Vasile Stancu

The ILIAD




Book V

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


ἔνθ' αὖ Τυδεΐδῃ Διομήδεϊ Παλλὰς Ἀθήνη001
τότε δὴ Διομήδει τῷ υἱῷ τοῦ Τυδέως ἡ πολεμική Ἀθηνᾶ

δῶκε μένος καὶ θάρσος, ἵν' ἔκδηλος μετὰ πᾶσιν002
ἔδωκε ἰσχὺν καὶ εὐτολμίαν, ὅπως διάδηλος ἐν πᾶσι

Ἀργείοισι γένοιτο ἰδὲ κλέος ἐσθλὸν ἄροιτο·003
τοῖς Ἕλλησι γένηται, καὶ φήμην ἀγαθὴν κομίσηται.

δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ004
ἔλαμπε δὲ αὐτῷ ἐκ τῆς περικεφαλαίας καὶ τῆς ἀσπίδος πῦρ

ἀστέρ' ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα 005
ἀκοπίαστον καὶ πολύ, παραπλήσιον τῷ ὀπωρινῷ ἀστέρι, ἤτοι τῷ Ἀρκτούρω,

λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο·006
ὅστις μᾶλλον τῶν ἄλλων ἀστέρων λαμπρῶς πανταχοῦ λάμπει, λελουμένος, ἤτοι ἐπιτείλας ἐκ τοῦ Ὠκεανοῦ.

τοῖόν οἱ πῦρ δαῖεν ἀπὸ κρατός τε καὶ ὤμων,007
τοιοῦτον αὐτῷ πῦρ ἔλαμπεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤμων·

ὦρσε δέ μιν κατὰ μέσσον ὅθι πλεῖστοι κλονέοντο.008
διεγείρασα δὲ ἐνέβαλεν αὐτὸν κατὰ τὸ μέσον, ὅπου πλεῖστοι συστρεφόμενοι ἐπολέμουν·

ἦν δέ τις ἐν Τρώεσσι Δάρης ἀφνειὸς ἀμύμων009
ἦν δέ τις ἐν τοῖς Τρωσὶ Δάρης ὄνομα πλούσιος, ἄμεμπτος,



ἱρεὺς Ἡφαίστοιο· δύω δέ οἱ υἱέες ἤστην 010
ἱερεὺς τοῦ Ἡφαίστου· δύο δὲ αὐτῷ υἱοὶ ἦσαν

Φηγεὺς Ἰδαῖός τε μάχης εὖ εἰδότε πάσης.011
Φηγεύς, καὶ Ἰδαῖος, ἔμπειροι πάσης μάχης.

τώ οἱ ἀποκρινθέντε ἐναντίω ὁρμηθήτην·012
οὗτοι τῶν ἄλλων ἀποχωρισθέντες, ἐξεναντίας αὐτῷ ὡρμήθησαν,

τὼ μὲν ἀφ' ἵπποιιν, ὃ δ' ἀπὸ χθονὸς ὄρνυτο πεζός.013
οἱ μὲν ἀπὸ τῶν ἵππων, ὁ δὲ ἀπὸ τῆς γῆς ὥρμησε πεζός·

οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες014
ἐπεὶ δὲ οὗτοι πλησίον ἦσαν κατ᾽ ἀλλήλων ἐρχόμενοι,

Φηγεύς ῥα πρότερος προΐει δολιχόσκιον ἔγχος· 015
ὁ Φηγεὺς δὴ πρῶτον ἀφῆκε τὸ μακρὸν δόρυ·

Τυδεΐδεω δ' ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ' ἀκωκὴ016
ὑπὲρ τὸν ἀριστερὸν δὲ ὦμον τοῦ υἱοῦ τοῦ Τυδέως ἦλθεν τὸ ὀξὺ

ἔγχεος, οὐδ' ἔβαλ' αὐτόν· ὃ δ' ὕστερος ὄρνυτο χαλκῷ017
τοῦ δόρατος, οὐδὲ ἔτρωσεν αὐτόν· δευτέρως δὲ ὥρμησε τῷ σιδήρῳ

Τυδεΐδης· τοῦ δ' οὐχ ἅλιον βέλος ἔκφυγε χειρός,018
ὁ υἱὸς τοῦ Τυδέως· τούτου δὲ τὸ βέλος οὐκ ἐξῆλθε τῆς χειρὸς μάταιον,

ἀλλ' ἔβαλε στῆθος μεταμάζιον, ὦσε δ' ἀφ' ἵππων.019
ἀλλ᾽ ἔτρωσε κατὰ τὸ μεταξὺ τῶν μαζῶν στῆθος, ὤθησε δὲ καὶ ἔρριψεν ἀπὸ τῶν ἵππων.

Ἰδαῖος δ' ἀπόρουσε λιπὼν περικαλλέα δίφρον, 020
ὁ Ἰδαῖος δὲ ἀφώρμησε καταλιπὼν τὸ ὡραῖον ἅρμα,

οὐδ' ἔτλη περιβῆναι ἀδελφειοῦ κταμένοιο·021
οὐδ᾽ ὑπέμειεν ὑπερμαχῆσαι τοῦ ἀδελφοῦ φονευθέντος·

οὐδὲ γὰρ οὐδέ κεν αὐτὸς ὑπέκφυγε κῆρα μέλαιναν,022
οὐ δὲ γὰρ οὐδ᾽ αὐτὸς ὑπεξέφυγεν ἂν τὴν σκοτεινὴν θανατηφόρον μοῖραν·

ἀλλ' Ἥφαιστος ἔρυτο, σάωσε δὲ νυκτὶ καλύψας,023
ἀλλὰ ὁ Ηφαιστος ἐρρύσατο, ἔσωσε δὲ σκότῳ καλύψας,

ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη.024
ὅπως μὴ παντελῶς ὁ γέρων τεθλιμμένος ὑπάρχοι·

ἵππους δ' ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς 025
τοὺς ἵππους δὲ ἐκβαλὼν ὁ υἱὸς τοῦ μεγαλοψύχου Τυδέως

δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.026
ἔδωκε τοῖς φίλοις ἀπάγειν αὐτοὺς κάτω εἰς τὰς βαθείας ναῦς.

Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος027
Τρῷες δὲ οἱ μεγαλόψυχοι, ἐπειδὴ ἐθεάσαντο τοὺς υἱοὺς τοῦ Δάρητος,

τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρ' ὄχεσφι,028
τὸν μὲν ἐκφυγόντα, τὸν δὲ φονευθέντα παρὰ τοῖς ἅρμασιν,

πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη029
ταραχθεῖσα διηγέρθη πᾶσιν ἡ ψυχή. Ἀθηνᾶ δὲ ἡ εὐόφθαλμος λαβοῦσα

χειρὸς ἑλοῦσ' ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· 030
ἀπὸ τῆς χειρός, λόγοις προσεφθέγγετο τῷ ὁρμητικῷ Ἄρει·

Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα031
ὦ Ἄρες, Ἄρες ἀνθρωποκτόνε, φόνῳ μεμολυσμένε, τείχεσι προσπελάζων,

οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς032
οὐκ ἂν δὴ τοὺς Τρῷας μὲν καὶ τοὺς Ἕλληνας καταλίποιμεν πολεμεῖν,

μάρνασθ', ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ,033
οἷς τισιν ἂν καὶ παράσχοι ὁ Ζεὺς δόξαν,

νῶϊ δὲ χαζώμεσθα, Διὸς δ' ἀλεώμεθα μῆνιν;034
ἡμεῖς δὲ ὑποχωρῶμεν, τὴν ὀργὴν δὲ τοῦ Διὸς ἐκκλίνωμεν;

ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· 035
οὕτως εἰποῦσα ἐξέβαλε τοῦ πολέμου τὸν ὁρμητικὸν Ἄρεα·



τὸν μὲν ἔπειτα καθεῖσεν ἐπ' ἠϊόεντι Σκαμάνδρῳ,036
καὶ τοῦτον μὲν μετὰ ταῦτα ἐκάθισεν ἐπὶ τῷ ὀχθώδει Σκαμάνδρῳ τῷ ποταμῷ.

Τρῶας δ' ἔκλιναν Δαναοί· ἕλε δ' ἄνδρα ἕκαστος037
τοὺς Τρῷας δὲ οἱ Ἕλληνες ἔτρεψαν εἰς φυγήν· ἕκαστος δὲ

ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων038
ἀπὸ τῶν ἡγεμόνων ἀπέκτεινεν ἄνδρα. πρῶτος δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων

ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου·039
τὸν μέγαν Ὀδίον τὸν ἀρχηγὸν τῶν Παφλαγόνων, ἐξέβαλε τοῦ ἄρματος·

πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν 040
πρώτου γὰρ εἰς φυγὴν τραπέντος ἐν τῷ μεταφρένῳ τὸ δόρυ κατέπηξεν

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,041
μεταξὺ τῶν ὤμων, διὰ τοῦ στήθους δὲ διῆλθε καὶ διεπέρασεν·

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.042
ἐκτύπησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ·

Ἰδομενεὺς δ' ἄρα Φαῖστον ἐνήρατο Μῄονος υἱὸν043
ὁ Ἰδομενεὺς δὲ Φαῖστον ἀπέκτεινε τὸν υἱὸν

Βώρου, ὃς ἐκ Τάρνης ἐριβώλακος εἰληλούθει.044
τοῦ Βώρου τοῦ Λυδοῦ, ὃς ἀφίκετο ἐκ τῆς Τάρνης τῆς εὐγείου καὶ πίονος·

τὸν μὲν ἄρ' Ἰδομενεὺς δουρικλυτὸς ἔγχεϊ μακρῷ 045
τοῦτον μὲν δὴ Ἰδομενεὺς ὁ ἔνδοξος κατὰ πόλεμον δόρατι μακρῷ

νύξ' ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·046
ἔπληξε κατὰ τὸν δεξιὸν ὦμον μέλλοντα ἀναβαίνειν ἐπὶ τὸ ἅρμα·

ἤριπε δ' ἐξ ὀχέων, στυγερὸς δ' ἄρα μιν σκότος εἷλε.047
κατέπεσε δὲ ἐκ τοῦ ἅρματος, μισητὸν δὲ αὐτὸν σκότος κατέλαβε·

τὸν μὲν ἄρ' Ἰδομενῆος ἐσύλευον θεράποντες·048
τοῦτον μὲν δὲ οἱ τοῦ Ἰδομενέως θεράποντες ἐγύμνουν.



υἱὸν δὲ Στροφίοιο Σκαμάνδριον αἵμονα θήρης049
Σκαμάνδριον δὲ τὸν υἱὸν τοῦ Στροφίου τὸν ἐπιστήμονα τῆς κυνηγίας,

Ἀτρεΐδης Μενέλαος ἕλ' ἔγχεϊ ὀξυόεντι 050
Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως ἀπέκτεινε δόρατι ὀξεῖ

ἐσθλὸν θηρητῆρα· δίδαξε γὰρ Ἄρτεμις αὐτὴ051
τὸν ἀγαθὸν κυνηγόν· ἐδίδαξε γὰρ αὐτὸν ἡ ἀγαθὴ Ἄρτεμις

βάλλειν ἄγρια πάντα, τά τε τρέφει οὔρεσιν ὕλη·052
τιτρώσκειν τὰ θηρία πάντα, ἅπερ ἐν τοῖς ὄρεσι τρέφουσιν οἱ δρυμοί·

ἀλλ' οὔ οἱ τότε γε χραῖσμ' Ἄρτεμις ἰοχέαιρα,053
ἀλλ᾽οὐκ ἐβοήθησεν αὐτῷ τότε Ἄρτεμις ἡ τοῖς βέλεσι χαίρουσα,

οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·054
οὐδὲ αἱ πόρρωθεν βολαί, αἷς τὸ πρῶτον ἐκεκόσμητο·

ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 055
ἀλλὰ Μενέλαος ὁ κατὰ πόλεμον ἔνδοξος ὁ υἱὸς τοῦ Ἀτρέως

πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ056
ἔτρωσεν αὐτὸν δόρατι κατὰ τὸ μετάφρενον, φεύγοντα ἔμπροσθεν αὐτοῦ,

ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,057
μεταξὺ τῶν ὤμων, διὰ δὲ τοῦ στήθους διεπέρασεν·

ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ.058
ἔπεσε δὲ εἰς γῆν κατὰ πρόσωπον, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ.

Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν059
ὁ Μηριόνης δὲ ἀπέκτεινε Φέρεκλον τὸν υἱὸν Ἁρμονίδου



Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 060
τοῦ τέκτονος, ὃς ἐπίστατο πλεῖστα ἔργα ποικίλα κατασκευάζειν χερσίν·

τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·061
ἐξόχως γὰρ αὐτὸν ἐφίλησεν ἡ πολεμικὴ Ἀθηνᾶ·

ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας062
ὃς καὶ τῷ Ἀλεξάνδρῳ κατεσκεύασε τὰς ἀντιρρόπους ναῦς,

ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο063
τὰς αἰτίας τῶν κακῶν, αἳ πᾶσι τοῖς Τρῳσὶ βλάβος ἐγένοντο,

οἷ τ' αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.064
καὶ αὐτῷ ἐκείνῳ· ἐπειδὴ οὐδαμῶς τὰ ἐκ τῶν θεῶν μαντεύματα ἠπίστατο·

τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων 065
τοῦτον μὲν ὁ Μηριόνης, ἐπειδὴ κατέλαβε διώκων,

βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ066
ἔτρωσε κατὰ τὸ δεξιὸν σφαίρωμα· τὸ ὀξὺ δὲ τῆς ἐπιδορατίδος διόλου

ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον ἤλυθ' ἀκωκή·067
καταντικρὺ παρὰ τὸ οὐροδόχον ἀγγεῖον ὑπὸ τὸ ὀστοῦν διῆλθε καὶ διεπέρασε·

γνὺξ δ' ἔριπ' οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.068
στενάξας δὲ ἐπὶ γόνυ κατέπεσε, θάνατος δὲ αὐτὸν περιεκάλυψε.

Πήδαιον δ' ἄρ' ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν069
Μέγης δὲ ἀπέκτεινε Πηδαῖον τὸν υἱὸν τοῦ Ἀντήνορος,



ὅς ῥα νόθος μὲν ἔην, πύκα δ' ἔτρεφε δῖα Θεανὼ 070
ὃς δὴ νόθος μὲν ἦν, ἐπιμελῶς δὲ ἀνέτρεφεν αὐτὸν ἡ ἔνδοξος Θεανώ,

ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.071
ἐπίσης τοῖς ἰδίοις ἀγαπητοῖς τέκνοις, χάριν ποιουμένη τῷ ἑαυτῆς ἀνδρί·

τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν072
τοῦτον μὲν ὁ κατὰ πόλεμον ἔνδοξος υἱὸς τοῦ Φυλέως πλησίον παραγενόμενος,

βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·073
ἔτρωσε δόρατι ὀξεῖ, κατὰ τὸ ὄπισθεν τῆς κεφαλῆς παχὺ νεῦρον·

ἀντικρὺ δ' ἀν' ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·074
καταντικρὺ δὲ τοὺς ὀδόντας ἀπέτεμεν ὁ χαλκὸς ὑπὸ τὴν γλῶσσαν διϊών·

ἤριπε δ' ἐν κονίῃ, ψυχρὸν δ' ἕλε χαλκὸν ὀδοῦσιν. 075
κατέπεσεν εἰς γῆν, ἔλαβε δὲ τοῖς ὁδοῦσι τὸν ψυχροποιὸν σίδηρον.

Εὐρύπυλος δ' Εὐαιμονίδης Ὑψήνορα δῖον076
Ὑψήνορα δὲ τὸν ἔνδοξον ἀπέκτεινεν Εὐρύπυλος ὁ υἱὸς τοῦ Εὐαίμονος,



υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου077
τὸν υἱὸν τοῦ μεγαλοψύχου Δολοπίονος, ὃς δὴ τοῦ Σκαμάνδρου

ἀρητὴρ ἐτέτυκτο, θεὸς δ' ὣς τίετο δήμῳ,078
ἱερεὺς ἦν, καθάπερ δὲ θεὸς ἐτιμᾶτο παρὰ τῷ δήμῳ·

τὸν μὲν ἄρ' Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,079
τοῦτον μὲν δὴ Εὐρύπυλος ὁ λαμπρὸς υἱὸς τοῦ Εὐαίμονος

πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ' ὦμον 080
φεύγοντα ἔμπροσθεν αὐτοῦ, ἔπληξε κατὰ τὸν ὦμον

φασγάνῳ ἀΐξας, ἀπὸ δ' ἔξεσε χεῖρα βαρεῖαν·081
ξίφει συντόμως ἐπιδραμών· ἀπέκοψε δὲ τὴν ἰσχυρὰν χεῖρα·

αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ' ὄσσε082
κατέπεσε δὲ εἰς τὸ πεδίον ἡ χεὶρ αἱματώδης· αὐτὸν δὲ κατ᾽ ὀφθαλμοὺς

ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.083
ἔλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ καὶ ἄφυκτος μοῖρα.

ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·084
οὕτως οὗτοι μὲν διηγωνίζοντο κατὰ τὴν ἰσχυρὰν μάχην.



Τυδεΐδην δ' οὐκ ἂν γνοίης ποτέροισι μετείη 085
τὸν υἱὸν δὲ τοῦ Τυδέως οὐκ ἂν ἐπέγνως, τίσιν ἂν καὶ ἐνείη,

ἠὲ μετὰ Τρώεσσιν ὁμιλέοι ἦ μετ' Ἀχαιοῖς.086
ἢ ἐν τοῖς Τρῳσὶ συστρέφοιτο, ἢ ἐν τοῖς Ἕλλησι·

θῦνε γὰρ ἂμ πεδίον ποταμῷ πλήθοντι ἐοικὼς087
ὥρμα γὰρ μανικῶς κατὰ τὸ πεδίον, παραπλήσιος ποταμῷ πλημμυροῦντι

χειμάρρῳ, ὅς τ' ὦκα ῥέων ἐκέδασσε γεφύρας·088
χειμάρρῳ, ὅστις ὀξέως ῥέων διαλύσας ἐσκόρπισε τὰς διαβάσεις·

τὸν δ' οὔτ' ἄρ τε γέφυραι ἐεργμέναι ἰσχανόωσιν,089
αὐτὸν δὲ οὔτε διαβάσεις πεφραγμέναι καὶ ἠσφαλισμέναι κωλύουσαι κατέχουσιν,

οὔτ' ἄρα ἕρκεα ἴσχει ἀλωάων ἐριθηλέων 090
οὔτε τὰ περιφράγματα τῶν ἀμπελοφύτων χωρίων τῶν ἄγαν θαλόντων

ἐλθόντ' ἐξαπίνης ὅτ' ἐπιβρίσῃ Διὸς ὄμβρος·091
ἐξαίφνης ἐπελθόντα, ὅταν σφοδρῶς κατενεχθῇ ὄμβρος τοῦ Διός·

πολλὰ δ' ὑπ' αὐτοῦ ἔργα κατήριπε κάλ' αἰζηῶν·092
πολλὰ δὲ ἔργα περικαλλῆ νεανιῶν καταπίπτουσιν ὑπ᾽ αὐτοῦ·

ὣς ὑπὸ Τυδεΐδῃ πυκιναὶ κλονέοντο φάλαγγες093
οὑτῶς ὑπὸ τοῦ υἱοῦ τοῦ Τυδέως ἐταράττοντο αἱ πυκναὶ καὶ ἰσχυραὶ τάξεις

Τρώων, οὐδ' ἄρα μιν μίμνον πολέες περ ἐόντες.094
τῶν Τρῴων, οὐ δὲ ὑπέμενον αὐτὸν καίπερ ὄντες πολλοί.

τὸν δ' ὡς οὖν ἐνόησε Λυκάονος ἀγλαὸς υἱὸς 095
ἐπεὶ δὲ αὐτὸν ἐθεάσατο ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος



θύνοντ' ἂμ πεδίον πρὸ ἕθεν κλονέοντα φάλαγγας,096
ἐνθουσιωδῶς ὁρμῶντα κατὰ τὸ πεδίον, καὶ ἔμπροσθεν αὐτοῦ συνταράττοντα τὰς τάξεις,

αἶψ' ἐπὶ Τυδεΐδῃ ἐτιταίνετο καμπύλα τόξα,097
εὐθέως κατὰ τοῦ υἱοῦ τοῦ Τυδέως ἐνέτεινε τὸ ἐπικαμπὲς τόξον,

καὶ βάλ' ἐπαΐσσοντα τυχὼν κατὰ δεξιὸν ὦμον098
καὶ ἔτρωσεν αὐτὸν ἐφορμῶντα ἐπιτυχῶν κατὰ τὸν ὦμον τὸν δεξιόν,

θώρηκος γύαλον· διὰ δ' ἔπτατο πικρὸς ὀϊστός,099
παρὰ τὸ κοῖλον τοῦ θώρακος· διέπτη δὲ καὶ διεπέρασε τὸ πικρὸν βέλος·

ἀντικρὺ δὲ διέσχε, παλάσσετο δ' αἵματι θώρηξ. 100
καταντικρὺ δὲ διέσχισε τὴν σάρκα· ἐμολύνετο δὲ αἵματι ὁ θώραξ.

τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·101
ἐπὶ τούτῳ δὲ μεγάλως ἐβόησεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος·

ὄρνυσθε Τρῶες μεγάθυμοι κέντορες ἵππων·102
διεγείρεσθε, ὦ Τρῷες μεγαλόψυχοι, ἐπιστήμονες τῶν ἵππων·

βέβληται γὰρ ἄριστος Ἀχαιῶν, οὐδέ ἕ φημι103
τέτρωται ὁ ἄριστος τῶν Ἑλλήνων· οὐδὲ οἴομαι αὐτὸν

δήθ' ἀνσχήσεσθαι κρατερὸν βέλος, εἰ ἐτεόν με104
ἐπὶ πολὺ ὑπομεῖναι τὸ ἰσχυρὸν βέλος, εἰ ἀληθῶς με

ὦρσεν ἄναξ Διὸς υἱὸς ἀπορνύμενον Λυκίηθεν. 105
παρώξυνεν ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Διὸς ἀφορμῶντα καὶ ἀναχωροῦντα ἐκ τῆς Λυκίας.

ὣς ἔφατ' εὐχόμενος· τὸν δ' οὐ βέλος ὠκὺ δάμασσεν,106
οὕτως εἶπεν καυχώμενος· αὐτὸν δὲ τὸ ὀξὺ βέλος οὐκ ἀπέκτεινε,



ἀλλ' ἀναχωρήσας πρόσθ' ἵπποιιν καὶ ὄχεσφιν107
ἀλλ᾿ ἀνακάμψας ἔστη ἔμπροσθεν τῶν ἵππων καὶ τῶν ἁρμάτων,

ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν·108
καὶ πρὸς Σθένελον τὸν υἱὸν τοῦ Καπανέως εἶπε·

ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου,109
σπεῦσον, ὦ προσφιλέστατέ μοι υἱὲ τοῦ Καπανέως, κατάβηθι ἐκ τοῦ ἅρματος,

ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. 110
ὅπως μοι ἐκ τοῦ ὤμου ἑλκύσῃς τὸ πικρὸν βέλος.

