπατε τἀληθῆ· ποῦ ἀπῆλθεν ἐκ τοῦ οἴκου ἡ λευκοβραχίων Ἀνδρομάχη, ἢ εἴς τινα οἶκον τῶν ἀνδραδέλφων, ἢ τῶν καλῶς ἐσταλμένων συννύμφων, ἢ εἰς τὸν ναὸν τῆς Ἀθηνᾶς ἐπορεύθη, ὅπου αἱ ἄλλαι καλλίκομοι Τρῳάδες ἐξιλεοῦνται τὴν φοβερὰν θεάν. | 369 |
πρὸς τοῦτον δὲ ἡ ἐνεργὸς καὶ σπουδαία φύλαξ τοῦ οἴκου εἶπε λόγον· ὦ Ἕκτορ, ἐπειδή με πάνυ ἐκέλευσας τἀληθῆ εἰπεῖν, οὔτε που εἰς οἶκον τῶν ἀνδραδέλφων, οὔτε τῶν καλῶς ἐσταλμένων συννύμφων, οὔτε εἰς τὸν ναὸν τῆς Ἀθηνᾶς ἐπορεύθη, ὅπου αἱ ἄλλαι καλλίκομοι Τρῳάδες ἐξιλεοῦνται τὴν φοβερὰν θεάν· ἀλλ᾿ ἐπὶ τὸν μέγαν πύργον ἀπῆλθε τῆς Ἰλίου, διότι ἤκουσε τοὺς Τρῷας καταπονεῖσθαι, νίκην δὲ εἶναι μεγάλην τῶν Ἑλλήνων. αὕτη μὲν οὖν ἐπὶ τὸ τεῖχος σπεύδουσα ἀφίκετο, μαινάδι ὁμοία, ἅμα δ᾽ αὐτῇ καὶ ἡ τροφὸς φέρει τὸν παῖδα· | 381 |
εἶπε δὴ ἡ γυνὴ ἡ φύλαξ τοῦ οἴκου. ὁ Ἕκτωρ δὲ ἀφώρμησεν ἐκ τοῦ οἴκου διά τῆς αὐτῆς πάλιν ὁδοῦ κατὰ τὰς καλῶς οἰκουμένας ὁδούς. ὁπηνίκα δὲ τὰς πύλας κατέλαβε, διελθὼν τὴν μεγάλην πόλιν, τὰς Σκαιάς, ὅπου δὴ ἔμελλεν ἐξελθεῖν (ἐξιέναι) εἰς τὸ πεδίον, ἐκεῖ ἡ ἐπὶ πολλοῖς δώροις γαμηθεῖσα γυνὴ ἐξεναντίας ἦλθε τρέχουσα Ἀνδρομάχη ἡ θυγάτηρ τοῦ μεγαλοψύχου Ἠετίωνος· Ἠετίων ὃς κατῴκει ἐν τῇ Ὑποπλάκῳ ὑλώδει Θήβῃ τῇ Ὑποπλακίᾳ τῶν Κιλίκων ἀνδρῶν βασιλεύων, τούτου δὴ ἡ θυγάτηρ ἐγεγάμητο Ἕκτορι τῷ πολεμιστῇ· αὕτη μετὰ ταῦτα ἀπήντησεν αὐτῷ· σὺν αὐτῇ δὲ ἐπορεύετο καὶ ἡ θεράπαινα, τὸν παῖδα πρὸς τῷ κόλπῳ βαστάζουσα, ἀταλόφρονα, μικρὸν παντελῶς τὸν ἀγαπητὸν υἱὸν τοῦ Ἕκτορος, τὸν περικαλλεῖ τε καὶ λαμπρῷ ἀστέρι παραπλήσιον, ὃν δὴ Ἕκτωρ ἐκάλει Σκαμάνδριον, οἱ ἄλλοι δὲ Ἀστυάνακτα͵ μόνος γὰρ ὁ Ἕκτωρ ἔσωζε τὴν Ἴλιον. οὗτος μὲν οὖν ἐμειδίασεν ἀποβλέψας εἰς τὸν παῖδα μετὰ σιγῆς, ἡ Ἀνδρομάχη δὲ πλησίον παρέστη αὐτῷ δακρύουσα, ἐνέφυ δὲ αὐτῷ τῇ χειρί, ἤτοι δυσαποσπάστως ἐλάβετο τῆς χειρὸς αὐτοῦ, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει. ὦ μακάριε καὶ εὔδαιμον, ἀπολεῖ σε ἡ σὴ ἀνδρεία, οὐδ᾽ ἐλεεῖς καὶ οἰκτείρεις τὸν νήπιόν σου υἱόν, καὶ ἐμὲ τὴν δυστυχῆ, ἣ ταχέως χήρα καὶ ἐστερημένη σοῦ ἔσομαι· ταχέως γάρ σε ἀποκτενοῦσιν οἱ Ἕλληνες πάντες ὁρμήσαντες, ἐμοὶ δὲ ἐπικερδέστερον ἂν εἴη σοῦ ἀποτυχούσῃ καὶ στερηθείσῃ τὴν γῆν ὑπεισδῦναι· οὐκέτι γὰρ ἄλλη ἔσται μοι παραμυθία, ἐπειδὰν σὺ ἐπισπάσῃ τὸν θάνατον, ἀλλὰ λύπαι· οὐδ᾽ ἔστι μοι πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ· τὸν μὲν γὰρ πατέρα τὸν ἐμὸν ἀπέκτεινεν ὁ ἔνδοξος Ἀχιλλεύς, ἐξεπόρθησε δὲ τὴν πόλιν τὴν καλῶς οἰκουμένην τῶν Κιλίκων τὴν ὑψηλὰς πύλας ἔχουσαν Θήβην· ἀπέκτεινε δὲ τὸν Ἠετίωνα, οὐδὲ ἐσκύλευσεν αὐτόν· ᾐδέσθη γὰρ τοῦτό γε ἐν τῇ ἑαυτοῦ ψυχῇ· ἀλλὰ κατέκαυσεν αὐτὸν σὺν τοῖς ποικίλοις ὅπλοις, καὶ μνημεῖον ἐπέχειν· πτελέας δὲ περιεφύτευσαν αἱ νύμφαι αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι, αἱ θυγατέρες τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος· οἵτινες δέ μοι ἑπτὰ ἀδελφοὶ ἦσαν ἐν τοῖς οἴκοις, οὗτοι μὲν πάντες ἐν μιᾷ ἡμέρᾳ ἐπορεύθησαν εἰς Ἅιδου· πάντας γὰρ ἐφόνευσεν ὁ ταχύπους ἔνδοξος Ἀχιλλεύς, ἐπὶ ταῖς βουσὶ ταῖς ἑλισσούσαις τοὺς πόδας κατὰ τὴν πορείαν, καὶ τοῖς λευκοῖς προβάτοις· τὴν μητέρα δέ, ἥτις ἐβασίλευεν ἐν τῇ ὑλώδει Ὑποπλάκῳ, ταύτην ἐπειδὴ ἐνθάδε ἤγαγε σὺν τοῖς ἄλλοις κτήμασιν, πάλιν οὗτος ἠλευθέρωσεν αὐτήν, ἄπειρα, ἤτοι πλεῖστα λύτρα λαβών· ἐν τοῖς οἴκοις δὲ τοῦ πατρὸς ἔτρωσεν αὐτὴν ἡ τοξότις Ἄρτεμις. ὦ Ἕκτορ, σὺ δέ μοι ὑπάρχεις πατὴρ, καὶ σεβαστὴ μήτηρ, καὶ ἀδελφός, σὺ δέ μοι ἀγαπητὸς σύνευνος· ἀλλ᾽ ἄγε νῦν ἐλέει καὶ οἴκτειρε, καὶ αὐτόθι μένε ἐπὶ τῷ πύργῳ, μήπως ποιήσῃς τὸν σὸν παῖδα ὀρφανόν, καὶ τὴν γυναῖκα χήραν. τὸν στρατὸν δὲ στῆσον παρὰ τὴν ἀγρίαν συκῆν, ὅπου μάλιστα βάσιμός ἐστιν ἡ πόλις, καὶ τὸ τεῖχος ἐπίδρομον, ἤτοι κατωφερές, καθ᾽ ὅ ἐστιν ἐπιδραμεῖν κατερχόμενον ἀπὸ τοῦ τείχους· τρὶς γὰρ αὐτοῦ ἐλθόντες οἱ κράτιστοι ἐπειράσαντο οἱ περὶ τοὺς δύο Αἴαντας καὶ τὸν ὑπερένδοξον Ἰδομενέα, καὶ οἱ περὶ τοὺς υἱοὺς τοῦ Ἀτρέως, καὶ τὸν ἰσχυρὸν υἱὸν τοῦ Τυδέως. ἤ τίς που αὐτοῖς εἶπεν ἔμπειρος μαντειῶν, ἢ δὴ καὶ αὐτῶν ἡ ψυχὴ προτρέπει καὶ παρακελεύεται. | 390 |
