Vasile Stancu

The ILIAD




Book VI

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


Τρώων δ' οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·001
τῶν Τρῴων δὲ καὶ Ἑλλήνων ἡ χαλεπὴ μάχη ἐμονώθη·

πολλὰ δ' ἄρ' ἔνθα καὶ ἔνθ' ἴθυσε μάχη πεδίοιο002
πολλὰ δ᾽ ἐνταῦθα κᾀκεῖσε ἐπ᾽ εὐθείας ὥρμησεν ὁ πόλεμος διὰ τοῦ πεδίου,

ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα003
ἀλλήλων κατ᾿ εὐθὺ βαλλόντων τὰ σιδηρᾶ δόρατα,

μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.004
μεταξὺ τῶν ῥευμάτων τοῦ Σιμοῦντος καὶ τοῦ Ξάνθου.



Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν 005
πρῶτος δὲ Αἴας ὁ Τελαμῶνος τὸ τῶν Ἑλλήνων περίφραγμα,

Τρώων ῥῆξε φάλαγγα, φόως δ' ἑτάροισιν ἔθηκεν,006
ἔρρηξε καὶ ἔτρεψε τὴν φάλαγγα τῶν Τρῴων, φῶς δὲ τοῖς φίλοις ἐποίησεν,

ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο007
ἄνδρα τρώσας, ὃς ἄριστος ἐν τοῖς Θραξὶν ἦν, Ἀκάμαντα

υἱὸν Ἐϋσσώρου Ἀκάμαντ' ἠΰν τε μέγαν τε.008
τὸν υἱὸν τοῦ Εὐσώρου, τὸν μέγαν τε καὶ γενναῖον.

τόν ῥ' ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,009
τοῦτον δὴ ἔτρωσε πρῶτος κατὰ τὸ μετωπίδιον τῆς ἱππείας τρίχας ἐχούσης περικεφαλαίας·

ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ' ἄρ' ὀστέον εἴσω 010
ἐνέπηξε δὲ τῷ μετώπῳ, ἐπέρασε δὲ εἰς τὸ ὀστοῦν

αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.011
ἡ σιδηρᾶ ἐπιδορατίς· σκότος δὲ αὐτὸν κατ᾽ ὀφθαλμοὺς ἐκάλυψεν.



Ἄξυλον δ' ἄρ' ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης012
Ἄξυλον δὲ ἀπέκτεινεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης,

Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ013
τὸν υἱὸν τοῦ Τεύθραντος, ὅς τις κατῴκει ἐν τῇ καλῶς ἐκτισμένῃ Ἀρίσβῃ

ἀφνειὸς βιότοιο, φίλος δ' ἦν ἀνθρώποισι.014
πλούσιος τῇ περιουσίᾳ, φίλος δὲ ἦν τῶν ἀνθρώπων·

πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 015
πάντας γὰρ ἐφίλει παρὰ τὴν ὁδὸν τὴν οἰκίαν οἰκῶν·

ἀλλά οἱ οὔ τις τῶν γε τότ' ἤρκεσε λυγρὸν ὄλεθρον016
ἀλλ᾿ οὐδεὶς τούτων αὐτῷ ἀπεσόβησε τότε τὴν χαλεπὴν φθορὰν ὑπερασπίσας,

πρόσθεν ὑπαντιάσας, ἀλλ' ἄμφω θυμὸν ἀπηύρα017
καὶ ἐναντιωθεὶς Διομήδῃ· ἀλλ᾿ ἀμφοτέρων ἀφείλετο τὴν ψυχήν,

αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ' ἵππων018
αὐτοῦ τε καὶ Καλησίου τοῦ θεράποντος, ὃς δὴ τότε τῶν ἵππων

ἔσκεν ὑφηνίοχος· τὼ δ' ἄμφω γαῖαν ἐδύτην.019
ἦν ἡνίοχος· οὗτοι δὲ ἀμφότεροι εἰσῆλθον εἰς γῆν.



Δρῆσον δ' Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε· 020
Εὐρύαλος δὲ τὸν Δρῆσον καὶ Ὀφέλτιον ἀπέκτεινεν,

βῆ δὲ μετ' Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη021
ὥρμησε δὲ ἐπὶ Αἴσηπον καὶ Πήδασον, οὓς ποτὲ ἡ νύμφη

νηῒς Ἀβαρβαρέη τέκ' ἀμύμονι Βουκολίωνι.022
ἡ Ναῒς ἡ Ἄβαρβαρέα ἔτεκε Βουκολίωνι τῷ ἀμέμπτῳ·

Βουκολίων δ' ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος023
ὁ Βουκολίων δὲ ἦν υἱὸς τοῦ λαμπροῦ Λαομέδοντος,

πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·024
πρεσβύτατος τῇ ἡλικίᾳ· ἐκ λαθρείας δὲ μίξεως ἔτεκεν αὐτὸν ἡ μήτηρ·

ποιμαίνων δ' ἐπ' ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, 025
ποιμαίνων δὲ παρὰ τοῖς προβάτοις ἐμίγη αὐτῇ συνουσίᾳ καὶ κοίτῃ·

ἣ δ' ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.026
αὕτη δὲ ἔγκυος γενομένη ἔτεκε παῖδας διδύμους·

καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα027
καὶ τούτων μὲν τὴν ἰσχὺν καὶ τὰ λαμπρὰ μέλη διέλυσεν

Μηκιστηϊάδης καὶ ἀπ' ὤμων τεύχε' ἐσύλα.028
ὁ υἱὸς τοῦ Μηκιστίου, καὶ ἀπὸ τῶν ὤμων τὰ ὅπλα ἐσκύλευε·



Ἀστύαλον δ' ἄρ' ἔπεφνε μενεπτόλεμος Πολυποίτης·029
Ἀστύαλον δὲ ἀπέκτεινεν ὁ ἐν πολέμῳ καρτερὸς Πολυποίτης·

Πιδύτην δ' Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν 030
Πηδύτην δὲ τὸν ἀπὸ Περκώσου τῆς πόλεως ἀπέκτεινεν Ὀδυσσεὺς

ἔγχεϊ χαλκείῳ, Τεῦκρος δ' Ἀρετάονα δῖον.031
δόρατι σιδηρῷ. ὁ Τεῦκρος δὲ τὸν ἔνδοξον Ἀρετάονα

Ἀντίλοχος δ' Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ032
Ἀντίλοχος δὲ Ἄβληρον ἀπέκτεινε δόρατι λαμπρῷ,

Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·033
ὁ υἱὸς τοῦ Νέστορος· Ἔλατον δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων.

ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρ' ὄχθας034
κατῴκει δὲ παρὰ τὰς ὄχθας Σατνιοῦντος τοῦ καλλίρρου ποταμοῦ,

Πήδασον αἰπεινήν. Φύλακον δ' ἕλε Λήϊτος ἥρως 035
τὴν ὑψηλὴν Πήδασον· Φύλακον δὲ ἀνεῖλεν Λήϊτος ὁ ἥρως

φεύγοντ'· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.036
φεύγοντα· Εὐρύπυλος δὲ Μελάνθιον ἀπέκτεινεν.



Ἄδρηστον δ' ἄρ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος037
τὸν Ἄδραστον δὲ μετὰ ταῦτα ὁ κατὰ πόλεμον ἀγαθὸς Μενέλαος

ζωὸν ἕλ'· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο038
ζῶντα ἐκράτησεν· οἱ ἵπποι γὰρ αὐτῷ ταραττόμενοι φόβῳ διὰ τοῦ πεδίου

ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα039
κλάδῳ ἐμποδισθέντες μυρίκης τὸ ἐπικαμπὲς ἅρμα

ἄξαντ' ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην 040
συντρίψαντες, κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ, αὐτοὶ μὲν ἐπορεύθησαν

πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,041
ἐπὶ τὴν πόλιν, ὅπου οἱ ἄλλοι ταραττόμενοι ἔφευγον·

αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη042
αὐτὸς δὲ ἐκ τοῦ ὀχήματος ἐκυλίσθη παρὰ τὸν τροχὸν

πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη043
ἐπὶ πρόσωπον, κατὰ στόμα ἐν τῇ γῇ· ἐφέστηκε δὲ αὐτῷ

Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.044
Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως, κατέχων δόρυ μακρόν.

Ἄδρηστος δ' ἄρ' ἔπειτα λαβὼν ἐλίσσετο γούνων· 045
ὁ Ἄδραστος δὲ μετὰ ταῦτα λαβόμενος τῶν γονάτων παρεκάλει αὐτόν, λέγων·

ζώγρει Ἀτρέος υἱέ, σὺ δ' ἄξια δέξαι ἄποινα·046
ὦ υἱὲ τοῦ Ἀτρέως ζῶντα με ἄγε, σὺ δ᾽ ἂν λάβοις λύτρα ἀντάξια.

πολλὰ δ' ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται047
πολλὰ δὲ ἐν τῷ οἴκῳ τοῦ πλουσίου μοι πατρὸς χρήματα ἀπόθετα κεῖνται,

χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,048
χαλκός τε καὶ χρυσός, καὶ ὁ ὑπὸ πολλοῦ καμάτου γινόμενος σίδηρος·

τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι' ἄποινα049
ἀπὸ τούτων ἄν σοι μετὰ χαρᾶς δοίη ὁ πατὴρ πλεῖστα λύτρα

εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ' ἐπὶ νηυσὶν Ἀχαιῶν. 050
ἐὰν ἐμὲ ζῶντα ἀκούσῃ ἐπὶ ταῖς ναυσὶ τῶν Ἑλλήνων.



ὣς φάτο, τῷ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·051
οὕτως εἶπεν· τούτῳ δὲ τὴν ψυχὴν ἐν τοῖς στήθεσιν ἔπειθε.

καὶ δή μιν τάχ' ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν052
καὶ δὴ αὐτὸν ταχέως ἔμελλε δώσειν τῷ ἑαυτοῦ θεράποντι κατάξειν

δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ' Ἀγαμέμνων053
ἐπὶ τὰς ταχείας ναῦς τῶν Ἑλλήνων· ἀλλ᾿ ὁ Ἀγαμέμνων

ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·054
ἐξεναντίας ἦλθε τρέχων, καὶ ἀπειλήσας λόγον εἶπεν· ὦ ἀνειμένε καὶ ἔκλυτε,

ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως 055
ὦ Μενέλαε, τί καὶ σὺ φείδῃ οὕτως

ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον056
ἀνδρῶν; ὄντως που ἄριστα πρός σε γέγονε κατὰ τὸν οἶκον

πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον057
παρὰ τῶν Τρῴων· μηδεὶς τούτων διαφύγοι τὴν χαλεπὴν φθοράν,

χεῖράς θ' ἡμετέρας, μηδ' ὅν τινα γαστέρι μήτηρ058
καὶ τὰς ἡμετέρας χεῖρας· μηδὲ ὅντινα ἐν τῇ γαστρὶ ἡ μήτηρ

κοῦρον ἐόντα φέροι, μηδ' ὃς φύγοι, ἀλλ' ἅμα πάντες059
νήπιον (ἄρρενα) ὄντα βαστάζοι, μηδ᾽ οὗτος ἀποφύγοι· ἀλλ᾿ ὁμοῦ πάντες

Ἰλίου ἐξαπολοίατ' ἀκήδεστοι καὶ ἄφαντοι. 060
ἐκ τῆς Ἰλίου ἀπόλοιντο, ἄνευ κηδείας, καὶ ἀφανεῖς, ὡς μὴ δὲ μνημεῖον αὐτῶν παραλείπεσθαι·



ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως061
οὕτως εἰπὼν παρέτρεψε τὴν τοῦ ἀδελφοῦ διάνοιαν ὁ ἥρως

αἴσιμα παρειπών· ὃ δ' ἀπὸ ἕθεν ὤσατο χειρὶ062
πρέποντα παραινέσας· ὁ δὲ ὤθησεν ἀφ᾽ ἑαυτοῦ τῇ χειρὶ

ἥρω' Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων063
Ἄδραστον τὸν ἥρωα· τοῦτον δὲ Ἀγαμέμνων ὁ βασιλεὺς

οὖτα κατὰ λαπάρην· ὃ δ' ἀνετράπετ', Ἀτρεΐδης δὲ064
ἔτρωσε κατὰ τὴν λαγόνα· οὗτος δὲ κατέπεσεν· ὁ υἱὸς δὲ τοῦ Ἀτρέως

λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 065
λακτικῶς ἐπιβὰς τῷ στήθει, ἐξείλκυσε τὸ ἐκ μελίας δένδρου δόρυ.