ὣς ἄρ' ἔφη, Σθένελος δὲ καθ' ἵππων ἆλτο χαμᾶζε,111
οὕτω δὴ εἶπε· Σθένελος δὲ κατεπήδησεν εἰς γῆν ἐκ τῶν ἵππων·



πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσ' ὤμου·112
παραστὰς δὲ ἐξείλκυσε τοῦ ὤμου παντελῶς τὸ ὀξὺ βέλος·

αἷμα δ' ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος.113
τὸ αἷμα δὲ ἀνεπήδα διὰ τοῦ ἁλυσιδωτοῦ χιτῶνος.

δὴ τότ' ἔπειτ' ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης·114
τότε δὴ ὁ κατὰ τὴν μάχην ἀγαθὸς Διομήδης ηὔχετο λέγων·

κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, 115
ἐπάκουσόν μου, ὦ θύγατερ ἀκαταπόνητε τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος,

εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης116
εἴποτέ μοι καὶ τῷ πατρὶ ἐβοήθησας,

δηΐῳ ἐν πολέμῳ, νῦν αὖτ' ἐμὲ φῖλαι Ἀθήνη·117
εὔνους αὐτῷ οὖσα ἐν τῷ ἀφανιστικῷ νῦν δὴ καὶ ἐμὲ φίλει ὦ Ἀθηνᾶ·

δὸς δέ τέ μ' ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν118
δὸς δέ μοι φονεῦσαι τὸν ἄνδρα, καὶ εἰς ὁρμὴν δόρατος ἀφικέσθαι,

ὅς μ' ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι119
ὅς με προφθάσας ἔτρωσε, καὶ ἐπικαυχᾶται· οὐ δὲ οἴεταί με

δηρὸν ἔτ' ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο. 120
ἐπὶ πολὺ ἔτι θεάσασθαι τὸ λαμπρὸν φῶς τοῦ ἡλίου.

ὣς ἔφατ' εὐχόμενος· τοῦ δ' ἔκλυε Παλλὰς Ἀθήνη,121
οὕτως εἶπεν εὐχόμενος. ἐπήκουσε δὲ αὐτοῦ πολεμικὴ Ἀθηνᾶ·



γυῖα δ' ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν·122
ἐποίησε δὲ τὰ μέλη τοῦ σώματος ἐλαφρά, τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν.

ἀγχοῦ δ' ἱσταμένη ἔπεα πτερόεντα προσηύδα·123
πλησίον δὲ στᾶσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν·

θαρσῶν νῦν Διόμηδες ἐπὶ Τρώεσσι μάχεσθαι·124
ὦ Διόμηδες, εὔτολμος νῦν γενόμενος μάχου κατὰ τῶν Τρῴων,

ἐν γάρ τοι στήθεσσι μένος πατρώϊον ἧκα 125
ἐν γὰρ τοῖς σοῖς στέρνοις ἐνέβαλον τὴν πατρικὴν προθυμίαν,

ἄτρομον, οἷον ἔχεσκε σακέσπαλος ἱππότα Τυδεύς·126
τὴν ἄφοβον, οἵαν εἶχεν ὁ τὴν ἀσπίδα κινῶν ἱππικὸς Τυδεύς,

ἀχλὺν δ' αὖ τοι ἀπ' ὀφθαλμῶν ἕλον ἣ πρὶν ἐπῆεν,127
τὸν ζόφον δέ σοι ἀφεῖλον ἐκ τῶν ὀφθαλμῶν, ὃς τὸ πρῶτον ἐπῆν,

ὄφρ' εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.128
ὅπως καλῶς γινώσκῃς καὶ θεὸν καὶ ἄνθρωπον·

τὼ νῦν αἴ κε θεὸς πειρώμενος ἐνθάδ' ἵκηται129
δι᾿ ὃ νῦν, ἐὰν θεὸς ἀπόπειραν ποιούμενος δεῦρο ἀφίκηται,

μή τι σύ γ' ἀθανάτοισι θεοῖς ἀντικρὺ μάχεσθαι 130
μηδαμῶς σύγε τοῖς ἀθανάτοις θεοῖς ἐξεναντίας μάχου

τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη131
τοῖς ἄλλοις· ἐὰν δὲ ἡ θυγάτηρ τοῦ Διὸς Ἀφροδίτη

ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.132
ἔλθῃ εἰς τὸν πόλεμον, ταύτην γε τρῶσον σιδήρῳ ὀξεῖ.

ἣ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη γλαυκῶπις Ἀθήνη,133
αὕτη μὲν δὴ ἡ εὐόφθαλμος Ἀθηνᾶ οὕτως εἰποῦσα ἀπῆλθε·



Τυδεΐδης δ' ἐξαῦτις ἰὼν προμάχοισιν ἐμίχθη134
ὁ υἱὸς δὲ τοῦ Τυδέως ἐκ δευτέρου ἐλθὼν τοῖς πρωταγωνισταῖς συνεμίγη·

καὶ πρίν περ θυμῷ μεμαὼς Τρώεσσι μάχεσθαι· 135
καίπερ οὖν προθυμούμενος κατὰ ψυχὴν καὶ πρότερον πολεμεῖν τοῖς Τρῳσί·

δὴ τότε μιν τρὶς τόσσον ἕλεν μένος ὥς τε λέοντα136
τότε δὴ αὐτὸν τριπλῆ τοσαύτη προθυμία κατέσχεν, ὥσπερ λέοντα,

ὅν ῥά τε ποιμὴν ἀγρῷ ἐπ' εἰροπόκοις ὀΐεσσι137
ὃν δὴ ποιμὴν ἐν ἀγρῷ ἐπὶ προβάτοις τοῖς τὰ ἔρια κειρομένοις

χραύσῃ μέν τ' αὐλῆς ὑπεράλμενον οὐδὲ δαμάσσῃ·138
πλήξας καταξύσῃ μὲν ὑπερπηδῶντα τῆς ἐπαύλεως, οὐκ ἀποκτείνῃ δέ,

τοῦ μέν τε σθένος ὦρσεν, ἔπειτα δέ τ' οὐ προσαμύνει,139
καὶ τούτου μὲν τὴν δύναμιν παρώξυνε, μετὰ ταῦτα δὲ οὐ βοηθεῖ,

ἀλλὰ κατὰ σταθμοὺς δύεται, τὰ δ' ἐρῆμα φοβεῖται· 140
ἀλλ᾽ εἰσέρχεται εἰς τοὺς ἐνδοτέρω τόπους τῆς αὐλῆς, τὰ δὲ πρόβατα ἀφύλακτα ὄντα φεύγουσι,

αἳ μέν τ' ἀγχιστῖναι ἐπ' ἀλλήλῃσι κέχυνται,141
καὶ ταῦτα συνεχῆ καὶ ἀλλεπάλληλα ἐπικέχυνται ἀλλήλοις.

αὐτὰρ ὃ ἐμμεμαὼς βαθέης ἐξάλλεται αὐλῆς·142
ὁ δὲ λέων προθυμούμενος ἔξωθεν ἄλλεται καὶ πηδᾷ κατὰ τῆς ὑψηλῆς αὐλῆς·

ὣς μεμαὼς Τρώεσσι μίγη κρατερὸς Διομήδης.143
οὕτω προθυμούμενος ὁ ἰσχυρὸς Διομήδης συνεμίγη τοῖς Τρῳσί.

ἔνθ' ἕλεν Ἀστύνοον καὶ Ὑπείρονα ποιμένα λαῶν,144
τότε ἀπέκτεινεν Ἀστύνοον καὶ Ὑπείρονα τὸν βασιλέα τῶν λαῶν·



τὸν μὲν ὑπὲρ μαζοῖο βαλὼν χαλκήρεϊ δουρί, 145
τὸν μὲν ὑπεράνω τοῦ μαζοῦ πλήξας δόρατι σιδηρῷ,

τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ κληῖ̈δα παρ' ὦμον146
τὸν ἕτερον δὲ σπάθῃ μεγάλῃ κατὰ τὴν κλεῖν παρὰ τὸν ὦμον ἔπληξεν,

πλῆξ', ἀπὸ δ' αὐχένος ὦμον ἐέργαθεν ἠδ' ἀπὸ νώτου.147
ἀπέκοψε δὲ καὶ ἀπεχώρισε ἀπὸ τοῦ αὐχένος τὸ ἀπὸ τοῦ νώτου τὸν ὦμον.

τοὺς μὲν ἔασ', ὃ δ' Ἄβαντα μετῴχετο καὶ Πολύειδον148
τούτους μὲν κατέλιπεν· αὐτὸς δὲ ἐπὶ τὸν Ἄβαντα καὶ τὸν Πολύειδον ὥρμησε,

υἱέας Εὐρυδάμαντος ὀνειροπόλοιο γέροντος·149
τοὺς υἱοὺς τοῦ Εὐρυδάμαντος τοῦ ὀνειροκρίτου γέροντος,

τοῖς οὐκ ἐρχομένοις ὃ γέρων ἐκρίνατ' ὀνείρους, 150
οἷς ἐρχομένοις ἐπὶ τὸν πόλεμον οὐκ ἐξηγήσατο ὀνείρους ὁ γέρων·

ἀλλά σφεας κρατερὸς Διομήδης ἐξενάριξε·151
ἀλλ᾿ αὐτοὺς ἀπέκτεινεν ὁ ἰσχυρὸς Διομήδης·

βῆ δὲ μετὰ Ξάνθόν τε Θόωνά τε Φαίνοπος υἷε152
ἐπορεύθη δὲ πρὸς τε τὸν Ξάνθον καὶ τὸν Θόωνα τοὺς υἱοὺς τοῦ Φαίνοπος,

ἄμφω τηλυγέτω· ὃ δὲ τείρετο γήραϊ λυγρῷ,153
ἀμφοτέρους ἐν γήρᾳ τῷ πατρὶ μόνους γεγεννημένους· αὐτὸς δὲ κατεπονεῖτο γήρᾳ χαλεπῷ,

υἱὸν δ' οὐ τέκετ' ἄλλον ἐπὶ κτεάτεσσι λιπέσθαι.154
υἱὸν δὲ ἄλλον οὐκ ἐγέννησε καταλιπεῖν ἐπὶ τοῖς ἑαυτοῦ κτήμασι·

ἔνθ' ὅ γε τοὺς ἐνάριζε, φίλον δ' ἐξαίνυτο θυμὸν 155
τότε οὗτος αὐτοὺς ἀπέκτεινε· τὴν προσφιλῆ δὲ ψυχὴν ἀφείλετο

ἀμφοτέρω, πατέρι δὲ γόον καὶ κήδεα λυγρὰ156
ἀμφοτέρων· τῷ πατρὶ δὲ θρῆνον καὶ λύπας χαλεπὰς

λεῖπ', ἐπεὶ οὐ ζώοντε μάχης ἐκνοστήσαντε157
κατέλιπεν· ἐπειδὴ οὐχ ὑποστρέψαντας ἐκ τῆς μάχης ζῶντας

δέξατο· χηρωσταὶ δὲ διὰ κτῆσιν δατέοντο.158
ἐδέξατο· ἀλλότριοι δὲ κληρονόμοι τὴν κτῆσιν διεμερίσαντο.