πρὸς ταύτην δὲ ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν εἶπεν· ὄντως καὶ ἐμοὶ ταύτα πάντα διὰ φροντίδος ἐστίν, ὦ γύναι· ἀλλὰ πάνυ δεινῶς αἰδοῦμαι τοὺς Τρῷας, καὶ τὰς Τρῳάδας τὰς ἑλκούσας τοὺς πέπλους, ἐάν, καθάπερ δειλός, πόρρω τοῦ πολέμου φεύγω· οὐδέ με ἡ ψυχὴ προτρέπει, ἐπειδὴ ἔμαθον εἶναι ἀνδρεῖος ἀεί, καὶ ἐν τοῖς πρωταγωνισταῖς τῶν Τρῴων πολεμεῖν, κτώμενος τοῦ τε πατρὸς εὔκλειαν μεγάλην, καὶ ἐμὴν αὐτοῦ· καλῶς γὰρ ἐγὼ τοῦτο ἐπίσταμαι κατὰ λογισμὸν καὶ διάνοιαν· ἔσται ἡμέρα, ὅταν ποτὲ ἡ ἱερὰ Ἴλιος ἀπόληται, καὶ ὁ Πρίαμος, καὶ ὁ λαὸς τοῦ πολεμικοῦ Πριάμου, ἀλλ᾽ οὔ μοι τοσοῦτον διὰ φροντίδος ἐστὶν ἡ λύπη, καὶ τὸ πάθος τῶν Τρῴων, οὔτε αὐτῆς Ἑκάβης, οὔτε τοῦ βασιλέως Πριάμου, οὔτε τῶν ἀδελφῶν, οἳ πολλοὶ ἂν καὶ γενναῖοι πέσοιεν ἐν τῇ γῇ ὑπ᾿ ἀνδρῶν πολεμικῶν, καὶ ἐχθρῶν, ὅσον σοῦ, ὁπηνίκα ἄν τις τῶν σιδηροθωράκων Ἑλλήνων δακρύουσαν ἐπάγηται, ἀφελόμενος τὴν ἐλευθέραν ἡμέραν, καὶ ἐν Ἄργει οὖσα ὑπ᾽ ἄλλης κελευομένη ἱστὸν ἂν ἐργάζοιο, καὶ ὕδωρ ἂν φέροις ἀπὸ τῆς Μεσηίδος, ἢ τῆς Ὑπερείας πηγῆς, πάνυ βιαζομένη· ἰσχυρὰ δέ σοι ἀνάγκη ἐπικείσεται· καί ποτέ τις ἂν εἴπῃ θεασάμενός σε δακρύουσαν· Ἕκτορος αὕτη ἐστὶ γυνή, ὃς ἐν τῷ πολεμεῖν ἠρίστευε τῶν ἱππικῶν Τρῴων, ὅτε περὶ τὴν Ἴλιον ἐπολέμουν. οὕτω ποτέ τις λέξει, σοὶ δὲ καινὴ λύπη γενήσεται, ἐνδείᾳ καὶ στερήσει ἀνδρὸς τοιούτου ἀποσοβεῖν τὴν δουλικὴν ἡμέραν. ἀλλ᾽ εἴθε ἀποθανόντα με γῆ κεχυμένη κατακαλύπτοι, πρίν τι τῆς σῆς ὀλολυγῆς καὶ τοῦ σοῦ ἑλκυσμοῦ αἰσθέσθαι. | 440 |