Νέστωρ δ' Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·066
ὁ Νέστωρ δὲ τοῖς Ἕλλησι παρεκελεύετο μεγάλως φωνήσας·

ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος067
ὦ προσφιλεῖς ἥρωες Ἕλληνες ὑπηρέται τοῦ Ἄρεος,

μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε068
μηδεὶς νῦν σκύλων ἐπιθυμῶν, ὀπίσω

μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,069
μενέτω, ὡσὰν πλεῖστα κομίζων ἐπὶ τὰς ναῦς ἀφίκηται·

ἀλλ' ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 070
ἀλλὰ τοὺς ἄνδρας ἀποκτείνωμεν· μετὰ ταῦτα δὲ καὶ ταῦτα ἐφ' ἡσυχίας

νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.071
κατὰ τὸ πεδίον τοὺς τεθνεῶτας νεκροὺς ἀφαιρήσεσθε.



ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.072
οὕτως εἰπὼν ἑκάστου ἰσχύν τε καὶ ψυχὴν παρώξυνεν.

ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν073
τότε δὴ οἱ Τρῷες ὑπὸ τῶν πολεμικῶν Ἑλλήνων

Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,074
ἀνέβησαν ἂν εἰς τὴν Ἴλιον τῇ ἑαυτῶν ἀσθενείᾳ δαμασθέντες,

εἰ μὴ ἄρ' Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς 075
εἰ μὴ τῷ Αἰνείᾳ καὶ τῷ Ἕκτορι εἶπε παραγενόμενος

Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ' ἄριστος·076
Ἕλενος ὁ υἱὸς τοῦ Πριάμου ὁ ἐξόχως ἄριστος τῶν οἰωνοσκόπων.

Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα077
ὦ Αἰνεία καὶ Ἕκτορ, ἐπειδὴ ὁ κατὰ πόλεμον πόνος ὑμῖν μάλιστα

Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκ' ἄριστοι078
τῶν Τρῴων, καὶ τῶν συμμάχων ἐρῄρεισται καὶ ἐπίκειται, διότι ἄριστοι

πᾶσαν ἐπ' ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,079
ἐπὶ πᾶσαν ὀρθότητα (ὁρμὴν) ὑπάρχετε καὶ τοῦ φρονεῖν καὶ τοῦ μάχεσθαι,

στῆτ' αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων 080
στῆτε αὐτόθι, καὶ τὸν στρατὸν κωλύοντες κατέχετε πρὸ τῶν πυλῶν,

πάντῃ ἐποιχόμενοι πρὶν αὖτ' ἐν χερσὶ γυναικῶν081
πανταχόσε πορευόμενοι, πρὶν ἂν ἐν ταῖς χερσὶ τῶν γυναικῶν

φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.082
πεσεῖν φεύγοντας, τοῖς πολεμίοις δὲ χαρὰν καὶ εὐφροσύνην γενέσθαι.

αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,083
ἐπειδὰν δὲ τὰς τάξεις πάσας πρὸς πόλεμον παροξύνητε,

ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθ' αὖθι μένοντες,084
ἡμεῖς μὲν τοῖς Ἕλλησι πολεμήσομεν αὐτοῦ καρτεροῦντες,

καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· 085
καίπερ λίαν καταπονούμενοι· ἀνάγκῃ γὰρ κατεπείγει καὶ βιάζεται·

Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δ' ἔπειτα086
σὺ δέ, ὦ Ἕκτορ, ἐπὶ τὴν πόλιν ἀπέρχου, εἰπὲ δὲ μετὰ ταῦτα

μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς087
τῇ σῇ μητρὶ καὶ ἐμῇ· αὕτη δὲ συναθροίζουσα τὰς γεραιὰς

νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ088
εἰς τὸν ναὸν τῆς εὐοφθάλμου Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει,

οἴξασα κληῖ̈δι θύρας ἱεροῖο δόμοιο089
καὶ ἀνοίξασα τῇ κλειδὶ τὰς θύρας τοῦ ἱεροῦ δόμου,

πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος 090
τὸν πέπλον ὃς αὐτῇ δοκεῖ λαμπρότατός τε καὶ μέγιστος

εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,091
εἶναι ἐν τῷ οἴκῳ, καὶ ἐκείνῃ αὐτῇ κατὰ πολὺ φίλτατος,

θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,092
θέτω ἐπὶ τοῖς γόνασι τῆς καλλικόμου Ἀθηνᾶς·

καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ093
καὶ ὑποσχέσθαι αὐτῇ δώδεκα βοῦς ἐν τῷ ναῷ

ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ094
ἐνιαυσιαίας, ἀδαμάστους θύσειν, ἐὰν ἐλεήσῃ καὶ οἰκτείρῃ

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, 095
τὴν πόλιν, καὶ τὰς γυναῖκας, καὶ τὰ μικρὰ τέκνα τῶν Τρῴων·

ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς096
ἐὰν τὸν υἱὸν τοῦ Τυδέως ἀποστήσῃ τῆς ἱερᾶς Ἰλίου,

ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,097
τὸν θηριώδη πολεμιστήν, τὸν ἰσχυρὸν ἐπιστήμονα τῆς μάχης,

ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.098
ὃν δὴ ἐγὼ οἴομαι ἰσχυρότατον τῶν Ἑλλήνων εἶναι·

οὐδ' Ἀχιλῆά ποθ' ὧδέ γ' ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,099
οὐδὲ Ἀχιλλέα ποτὲ οὕτως ἐφοβούμεθα τὸν ἡγεμόνα τοῦ λαοῦ,

ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλ' ὅδε λίην 100
ὃν λέγουσιν ἐκ θεᾶς εἶναι· ἀλλ᾽ οὗτος γε λίαν

μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.101
ἐνθουσιᾷ, οὐδέ τις δύναται ἐξισοῦσθαι αὐτῷ κατὰ δύναμιν.



ὣς ἔφαθ', Ἕκτωρ δ' οὔ τι κασιγνήτῳ ἀπίθησεν.102
οὕτως εἶπεν· ὁ Ἕκτωρ δὲ οὐκ ἠπείθησε τῷ ἀδελφῷ.

αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,103
εὐθὺς δὲ ἐκ τοῦ δίφρου σὺν τοῖς ὅπλοις χαμαὶ κατεπήδησε,

πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ104
κινῶν δὲ τὸ ὀξὺ δόρυ ἐπορεύθη πανταχόσε κατὰ τὸν στρατὸν

ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. 105
παροξύνων μάχεσθαι· ἤγειρε δὲ μάχην χαλεπήν.

οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·106
οὗτοι δὲ συνεστράφησαν, καὶ ἐναντίον ἔστησαν τῶν Ἑλλήνων·

Ἀργεῖοι δ' ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,107
οἱ Ἕλληνες δὲ ὑπεχώρησαν, τοῦ φόνου δὲ ἐπαύσαντο·

φὰν δέ τιν' ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος108
ᾠήθησαν δέ τινα τῶν ἀθανάτων θεῶν ἐκ τοῦ οὐρανοῦ τοῦ τοὺς ἀστέρας ἔχοντος

Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.109
κατελθεῖν, βοηθήσοντα τοῖς Τρῳσίν, ἐπειδὴ συνεστράφησαν.

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· 110
ὁ Ἕκτωρ δὲ μεγάλως βοήσας παρεκελεύετο τοῖς Τρῳσί, λέγων·

Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τ' ἐπίκουροι111
ὦ Τρῷες, καὶ Λύκιοι, καὶ Δάρδανοι συστάδην μαχόμενοι,

ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,112
ἀνδρεῖοι ὑπάρχετε, ὦ φίλοι, μνήσθητε δὲ ἰσχύος ὁρμητικῆς,

ὄφρ' ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν113
μέχρι ἂν ἐγὼ πορευθῶ πρὸς τὴν Ἴλιον, καὶ τοῖς γέρουσιν

εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι114
εἴπω τοῖς βουλευταῖς, καὶ ταῖς ἡμετέραις γαμεταῖς

δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δ' ἑκατόμβας. 115
τοῖς θεοῖς εὔξασθαι, ὑποσχέσθαι δὲ θυσίας μεγάλας.



ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·116
οὕτως εἰπὼν ἀπῆλθεν ὁ τὴν κόρυν ταχέως κινῶν Ἕκτωρ,

ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν117
περιέτυπτε δὲ αὐτὸν κατὰ τοὺς ἀστραγάλους, καὶ τὸν αὐχένα τὸ μέλαν δέρμα,

ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.118
ἤτοι ἡ δερματίνη περιφέρεια, ἡ ὑστάτη περιέκειτο τῆς ὀμφαλοὺς ἐχούσης ἀσπίδος.



Γλαῦκος δ' Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς119
Γλαῦκος δὲ ὁ υἱὸς τοῦ Ἱππολόχου, καὶ ὁ υἱὸς τοῦ Τυδέως,

ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. 120
εἰς τὸ μέσον ἀμφοτέρων τῶν στρατευμάτων συνήρχοντο, πολεμεῖν προθυμούμενοι·

οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντε,121
οὗτοι δὲ ἡνίκα δὴ ἐγγὺς ἐγένοντο ἀλλήλοις ἐπερχόμενοι,

τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·122
πρὸς τοῦτον πρότερον εἶπεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης·

τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;123
τίς δὲ σὺ ὑπάρχεις, ὦ βέλτιστε, ἀπὸ τῶν θνητῶν ἀνθρώπων;

οὐ μὲν γάρ ποτ' ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ124
οὐδεπώποτε γάρ σε τεθέαμαι ἐν τῇ μάχῃ τῇ δοξαζούσῃ τοὺς ἄνδρας

τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων 125
τὸ πρότερον· νῦν δέ γε κατὰ πολὺ πάντας ὑπερβάλλεις

σῷ θάρσει, ὅ τ' ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·126
τῇ σῇ εὐτολμίᾳ, ὅτε τὸ ἐμὸν μακρὸν δόρυ ὑπέμεινας·

δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.127
ἀθλίων δὲ καὶ κακοδαιμόνων υἱοὶ τῇ ἐμῇ ἀπαντῶσιν ἰσχύι.

εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας,128
εἰ δέ τις ἀπὸ τῶν ἀθανάτων θεῶν κατῆλθες ἀπὸ τοῦ οὐρανοῦ,

οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.129
οὐκ ἂν ἐγώ τοῖς οὐρανίοις θεοῖς πολεμοίην·

οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος 130
καὶ γὰρ οὐδὲ ὁ υἱὸς τοῦ Δρύαντος, ὁ ἰσχυρὸς Λυκοῦργος

δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·131
ἐπὶ πολὺ ἦν, ὃς δὴ τοῖς οὐρανίοις θεοῖς διεφέρετο·

ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας132
ὅς τις ποτὲ τοῦ φλέγοντος ἰσχυρῶς καὶ ἀκμάζοντος καὶ ἐνθουσιῶντος Διονύσου τὰς τροφοὺς

σεῦε κατ' ἠγάθεον Νυσήϊον· αἳ δ' ἅμα πᾶσαι133
ἐδίωκε, κατὰ τὸ ἱερὸν ὄρος τὸ Νυσήιον· αὗται δὲ ὁμοῦ πᾶσαι

θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου134
τοὺς θύρσους εἰς γῆν κατέχεαν, ὑπὸ Λυκούργου τοῦ ἀνδροκτόνου

θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς 135
τυπτόμεναι μάστιγι· ὁ Διόνυσος δὲ φοβηθεὶς

δύσεθ' ἁλὸς κατὰ κῦμα, Θέτις δ' ὑπεδέξατο κόλπῳ136
κατέδυ εἰς τὸ κῦμα τῆς θαλάσσης· ἡ Θέτις δὲ ὑπεδέξατο αὐτὸν εἰς τὸν κόλπον

δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.137
φοβούμενον· τρόμος γὰρ ἰσχυρὸς κατεῖχεν αὐτὸν τῇ τοῦ ἀνδρὸς ἀπειλῇ.