ἔνθ' υἷας Πριάμοιο δύω λάβε Δαρδανίδαο159
τότε δύο υἱοὺς τοῦ Πριάμου τοῦ ἀπὸ Δαρδάνου καταγομένου κατέλαβεν



εἰν ἑνὶ δίφρῳ ἐόντας Ἐχέμμονά τε Χρομίον τε. 160
ὄντας ἑνὶ ἅρματι, τὸν Ἐχέμονα καὶ τὸν Χρόμιον·

ὡς δὲ λέων ἐν βουσὶ θορὼν ἐξ αὐχένα ἄξῃ161
ὥσπερ δὲ λέων ἐν βουσὶν ὁρμήσας συντρίβει αὐχένα

πόρτιος ἠὲ βοὸς ξύλοχον κάτα βοσκομενάων,162
δαμάλεως, καὶ βοός, βοσκομένων κατὰ τόπον σύνδενδρον·

ὣς τοὺς ἀμφοτέρους ἐξ ἵππων Τυδέος υἱὸς163
οὕτω τούτους ἀμφοτέρους ἐξέβαλε κακῶς ἀπὸ τῶν ἵππων

βῆσε κακῶς ἀέκοντας, ἔπειτα δὲ τεύχε' ἐσύλα·164
ἄκοντας ὁ υἱὸς τοῦ Τυδέως· μετὰ ταῦτα δὲ τὰ ὅπλα ἐσκύλευε·

ἵππους δ' οἷς ἑτάροισι δίδου μετὰ νῆας ἐλαύνειν. 165
τοὺς ἵππους δὲ ἐδίδου τοῖς ἑαυτοῦ φίλοις ἄγειν ἐπὶ τὰς ναῦς·

τὸν δ' ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν,166
τοῦτον δὲ ἐθεάσατο Αἰνείας κινοῦντα τὰς τάξεις τῶν ἀνδρῶν·

βῆ δ' ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων167
ὥρμησε δὲ πορεύεσθαι ἀνὰ τὴν μάχην καὶ τὴν συστροφὴν τῶν δοράτων,



Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι·168
ζητῶν Πάνδαρον τὸν ἰσόθεον, ἐάν που εὕρῃ.

εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε,169
εὗρε δὲ τὸν υἱὸν τοῦ Λυκάονος τὸν ἰσχυρόν τε καὶ ἄψογον·

στῆ δὲ πρόσθ' αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· 170
ἔστη δὲ ἔμπροσθεν αὐτοῦ, καὶ λόγον ἐνώπιον εἶπε πρὸς αὐτόν·

Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ171
ὦ Πάνδαρε, ποῦ σοι τὸ τόξον καὶ τὰ ἐπτερωμένα βέλη,

καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γ' ἀνήρ,172
καὶ ἡ φήμη, ᾗ οὐδείς σοι ἀνὴρ ἁμιλλᾶται ἐνταῦθα,

οὐδέ τις ἐν Λυκίῃ σέο γ' εὔχεται εἶναι ἀμείνων.173
οὐδέ τις ἐν τῇ Λυκίᾳ καυχᾶται εἶναι κρείσσων σοῦ;

ἀλλ' ἄγε τῷδ' ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν174
ἀλλ᾽ ἄγε πέμψον κατὰ τοῦδε τ᾿ ἀνδρὸς βέλος, τῷ Διῒ ἀνατείνας τὰς χεῖρας,

ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε 175
ὅστις αὐτὸς νικᾷ, καὶ δὴ πολλὰ δεινὰ πεποίηκε

Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ' ἔλυσεν·176
τοὺς Τρῷας, ἐπειδὴ πολλῶν καὶ ἀγαθῶν γόνατα διέλυσεν·

εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν177
εἰ μή τις ἐστὶ θεὸς ὀργισθεὶς τοῖς Τρῳσὶν

ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις.178
μνησικακήσας ἕνεκα θυσιῶν, χαλεπὴ δὲ ἐπὶ θεοῦ ἐστιν ἡ μνησικακία.

τὸν δ' αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·179
πρὸς τοῦτον δὲ εἶπεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος.



Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων 180
ὦ Αἰνεία βουλευτὰ τῶν σιδηροθωράκων Τρῴων,

Τυδεΐδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω,181
ἔγωγε κατὰ πάντα παρεικάζω αὐτὸν τῷ συνετῷ υἱῷ τοῦ Τυδέως,

ἀσπίδι γιγνώσκων αὐλώπιδί τε τρυφαλείῃ,182
ἐκ τῆς ἀσπίδος γινώσκων αὐτόν, καὶ τῆς περικεφαλαίας τῆς αὐλίσκον ἐχούσης, καθ᾿ οὗ πήγνυται ὁ λόφος, καὶ φαλοὺς καὶ ἐπαναστάσεις ἐχούσης τρεῖς,

ἵππους τ' εἰσορόων· σάφα δ' οὐκ οἶδ' εἰ θεός ἐστιν.183
καὶ εἰς τοὺς ἵππους ὁρῶν· φανερῶς δὲ οὐ γινώσκω ἂν ᾖ θεός·

εἰ δ' ὅ γ' ἀνὴρ ὅν φημι δαΐφρων Τυδέος υἱὸς184
εἰ δ᾽ ἔστιν οὗτος ὁ ἀνὴρ ὃν λέγω, ὁ συνετὸς υἱὸς τοῦ Τυδέως,

οὐχ ὅ γ' ἄνευθε θεοῦ τάδε μαίνεται, ἀλλά τις ἄγχι 185
οὐχ οὗτος χωρίς θεοῦ ἐνθουσιωδῶς ταῦτα ποιεῖ· ἀλλά τις πλησίον

ἕστηκ' ἀθανάτων νεφέλῃ εἰλυμένος ὤμους,186
ἵσταται ἀπό τῶν ἀθανάτων θεῶν νεφέλῃ ἐπικεκρυμμένος κατά τοὺς ὤμους,

ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ.187
ὅστις ἀπ᾿ αὐτοῦ ἔτρεψεν ἄλλοσε τὸ ὀξὺ βέλος καταλαμβάνον αὐτόν·

ἤδη γάρ οἱ ἐφῆκα βέλος, καί μιν βάλον ὦμον188
ἤδη γὰρ κατ᾿ αὐτοῦ ἀφῆκα βέλος, καὶ ἔτρωσα αὐτὸν κατὰ τὸν ὦμον

δεξιὸν ἀντικρὺ διὰ θώρηκος γυάλοιο·189
τὸν δεξιὸν ἀπαντικρὺ διὰ τοῦ κοιλώματος τοῦ θώρακος·

καί μιν ἔγωγ' ἐφάμην Ἀϊδωνῆϊ προϊάψειν, 190
καὶ ἔγωγε ὑπέλαβον πέμψειν αὐτὸν τῷ Ἅιδῃ,

ἔμπης δ' οὐκ ἐδάμασσα· θεός νύ τίς ἐστι κοτήεις.191
ὅμως δὲ οὐκ ἀπέκτεινα· θεός τίς πού ἐστιν ὀργίλως πρὸς ἡμᾶς ἔχων·

ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίην·192
οἱ ἵπποι δὲ οὐ πάρεισι, καὶ τὰ ὀχήματα, ὧν ἂν ἐπιβαίην·

ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι193
ἀλλά που ἐν τοῖς οἴκοις τοῦ Λυκάονος ἕνδεκα ἅρματα

καλοὶ πρωτοπαγεῖς νεοτευχέες· ἀμφὶ δὲ πέπλοι194
περικαλλῆ πρώτως πεπηγμένα, νεωστὶ κατεσκευασμένα, περὶ αὐτὰ δὲ πέπλοι

πέπτανται· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι 195
ἐξήπλωνται, παρ' ἑκάστῳ δὲ αὐτῶν δύο ἐζευγμένοι ἵπποι

ἑστᾶσι κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας.196
ἑστήκασι κριθὴν λευκὴν ἐσθίοντες, καὶ ὀλύρας.

ἦ μέν μοι μάλα πολλὰ γέρων αἰχμητὰ Λυκάων197
ὄντως μὲν οὖν μοι πάνυ πολλὰ Λυκάων ὁ γέρων καὶ πολεμικὸς

ἐρχομένῳ ἐπέτελλε δόμοις ἔνι ποιητοῖσιν·198
ἐρχομένῳ ἐνθάδε ἐνετέλλετο ἐν τοῖς οἴκοις τοῖς κατεσκευασμένοις·

ἵπποισίν μ' ἐκέλευε καὶ ἅρμασιν ἐμβεβαῶτα199
ἐκέλευέ με τῶν ἵππων καὶ τῶν ἁρμάτων ἐπιβαίνοντα

ἀρχεύειν Τρώεσσι κατὰ κρατερὰς ὑσμίνας· 200
προηγεῖσθαι τοῖς Τρῳσὶ κατὰ τὴν ἰσχυρὰν μάχην·

ἀλλ' ἐγὼ οὐ πιθόμην· ἦ τ' ἂν πολὺ κέρδιον ἦεν·201
ἀλλ᾽ ἐγὼ οὐχ ὑπήκουον, ὄντως κατὰ πολὺ ἐπικερδέστερον καὶ βέλτιστον ἦν ἄν,

ἵππων φειδόμενος, μή μοι δευοίατο φορβῆς202
τοὺς ἵππους ἐλεῶν, μήπως ἐνδεεῖς γένοιντό μοι τροφῆς,

ἀνδρῶν εἰλομένων εἰωθότες ἔδμεναι ἄδην.203
τῶν ἀνδρῶν συγκλειομένων, εἰθισμένοι ἐσθίειν εἰς κόρον·

ὣς λίπον, αὐτὰρ πεζὸς ἐς Ἴλιον εἰλήλουθα204
ταύτῃ κατέλιπον· πεζὸς δὲ εἰς τὴν Ἴλιον παραγέγονα,

τόξοισιν πίσυνος· τὰ δέ μ' οὐκ ἄρ' ἔμελλον ὀνήσειν. 205
τῷ τόξῳ πεποιθώς· τοῦτο δ᾽ ἄρα οὐκ ἔμελλεν ὠφελήσειν με·

ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν ἐφῆκα206
ἤδη γὰρ κατὰ δυοῖν ἀριστέων ἐτόξευσα,

Τυδεΐδῃ τε καὶ Ἀτρεΐδῃ, ἐκ δ' ἀμφοτέροιιν207
τοῦ υἱοῦ τοῦ Τυδέως, καὶ τοῦ υἱοῦ τοῦ Ἀτρέως, ἐξ ἀμφοτέρων δὲ

ἀτρεκὲς αἷμ' ἔσσευα βαλών, ἤγειρα δὲ μᾶλλον.208
φανερῶς αἷμα ἐκίνησα τρώσας, παρώξυνα δὲ μᾶλλον·

τώ ῥα κακῇ αἴσῃ ἀπὸ πασσάλου ἀγκύλα τόξα209
δι᾿ ὃ δὴ μοίρα κακὴ ἀπὸ τοῦ πασσάλου τὸ ἐπικαμπὲς τόξον

ἤματι τῷ ἑλόμην ὅτε Ἴλιον εἰς ἐρατεινὴν 210
τῇ ἡμέρᾳ ἐκείνῃ ἔλαβον, ὅτε εἰς τὴν ἐπέραστον Ἴλιον

ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ.211
ἠρχόμην τοῖς Τρωσί, χαριζόμενος τῷ Ἕκτορι τῷ ἐνδόξῳ

εἰ δέ κε νοστήσω καὶ ἐσόψομαι ὀφθαλμοῖσι212
ἐὰν δὲ ὑποστρέψω καὶ θεάσωμαι τοῖς ὀφθαλμοῖς

πατρίδ' ἐμὴν ἄλοχόν τε καὶ ὑψερεφὲς μέγα δῶμα,213
τὴν ἐμὴν πατρίδα, καὶ τὴν γυναῖκα, καὶ τὸ ὑψηλὸν ὄροφον ἔχον οἴκημα,

αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς214
εὐθέως μετὰ ταῦτα ἀλλόφυλος ἀνὴρ ἀποκόψειε τὴν ἐμὴν κεφαλήν,

εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην 215
εἰ μὴ ἐγὼ βάλοιμι ταῦτα τὰ τόξα ἐν τῷ λαμπρῷ πυρί,

χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ.216
συντρίψας ταῖς χερσί· μάταια γάρ μοι ἀκολουθεῖ.