οὕτως εἰπών, τοῦ ἑαυτοῦ παιδὸς κινηθεὶς ἥψατο ὁ λαμπρὸς Ἕκτωρ, ὀπίσω δὲ ὁ παῖς εἰς τὸν κόλπον τῆς εὐειματούσης τροφοῦ ἐκάμφθη βοῶν, ταραχθεὶς ἐπὶ τῇ ὄψει τοῦ ἀγαπητοῦ πατρός, φοβηθεὶς τὸν σίδηρον, καὶ τὸ τῆς περικεφαλαίας ἄκρον τὸ τὰς ἱππείας τρίχας ἔχον, φοβερῶς ἀπὸ τῆς ἄκρας περικεφαλαίας κλινόμενον θεασάμενος· ἐγέλασε δὲ ὁ ἀγαπητός, καὶ ἡ σεβαστὴ μήτηρ· εὐθὺς δὲ ἀπὸ τῆς κεφαλῆς τὴν περικεφαλαίαν ἀφείλετο ὁ λαμπρὸς Ἕκτωρ, καὶ ταύτην μὲν κατέθηκεν ἐπὶ τῇ γῇ πάνυ λάμπουσαν. τὸν ἑαυτοῦ δὲ οὗτος υἱὸν ἐπειδὴ ἐφίλησε, καὶ ἐκίνησε ταῖς χερσίν, εἶπεν εὐξάμενος τῷ Διΐ, καὶ τοῖς ἄλλοις θεοῖς· ὦ Ζεῦ, καὶ ὦ ἄλλοι θεοί, δότε δὴ καὶ τοῦτον γενέσθαι τὸν ἐμὸν ὑιὸν ἐπίσημον ἐν τοῖς Τρῳσίν, ὥσπερ καὶ ἐγὼ, καὶ οὕτω τὴν δύναμιν ἀγαθόν, καὶ τῆς Ἰλίου ἰσχυρῶς βασιλεύειν, καί ποτέ τις εἴθε εἴποι, οὗτος πολὺ κρείσσων ἐστὶ τοῦ πατρός, ἐκ τοῦ πολέμου ἐπανερχόμενον. σκύλα δὲ καὶ ὅπλα ἡμαγμένα ἄγοι, ἀποκτείνας ἄνδρα πολέμιον, εὐφρανθείη δὲ κατὰ διάνοιαν ἡ μήτηρ. | 466 |
οὕτως εἰπὼν ἔθηκεν ἐν ταῖς χερσὶ τῆς ἀγαπητῆς γυναικὸς τὸν ἑαυτοῦ παῖδα· αὕτη δὲ ἐδέξατο αὐτὸν ἐν τῷ εὐώδει κόλπῳ μετὰ δακρύων γελάσασα· ὁ ἀνὴρ δὲ θεασάμενος ᾤκτειρε, καὶ τῇ χειρὶ αὐτὴν κατέψησε, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ μακάρια καὶ εὔδαιμον, μὴ πάνυ μοι λυποῦ ἐν τῇ ψυχῇ, οὐδεὶς γάρ με ἀνὴρ παρὰ τὸ εἱμαρμένον ἀποκτείνας πέμψει τῷ Ἅιδῃ, εἱμαρμένην δὲ οὐδένα οἴομαι ἀπὸ τῶν ἀνδρῶν ἐκφυγεῖν, οὔτε δειλόν, οὔτε ἀνδρεῖον, ἐπειδὰν τὴν ἀρχὴν γεννηθῇ· ἀλλ᾽ εἰς τὸν οἶκον ἀπελθοῦσα τὰ σὰ ἔργα ἐπιμελείας ἀξίου, τόν τε ἱστὸν καὶ τὴν ἠλακάτην, καὶ ταῖς θεραπαίναις ἐπίταττε ἐπὶ τὰ ἔργα χωρεῖν, ὁ πόλεμος δὲ τοῖς ἀνδράσι διὰ φροντίδος ἔσται πᾶσιν, ἐμοὶ δὲ μάλιστα πάντων, οἳ ἐν Ἰλίῳ γεγόνασι καὶ εἰσί. | 482 |
οὕτως εἰπών, ἀνέλαβε τὴν περικεφαλαίαν ὁ λαμπρὸς Ἕκτωρ τὴν ἱππείαις θριξί κεκοσμημένην· ἡ προσφιλὴς δὲ γυνὴ εἰς τὸν οἶκον ἀπῆλθε, συνεχῶς ἐπιστρεφομένη, καταχέουσα δάκρυον πολὺ, καὶ μὴ ξηραινόμενον, ἀλλ᾽ ἐπὶ τῶν ὀφθαλμῶν ἀεὶ θάλλον. ταχέως δὲ μετὰ ταῦτα ἀφίκετο πρὸς τοὺς καλῶς οἰκουμένους οἴκους τοῦ ἀνδροκτόνου Ἕκτορος· εὗρε δὲ ἐντὸς πολλὰς θεραπαίνας, ταύταις δὲ πάσαις θρῆνον ἤγειρε· αὗται μὲν οὖν ἔτι ζῶντα τὸν Ἕκτορα ἔκλαιον ἐν τῷ ἰδίῳ οἴκῳ· οὐ γὰρ ἔτ᾽ ᾤοντο αὐτὸν ἐξ ὑποστροφῆς ἐκ τοῦ πολέμου ἀφίξεσθαι, ἐκφυγόντα τὴν δύναμιν, καὶ τὰς χεῖρας τῶν Ἑλλήνων. | 494 |