τῷ μὲν ἔπειτ' ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,138
τούτῳ μὲν οὖν μετὰ ταῦτα ὠργίσθησαν οἱ θεοὶ οἱ ῥαδίως ζῶντες,

καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδ' ἄρ' ἔτι δὴν139
καὶ ἐποίησεν αὐτὸν τυφλὸν ὁ τοῦ Κρόνου υἱός· οὐ τοίνυν ἔτ᾽ ἐπὶ πολὺ ἔζησεν·

ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν· 140
ἐπειδὴ πᾶσι τοῖς ἀθανατοῖς θεοῖς ἐμισεῖτο.

οὐδ' ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.141
οὐδ᾽ ἐγὼ τοῖς μακαρίοις θεοῖς βουλοίμην ἂν μάχεσθαι·

εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,142
εἰ δέ τις εἶ ἀπὸ τῶν ἀνθρώπων, οἳ τὸν τῆς γῆς καρπὸν ἐσθίουσι,

ἆσσον ἴθ' ὥς κεν θᾶσσον ὀλέθρου πείραθ' ἵκηαι.143
ἐγγύτερον παραγενοῦ, ὅπως ἂν τάχιον καταλάβῃς τὰ πέρατα τοῦ ὀλέθρου.



τὸν δ' αὖθ' Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·144
πρὸς τοῦτον δὲ ὁ λαμπρὸς υἱὸς τοῦ Ἱππολόχου ἔλεγεν·

Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; 145
ὦ μεγαλόψυχε υἱὲ τοῦ Τυδέως, τί δὴ τὴν γενεὰν ἐρωτᾶς;

οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.146
οἵα ἐστὶν ἡ τῶν φύλλων γενεά, τοιαύτη ἐστὶ καὶ ἡ τῶν ἀνθρώπων·

φύλλα τὰ μέν τ' ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ' ὕλη147
τῶν φύλλων τὰ μὲν ἄνεμος χαμαὶ χέει, ἄλλα δὲ ὁ δὲ δρυμὸς

τηλεθόωσα φύει, ἔαρος δ' ἐπιγίγνεται ὥρη·148
ὁ πολυθαλὴς βλαστάνει, ἔαρος δ᾽ ἐπιγίνεται ὥρη·

ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δ' ἀπολήγει.149
οὕτω καὶ ἡ τῶν ἀνθρώπων γενεά, ἡ μὲν φύεται, ἡ δὲ ἀποπαύεται.

εἰ δ' ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρ' ἐῢ εἰδῇς 150
εἰ δὲ βούλει, καὶ ταῦτα μάθε, ὅπως καλῶς γνῶς

ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·151
τὴν ἡμετέραν γενεάν, πολλοὶ δὲ αὐτὴν ἄνδρες οἴδασιν·

ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,152
ἔστι πόλις Ἔφυρα κατὰ τὸ ἐνδότερον μέρος τοῦ ἱπποτρόφου Ἄργους,

ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν,153
ἐκεῖ δὴ Σίσυφος ἦν, ὃς πανουργότατος ἀνδρῶν ἐγένετο,

Σίσυφος Αἰολίδης· ὃ δ' ἄρα Γλαῦκον τέκεθ' υἱόν,154
ὁ Σίσυφος ὁ υἱὸς τοῦ Αἰόλου· οὗτος τοίνυν ἐγέννησεν υἱὸν

αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· 155
τὸν Γλαῦκον· οὗτος δὲ ὁ Γλαῦκος ἐγέννησε τὸν ἄμεμπτον͵ Βελλεροφόντην·

τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν156
τούτῳ δὲ οἱ θεοὶ κάλλος καὶ ἀνδρείαν ἐπέραστον

ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,157
παρέσχον· Προῖτος δὲ αὐτῷ κακὰ ἐν τῇ ψυχῇ ἐβουλεύσατο,

ὅς ῥ' ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,158
ὃς δὴ ἐκ τοῦ δήμου ἀπήλασεν, ἐπειδὴ κατὰ πολὺ κρείττων ἦν

Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.159
τῶν Ἑλλήνων, Ζεὺς γὰρ ὑπὸ τὴν βασιλείαν αὐτοῦ τὸν δῆμον ὑπέταξεν·

τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖ' Ἄντεια 160
τούτου δὲ ἡ γαμετὴ τοῦ Προίτου ἠράσθη ἡ ἔνδοξος Ἄντεια,

κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι161
συνευνασθῆναι αὐτῷ συνουσίᾳ λαθραίᾳ· ἀλλὰ τοῦτον οὐδαμῶς

πεῖθ' ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.162
κατέπειθεν ἀγαθὰ φρονοῦντα τὸν συνετὸν Βελλεροφόντην.

ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·163
αὕτη δὲ ψευδῶς πρὸς Προῖτον τὸν βασιλέα ἔλεγεν.

τεθναίης ὦ Προῖτ', ἢ κάκτανε Βελλεροφόντην,164
ὦ Προῖτε, ἀποθάνοις, ἢ ἀπόκτεινον τὸν Βελλεροφόντην, ἤτοι καλόν σοι ἀποθανεῖν, εἰ μὴ τιμωρήσῃ τοῦτον,

ὅς μ' ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. 165
ὅς τις ἐβουλήθη συνευνασθῆναί μοι συνουσίᾳ μὴ βουλομένῃ.

ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·166
οὕτως εἶπε· τὸν βασιλέα δὲ κατέσχε θυμός, οἷον ἤκουσε·

κτεῖναι μέν ῥ' ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,167
ἀποκτεῖναί γε μὴν ἐξέκλινε, σεβαστὸν γὰρ τοῦτο ἡγήσατο καὶ ᾐδέσθη ἐν τῇ ψυχῇ,

πέμπε δέ μιν Λυκίην δέ, πόρεν δ' ὅ γε σήματα λυγρὰ168
ἔπεμψεν δὲ αὐτὸν εἰς τὴν Λυκίαν, ἔδωκε δ᾽ οὗτος γράμματα χαλεπά,

γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,169
γράψας ἐν πινακιδίῳ ἐσφραγισμένῳ ἀλγεινὰ πλεῖστα·

δεῖξαι δ' ἠνώγειν ᾧ πενθερῷ ὄφρ' ἀπόλοιτο. 170
δεῖξαι δὲ αὐτὰ ἐκέλευσε τῷ ἑαυτοῦ πενθερῷ, ὅπως ἀποθάνοι.

αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπ' ἀμύμονι πομπῇ.171
οὗτος δὲ ἐπορεύθη εἰς τὴν Λυκίαν σὺν ἀγαθῇ προπομπῇ τῶν θεῶν·

ἀλλ' ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,172
ἀλλ᾿ ὅτε δὴ τὴν Λυκίαν κατέλαβε καὶ Ξάνθον τὸν ῥευματώδη ποταμόν,

προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·173
φιλοφρόνως αὐτὸν ἐτίμα ὁ βασιλεὺς τῆς πλατείας καὶ μεγάλης Λυκίας·

ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.174
ἐπὶ ἐννέα ἡμέρας ἐξένισεν αὐτόν, καὶ ἐννέα βοῦς ἔθυσεν.

ἀλλ' ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς 175
ἀλλ᾿ ὁπηνίκα δὴ ἡ δεκάτη ῥοδόχρους ἡμέρα ἐφάνη,

καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι176
τότε αὐτὸν ἠρώτα, καὶ ἐζήτει τὸ γράμμα ἰδεῖν,

ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.177
ὅπερ ἂν αὐτῷ παρὰ Προίτου τοῦ γαμβροῦ κομίζοι.

αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,178
ἐπεὶ δὲ τὸ χαλεπὸν γράμμα τοῦ γαμβροῦ ἐδέξατο,

πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε179
πρῶτον μὲν τὴν ἀκαταμάχητον Χίμαιραν ἐπέταξε

πεφνέμεν· ἣ δ' ἄρ' ἔην θεῖον γένος οὐδ' ἀνθρώπων, 180
ἀνελεῖν· αὕτη δὲ ἦν γέννημα θεῖον, οὐκ ἀνθρώπινον,

πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,181
τὰ μὲν ἔμπροσθεν λέων ἦν, τὰ δὲ ὄπισθεν δράκων, τὰ δὲ μέσα χίμαιρα,

δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,182
φοβερὰν δύναμιν πυρὸς καιομένου ἀποπνέουσα·

καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.183
καὶ ταύτην μὲν ἀνεῖλε τοῖς τῶν θεῶν τέρασι, καὶ σημείοις πειθαρχήσας.

δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·184
τὸ δεύτερον δὲ τοῖς Σολύμοις ἐπολέμησε τοῖς ἐνδόξοις·

καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. 185
ἰσχυροτάτην δὲ ταύτην γε μάχην ἀνδρῶν εἶπεν εἰσελθεῖν, ἤτοι πολεμῆσαι.

τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας.186
τὸ τρίτον δὲ ἀνεῖλεν Ἀμαζόνας τὰς τοῖς ἀνδράσιν ἀντιτασσομένας

τῷ δ' ἄρ' ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε·187
τούτῳ δὲ ἐπανιόντι ἄλλον δόλον ἰσχυρὸν κατεσκεύαζε·

κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους188
ἐκλεξάμενος ἐκ τῆς πλατείας καὶ μεγάλης Λυκίας ἄνδρας κρατίστους,

εἷσε λόχον· τοὶ δ' οὔ τι πάλιν οἶκον δὲ νέοντο·189
ἐκάθισεν ἐνέδραν. οὗτοι δὲ οὐκ εἰς τοὐπίσω ἐπὶ τὸν οἶκον ὑπέστρεψαν·

πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. 190
πάντας γὰρ ἀπέκτεινεν ὁ ἄμεμπτος Βελλεροφόντης.

ἀλλ' ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα191
ἀλλ᾿ ὁπηνίκα δὴ ἐπέγνω θεοῦ υἱὸν ἀγαθὸν ὄντα,

αὐτοῦ μιν κατέρυκε, δίδου δ' ὅ γε θυγατέρα ἥν,192
ἐκεῖ κατέσχεν αὐτόν, ἔδωκε δ᾽ οὗτος τὴν ἑαυτοῦ θυγατέρα Κασσάνδραν·

δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης·193
ἔδωκε δὲ αὐτῷ τῆς βασιλικῆς ἁπάσης τιμῆς τὸ ἥμισυ·

καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων194
ἔτι γε μὴν οἱ Λύκιοι χωρίον ἐξέταμον αὐτῷ ἐξόχως τῶν ἄλλων,

καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. 195
καλὸν γῆς φυτευσίμου καὶ ἀροσίμου, ὅπως αὐτὸ καρποῖτο.

ἣ δ' ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ196
αὕτη δὲ ἔτεκε τρία τέκνα τῷ συνετῷ Βελλεροφόντῃ,

Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.197
τόν τε Ἴσανδρον, καὶ τὸν Ἱππόλοχον, καὶ τὴν Λαοδάμειαν.

Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,198
τῇ μὲν οὖν Λαοδαμείᾳ συνευνάσθη ὁ βουλευτικὸς Ζεύς.

ἣ δ' ἔτεκ' ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.199
αὕτη δὲ ἔτεκε τὸν ἰσόθεον Σαρπηδόνα τὸν πολεμιστήν.

ἀλλ' ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, 200
ἀλλ᾽ ἐπειδὴ δὴ καὶ ἐκεῖνος ἐμισεῖτο πᾶσι τοῖς θεοῖς,

ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο201
οὗτος μὲν μόνος ἐπλανᾶτο κατὰ τὸ πεδίον τὸ Ἀλήιον,

ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·202
ἐν ᾧ οἷος αὐτὸς ἠλᾶτο, τὴν ἑαυτοῦ ψυχὴν κατεσθίων, τὴν μετ᾿ ἀνθρώπων ἀναστροφὴν ἐκκλίνων.

Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο203
Ἴσανδρον δὲ τὸν υἱὸν αὐτοῦ Ἄρης, ὁ ἀκόρεστος τοῦ πολέμου,

μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·204
μαχόμενον τοῖς ἐνδόξοις Σολύμοις ἐφόνευσε.

τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 205
τὴν δὲ Λαοδάμειαν ἡ καλλίδιφρος Ἄρτεμις ὀργισθεῖσα ἀπέκτεινεν.

Ἱππόλοχος δέ μ' ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·206
ὁ Ἱππόλοχος δέ με ἐγέννησε, καὶ ἐκ τούτου γενέσθαι φημί.

πέμπε δέ μ' ἐς Τροίην, καί μοι μάλα πόλλ' ἐπέτελλεν207
ἔπεμψε δέ με εἰς Τροίαν, καὶ μοι πάνυ πολλὰ ἐνετείλατο

αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,208
ἀεὶ ἀνδραγαθεῖν, καὶ ὑπέροχον τῶν ἄλλων καὶ ἔκκριτον εἶναι·

μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ' ἄριστοι209
μὴ δὲ τὸ γένος τῶν προγόνων αἰσχύνειν, οἳ μάλα κράτιστοι ἐγένοντο

ἔν τ' Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 210
ἔν τε τῇ Ἐφύρᾳ (Κορίνθῳ) καὶ ἐν τῇ πλατείᾳ καὶ μεγάλῃ Λυκίᾳ.

ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.211
ταύτης δὴ τῆς γενεᾶς, καὶ τοῦ σπέρματος εἶναι καυχῶμαι.



ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·212
οὕτως εἶπεν. ἐχάρη δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης.

ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,213
τὸ δόρυ μὲν οὖν κατέπηξεν ἐπὶ τῇ γῇ τῇ πολλοὺς βοσκούσῃ καὶ τρεφούσῃ·

αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·214
οὗτος δὲ λόγοις προσηνέσι πρὸς τὸν βασιλέα τοῦ λαοῦ διελέγετο·

ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· 215
ὄντως δή μοι φίλος πατρικὸς εἶ παλαιός·

Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην216
Οἰνεὺς γάρ ποτε ὁ ἔνδοξος τὸν ἄμεμπτον Βελλεροφόντην

ξείνισ' ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ' ἐρύξας·217
ἐξένισεν ἐν τοῖς οἴκοις, εἴκοσιν ἡμέρας κατασχὼν αὐτόν.

οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·218
οὗτοι δὲ καὶ ἀλλήλοις ἐχαρίσαντο περικαλλῆ ξένια.

Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,219
ὁ μὲν Οἰνεὺς ἔδωκε ζωστῆρα φοινικίνῳ χρώματι λελαμπρυσμένον·

Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον 220
ὁ Βελλεροφόντης δὲ χρυσοῦν ποτήριον διπλοῦν, τὴν βάσιν δηλονότι κοίλην ἔχον.

καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ' ἐμοῖσι.221
καὶ κατέλιπον αὐτὸ ἐγὼ ἐρχόμενος, ἐν τῷ ἐμῷ οἴκῳ·

Τυδέα δ' οὐ μέμνημαι, ἐπεί μ' ἔτι τυτθὸν ἐόντα222
τοῦ Τυδέως δὲ οὐ μέμνημαι· ἐπειδή με νήπιον ὄντα κατέλιπεν,

κάλλιφ', ὅτ' ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.223
ὁπηνίκα ὁ τῶν Ἑλλήνων στρατὸς ἀπώλετο ἐν ταῖς Θήβαις.

τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ224
δι᾿ ὃ νῦν σοὶ μὲν ἐγὼ ξένος φίλος ἐν τῷ μέσῳ τοῦ Ἄργους

εἰμί, σὺ δ' ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. 225
ὑπάρχω· σὺ δὲ ἐμοὶ ἐν τῇ Λυκίᾳ, ὅταν εἰς τὸν δῆμον τούτων τῶν Λυκίων παραγένωμαι·

ἔγχεα δ' ἀλλήλων ἀλεώμεθα καὶ δι' ὁμίλου·226
τὰ δόρατα δὲ ἀλλήλων ἐκκλίνωμεν, καίτοι ἐν πλήθει ὄντες·

πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τ' ἐπίκουροι227
καὶ γὰρ πολλοὶ μὲν ἐμοὶ Τρῷες, καὶ ἔνδοξοι σύμμαχοι,

κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω,228
ἀποκτείνειν ὃν ἂν θεὸς παράσχοι καὶ τοῖς ποσὶ καταλάβω.

πολλοὶ δ' αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι.229
πολλοὶ δὲ πάλιν σοὶ Ἕλληνες, ἀναιρεῖν ὃν ἂν δύνῃ·

τεύχεα δ' ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε 230
τὰ ὅπλα δὲ ἀλλήλοις ἀντικαταλλάξωμεν, ὅπως καὶ οὗτοι

γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθ' εἶναι.231
μάθωσιν, ὅτι φίλοι πατρικοὶ καυχώμεθα εἶναι.



ὣς ἄρα φωνήσαντε καθ' ἵππων ἀΐξαντε232
οὕτω δὴ εἰπόντες, ἀπὸ τῶν ἵππων ὁρμήσαντες,

χεῖράς τ' ἀλλήλων λαβέτην καὶ πιστώσαντο·233
τὰς ἀλλήλων χεῖρας ἔλαβον, καὶ πίστεις ἐποιήσαντο.

ἔνθ' αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,234
τότε δὴ τῷ Γλαύκῳ ἐξεῖλε καὶ ἀπώλεσε τὴν διάνοιαν ὁ υἱὸς τοῦ Κρόνου ὁ Ζεύς,

ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχε' ἄμειβε 235
ὃς πρὸς Διομήδην τὸν υἱὸν τοῦ Τυδέως ἤλλαττε τὰ ὅπλα,

χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων.236
χρυσᾶ διδοὺς ἀντὶ χαλκῶν, καὶ ἑκατὸν βοῶν ἄξια, ἀντὶ ἀξίων ἐννέα βοῶν.



Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,237
ὁ Ἕκτωρ δὲ ἐπειδὴ τὰς Σκαιὰς πύλας καὶ τὸν πύργον κατέλαβε

ἀμφ' ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες238
περὶ αὐτὸν ἔτρεχον αἱ τῶν Τρῴων γυναῖκες, καὶ θυγατέρες,

εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε239
ἐρωτῶσαι ὑπὲρ τῶν υἱῶν, καὶ τῶν ἀδελφῶν, καὶ τῶν συγγενῶν,

καὶ πόσιας· ὃ δ' ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει 240
καὶ τῶν ἀνδρῶν· αὐτὸς δὲ ἐκέλευσεν εὔχεσθαι τοῖς θεοῖς

πάσας ἑξείης· πολλῇσι δὲ κήδε' ἐφῆπτο.241
πάσας ἐφεξῆς· πολλαῖς δὲ λύπαι ἐπήρτηντο.



ἀλλ' ὅτε δὴ Πριάμοιο δόμον περικαλλέ' ἵκανε242
ἀλλ᾿ ὁπηνίκα δὴ τὸν περικαλλῆ οἶκον τοῦ Πριάμου κατέλαβε

ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ243
τὸν γλυπταῖς στοαῖς κατεσκευασμένον· ἐν αὐτῷ δὲ

πεντήκοντ' ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο244
πεντήκοντα ἐνῆσαν δωμάτια ἀπὸ λίθου ἐξεσμένου,

πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες 245
ἐγγὺς ἀλλήλων κατεσκευασμένα· ἔνθα δὴ οἱ υἱοὶ

κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,246
τοῦ Πριάμου ἐκοιμῶντο σύν ταῖς ἑαυτῶν γυναιξὶ ταῖς κατὰ μνηστείας γαμηθείσαις·

κουράων δ' ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς247
τῶν θυγατέρων δὲ ἐκ τοῦ ἑτέρου μέρους ἀπαντικρύ, ἐντὸς τῆς αὐλῆς,

δώδεκ' ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο248
δώδεκα ἦσαν δωμάτια ὑπερῷα ἀπὸ λίθου ἐξεσμένου,

πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ249
ἐγγὺς ἀλλήλων ᾠκοδομημένα· ἔνθα δὴ οἱ γαμβροὶ

κοιμῶντο Πριάμοιο παρ' αἰδοίῃς ἀλόχοισιν· 250
ἐκοιμῶντο τοῦ Πριάμου σὺν ταῖς αἰδοῦς ἀξίαις γαμεταῖς·

ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ251
τηνικαῦτα αὐτῷ ἦλθεν ἐξεναντίας ἡ μήτηρ, ἡ δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία,

Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·252
εἰς τὴν Λαοδίκην ἀπερχομένη, τὴν κατὰ μορφὴν ἀρίστην πασῶν τῶν θυγατέρων αὐτῆς·

ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·253
ἐνέφυ δ᾽ οὖν τῇ χειρὶ αὐτοῦ, ἤτοι περιέλαβεν αὐτῷ τὴν χεῖρα, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει·

τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;254
ὦ τέκνον, τίποτε καταλιπῶν τὸν θρασὺν πόλεμον ἦλθες ἐνθάδε;

ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν 255
ὄντως δὴ λίαν καταπονοῦσιν οἱ κακώνυμοι υἱοὶ τῶν Ἑλλήνων,

μαρνάμενοι περὶ ἄστυ· σὲ δ' ἐνθάδε θυμὸς ἀνῆκεν256
μαχόμενοι περὶ τὴν πόλιν· σὲ δὲ ἀνέπεισεν ἡ ψυχὴ δεῦρο

ἐλθόντ' ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.257
παραγενόμενον ᾆραι τὰς χεῖρας, καὶ εὔξασθαι τῷ Διῒ ἐκ τῆς ἀκροπόλεως·

ἀλλὰ μέν' ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,258
ἀλλ᾿ ἀνάμενε, ὅπως ἄν σοι οἶνον ἥδιστον ἐνέγκω,

ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι259
ἵνα θύσῃς τῷ Διῒ τῷ πατρί, καὶ τοῖς ἄλλοις ἀθανατοῖς θεοῖς

πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. 260
πρῶτον· μετὰ ταῦτα δὲ καὶ σὺ ὠφεληθῇς, ἐὰν πίῃς,

ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,261
ἀνδρὶ γὰρ κεκοπιακότι τὴν δύναμιν μεγάλως αὔξει ὁ οἶνος,

ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.262
ὥσπερ σὺ κεκοπίακας βοηθῶν τοῖς σοῖς πολίταις



τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·263
ταύτῃ δὲ ἀπεκρίνατο μετὰ ταῦθ᾽ ὁ μέγας Ἕκτωρ ὁ ῥᾳδίως τὴν περικεφαλαίαν κινῶν·

μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,264
μή μοι οἶνον ἱλαρωτέρους τοὺς χρωμένους ποιοῦντα πρόφερε, ὦ σεβαστὴ μῆτερ,

μή μ' ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· 265
μήπως με ἐκνευρίσῃς καὶ ἀπογυμνώσῃς τῆς δυνάμεως, καὶ ἐπιλάθωμαι τῆς ἰσχύος·

χερσὶ δ' ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον266
χερσὶ δὲ μεμολυσμένοις τῷ Διῒ θύειν οἶνον θερματικὸν

ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι267
εὐλαβοῦμαι, οὐδέ πη θέμις τῷ τὰ μέλαινα νέφη συνάγοντι υἱῷ τοῦ Κρόνου

αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.268
εὔχεσθαι τὸν αἵματι καθαρῷ, καὶ μετὰ κόνεως μεμιγμένῳ μεμολυσμένον.

ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης269
ἀλλὰ σὺ μὲν πρὸς τὸν ναὸν τῆς λαφυραγωγοῦ Ἀθηνᾶς

ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς· 270
ἴθι μετὰ θυμιαμάτων ἀθροίσασα τὰς πρεσβύτιδας·

πέπλον δ', ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος271
ὃς τις δὲ ἀπὸ τῶν πέπλων σοι λαμπρότατος, καὶ μέγιστος

ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,272
ὑπάρχει ἐν τῷ οἴκῳ, καὶ σοὶ αὐτῇ πάνυ προσφιλέστατος,

τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,273
τοῦτον θὲς ἐπὶ τοῖς γόνασι τῆς καλλικόμου Ἀθηνᾶς,

καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ274
καὶ ὑπόσχου αὐτῇ δώδεκα βοῦς ἐν τῷ ναῷ ἐνιαυσιαίας,

ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κ' ἐλεήσῃ 275
ἀδαμάστους θύσειν, ἐὰν οἰκτείρῃ

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,276
τήν τε πόλιν, καὶ τὰς γυναῖκας, καὶ τὰ μικρὰ παιδία τῶν Τρῴων,

αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς277
ἐὰν τὸν υἱὸν τοῦ Τυδέως ἀποστήσῃ τῆς ἱερᾶς Ἰλίου

ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.278
τὸν θηριώδη πολεμιστήν, τὸν ἰσχυρὸν ἐπιστήμονα τῆς μάχης·

ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης279
ἀλλὰ σὺ μὲν ἐπὶ τὸν ναὸν τῆς λαφυραγωγοῦ Ἀθηνᾶς

ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω 280
ἴθι· ἐγὼ δὲ πρὸς τὸν Ἀλέξανδρον πορεύσομαι, ἵνα αὐτὸν καλέσω,

αἴ κ' ἐθέλῃσ' εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι281
ἐὰν ἐθέλῃ εἰπόντος μου ὑπακούειν· ὡς εἴθε αὐτῷ αὐτόθι

γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα282
διασταίη ἡ γῆ· μέγα γὰρ βλάβος αὐτὸν ἔτρεφεν ὁ Οὐράνιος

Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.283
τοῖς τε Τρῳσί, καὶ τῷ μεγαλοψύχῳ Πριάμῳ, καὶ τοῖς τούτου τέκνοις·

εἰ κεῖνόν γε ἴδοιμι κατελθόντ' Ἄϊδος εἴσω284
εἰ ἐκεῖνον γε θεασαίμην καταβάντα εἰς Ἅιδου,

φαίην κε φρέν' ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. 285
ὑπολάβοιμι ἂν κατὰ τὴν ἐμὴν διάνοιαν ἐπιλαθέσθαι τῆς ἀτερποῦς ταλαιπωρίας.



ὣς ἔφαθ', ἣ δὲ μολοῦσα ποτὶ μέγαρ' ἀμφιπόλοισι286
οὕτως εἶπεν. αὕτη δὲ ἐλθοῦσα εἰς τὸν οἶκον ταῖς θεραπενίσιν

κέκλετο· ταὶ δ' ἄρ' ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.287
ἐκέλευσεν· αὗται δὲ συνήθροισαν κατὰ τὴν πόλιν τὰς πρεσβύτιδας·

αὐτὴ δ' ἐς θάλαμον κατεβήσετο κηώεντα,288
αὐτὴ δὲ εἰς τὸ εὐῶδες καὶ τεθυμιασμένον δῶμα κατέβη,

ἔνθ' ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν289
ὅπου ἦσαν αὐτῇ οἱ πεποικιλμένοι καὶ πολύχροι πέπλοι, ἔργα γυναικῶν

Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς 290
τῶν ἀπὸ τῆς Σιδῶνος, ἃς αὐτὸς ὁ θεοῦ εἶδος ἔχων Ἀλέξανδρος

ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,291
ἤγαγεν ἐκ τῆς Σιδῶνος, ἐπιπλεύσας τὴν πλατεῖαν θάλασσαν,

τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·292
κατ᾿ αὐτὴν τὴν ὁδόν, καθ᾽ ἣν τὴν εὐγενῆ Ἑλένην ἀνήγαγε.

τῶν ἕν' ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,293
τούτων τῶν πέπλων ἕνα ἄρασα ἡ Ἑκάβη, προσέφερε δῶρον τῇ Ἀθηνᾷ,

ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,294
ὃς ὡραιότατος ἦν διαφόροις καλλωπίσμασι, καὶ μέγιστος,

ἀστὴρ δ' ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. 295
ἐξέλαμπε δὲ καθάπερ ἀστήρ· ἔκειτο δὲ ἔσχατος τῶν ἄλλων·

βῆ δ' ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.296
ὥρμησε δὲ πορεύεσθαι, πολλαὶ δὲ ἐπηκολούθουν πρεσβύτιδες·



αἳ δ' ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,297
αὗται δὲ ὁπηνίκα τὸν ναὸν κατέλαβον τῆς Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει,

τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος298
ἤνοιξε τὰς θύρας αὐταῖς ἡ περικαλλὴς Θεανώ,

Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·299
ἡ θυγάτηρ τοῦ Κισσέως, ἡ γυνὴ τοῦ ἱππικοῦ Ἀντήνορος·

τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν. 300
ταύτην γὰρ οἱ Τρῷες ἐποίησαν λειτουργὸν τῆς Ἀθηνᾶς·

αἳ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·301
αὗται δὲ πᾶσαι σὺν φωνῇ θρηνητικῇ ἀνέτειναν τὰς χεῖρας·

ἣ δ' ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος302
ἡ δὲ εὐειδὴς Θεανὼ τὸν πέπλον λαβοῦσα,

θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,303
ἔθηκεν ἐπὶ τοῖς γόνασι τῆς καλλικόμου Ἀθηνᾶς·

εὐχομένη δ' ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·304
θεοκλυτοῦσα δὲ νύχετο τῇ θυγατρὶ τοῦ μεγάλου Διός, λέγουσα·

πότνι' Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων 305
ὦ σεβαστὴ Ἀθηνᾶ, φύλαξ τῶν πόλεων, ἐνδοξοτάτη τῶν θεῶν,

ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν306
σύντριψον νῦν τὸ δόρυ τοῦ Διομήδους, καὶ αὐτὸν

πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,307
πεσεῖν ἐπὶ πρόσωπον δός, ἔμπροσθεν τῶν Σκαιῶν πυλῶν·

ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ308
ὅπως σοι νῦν εὐθὺς δώδεκα βοῦς ἐν τῷ ναῷ

ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κ' ἐλεήσῃς309
ἐνιαυσιαίας, ἀδαμάστους θύσωμεν, ἐὰν οἰκτείρῃς

ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα. 310
τήν τε πόλιν, καὶ τὰς γυναῖκας, καὶ τὰ μικρὰ παιδία τῶν Τρῴων.



ὣς ἔφατ' εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.311
οὕτως εἶπεν εὐχομένη· τῷ νεύματι δὲ ἠρνεῖτο ἡ πολεμικὴ Ἀθηνᾶ.

ὣς αἳ μέν ῥ' εὔχοντο Διὸς κούρῃ μεγάλοιο,312
οὕτως αὗται μὲν ηὔχοντο τῇ θυγατρὶ τοῦ μεγάλου Διός·

Ἕκτωρ δὲ πρὸς δώματ' Ἀλεξάνδροιο βεβήκει313
ὁ Ἕκτωρ δὲ εἰς τὰ περικαλλῆ δώματα τοῦ Ἀλεξάνδρου ἐπορεύθη,

καλά, τά ῥ' αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότ' ἄριστοι314
ἃ δὴ αὐτὸς κατεσκεύασε μετ' ἀνδρῶν, οἳ τότε ἄριστοι

ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, 315
ἦσαν ἐν τῇ εὐγέῳ Τροίᾳ, ἄνδρες οἰκοδόμοι,

οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν316
οἵτινες αὐτῷ ᾠκοδόμησαν νυμφικὸν κοιτωνίσκον, καὶ ἀνδρῶνα, καὶ ἔξω αὐλὴν

ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.317
ἐγγὺς τοῦ Πριάμου καὶ Ἕκτορος ἐν τῇ ἀκροπόλει.

ἔνθ' Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δ' ἄρα χειρὶ318
ἐκεῖ δὴ Ἕκτωρ εἰσῆλθεν ὁ φίλος τοῦ Διός· ἐν τῇ χειρὶ δὲ

ἔγχος ἔχ' ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς319
κατεῖχε δόρυ ἕνδεκα πηχῶν, ἔμπροσθεν δὲ ἔλαμπεν ἡ τοῦ δόρατος

αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. 320
σιδηρᾶ ἐπιδορατὶς, χρυσοῦς δὲ περιέκειτο πόρκης, ἤτοι κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος·

τὸν δ' εὗρ' ἐν θαλάμῳ περικαλλέα τεύχε' ἕποντα321
τοῦτον δὲ εὗρεν ἐν τῷ δωματίῳ περιέποντα καὶ ἐπιμελούμενον τῶν ὡραίων αὐτοῦ ὅπλων,

ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξ' ἁφόωντα·322
τῆς τε ἀσπίδος, καὶ τοῦ θώρακος, καὶ τὸ ἐπικαμπὲς τόξον μεταχειριζόμενον·

Ἀργείη δ' Ἑλένη μετ' ἄρα δμῳῇσι γυναιξὶν323
ἡ Ἑλληνὶς δὲ Ἑλένη μετὰ τῶν γυναικῶν τῶν δούλων αὐτῆς

ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.324
ἐκάθητο, καὶ ταῖς θεραπενίσι περὶ τῶν ἔργων ἐπέταττε

τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· 325
τοῦτον δὲ ὁ Ἕκτωρ θεασάμενος ὠνείδισε καὶ ἐλοιδόρησε λόγοις αἰσχροῖς λέγων·

δαιμόνι' οὐ μὲν καλὰ χόλον τόνδ' ἔνθεο θυμῷ,326
ὦ κακόδαιμον, οὐ καλῶς δὴ ταύτην τὴν ὀργὴν ἔθου ἐν τῇ ψυχῇ·

λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος327
οἱ μὲν λαοὶ ἀπόλλυνται περὶ τὴν πόλιν, καὶ τὸ ὑψηλὸν τεῖχος

μαρνάμενοι· σέο δ' εἵνεκ' ἀϋτή τε πτόλεμός τε328
μαχόμενοι· ἕνεκα δὲ σοῦ ὁ πόλεμος καὶ ἡ μάχη

ἄστυ τόδ' ἀμφιδέδηε· σὺ δ' ἂν μαχέσαιο καὶ ἄλλῳ,329
περὶ τήνδε τὴν πόλιν ἀνῆπται· σὺ δὲ ὀφείλεις μάχεσθαι καὶ ἄλλῳ,

ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. 330
εἴ τινα ἀμελοῦντα τοῦ μισητοῦ πολέμου θεάσαιο

ἀλλ' ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.331
ἀλλ᾽ ἀνάστα, μήπως ταχέως ἡ πόλις ὑπὸ πυρὸς φθαρτικοῦ κατακαῇ.



τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·332
πρὸς τοῦτον δὲ ὁ θεοῦ εἶδος ἔχων Ἀλέξανδρος εἶπεν·

Ἕκτορ ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν,333
ὦ Ἕκτορ, ἐπειδή με κατὰ τὸ πρέπον ἐλοιδόρησας, οὐδὲ παρὰ τὸ πρέπον,

τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·334
τούτου χάριν ἐρῶ σοι· σὺ δὲ νόησον, καὶ ἄκουσόν μου·

οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι 335
οὐδαμῶς ἐγὼ ὀργῇ τῇ πρὸς τοὺς Τρῷας, οὐδ᾽ ἀναξιοπαθήσει τοσοῦτον

ἥμην ἐν θαλάμῳ, ἔθελον δ' ἄχεϊ προτραπέσθαι.336
ἐκαθήμην ἐν τῷ δώματι, ἐβουλόμην δὲ ἐκ τῆς συμβάσης μοι λύπης ἐκ τῆς ἥττης παρατροπήν τινα καὶ παραμυθίαν εὑρεῖν, καὶ εἶξαι τῇ συμφορᾷ, καὶ ἡσυχᾶσαι·

νῦν δέ με παρειποῦσ' ἄλοχος μαλακοῖς ἐπέεσσιν337
νῦν δέ με παραινέσασα ἡ γαμέτῃ λόγοις προσηνέσι καὶ πραέσι

ὅρμησ' ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ338
παρώρμησε καὶ διήγειρεν εἰς πόλεμον· δοκεῖ δὲ καὶ ἐμοὶ αὐτῷ

λώϊον ἔσσεσθαι· νίκη δ' ἐπαμείβεται ἄνδρας.339
οὕτως ἔσεσθαι βέλτιον· ἡ νίκη δὲ ἐξ ἀμοιβῆς παραγίνεται, ἐναλλὰξ πρὸς ἄλλον καὶ ἄλλον χωροῦσα·

ἀλλ' ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· 340
ἀλλ᾽ ἄγε νυνὶ ἀνάμεινον, ὅπως ἐνδυθῶ τὰ πολεμικὰ ὅπλα·

ἢ ἴθ', ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σ' ὀΐω.341
ἣ πορεύου, ἐγὼ δὲ μετὰ σὲ ἐλεύσομαι· οἴομαι δέ σε καταλήψεσθαι.



ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·342
οὕτως εἶπε. πρὸς αὐτὸν δὲ οὐδὲν εἶπεν ὁ ῥαδίως τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ.

τὸν δ' Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·343
πρὸς τοῦτον δὲ ἡ Ἑλένη λόγοις πραέσι καὶ προσηνέσιν ἔλεγεν·

δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,344
ὦ ἀνδράδελφε ἐμοῦ τῆς ἀναιδοῦς, τῆς κακοβούλου, τῆς φρικτῆς, καὶ χαλεπῆς,

ὥς μ' ὄφελ' ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ 345
ὡς εἴθε τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτε με τὴν ἀρχὴν ἔτεκεν ἡ μήτηρ,



οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα346
συστροφή τις καί ῥύμη ἀνέμου ᾤχετο προφέρουσά με

εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,347
εἰς ὄρος, ἢ εἰς κῦμα τῆς πολυταράχου θαλάσσης,

ἔνθά με κῦμ' ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.348
ὅπου με ἀπέπνιξεν ἄν, πρὶν ἢ τὰ ἔργα ταῦτα γενέσθαι·

αὐτὰρ ἐπεὶ τάδε γ' ὧδε θεοὶ κακὰ τεκμήραντο,349
ἐπεὶ δὲ ταῦτα τὰ κακὰ οὕτως οἱ θεοὶ ἐτελείωσαν,

ἀνδρὸς ἔπειτ' ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, 350
ἀνδρὸς μετὰ ταῦτα κρείσσονος εἴθε εἴην γυνή,

ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλ' ἀνθρώπων.351
ὃς οἶδεν ἀναξιωπάθησιν, καὶ ὀνείδη πολλὰ ἀνθρώπων·

τούτῳ δ' οὔτ' ἂρ νῦν φρένες ἔμπεδοι οὔτ' ἄρ' ὀπίσσω352
τούτῳ δὲ οὔτε νῦν λογισμός (διάνοια) βέβαιός ἐστιν, οὔτε μετὰ ταῦτα

ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.353
ἔσται, δι᾿ ὃ καὶ παραπολαύσειν αὐτὸν τῆς μωρίας ὑπολαμβάνω.

ἀλλ' ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδ' ἐπὶ δίφρῳ354
ἀλλ᾿ ἄγε νῦν εἴσελθε, καὶ κάθισον ἐπὶ τούτῳ τῷ δίφρῳ,

δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν 355
ἀνδράδελφε, ἐπειδή σε κόπος κατὰ διάνοιαν λίαν κατέλαβεν,

εἵνεκ' ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκ' ἄτης,356
ἕνεκα ἐμοῦ τῆς ἀναιδοῦς, καὶ ἕνεκα τῆς βλάβης τοῦ Ἀλεξάνδρου,

οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω357
οἷς ἐπέθηκεν ὁ Ζεὺς μοῖραν καὶ τύχην κακήν, ἵνα καὶ εἰς τὸ μετὰ ταῦτα

ἀνθρώποισι πελώμεθ' ἀοίδιμοι ἐσσομένοισι.358
ὑπάρχωμεν μετ᾿ ᾠδῆς μνημονευόμενοι τῆς μεταγενεστέροις ἀνθρώποις.



τὴν δ' ἠμείβετ' ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ359
ταύτῃ δὲ ἀπεκρίνατο μετὰ ταῦτα ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν·

μή με κάθιζ' Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις· 360
ὦ Ἑλένη, μή με ποίει καθίσαι, καίπερ φιλοῦσα, οὐ γὰρ καταπείσεις με·

ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρ' ἐπαμύνω361
ἤδη γάρ μοι ἡ ψυχή ἐφώρμηται ὅπως βοηθήσω

Τρώεσσ', οἳ μέγ' ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.362
τοῖς Τρῳσίν, οἳ μεγάλως ἔχουσι πόθον ἐμοῦ ἀπόντος·

ἀλλὰ σύ γ' ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,363
ἀλλὰ σὺ διέγειρε τοῦτον, σπευδέτω δὲ καὶ αὐτός,

ὥς κεν ἔμ' ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.364
ὅπως ἂν ἐμὲ καταλάβῃ ἐντὸς ἔτι τῆς πόλεως ὄντα·

καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι 365
καὶ γὰρ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκον μου, ὅπως θεάσωμαι

οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.366
τοὺς οἰκείους (ἐν τῷ οἴκῳ), καὶ τὴν ἀγαπητὴν γυναῖκα, καὶ τὸν μικρὸν υἱόν·

οὐ γὰρ οἶδ' εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,367
οὐ γάρ τι οἶδα, εἰ πάλιν αὐτοῖς ἐξ ὑποστροφῆς ἐλεύσομαι μετὰ ταῦτα,

ἦ ἤδη μ' ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.368
ἢ ἤδη με οἱ θεοὶ δαμάσουσι καὶ φονεύσουσιν Ἑλλήνων χερσί.



ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·369
οὕτω δὴ εἰπών, ἀπῆλθεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ.

αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας, 370
ταχέως δὲ μετὰ ταῦτα ἀφίκετο εἰς τὸν οἶκον τὸν καλῶς οἰκούμενον,

οὐδ' εὗρ' Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,371
οὐχ εὗρε δὲ ἐν τῷ οἴκῳ Ἀνδρομάχην τὴν λευκὰς ἔχουσαν τὰς ὠλένας,

ἀλλ' ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ372
ἀλλ᾿ αὕτη μετὰ τοῦ παιδός, καὶ τῆς καλῶς ἐνδεδυμένης θεραπαίνης

πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.373
ἐπὶ τῷ πύργῳ ἵστατο ὀλολύζουσα καὶ θρηνοῦσα.

Ἕκτωρ δ' ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν374
ὁ Ἕκτωρ δὲ ἐπειδὴ οὐκ ἔνδον κατέλαβε (εὗρεν) τὴν ἄμεμπτον γαμετήν,

ἔστη ἐπ' οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· 375
ἔστη παρὰ τὸν βατῆρα τῶν θυρῶν ἐλθών, μετὰ τοῦτο δὲ εἶπε ταῖς δούλαις·

εἰ δ' ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·376
ἄγε δή μοι, ὦ δοῦλαι, εἴπατε τἀληθῆ·

πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;377
ποῦ ἀπῆλθεν ἐκ τοῦ οἴκου ἡ λευκοβραχίων Ἀνδρομάχη,

ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων378
ἢ εἴς τινα οἶκον τῶν ἀνδραδέλφων, ἢ τῶν καλῶς ἐσταλμένων συννύμφων,

ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι379
ἢ εἰς τὸν ναὸν τῆς Ἀθηνᾶς ἐπορεύθη, ὅπου αἱ ἄλλαι

Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται; 380
καλλίκομοι Τρῳάδες ἐξιλεοῦνται τὴν φοβερὰν θεάν.



τὸν δ' αὖτ' ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·381
πρὸς τοῦτον δὲ ἡ ἐνεργὸς καὶ σπουδαία φύλαξ τοῦ οἴκου εἶπε λόγον·

Ἕκτορ ἐπεὶ μάλ' ἄνωγας ἀληθέα μυθήσασθαι,382
ὦ Ἕκτορ, ἐπειδή με πάνυ ἐκέλευσας τἀληθῆ εἰπεῖν,

οὔτέ πῃ ἐς γαλόων οὔτ' εἰνατέρων ἐϋπέπλων383
οὔτε που εἰς οἶκον τῶν ἀνδραδέλφων, οὔτε τῶν καλῶς ἐσταλμένων συννύμφων,

οὔτ' ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι384
οὔτε εἰς τὸν ναὸν τῆς Ἀθηνᾶς ἐπορεύθη, ὅπου αἱ ἄλλαι

Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, 385
καλλίκομοι Τρῳάδες ἐξιλεοῦνται τὴν φοβερὰν θεάν·

ἀλλ' ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ' ἄκουσε386
ἀλλ᾿ ἐπὶ τὸν μέγαν πύργον ἀπῆλθε τῆς Ἰλίου, διότι ἤκουσε

τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.387
τοὺς Τρῷας καταπονεῖσθαι, νίκην δὲ εἶναι μεγάλην τῶν Ἑλλήνων.

ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει388
αὕτη μὲν οὖν ἐπὶ τὸ τεῖχος σπεύδουσα ἀφίκετο,

μαινομένῃ ἐϊκυῖα· φέρει δ' ἅμα παῖδα τιθήνη.389
μαινάδι ὁμοία, ἅμα δ᾽ αὐτῇ καὶ ἡ τροφὸς φέρει τὸν παῖδα·



ἦ ῥα γυνὴ ταμίη, ὃ δ' ἀπέσσυτο δώματος Ἕκτωρ 390
εἶπε δὴ ἡ γυνὴ ἡ φύλαξ τοῦ οἴκου. ὁ Ἕκτωρ δὲ ἀφώρμησεν ἐκ τοῦ οἴκου

τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ' ἀγυιάς.391
διά τῆς αὐτῆς πάλιν ὁδοῦ κατὰ τὰς καλῶς οἰκουμένας ὁδούς.

εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ392
ὁπηνίκα δὲ τὰς πύλας κατέλαβε, διελθὼν τὴν μεγάλην πόλιν,

Σκαιάς, τῇ ἄρ' ἔμελλε διεξίμεναι πεδίον δέ,393
τὰς Σκαιάς, ὅπου δὴ ἔμελλεν ἐξελθεῖν (ἐξιέναι) εἰς τὸ πεδίον,

ἔνθ' ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα394
ἐκεῖ ἡ ἐπὶ πολλοῖς δώροις γαμηθεῖσα γυνὴ ἐξεναντίας ἦλθε τρέχουσα

Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος 395
Ἀνδρομάχη ἡ θυγάτηρ τοῦ μεγαλοψύχου Ἠετίωνος·

Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ396
Ἠετίων ὃς κατῴκει ἐν τῇ Ὑποπλάκῳ ὑλώδει

Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσ' ἄνδρεσσιν ἀνάσσων·397
Θήβῃ τῇ Ὑποπλακίᾳ τῶν Κιλίκων ἀνδρῶν βασιλεύων,

τοῦ περ δὴ θυγάτηρ ἔχεθ' Ἕκτορι χαλκοκορυστῇ.398
τούτου δὴ ἡ θυγάτηρ ἐγεγάμητο Ἕκτορι τῷ πολεμιστῇ·

ἥ οἱ ἔπειτ' ἤντησ', ἅμα δ' ἀμφίπολος κίεν αὐτῇ399
αὕτη μετὰ ταῦτα ἀπήντησεν αὐτῷ· σὺν αὐτῇ δὲ ἐπορεύετο καὶ ἡ θεράπαινα,

παῖδ' ἐπὶ κόλπῳ ἔχουσ' ἀταλάφρονα νήπιον αὔτως 400
τὸν παῖδα πρὸς τῷ κόλπῳ βαστάζουσα, ἀταλόφρονα, μικρὸν παντελῶς

Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,401
τὸν ἀγαπητὸν υἱὸν τοῦ Ἕκτορος, τὸν περικαλλεῖ τε καὶ λαμπρῷ ἀστέρι παραπλήσιον,

τόν ῥ' Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι402
ὃν δὴ Ἕκτωρ ἐκάλει Σκαμάνδριον, οἱ ἄλλοι δὲ

Ἀστυάνακτ'· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.403
Ἀστυάνακτα͵ μόνος γὰρ ὁ Ἕκτωρ ἔσωζε τὴν Ἴλιον.

ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·404
οὗτος μὲν οὖν ἐμειδίασεν ἀποβλέψας εἰς τὸν παῖδα μετὰ σιγῆς,

Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, 405
ἡ Ἀνδρομάχη δὲ πλησίον παρέστη αὐτῷ δακρύουσα,

ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·406
ἐνέφυ δὲ αὐτῷ τῇ χειρί, ἤτοι δυσαποσπάστως ἐλάβετο τῆς χειρὸς αὐτοῦ, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει.

δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδ' ἐλεαίρεις407
ὦ μακάριε καὶ εὔδαιμον, ἀπολεῖ σε ἡ σὴ ἀνδρεία, οὐδ᾽ ἐλεεῖς καὶ οἰκτείρεις

παῖδά τε νηπίαχον καὶ ἔμ' ἄμμορον, ἣ τάχα χήρη408
τὸν νήπιόν σου υἱόν, καὶ ἐμὲ τὴν δυστυχῆ, ἣ ταχέως χήρα καὶ ἐστερημένη

σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ409
σοῦ ἔσομαι· ταχέως γάρ σε ἀποκτενοῦσιν οἱ Ἕλληνες

πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη 410
πάντες ὁρμήσαντες, ἐμοὶ δὲ ἐπικερδέστερον ἂν εἴη

σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ' ἄλλη411
σοῦ ἀποτυχούσῃ καὶ στερηθείσῃ τὴν γῆν ὑπεισδῦναι· οὐκέτι γὰρ ἄλλη

ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς412
ἔσται μοι παραμυθία, ἐπειδὰν σὺ ἐπισπάσῃ τὸν θάνατον,

ἀλλ' ἄχε'· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.413
ἀλλὰ λύπαι· οὐδ᾽ ἔστι μοι πατὴρ καὶ ἡ σεβαστὴ μήτηρ·

ἤτοι γὰρ πατέρ' ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,414
τὸν μὲν γὰρ πατέρα τὸν ἐμὸν ἀπέκτεινεν ὁ ἔνδοξος Ἀχιλλεύς,

ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν 415
ἐξεπόρθησε δὲ τὴν πόλιν τὴν καλῶς οἰκουμένην τῶν Κιλίκων

Θήβην ὑψίπυλον· κατὰ δ' ἔκτανεν Ἠετίωνα,416
τὴν ὑψηλὰς πύλας ἔχουσαν Θήβην· ἀπέκτεινε δὲ τὸν Ἠετίωνα,

οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,417
οὐδὲ ἐσκύλευσεν αὐτόν· ᾐδέσθη γὰρ τοῦτό γε ἐν τῇ ἑαυτοῦ ψυχῇ·

ἀλλ' ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν418
ἀλλὰ κατέκαυσεν αὐτὸν σὺν τοῖς ποικίλοις ὅπλοις,

ἠδ' ἐπὶ σῆμ' ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν419
καὶ μνημεῖον ἐπέχειν· πτελέας δὲ περιεφύτευσαν

νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο. 420
αἱ νύμφαι αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι, αἱ θυγατέρες τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος·

οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν421
οἵτινες δέ μοι ἑπτὰ ἀδελφοὶ ἦσαν ἐν τοῖς οἴκοις,

οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·422
οὗτοι μὲν πάντες ἐν μιᾷ ἡμέρᾳ ἐπορεύθησαν εἰς Ἅιδου·

πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς423
πάντας γὰρ ἐφόνευσεν ὁ ταχύπους ἔνδοξος Ἀχιλλεύς,

βουσὶν ἐπ' εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.424
ἐπὶ ταῖς βουσὶ ταῖς ἑλισσούσαις τοὺς πόδας κατὰ τὴν πορείαν, καὶ τοῖς λευκοῖς προβάτοις·

μητέρα δ', ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ, 425
τὴν μητέρα δέ, ἥτις ἐβασίλευεν ἐν τῇ ὑλώδει Ὑποπλάκῳ,

τὴν ἐπεὶ ἂρ δεῦρ' ἤγαγ' ἅμ' ἄλλοισι κτεάτεσσιν,426
ταύτην ἐπειδὴ ἐνθάδε ἤγαγε σὺν τοῖς ἄλλοις κτήμασιν,

ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσι' ἄποινα,427
πάλιν οὗτος ἠλευθέρωσεν αὐτήν, ἄπειρα, ἤτοι πλεῖστα λύτρα λαβών·

πατρὸς δ' ἐν μεγάροισι βάλ' Ἄρτεμις ἰοχέαιρα.428
ἐν τοῖς οἴκοις δὲ τοῦ πατρὸς ἔτρωσεν αὐτὴν ἡ τοξότις Ἄρτεμις.

Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ429
ὦ Ἕκτορ, σὺ δέ μοι ὑπάρχεις πατὴρ, καὶ σεβαστὴ μήτηρ,

ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· 430
καὶ ἀδελφός, σὺ δέ μοι ἀγαπητὸς σύνευνος·

ἀλλ' ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν' ἐπὶ πύργῳ,431
ἀλλ᾽ ἄγε νῦν ἐλέει καὶ οἴκτειρε, καὶ αὐτόθι μένε ἐπὶ τῷ πύργῳ,

μὴ παῖδ' ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·432
μήπως ποιήσῃς τὸν σὸν παῖδα ὀρφανόν, καὶ τὴν γυναῖκα χήραν.

λαὸν δὲ στῆσον παρ' ἐρινεόν, ἔνθα μάλιστα433
τὸν στρατὸν δὲ στῆσον παρὰ τὴν ἀγρίαν συκῆν, ὅπου μάλιστα

ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.434
βάσιμός ἐστιν ἡ πόλις, καὶ τὸ τεῖχος ἐπίδρομον, ἤτοι κατωφερές, καθ᾽ ὅ ἐστιν ἐπιδραμεῖν κατερχόμενον ἀπὸ τοῦ τείχους·

τρὶς γὰρ τῇ γ' ἐλθόντες ἐπειρήσανθ' οἱ ἄριστοι 435
τρὶς γὰρ αὐτοῦ ἐλθόντες οἱ κράτιστοι ἐπειράσαντο

ἀμφ' Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα436
οἱ περὶ τοὺς δύο Αἴαντας καὶ τὸν ὑπερένδοξον Ἰδομενέα,

ἠδ' ἀμφ' Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·437
καὶ οἱ περὶ τοὺς υἱοὺς τοῦ Ἀτρέως, καὶ τὸν ἰσχυρὸν υἱὸν τοῦ Τυδέως.

ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,438
ἤ τίς που αὐτοῖς εἶπεν ἔμπειρος μαντειῶν,

ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.439
ἢ δὴ καὶ αὐτῶν ἡ ψυχὴ προτρέπει καὶ παρακελεύεται.



τὴν δ' αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 440
πρὸς ταύτην δὲ ὁ μέγας Ἕκτωρ ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν εἶπεν·

ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλ' αἰνῶς441
ὄντως καὶ ἐμοὶ ταύτα πάντα διὰ φροντίδος ἐστίν, ὦ γύναι· ἀλλὰ πάνυ δεινῶς

αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,442
αἰδοῦμαι τοὺς Τρῷας, καὶ τὰς Τρῳάδας τὰς ἑλκούσας τοὺς πέπλους,

αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·443
ἐάν, καθάπερ δειλός, πόρρω τοῦ πολέμου φεύγω·

οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς444
οὐδέ με ἡ ψυχὴ προτρέπει, ἐπειδὴ ἔμαθον εἶναι ἀνδρεῖος

αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι 445
ἀεί, καὶ ἐν τοῖς πρωταγωνισταῖς τῶν Τρῴων πολεμεῖν,

ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ' ἐμὸν αὐτοῦ.446
κτώμενος τοῦ τε πατρὸς εὔκλειαν μεγάλην, καὶ ἐμὴν αὐτοῦ·

εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·447
καλῶς γὰρ ἐγὼ τοῦτο ἐπίσταμαι κατὰ λογισμὸν καὶ διάνοιαν·

ἔσσεται ἦμαρ ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ448
ἔσται ἡμέρα, ὅταν ποτὲ ἡ ἱερὰ Ἴλιος ἀπόληται,

καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.449
καὶ ὁ Πρίαμος, καὶ ὁ λαὸς τοῦ πολεμικοῦ Πριάμου,

ἀλλ' οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, 450
ἀλλ᾽ οὔ μοι τοσοῦτον διὰ φροντίδος ἐστὶν ἡ λύπη, καὶ τὸ πάθος τῶν Τρῴων,

οὔτ' αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος451
οὔτε αὐτῆς Ἑκάβης, οὔτε τοῦ βασιλέως Πριάμου,

οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ452
οὔτε τῶν ἀδελφῶν, οἳ πολλοὶ ἂν καὶ γενναῖοι πέσοιεν

ἐν κονίῃσι πέσοιεν ὑπ' ἀνδράσι δυσμενέεσσιν,453
ἐν τῇ γῇ ὑπ᾿ ἀνδρῶν πολεμικῶν, καὶ ἐχθρῶν,

ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων454
ὅσον σοῦ, ὁπηνίκα ἄν τις τῶν σιδηροθωράκων Ἑλλήνων

δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας· 455
δακρύουσαν ἐπάγηται, ἀφελόμενος τὴν ἐλευθέραν ἡμέραν,

καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,456
καὶ ἐν Ἄργει οὖσα ὑπ᾽ ἄλλης κελευομένη ἱστὸν ἂν ἐργάζοιο,

καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης457
καὶ ὕδωρ ἂν φέροις ἀπὸ τῆς Μεσηίδος, ἢ τῆς Ὑπερείας πηγῆς,

πόλλ' ἀεκαζομένη, κρατερὴ δ' ἐπικείσετ' ἀνάγκη·458
πάνυ βιαζομένη· ἰσχυρὰ δέ σοι ἀνάγκη ἐπικείσεται·

καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·459
καί ποτέ τις ἂν εἴπῃ θεασάμενός σε δακρύουσαν·

Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι 460
Ἕκτορος αὕτη ἐστὶ γυνή, ὃς ἐν τῷ πολεμεῖν ἠρίστευε

Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.461
τῶν ἱππικῶν Τρῴων, ὅτε περὶ τὴν Ἴλιον ἐπολέμουν.

ὥς ποτέ τις ἐρέει· σοὶ δ' αὖ νέον ἔσσεται ἄλγος462
οὕτω ποτέ τις λέξει, σοὶ δὲ καινὴ λύπη γενήσεται,

χήτεϊ τοιοῦδ' ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.463
ἐνδείᾳ καὶ στερήσει ἀνδρὸς τοιούτου ἀποσοβεῖν τὴν δουλικὴν ἡμέραν.

ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι464
ἀλλ᾽ εἴθε ἀποθανόντα με γῆ κεχυμένη κατακαλύπτοι,

πρίν γέ τι σῆς τε βοῆς σοῦ θ' ἑλκηθμοῖο πυθέσθαι. 465
πρίν τι τῆς σῆς ὀλολυγῆς καὶ τοῦ σοῦ ἑλκυσμοῦ αἰσθέσθαι.



ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·466
οὕτως εἰπών, τοῦ ἑαυτοῦ παιδὸς κινηθεὶς ἥψατο ὁ λαμπρὸς Ἕκτωρ,

ἂψ δ' ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης467
ὀπίσω δὲ ὁ παῖς εἰς τὸν κόλπον τῆς εὐειματούσης τροφοῦ

ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς468
ἐκάμφθη βοῶν, ταραχθεὶς ἐπὶ τῇ ὄψει τοῦ ἀγαπητοῦ πατρός,

ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,469
φοβηθεὶς τὸν σίδηρον, καὶ τὸ τῆς περικεφαλαίας ἄκρον τὸ τὰς ἱππείας τρίχας ἔχον,

δεινὸν ἀπ' ἀκροτάτης κόρυθος νεύοντα νοήσας. 470
φοβερῶς ἀπὸ τῆς ἄκρας περικεφαλαίας κλινόμενον θεασάμενος·

ἐκ δ' ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·471
ἐγέλασε δὲ ὁ ἀγαπητός, καὶ ἡ σεβαστὴ μήτηρ·

αὐτίκ' ἀπὸ κρατὸς κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ,472
εὐθὺς δὲ ἀπὸ τῆς κεφαλῆς τὴν περικεφαλαίαν ἀφείλετο ὁ λαμπρὸς Ἕκτωρ,

καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·473
καὶ ταύτην μὲν κατέθηκεν ἐπὶ τῇ γῇ πάνυ λάμπουσαν.

αὐτὰρ ὅ γ' ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν474
τὸν ἑαυτοῦ δὲ οὗτος υἱὸν ἐπειδὴ ἐφίλησε, καὶ ἐκίνησε ταῖς χερσίν,

εἶπε δ' ἐπευξάμενος Διί τ' ἄλλοισίν τε θεοῖσι· 475
εἶπεν εὐξάμενος τῷ Διΐ, καὶ τοῖς ἄλλοις θεοῖς·

Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι476
ὦ Ζεῦ, καὶ ὦ ἄλλοι θεοί, δότε δὴ καὶ τοῦτον γενέσθαι

παῖδ' ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,477
τὸν ἐμὸν ὑιὸν ἐπίσημον ἐν τοῖς Τρῳσίν, ὥσπερ καὶ ἐγὼ,

ὧδε βίην τ' ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·478
καὶ οὕτω τὴν δύναμιν ἀγαθόν, καὶ τῆς Ἰλίου ἰσχυρῶς βασιλεύειν,

καί ποτέ τις εἴποι πατρός γ' ὅδε πολλὸν ἀμείνων479
καί ποτέ τις εἴθε εἴποι, οὗτος πολὺ κρείσσων ἐστὶ τοῦ πατρός,

ἐκ πολέμου ἀνιόντα· φέροι δ' ἔναρα βροτόεντα 480
ἐκ τοῦ πολέμου ἐπανερχόμενον. σκύλα δὲ καὶ ὅπλα ἡμαγμένα ἄγοι,

κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.481
ἀποκτείνας ἄνδρα πολέμιον, εὐφρανθείη δὲ κατὰ διάνοιαν ἡ μήτηρ.



ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε482
οὕτως εἰπὼν ἔθηκεν ἐν ταῖς χερσὶ τῆς ἀγαπητῆς γυναικὸς

παῖδ' ἑόν· ἣ δ' ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ483
τὸν ἑαυτοῦ παῖδα· αὕτη δὲ ἐδέξατο αὐτὸν ἐν τῷ εὐώδει κόλπῳ

δακρυόεν γελάσασα· πόσις δ' ἐλέησε νοήσας,484
μετὰ δακρύων γελάσασα· ὁ ἀνὴρ δὲ θεασάμενος ᾤκτειρε,

χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· 485
καὶ τῇ χειρὶ αὐτὴν κατέψησε, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει·

δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·486
ὦ μακάρια καὶ εὔδαιμον, μὴ πάνυ μοι λυποῦ ἐν τῇ ψυχῇ,

οὐ γάρ τίς μ' ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·487
οὐδεὶς γάρ με ἀνὴρ παρὰ τὸ εἱμαρμένον ἀποκτείνας πέμψει τῷ Ἅιδῃ,

μοῖραν δ' οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,488
εἱμαρμένην δὲ οὐδένα οἴομαι ἀπὸ τῶν ἀνδρῶν ἐκφυγεῖν,

οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.489
οὔτε δειλόν, οὔτε ἀνδρεῖον, ἐπειδὰν τὴν ἀρχὴν γεννηθῇ·

ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σ' αὐτῆς ἔργα κόμιζε 490
ἀλλ᾽ εἰς τὸν οἶκον ἀπελθοῦσα τὰ σὰ ἔργα ἐπιμελείας ἀξίου,

ἱστόν τ' ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε491
τόν τε ἱστὸν καὶ τὴν ἠλακάτην, καὶ ταῖς θεραπαίναις ἐπίταττε

ἔργον ἐποίχεσθαι· πόλεμος δ' ἄνδρεσσι μελήσει492
ἐπὶ τὰ ἔργα χωρεῖν, ὁ πόλεμος δὲ τοῖς ἀνδράσι διὰ φροντίδος ἔσται

πᾶσι, μάλιστα δ' ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.493
πᾶσιν, ἐμοὶ δὲ μάλιστα πάντων, οἳ ἐν Ἰλίῳ γεγόνασι καὶ εἰσί.



ὣς ἄρα φωνήσας κόρυθ' εἵλετο φαίδιμος Ἕκτωρ494
οὕτως εἰπών, ἀνέλαβε τὴν περικεφαλαίαν ὁ λαμπρὸς Ἕκτωρ τὴν ἱππείαις θριξί κεκοσμημένην·

ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει 495
ἡ προσφιλὴς δὲ γυνὴ εἰς τὸν οἶκον ἀπῆλθε,

ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.496
συνεχῶς ἐπιστρεφομένη, καταχέουσα δάκρυον πολὺ, καὶ μὴ ξηραινόμενον, ἀλλ᾽ ἐπὶ τῶν ὀφθαλμῶν ἀεὶ θάλλον.

αἶψα δ' ἔπειθ' ἵκανε δόμους εὖ ναιετάοντας497
ταχέως δὲ μετὰ ταῦτα ἀφίκετο πρὸς τοὺς καλῶς οἰκουμένους οἴκους

Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ' ἔνδοθι πολλὰς498
τοῦ ἀνδροκτόνου Ἕκτορος· εὗρε δὲ ἐντὸς πολλὰς

ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.499
θεραπαίνας, ταύταις δὲ πάσαις θρῆνον ἤγειρε·

αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· 500
αὗται μὲν οὖν ἔτι ζῶντα τὸν Ἕκτορα ἔκλαιον ἐν τῷ ἰδίῳ οἴκῳ·

οὐ γάρ μιν ἔτ' ἔφαντο ὑπότροπον ἐκ πολέμοιο501
οὐ γὰρ ἔτ᾽ ᾤοντο αὐτὸν ἐξ ὑποστροφῆς ἐκ τοῦ πολέμου

ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.502
ἀφίξεσθαι, ἐκφυγόντα τὴν δύναμιν, καὶ τὰς χεῖρας τῶν Ἑλλήνων.



οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,503
ὁ Πάρις δὲ οὐκ ἐβράδυνεν ἐν τοῖς ὑψηλοῖς αὐτοῦ οἴκοις,

ἀλλ' ὅ γ', ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,504
ἀλλ᾽ οὗτος ἐπειδὴ ἐνεδύσατο τὰ ἔνδοξα, καὶ ποικίλα τῷ σιδήρῳ ὅπλα,

σεύατ' ἔπειτ' ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. 505
ὥρμησε μετὰ ταῦτα ἀνὰ τὴν πόλιν, ποσὶ ταχέσι θαρρῶν·

ὡς δ' ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ506
ὥσπερ δὲ ὅταν τις ἵππος ἑστὼς καὶ τρεφόμενος ἐν ἄχει γενόμενος, παρὰ τῇ φάτνῃ

δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων507
διακόψας τὸν δεσμόν, τρέχῃ διὰ τοῦ πεδίου, ἐριγδουπῶν, καὶ κυμβαλίζων,

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο508
εἰωθὼς λούεσθαι ἐν ποταμῷ καλλίρρῳ,

κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται509
γαυριῶν· εἰς ὕψος δὲ τὴν κεφαλὴν ἔχει, αἱ χαῖται δέ,

ὤμοις ἀΐσσονται· ὃ δ' ἀγλαΐηφι πεποιθὼς 510
ἤτοι αἱ τοῦ αὐχένος τρίχες τοῖς ὤμοις περισείονται, οὗτος δὲ ὡραιότητι θαρρῶν·

ῥίμφά ἑ γοῦνα φέρει μετά τ' ἤθεα καὶ νομὸν ἵππων·511
ῥᾳδίως αὐτὸν τὰ γόνατα φέρουσιν ἐπὶ τὰς διατριβάς, καὶ τὰς νομὰς τῶν ἵππων·

ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης512
οὕτως Ἀλέξανδρος ὁ υἱὸς τοῦ Πριάμου ἀπὸ τῆς Περγάμου τῆς ἀκροπόλεως

τεύχεσι παμφαίνων ὥς τ' ἠλέκτωρ ἐβεβήκει513
τοῖς ὅπλοις περιλάμπων καθάπερ Ἥλιος ἐπορεύθη

καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δ' ἔπειτα514
χαίρων, καὶ γαννύμενος, ταχεῖς δὲ πόδες αὐτὸν ἔφερον· ταχέως δὲ μετὰ ταῦτα

Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτ' ἄρ' ἔμελλε 515
κατέλαβε τὸν ἔνδοξον Ἕκτορα τὸν ἀδελφόν, ἡνίκα δὴ ἔμελλε

στρέψεσθ' ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.516
παραλλάξειν τὴν χώραν, ὅπου τῇ ἑαυτοῦ γυναικὶ ὡμίλει.

τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·517
πρὸς τοῦτον δὲ πρότερον Ἀλέξανδρος ὁ θεοῖς ὅμοιος εἶπεν·

ἠθεῖ' ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω518
ὦ ἀδελφέ, ἆρα σε καὶ σπεύδοντα, πάνυ κωλύω, καὶ ἐμποδίζω

δηθύνων, οὐδ' ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;519
βραδύνων, οὐδὲ ἦλθον αἰσίως καὶ πρεπόντως, ὡς ἐπέταξας.



τὸν δ' ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· 520
πρὸς τοῦτον δὲ ἀποκρινόμενος εἶπεν ὁ συνεχῶς τὴν περικεφαλαίαν κινῶν Ἕκτωρ·

δαιμόνι' οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη521
ὦ μακάριε καὶ εὔδαιμον, οὐδεὶς ἂν ἀνήρ σοι, ὃς δίκαιος εἴη, καὶ τὸ καθῆκον τηρεῖν εἰδείη,

ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·522
τὸ τοῦ πολέμου ἔργον ἀτιμάσειε, καὶ ἐξουθενίσειε, ἐπειδὴ ἰσχυρὸς εἶ,

ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δ' ἐμὸν κῆρ523
ἀλλὰ ἑκουσίως ἀμελεῖς, καὶ οὐ βούλει· ἡ δὲ ἐμὴ ψυχὴ

ἄχνυται ἐν θυμῷ, ὅθ' ὑπὲρ σέθεν αἴσχε' ἀκούω524
λυπεῖται ἐν τῷ λογισμῷ, ὅταν κατὰ σοῦ ὕβρεις καὶ ὀνείδη ἀκούω

πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. 525
παρὰ τῶν Τρῴων, οἵτινες ἔχουσι μεγάλην ταλαιπωρίαν ἕνεκα σοῦ·

ἀλλ' ἴομεν· τὰ δ' ὄπισθεν ἀρεσσόμεθ', αἴ κέ ποθι Ζεὺς526
ἀλλὰ πορευώμεθα· ταῦτα δὲ μετὰ ταῦτα ἐξιλασόμεθα, ἐάν ποτε ὁ Ζεὺς

δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι527
παράσχῃ, τοῖς ἐπουρανίοις καὶ ἀεὶ οὖσι θεοῖς στήσασθαι ἐν τοῖς οἴκοις

κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν528
κρατῆρα ἐλεύθερον, ἤτοι τὸν ἐπὶ ἐλευθερίᾳ ἱστάμενον,

ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.529
ἀπωσαμένους ἐκ τῆς Τροίας τοὺς εὐόπλους Ἕλληνας.