τὸν δ' αὖτ' Αἰνείας Τρώων ἀγὸς ἀντίον ηὔδα·217
πρὸς τοῦτον δὲ Αἰνείας ὁ τῶν Τρῴων ἀρχηγὸς ἐναντίον ἔλεγε·



μὴ δ' οὕτως ἀγόρευε· πάρος δ' οὐκ ἔσσεται ἄλλως,218
μὴ οὕτω λέγε· πρότερον οὐκ ἔσται ἄλλως,

πρίν γ' ἐπὶ νὼ τῷδ' ἀνδρὶ σὺν ἵπποισιν καὶ ὄχεσφιν219
πρὶν ἡμᾶς κατὰ τούτου τοῦ ἀνδρὸς σὺν ἵπποις καὶ ἅρμασιν

ἀντιβίην ἐλθόντε σὺν ἔντεσι πειρηθῆναι. 220
κατὰ βιαίων ἐναντίωσιν ἐλθόντας μεθ᾽ ὅπλων πεῖραν λαβεῖν.

ἀλλ' ἄγ' ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι221
ἀλλ᾽ ἄγε ἐπίβηθι τῶν ἐμῶν ἁρμάτων, ὅπως ἴδῃς

οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο222
ὁποῖοί εἰσιν οἱ Τρῳικοὶ ἵπποι, εἰδότες διὰ τοῦ πεδίου

κραιπνὰ μάλ' ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι·223
λίαν ταχέως τῇδε κἀκεῖσε διώκειν καὶ φεύγειν·

τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον, εἴ περ ἂν αὖτε224
οὗτοι καὶ ἡμᾶς εἰς τὴν πόλιν σώσουσιν, ἐὰν αὖθις

Ζεὺς ἐπὶ Τυδεΐδῃ Διομήδεϊ κῦδος ὀρέξῃ. 225
ὁ Ζεὺς τῷ υἱῷ τοῦ Τυδέως τῷ Διομήδει δόξαν παράσχηται·

ἀλλ' ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα226
ἀλλ᾿ ἄγε, νῦν τὴν μάστιγα, καὶ τὰς λαμπρὰς καὶ ποικίλας ἡνίας

δέξαι, ἐγὼ δ' ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι·227
λάβε, ἐγὼ δὲ ἀποβήσομαι τῶν ἵππων ὅπως πολεμήσω·

ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δ' ἐμοὶ ἵπποι.228
ἢ σὺ αὐτὸν δέχου, ἐμοὶ δὲ διὰ φροντίδος ἔσονται οἱ ἵπποι.

τὸν δ' αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός·229
πρὸς τοῦτον δὲ εἶπεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος·



Αἰνεία σὺ μὲν αὐτὸς ἔχ' ἡνία καὶ τεὼ ἵππω· 230
ὦ Αἰνεία, σὺ μὲν αὐτὸς κάτεχε τὰς ἡνίας καὶ τοὺς σοὺς ἵππους·

μᾶλλον ὑφ' ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα231
μᾶλλον ὑπὸ τῷ εἰωθότι ἡνιόχῳ τὸ ἐπικαμπὲς ὄχημα

οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν·232
κομίσουσιν, ἐάν αὖθις φεύγωμεν τὸν υἱὸν τοῦ Τυδέως·

μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ' ἐθέλητον233
μὴ οὗτοι μὲν φοβηθέντες ματαιώσωσιν, οὐδέ θελήσωσιν

ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,234
ἐκφέρειν τοῦ πολέμου, τὴν σὴν ἐπιποθοῦντες φωνήν·

νῶϊ δ' ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς 235
ὁ υἱὸς δὲ τοῦ μεγαλοψύχου Τυδέως ἐφορμήσας ἡμᾶς τε

αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.236
αὐτοὺς ἀνέλῃ, καὶ τοὺς μονώνυχας ἵππους λάβῃ·

ἀλλὰ σύ γ' αὐτὸς ἔλαυνε τέ' ἅρματα καὶ τεὼ ἵππω,237
ἀλλὰ σὺ αὐτὸς ἴθυνε τό τε σὸν ὄχημα, καὶ τοὺς σοὺς ἵππους·

τὸν δὲ δ' ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.238
τοῦτον δὲ ἐπερχόμενον ἐγὼ δέξομαι δόρατι ὀξεῖ.

ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες239
οὕτως εἰπόντες εἰς τὰ πεποικιλμένα ἅρματα ἀναβάντες



ἐμμεμαῶτ' ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. 240
ἤλαυνον τοὺς ταχεῖς ἵππους, ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως προθυμούμενοι·

τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,241
τούτους δὲ ἐθεάσατο Σθένελος ὁ λαμπρὸς υἱὸς τοῦ Καπανέως·

αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·242
εὐθέως δὲ πρὸς τὸν υἱὸν τοῦ Τυδέως λόγους ταχεῖς ἔλεγεν·

Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,243
ὦ Διόμηδες υἱὲ τοῦ Τυδέως, τῇ ἐμῇ πεφιλημένε ψυχῇ,

ἄνδρ' ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι244
ἄνδρας ὁρῶ ἰσχυροὺς προθυμουμένους πρὸς σὲ πολεμεῖν,

ἶν' ἀπέλεθρον ἔχοντας· ὃ μὲν τόξων ἐῢ εἰδὼς 245
δύναμιν ἄπειρον ἔχοντας· ὁ μὲν ἔμπειρος τῆς τοξικῆς

Πάνδαρος, υἱὸς δ' αὖτε Λυκάονος εὔχεται εἶναι·246
Πάνδαρος, υἱὸς δὲ τοῦ Λυκάονος καυχᾶται εἶναι·

Αἰνείας δ' υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο247
Αἰνείας δὲ υἱὸς ἐκ τοῦ μεγαλοψύχου Ἀγχίσου

εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ' Ἀφροδίτη.248
καυχᾶται γεννηθῆναι, μήτηρ δὲ αὐτῷ ἐστιν Ἀφροδίτη·

ἀλλ' ἄγε δὴ χαζώμεθ' ἐφ' ἵππων, μηδέ μοι οὕτω249
ἀλλ᾽ ἄγε δὴ ἀναχωρήσωμεν εἰς τοὺς ἵππους, μηδ᾽ οὕτω μοι

θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. 250
μανικῶς ὅρμα διὰ τῶν πρωταγωνιστῶν, μήπως ἀπολέσῃς τὴν ἀγαπητήν σου ψυχήν.

τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·251
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος ὁ ἰσχυρὸς Διομήδης εἶπε·



μή τι φόβον δ' ἀγόρευ', ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.252
μηδαμῶς μοι λέγε φυγήν· ἐπεὶ οὐδὲ οἴομαί σε πείσειν·

οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι253
οὐ γάρ μοι ἀνδρεῖον τὸ μάχεσθαι φεύγοντι,

οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·254
οὐδὲ τὸ δειλιᾷν καὶ πτοεῖσθαι· ἔτι μοι ἰσχὺς βεβαία καὶ κραταιά ἐστιν·

ὀκνείω δ' ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως 255
ὀκνῶ δὲ ἐπιβῆναι τῶν ἵππων· ἀλλὰ κἀγὼ πορεύσομαι

ἀντίον εἶμ' αὐτῶν· τρεῖν μ' οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.256
ἐναντίον αὐτῶν· οὐκ ἐᾷ με δειλιᾷν ἡ πολεμικὴ Ἀθηνᾶ·

τούτω δ' οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι257
τούτους δὲ οὐκ αὖθις ὀπίσω ἀποκομίσουσιν οἱ ταχεῖς ἵπποι

ἄμφω ἀφ' ἡμείων, εἴ γ' οὖν ἕτερός γε φύγῃσιν.258
ἀμφοτέρους ἀφ' ἡμῶν, κἂν ὁ ἕτερος ἀποφύγῃ·

ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·259
ἄλλο δέ σοι λέξω, σὺ δὲ βάλε αὐτὸ ἐν τῷ σῷ λογισμῷ·

αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ 260
ἐάν μοι ἡ πολύτροπος Ἀθηνᾶ δόξαν παράσχῃ

ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους261
ἀνελεῖν ἀμφοτέρους, σὺ τοὺς ταχεῖς ἵππους

αὐτοῦ ἐρυκακέειν ἐξ ἄντυγος ἡνία τείνας,262
αὐτόθι κάτεχε ἐκ τῆς περιφερείας τὰς ἡνίας τανύσας·

Αἰνείαο δ' ἐπαΐξαι μεμνημένος ἵππων,263
ἐφόρμησον δὲ μεμνημένος τῶν Αἰνείου ἵππων,

ἐκ δ' ἐλάσαι Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς.264
ἔκβαλε δὲ ἀπὸ τῶν Τρῴων ἐπὶ τοὺς εὐόπλους Ἕλληνας·

τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς 265
ταύτης γάρ εἰσι τῆς γενεᾶς, ἧς ὁ μεγαλόφωνος Ζεὺς τῷ Τρωὶ

δῶχ' υἷος ποινὴν Γανυμήδεος, οὕνεκ' ἄριστοι266
ἔδωκε, ἀντέκτισιν τοῦ υἱοῦ τοῦ Γανυμήδους·

ἵππων ὅσσοι ἔασιν ὑπ' ἠῶ τ' ἠέλιόν τε,267
δι᾿ ὃ καὶ βέλτιστοι ἵππων, ὅσοι ὑπάρχουσιν ὑπὸ τὴν ἡμέραν, καὶ τὸν ἥλιον·

τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης268
ἐκ ταύτης τῆς γενεᾶς ἔκλεψεν Ἀγχίσης ὁ βασιλεὺς τῶν ἀνδρῶν,

λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους·269
κρύφα τοῦ Λαομέδοντος ὑποβαλὼν τὰς θήλειας ἵππους

τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. 270
ἐκ τούτων αὐτῷ ἐγένοντο ἓξ ἐν τοῖς οἴκοις γενεά·

τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλ' ἐπὶ φάτνῃ,271
καὶ τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀνέτρεφεν ἐπὶ τῇ φάτνῃ,

τὼ δὲ δύ' Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο.272
τοὺς δὲ δύο ἔδωκε τῷ Αἰνείᾳ ἐπιστήμονας τῆς φυγῆς·

εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν.273
ἐὰν τούτους λάβωμεν, ἀπενεγκαίμεθα ἂν φήμην ἀγαθήν.