ὁ Πάρις δὲ οὐκ ἐβράδυνεν ἐν τοῖς ὑψηλοῖς αὐτοῦ οἴκοις, ἀλλ᾽ οὗτος ἐπειδὴ ἐνεδύσατο τὰ ἔνδοξα, καὶ ποικίλα τῷ σιδήρῳ ὅπλα, ὥρμησε μετὰ ταῦτα ἀνὰ τὴν πόλιν, ποσὶ ταχέσι θαρρῶν· ὥσπερ δὲ ὅταν τις ἵππος ἑστὼς καὶ τρεφόμενος ἐν ἄχει γενόμενος, παρὰ τῇ φάτνῃ διακόψας τὸν δεσμόν, τρέχῃ διὰ τοῦ πεδίου, ἐριγδουπῶν, καὶ κυμβαλίζων, εἰωθὼς λούεσθαι ἐν ποταμῷ καλλίρρῳ, γαυριῶν· εἰς ὕψος δὲ τὴν κεφαλὴν ἔχει, αἱ χαῖται δέ, ἤτοι αἱ τοῦ αὐχένος τρίχες τοῖς ὤμοις περισείονται, οὗτος δὲ ὡραιότητι θαρρῶν· ῥᾳδίως αὐτὸν τὰ γόνατα φέρουσιν ἐπὶ τὰς διατριβάς, καὶ τὰς νομὰς τῶν ἵππων· οὕτως Ἀλέξανδρος ὁ υἱὸς τοῦ Πριάμου ἀπὸ τῆς Περγάμου τῆς ἀκροπόλεως τοῖς ὅπλοις περιλάμπων καθάπερ Ἥλιος ἐπορεύθη χαίρων, καὶ γαννύμενος, ταχεῖς δὲ πόδες αὐτὸν ἔφερον· ταχέως δὲ μετὰ ταῦτα κατέλαβε τὸν ἔνδοξον Ἕκτορα τὸν ἀδελφόν, ἡνίκα δὴ ἔμελλε παραλλάξειν τὴν χώραν, ὅπου τῇ ἑαυτοῦ γυναικὶ ὡμίλει. πρὸς τοῦτον δὲ πρότερον Ἀλέξανδρος ὁ θεοῖς ὅμοιος εἶπεν· ὦ ἀδελφέ, ἆρα σε καὶ σπεύδοντα, πάνυ κωλύω, καὶ ἐμποδίζω βραδύνων, οὐδὲ ἦλθον αἰσίως καὶ πρεπόντως, ὡς ἐπέταξας. | 503 |
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ· ὦ μακάριε καὶ εὔδαιμον, οὐδεὶς ἂν ἀνήρ σοι, ὃς δίκαιος εἴη, καὶ τὸ καθῆκον τηρεῖν εἰδείη, τὸ τοῦ πολέμου ἔργον ἀτιμάσειε, καὶ ἐξουθενίσειε, ἐπειδὴ ἰσχυρὸς εἶ, ἀλλὰ ἑκουσίως ἀμελεῖς, καὶ οὐ βούλει· ἡ δὲ ἐμὴ ψυχὴ λυπεῖται ἐν τῷ λογισμῷ, ὅταν κατὰ σοῦ ὕβρεις καὶ ὀνείδη ἀκούω παρὰ τῶν Τρῴων, οἵτινες ἔχουσι μεγάλην ταλαιπωρίαν ἕνεκα σοῦ· ἀλλὰ πορευώμεθα· ταῦτα δὲ μετὰ ταῦτα ἐξιλασόμεθα, ἐάν ποτε ὁ Ζεὺς παράσχῃ, τοῖς ἐπουρανίοις καὶ ἀεὶ οὖσι θεοῖς στήσασθαι ἐν τοῖς οἴκοις κρατῆρα ἐλεύθερον, ἤτοι τὸν ἐπὶ ἐλευθερίᾳ ἱστάμενον, ἀπωσαμένους ἐκ τῆς Τροίας τοὺς εὐόπλους Ἕλληνας. | 520 |