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,274
οὕτως οὗτοι μὲν πρὸς ἀλλήλους τοιαῦτα ἔλεγον·



τὼ δὲ τάχ' ἐγγύθεν ἦλθον ἐλαύνοντ' ὠκέας ἵππους. 275
οὗτοι δὲ ταχέως πλησίον ἀφίκοντο, ἐλαύνοντες τοὺς ταχεῖς ἵππους.

τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός·276
πρὸς τοῦτον πρότερον εἶπεν ὁ λαμπρὸς ὑιὸς τοῦ Λυκάονος·

καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ277
ὦ μεγαλόψυχε, συνετέ, υἱὲ τοῦ λαμπροῦ Τυδέως,

ἦ μάλα σ' οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός·278
ὄντως οὐ πάνω σε τὸ ταχὺ βέλος ἐδάμασεν, ὁ πικρὸς ἰός·

νῦν αὖτ' ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι.279
νῦν δὴ τῷ δόρατι πειράσομαι ἐὰν ἐπιτύχω.

ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος 280
εἶπε δή, καὶ ἀνακινήσας καὶ σείσας προέπεμψε τὸ μακρὸν δόρυ,



καὶ βάλε Τυδεΐδαο κατ' ἀσπίδα· τῆς δὲ διὰ πρὸ281
καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τοῦ υἱοῦ τοῦ Τυδέως· δι᾽ αὐτῆς δὲ εἰς τὸ πρόσω

αἰχμὴ χαλκείη πταμένη θώρηκι πελάσθη·282
ἡ σιδηρὰ ἐπιδορατὶς πετομένη προσήγγισε τῷ θώρακι·

τῷ δ' ἐπὶ μακρὸν ἄϋσε Λυκάονος ἀγλαὸς υἱός·283
ἐπὶ τούτῳ δὲ μεγάλως ἐβόησεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος·

βέβληαι κενεῶνα διαμπερές, οὐδέ σ' ὀΐω284
τέτρωσαι παντελῶς κατὰ τὸν λαγόνα· οὐδέ σε οἴομαι

δηρὸν ἔτ' ἀνσχήσεσθαι· ἐμοὶ δὲ μέγ' εὖχος ἔδωκας. 285
ἐπὶ πολὺ ἔτι ὑπομεῖναι· ἐμοὶ δὲ μέγα καύχημα ἔδωκας.

τὸν δ' οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·286
πρὸς τοῦτον δὲ μηδὲν φοβηθεὶς εἶπεν ὁ ἰσχυρὸς Διομήδης·



ἤμβροτες οὐδ' ἔτυχες· ἀτὰρ οὐ μὲν σφῶΐ γ' ὀΐω287
ἥμαρτες, οὐδὲ ἐπέτυχες· οὐ μὴν δὲ ὑμᾶς οἴομαι

πρίν γ' ἀποπαύσεσθαι πρίν γ' ἢ ἕτερόν γε πεσόντα288
πρότερον παύσασθαι τοῦ πολέμου, πρὶν ἢ πεσόντα

αἵματος ἆσαι Ἄρηα, ταλαύρινον πολεμιστήν.289
τὸν ἕτερον ἐμπλῆσαι καὶ κορέσαι αἵματος τὸν σίδηρον τὸν καρτερὸν μαχητήν.

ὣς φάμενος προέηκε· βέλος δ' ἴθυνεν Ἀθήνη 290
οὕτως εἰπὼν προέπεμψε, κατ᾽ εὐθὺ δὲ ἤγαγε τὸ βέλος ἡ Ἀθηνᾶ



ῥῖνα παρ' ὀφθαλμόν, λευκοὺς δ' ἐπέρησεν ὀδόντας.291
κατὰ τὴν ῥῖνα παρὰ τὸν ὀφθαλμόν· διεπέρασε δὲ τοὺς λευκοὺς ὀδόντας·

τοῦ δ' ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε χαλκὸς ἀτειρής,292
τούτου δὲ τὴν μὲν ἐσχάτην γλῶσσαν ἀπέτεμεν ὁ ἀκαταπόνητος σίδηρος,

αἰχμὴ δ' ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα·293
ἡ ἐπιδορατὶς δὲ ἐξώρμησε παρὰ τὸ ἔσχατον μέρος τοῦ ὑπογενείου τόπου,

ἤριπε δ' ἐξ ὀχέων, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ294
κατέπεσε δὲ ἐκ τοῦ ἅρματος, ἤχεσαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ

αἰόλα παμφανόωντα, παρέτρεσσαν δέ οἱ ἵπποι 295
τὰ ποικίλα καὶ πάνυ λαμπρά· ὅθεν φοβηθέντες οἱ ταχεῖς ἵπποι ἔφυγον·

ὠκύποδες· τοῦ δ' αὖθι λύθη ψυχή τε μένος τε.296
αὐτοῦ δὲ ἡ ψυχὴ καὶ ἰσχὺς διελύθη·

Αἰνείας δ' ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ297
Αἰνείας δὲ ἐφώρμησε σὺν ἀσπίδι καὶ δόρατι μακρῷ



δείσας μή πώς οἱ ἐρυσαίατο νεκρὸν Ἀχαιοί.298
φοβηθεὶς μήποτε αὐτοῦ ἀφελκύσειαν τὸν νεκρὸν οἱ Ἕλληνες.

ἀμφὶ δ' ἄρ' αὐτῷ βαῖνε λέων ὣς ἀλκὶ πεποιθώς,299
περιέβαινε δ᾽ οὖν αὐτῷ ὥσπερ λέων θαρρῶν τῇ ἑαυτοῦ ἀλκῇ·

πρόσθε δέ οἱ δόρυ τ' ἔσχε καὶ ἀσπίδα πάντοσ' ἐΐσην, 300
ἔμπροσθεν δὲ αὐτοῦ κατέσχε τὸ δόρυ, καὶ τὴν κυκλοτερῆ ἀσπίδα,

τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ' ἀντίος ἔλθοι301
τοῦτον ἀποκτεῖναι προθυμούμενος, ὅστις ἂν ἐναντίον αὐτοῦ ἔλθοι

σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ302
καταπληκτικῶς βοῶν· ὁ υἱὸς δὲ τοῦ Τυδέως ἔλαβε τῇ χειρὶ

Τυδεΐδης μέγα ἔργον ὃ οὐ δύο γ' ἄνδρε φέροιεν,303
λίθον χειροπληθῆ μέγα ἄχθος, ὅπερ οὐκ ἂν βαστάζοιεν δύο ἄνδρες,

οἷοι νῦν βροτοί εἰσ'· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.304
οἷοι νῦν ἄνθρωποί εἰσιν, οὗτος δὲ καὶ μόνος ῥαδίως αὐτὸ ἐκίνει·

τῷ βάλεν Αἰνείαο κατ' ἰσχίον ἔνθά τε μηρὸς 305
διὰ τούτου ἔπληξε κατὰ τὸν γλουτὸν τοῦ Αἰνείου, ὅπου ὁ μηρὸς

ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι·306
τῷ γλουτῷ ἐγκείμενος περιστρέφεται, κοτύλην δὲ αὐτὸν καλοῦσι·

θλάσσε δέ οἱ κοτύλην, πρὸς δ' ἄμφω ῥῆξε τένοντε·307
συνέτριψε δὲ αὐτοῦ τὴν κοτύλην· πρὸς δὲ καὶ ἀμφότερα τὰ μεγάλα νεῦρα διέκοψε,

ὦσε δ' ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γ' ἥρως308
ἀπώθησε δὲ τὸ δέρμα ὁ τραχὺς λίθος· ὁ δὲ ἥρως πεσὼν

ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ309
ἔστη ἐπὶ γόνυ, καὶ ἐναπερείσατο παχείᾳ χειρὶ

γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. 310
κατὰ γῆς· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ νὺξ σκοτεινὴ περιεκάλυψεν·

καί νύ κεν ἔνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας,311
καὶ δὴ τοτὲ ἀπώλετ᾽ ἂν Αἰνείας ὁ βασιλεὺς τῶν ἀνδρῶν,



εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη312
εἴγε μὴ ὀξέως ἐθεάσατο Ἀφροδίτη ἡ θυγάτηρ τοῦ Διός,

μήτηρ, ἥ μιν ὑπ' Ἀγχίσῃ τέκε βουκολέοντι·313
ἡ μήτηρ αὐτοῦ, ἥτις ἔτεκεν αὐτὸν εὐνηθεῖσα τῷ Ἀγχίση βοῦς νέμοντι·

ἀμφὶ δ' ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ,314
ἔχεε δὲ τοὺς λευκοὺς αὐτῆς πήχεις περὶ τὸν ἑαυτῆς ἀγαπητὸν υἱόν·

πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν 315
ἔμπροσθεν δὲ περιέβαλεν αὐτὸν τὸ περίπλωμα τοῦ λαμπροῦ πέπλου,

ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων316
περίφραγμα εἶναι τῶν βελῶν, μή τις ἀπὸ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων

χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο.317
βαλὼν σίδηρον εἰς τὸ στῆθος, ἀφέληται τὴν ψυχήν·

ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο·318
αὐτὴ μὲν οὖν τὸν ἀγαπητὸν υἱὸν ὑπεξήγαγεν ἀπὸ τοῦ πολέμου·



οὐδ' υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων319
ὁ υἱὸς δὲ τοῦ Καπανέως οὐκ ἐπελάθετο τῶν ὑποθηκῶν καὶ ἐντολῶν

τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης, 320
τούτων, ἃς ἐπέταττεν ὁ ἀγαθὸς τὰ πολεμικὰ Διομήδης·

ἀλλ' ὅ γε τοὺς μὲν ἑοὺς ἠρύκακε μώνυχας ἵππους321
ἀλλ᾿ οὗτος τοὺς μὲν ἰδίους μονώνυχας ἵππους κατεῖχε

νόσφιν ἀπὸ φλοίσβου ἐξ ἄντυγος ἡνία τείνας,322
ἐκτὸς ἀπὸ τῆς ταραχῆς τοῦ πολέμου, ἐκ τῆς περιφερείας τὰς ἡνίας τανύσας·

Αἰνείαο δ' ἐπαΐξας καλλίτριχας ἵππους323
ἐφορμήσας δέ, τοὺς καλὰς τρίχας ἔχοντας ἵππους τοῦ Αἰνείου

ἐξέλασε Τρώων μετ' ἐϋκνήμιδας Ἀχαιούς.324
ἐξέβαλεν ἀπὸ τῶν Τρῴων ἐπὶ τοὺς εὐόπλους Ἕλληνας·

δῶκε δὲ Δηϊπύλῳ ἑτάρῳ φίλῳ, ὃν περὶ πάσης 325
ἔδωκε δὲ Δηϊπύλῳ τῷ ἀγαπητῷ φίλῳ, ὃν ὑπὲρ πάντας

τῖεν ὁμηλικίης ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη,326
ἐτίμα τοὺς ὁμήλικας, διὰ τὸ κατὰ τὸν ἑαυτοῦ λογισμὸν τέλεια εἰδέναι,

νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· αὐτὰρ ὅ γ' ἥρως327
ἐπὶ τὰς βαθείας ναῦς ἀπελαύνειν· ὁ ἥρως δὲ

ὧν ἵππων ἐπιβὰς ἔλαβ' ἡνία σιγαλόεντα,328
τῶν ἑαυτοῦ ἵππων ἐπιβὰς ἔλαβε τὰς λαμπρὰς ἡνίας·

αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους329
αὐτίκα δὲ ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως ἤλαυνε τοὺς ἰσχυροὺς ὄνυχας ἔχοντας ἵππους

ἐμμεμαώς· ὃ δὲ Κύπριν ἐπῴχετο νηλέϊ χαλκῷ 330
προθυμούμενος· οὗτος δὲ τὴν Ἀφροδίτην ἐδίωκε σιδήρῳ ἀνηλεεῖ,

γιγνώσκων ὅ τ' ἄναλκις ἔην θεός, οὐδὲ θεάων331
εἰδὼς ὅτι ἀσθενὴς ὑπάρχει θεός, οὐδ᾽ ἔστιν ἀπὸ τῶν θεῶν

τάων αἵ τ' ἀνδρῶν πόλεμον κάτα κοιρανέουσιν,332
τούτων, αἳ τὸν πόλεμον τῶν ἀνδρῶν διέπουσιν,

οὔτ' ἄρ' Ἀθηναίη οὔτε πτολίπορθος Ἐνυώ.333
οὔτε ἡ Ἀθηνᾶ, οὔτε ἡ τὰς πόλεις πορθοῦσα Ἐνυώ.

ἀλλ' ὅτε δή ῥ' ἐκίχανε πολὺν καθ' ὅμιλον ὀπάζων,334
ἀλλ᾽ ὁπηνίκα δὴ κατέλαβε κατὰ τὸν μέγαν στρατὸν διώκων,

ἔνθ' ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς 335
τότε ἐφορμήσας ὁ τοῦ μεγαλοψύχου Τυδέως υἱός,

ἄκρην οὔτασε χεῖρα μετάλμενος ὀξέϊ δουρὶ336
τὸ ἄκρον τῆς ἀσθενοῦς χειρὸς ἔτρωσεν ἐπιπηδήσας δόρατι ὀξεῖ·

ἀβληχρήν· εἶθαρ δὲ δόρυ χροὸς ἀντετόρησεν337
εὐθέως δὲ τὸ δόρυ τὴν ἐπιφάνειαν τοῦ σώματος ἔτρωσε,

ἀμβροσίου διὰ πέπλου, ὅν οἱ Χάριτες κάμον αὐταί,338
διὰ τοῦ θείου ἱματίου, ὅπερ αὐτῇ κατεσκεύασαν αἱ Χάριτες αὐταί,

πρυμνὸν ὕπερ θέναρος· ῥέε δ' ἄμβροτον αἷμα θεοῖο339
ὑπὲρ τὸ ἔσχατον κοῖλον τῆς χειρός· ἔρρει δὲ τὸ θεῖον αἷμα τῆς θεοῦ,

ἰχώρ, οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν· 340
ἰχώρ, οἷος δὴ ῥεῖ τοῖς μακαρίοις θεοῖς·

οὐ γὰρ σῖτον ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον,341
οὐ γὰρ ἐσθίουσιν ἄρτον, οὐδὲ πίνουσιν οἶνον θερμόν·

τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.342
τούτου χάριν ἄνευ αἵματός εἰσι, καὶ ἀθάνατοι καλοῦνται.

ἣ δὲ μέγα ἰάχουσα ἀπὸ ἕο κάββαλεν υἱόν·343
ἡ δὲ Ἀφροδίτη μεγάλως ὀλολύζουσα κατέβαλεν ἀφ' ἑαυτῆς τὸν υἱόν·

καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλων344
καὶ τοῦτον μὲν ἐν χερσὶν ἔσωσεν Ἀπόλλων ὁ Φοῖβος

κυανέῃ νεφέλῃ, μή τις Δαναῶν ταχυπώλων 345
διὰ νεφέλης σκοτεινῆς, μή τις ἀπὸ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων

χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο·346
σίδηρον βαλὼν εἰς τὸ στῆθος, ἀφέληται τὴν ψυχήν.

τῇ δ' ἐπὶ μακρὸν ἄϋσε βοὴν ἀγαθὸς Διομήδης·347
ἐπ᾿ αὐτῇ δὲ μεγάλως ἐβόησεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης·

εἶκε Διὸς θύγατερ πολέμου καὶ δηϊοτῆτος·348
ὦ θύγατερ τοῦ Διός, ὑποχώρει τῆς μάχης καὶ τοῦ πολέμου

ἦ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας ἠπεροπεύεις;349
ἢ οὐχ ἱκανόν σοι, ὅτι γυναῖκας ἀσθενεῖς ἐξαπατᾷς;

εἰ δὲ σύ γ' ἐς πόλεμον πωλήσεαι, ἦ τέ σ' ὀΐω 350
εἰ δὲ σὺ εἰς τὸν πόλεμον ἀναστραφήσῃ, ὄντως σε οἴομαι

ῥιγήσειν πόλεμόν γε καὶ εἴ χ' ἑτέρωθι πύθηαι.351
φοβηθήσεσθαι τὸν πόλεμον, καὶ ἐὰν ἄλλοθι εἶναι ἀκούσῃς.

ὣς ἔφαθ', ἣ δ' ἀλύουσ' ἀπεβήσετο, τείρετο δ' αἰνῶς·352
οὕτως εἶπεν· αὕτη δὲ ἀδημονοῦσα ἀπῆλθε, δεινῶς δὲ κατεπονεῖτο·



τὴν μὲν ἄρ' Ἶρις ἑλοῦσα ποδήνεμος ἔξαγ' ὁμίλου353
καὶ ταύτην μὲν δὴ λαβοῦσα ἡ ταχεῖα Ἶρις ἐξήγαγε τοῦ στρατοῦ

ἀχθομένην ὀδύνῃσι, μελαίνετο δὲ χρόα καλόν.354
βαρυνομένην ὀδύναις· ἐμελαίνετο δὲ τὴν περικαλλῆ ἐπιφάνειαν τοῦ σώματος·

εὗρεν ἔπειτα μάχης ἐπ' ἀριστερὰ θοῦρον Ἄρηα 355
εὗρε μετὰ ταῦτα ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μάχης τὸν ὁρμητικὸν Ἄρεα

ἥμενον· ἠέρι δ' ἔγχος ἐκέκλιτο καὶ ταχέ' ἵππω·356
καθήμενον· ἐν ἀέρι δὲ καὶ ἀορασίᾳ παρεκέκλιτο τὸ δόρυ καὶ οἱ ταχεῖς αὐτοῦ ἵπποι·

ἣ δὲ γνὺξ ἐριποῦσα κασιγνήτοιο φίλοιο357
αὐτὴ δὲ ἐπὶ γόνατα πεσοῦσα τοῦ ἀγαπητοῦ ἀδελφοῦ

πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους·358
πολλὰ δεομένη, τοὺς χρυσοχαλίνους ἵππους ἐζήτει λέγουσα·

φίλε κασίγνητε κόμισαί τέ με δός τέ μοι ἵππους,359
ὦ ἀγαπητὲ ἀδελφέ, ἐπιμελήθητί μου, καὶ δός μοι τοὺς ἵππους,

ὄφρ' ἐς Ὄλυμπον ἵκωμαι ἵν' ἀθανάτων ἕδος ἐστί. 360
ὅπως ἀφίκωμαι εἰς τὸν οὐρανόν, ὅπου τὸ ἔδαφος τῶν ἀθανάτων θεῶν ὑπάρχει·

λίην ἄχθομαι ἕλκος ὅ με βροτὸς οὔτασεν ἀνὴρ361
πάνυ πιέζομαι ὑπὸ τοῦ τραύματος, ὅ με ἔτρωσεν ἀνὴρ θνητὸς

Τυδεΐδης, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο.362
ὁ υἱὸς τοῦ Τυδέως, ὃς νῦν καὶ τῷ Διὶ τῷ πατρὶ πολεμοίη ἄν.

ὣς φάτο, τῇ δ' ἄρ' Ἄρης δῶκε χρυσάμπυκας ἵππους·363
οὕτως εἶπεν. Ἄρης δὲ ἔδωκεν αὐτῇ τοὺς χρυσοχαλίνους ἵππους·

ἣ δ' ἐς δίφρον ἔβαινεν ἀκηχεμένη φίλον ἦτορ,364
ἡ δὲ ἀνέβαινεν εἰς τὸν δίφρον τεθλιμμένη τὴν προσφιλῆ ψυχήν·

πὰρ δέ οἱ Ἶρις ἔβαινε καὶ ἡνία λάζετο χερσί, 365
παρ᾽ αὐτῇ δὲ καὶ ἡ Ἶρις ἀνέβη, καὶ ἔλαβε ταῖς χερσὶ τὰς ἡνίας·

μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἀέκοντε πετέσθην.366
ἐμάστιξε δὲ ἐλαύνειν, οἱ δὲ οὐκ ἄκοντες ἐπέτοντο.

αἶψα δ' ἔπειθ' ἵκοντο θεῶν ἕδος αἰπὺν Ὄλυμπον·367
ταχέως δὲ μετὰ ταῦτα ἀφίκοντο εἰς τὸ ἔδαφος τῶν θεῶν τὸν ὑψηλὸν οὐρανόν·

ἔνθ' ἵππους ἔστησε ποδήνεμος ὠκέα Ἶρις368
ἐκεῖ τοὺς ἵππους ἔστησεν ἡ ὠκύπους ταχεῖα Ἶρις,

λύσασ' ἐξ ὀχέων, παρὰ δ' ἀμβρόσιον βάλεν εἶδαρ·369
λύσασα ἐκ τοῦ δίφρου· παρέβαλε δὲ αὐτοῖς θείαν ἐδωδήν.

ἣ δ' ἐν γούνασι πῖπτε Διώνης δῖ' Ἀφροδίτη 370
ἡ δὲ ἔνδοξος Ἀφροδίτη ἔπιπτεν ἐν τοῖς γόνασι Διώνης

μητρὸς ἑῆς· ἣ δ' ἀγκὰς ἐλάζετο θυγατέρα ἥν,371
τῆς ἑαυτῆς μητρός· αὐτὴ δὲ εἰς τὰς ἀγκάλας ἐλάμβανε τὴν ἑαυτῆς θυγατέρα,

χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἐκ τ' ὀνόμαζε·372
καὶ τῇ χειρὶ κατέψησεν αὐτήν, καὶ λόγον εἶπεν, καὶ ἐξ ὀνόματος ἐκάλει·

τίς νύ σε τοιάδ' ἔρεξε φίλον τέκος Οὐρανιώνων373
ὦ τέκνον ἀγαπητόν, τίς δή σε τοιαῦτα εἰργάσατο ἀπὸ τῶν οὐρανίων θεῶν

μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;374
ματαίως, ὥσπερ κακόν τι ποιοῦσαν ἀνέδην τε καὶ ἐν ὄψει;

τὴν δ' ἠμείβετ' ἔπειτα φιλομμειδὴς Ἀφροδίτη· 375
ταύτῃ δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο ἡ φιλογέλως Ἀφροδίτη·



οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης,376
ἔτρωσέ με ὁ υἱὸς τοῦ Τυδέως ὁ ἰσχυρότατος Διομήδης,

οὕνεκ' ἐγὼ φίλον υἱὸν ὑπεξέφερον πολέμοιο377
διότι ἐγὼ τὸν ἀγαπητὸν υἱὸν ὑπεξῆγον ἀπὸ τοῦ πολέμου,

Αἰνείαν, ὃς ἐμοὶ πάντων πολὺ φίλτατός ἐστιν.378
τὸν Αἰνείαν, ὃς φίλτατος πάντων ἐμοὶ ὑπάρχει·

οὐ γὰρ ἔτι Τρώων καὶ Ἀχαιῶν φύλοπις αἰνή,379
οὐκέτι γάρ ἐστι μάχη χαλεπὴ Τρῴων καὶ Ἑλλήνων,

ἀλλ' ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται. 380
ἀλλ᾽ ἤδη οἱ Ἕλληνες καὶ τοῖς ἀθανάτοις θεοῖς πολεμοῦσιν.

τὴν δ' ἠμείβετ' ἔπειτα Διώνη, δῖα θεάων·381
ταύτῃ δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο Διώνη ἡ ἐνδοξοτάτη τῶν θεῶν·



τέτλαθι τέκνον ἐμόν, καὶ ἀνάσχεο κηδομένη περ·382
ὑπόμεινον, ὦ τέκνον ἐμόν, καὶ καρτέρησον καίπερ λυπουμένη·

πολλοὶ γὰρ δὴ τλῆμεν Ὀλύμπια δώματ' ἔχοντες383
πολλοὶ γὰρ κατοικοῦντες τὰ οὐράνια οἰκήματα ὑπεμείναμεν

ἐξ ἀνδρῶν χαλέπ' ἄλγε' ἐπ' ἀλλήλοισι τιθέντες.384
ἐξ ἀνδρῶν δεινὰς συμφορὰς κατ' ἀλλήλων ποιοῦντες·

τλῆ μὲν Ἄρης ὅτε μιν Ὦτος κρατερός τ' Ἐφιάλτης 385
ὑπέμεινε μὲν ὁ Ἄρης, ὅτε αὐτὸν ὁ Ὦτος, καὶ ὁ ἰσχυρὸς Ἐφιάλτης

παῖδες Ἀλωῆος, δῆσαν κρατερῷ ἐνὶ δεσμῷ·386
οἱ υἱοὶ τοῦ Ἀλωέως ἐδέσμευσαν ἐν δεσμῷ ἰσχυρῷ·

χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας·387
ἐν χαλκῷ δὲ πίθῳ ἦν δεδεμένος ἐπὶ μῆνας τρισκαίδεκα·

καί νύ κεν ἔνθ' ἀπόλοιτο Ἄρης ἆτος πολέμοιο,388
καὶ δὴ τότ᾽ ἂν ἀπώλετο Ἄρης ὁ ἀκόρεστος τοῦ πολέμου,

εἰ μὴ μητρυιὴ περικαλλὴς Ἠερίβοια389
εἰ μὴ ἡ μητρυιά, ἡ ὡραία Ἠερίβοια

Ἑρμέᾳ ἐξήγγειλεν· ὃ δ' ἐξέκλεψεν Ἄρηα 390
ἐδήλωσε τῷ Ἑρμῇ· οὗτος δὲ ἔκλεψε τὸν Ἄρην καταπονούμενον

ἤδη τειρόμενον, χαλεπὸς δέ ἑ δεσμὸς ἐδάμνα.391
ἤδη· δεινὸς δὲ αὐτὸν δεσμὸς ἐδάμαζε.

τλῆ δ' Ἥρη, ὅτε μιν κρατερὸς πάϊς Ἀμφιτρύωνος392
ὑπέμεινε δὲ ἡ Ἥρα, ὅτε αὐτὴν ὁ ἰσχυρὸς παῖς τοῦ Ἀμφιτρύωνος

δεξιτερὸν κατὰ μαζὸν ὀϊστῷ τριγλώχινι393
κατὰ τὸν δεξιὸν μαζὸν βέλει τριγώνῳ

βεβλήκει· τότε καί μιν ἀνήκεστον λάβεν ἄλγος.394
ἔτρωσε· καίτοι τότε ἀνίατος ὀδύνη κατέσχεν αὐτήν.

τλῆ δ' Ἀΐδης ἐν τοῖσι πελώριος ὠκὺν ὀϊστόν, 395
ὑπέμεινε δὲ ὁ Ἅιδης πρὸς τούτοις ὁ μέγας τὸ ταχὺ βέλος,

εὖτέ μιν ωὐτὸς ἀνὴρ υἱὸς Διὸς αἰγιόχοιο396
ὁπηνίκα αὐτὸν ὁ αὐτὸς ἀνὴρ ὁ υἱὸς τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος

ἐν Πύλῳ ἐν νεκύεσσι βαλὼν ὀδύνῃσιν ἔδωκεν·397
κατὰ τὴν Πύλον ἐν τοῖς νεκροῖς τρώσας, ὀδύνας αὐτῷ ἔδωκε.

αὐτὰρ ὃ βῆ πρὸς δῶμα Διὸς καὶ μακρὸν Ὄλυμπον398
οὗτος δὲ ἐπορεύθη εἰς τὸ οἴκημα τοῦ Διός, τὸν μέγαν οὐρανόν,

κῆρ ἀχέων ὀδύνῃσι πεπαρμένος· αὐτὰρ ὀϊστὸς399
λυπούμενος κατὰ ψυχὴν ὀδύναις πεπερονημένος· τὸ βέλος δὲ

ὤμῳ ἔνι στιβαρῷ ἠλήλατο, κῆδε δὲ θυμόν. 400
ἐνεπάγη ἐν τῷ ἰσχυρῷ ὤμῳ, ἐλύπει δὲ τὴν ψυχήν·

τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων401
ἐπ 'αὐτῷ δὲ Παιήων φάρμακα ἀφανίζοντα τὰς ὀδύνας τιθεὶς

ἠκέσατ'· οὐ μὲν γάρ τι καταθνητός γε τέτυκτο.402
ἐθεράπευσεν· οὐδαμῶς γὰρ θνητὸς ἦν,

σχέτλιος ὀβριμοεργὸς ὃς οὐκ ὄθετ' αἴσυλα ῥέζων,403
ὁ ἄδικος καὶ μεγαλοπράγμων, ὃς οὐκ ἐπιστρέφεται πράττων τὰ ἄδικα,

ὃς τόξοισιν ἔκηδε θεοὺς οἳ Ὄλυμπον ἔχουσι.404
ὃς τόξῳ ἐλύπει τοὺς θεούς, οἳ τὸν οὐρανὸν κατοικοῦσι,

σοὶ δ' ἐπὶ τοῦτον ἀνῆκε θεὰ γλαυκῶπις Ἀθήνη· 405
ἐπὶ σοὶ δὲ τοῦτον ἐφῆκεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ·

νήπιος, οὐδὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱὸς406
ὁ ἀνόητος, οὐδὲ τοῦτο ἐπίσταται εἰς τὴν ἑαυτοῦ διάνοιαν ὁ υἱὸς τοῦ Τυδέως,

ὅττι μάλ' οὐ δηναιὸς ὃς ἀθανάτοισι μάχηται,407
ὅτι οὐ πάνυ πολυχρόνιός ἐστιν, ὃς ἂν τοῖς ἀθανάτοις θεοῖς πολεμῇ·

οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν408
οὐδὲ τὰ τέκνα πρὸς τοῖς γόνασιν αὐτοῦ ἑστῶτα πάππα λέγουσιν αὐτόν,

ἐλθόντ' ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.409
ἀφικόμενον ἐκ τοῦ πολέμου καὶ τῆς χαλεπῆς μάχης·

τὼ νῦν Τυδεΐδης, εἰ καὶ μάλα καρτερός ἐστι, 410
διὰ τοῦτο νῦν καὶ ὁ υἱὸς τοῦ Τυδέως εἰ καὶ λίαν ἰσχυρός ἐστιν,

φραζέσθω μή τίς οἱ ἀμείνων σεῖο μάχηται,411
λογιζέσθω, μή τις αὐτῷ πολεμῇ βελτίων σοῦ·

μὴ δὴν Αἰγιάλεια περίφρων Ἀδρηστίνη412
μήπως ἐπὶ πολὺ ἡ συνετὴ Αἰγιάλεια ἡ τοῦ Ἀδράστου θυγάτηρ ὀλολύζουσα

ἐξ ὕπνου γοόωσα φίλους οἰκῆας ἐγείρῃ413
ἐκ τοῦ ὕπνου ἐγείρῃ τοὺς ἀγαπητοὺς οἰκείους,

κουρίδιον ποθέουσα πόσιν τὸν ἄριστον Ἀχαιῶν414
ποθοῦσα τὸν ἐκ παρθενίας αὐτῆς ἄνδρα τὸν βέλτιστον τῶν Ἑλλήνων,

ἰφθίμη ἄλοχος Διομήδεος ἱπποδάμοιο. 415
ἡ ἀγαθὴ σύζυγος τοῦ ἱππικοῦ Διομήδους.

ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἀπ' ἰχῶ χειρὸς ὀμόργνυ·416
εἶπε δή, καὶ ἀμφοτέραις ταῖς χερσὶν ἀπέψα ἀπὸ τῆς χειρὸς τὸν ἰχῶρα·



ἄλθετο χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.417
ὑγιάζετο δὲ ἡ χείρ, αἱ βαρεῖαι δὲ ὀδύναι κατεπραΰνοντο.

αἳ δ' αὖτ' εἰσορόωσαι Ἀθηναίη τε καὶ Ἥρη418
ἡ δε Ἀθηνᾶ καὶ ἡ Ἥρα ἀποβλέπουσαι

κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον.419
χλευαστικοῖς λόγοις παρώξυνον τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου.

τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· 420
τούτοις τῶν λόγων ἡγεῖτο ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ λέγουσα·

Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω;421
ὦ Ζεῦ πάτερ, ἆρα τί μοι ὀργισθήσῃ δι᾿ ὅπερ ἂν εἴπω;

ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα422
ὄντως δή τινα ἀπὸ τῶν Ἑλληνίδων γυναικῶν ἀναπείθουσα ἡ Ἀφροδίτη

Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε,423
ἀκολουθεῖν ἅμα τοῖς Τρῳσίν, οὓς νῦν ἐξόχως ἠγάπησεν·

τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων424
ἀπὸ τούτων δὴ τῶν ἐυειματουσῶν Ἑλληνίδων τινὰ καταψῶσα,

πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. 425
παρὰ τὴν χρυσῆν βελόνην ὑπέξεσε τὴν ἀσθενῆ αὐτῆς χεῖρα.

ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,426
οὕτως εἶπεν. ἐμειδίασε δὲ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν·



καί ῥα καλεσσάμενος προσέφη χρυσῆν Ἀφροδίτην·427
καὶ δὴ καλέσας εἶπε πρὸς τὴν χρυσῆν Ἀφροδίτην·

οὔ τοι τέκνον ἐμὸν δέδοται πολεμήϊα ἔργα,428
ὦ τέκνον ἐμόν, οὐ σοὶ ἐδόθησαν τὰ πολεμικὰ ἔργα·

ἀλλὰ σύ γ' ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,429
ἀλλὰ σὺ μὲν μετέρχου τὰ ἐπέραστα ἔργα τοῦ γάμου·

ταῦτα δ' Ἄρηϊ θοῷ καὶ Ἀθήνῃ πάντα μελήσει. 430
ταῦτα δὲ πάντα διὰ φροντίδος ἔσονται Ἄρει τῷ ταχεῖ, καὶ τῇ Ἀθηνᾷ.

ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,431
οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον.



Αἰνείᾳ δ' ἐπόρουσε βοὴν ἀγαθὸς Διομήδης,432
Διομήδης δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς ὥρμησε κατ' Αἰνείου,

γιγνώσκων ὅ οἱ αὐτὸς ὑπείρεχε χεῖρας Ἀπόλλων·433
εἰδὼς ὅτι αὐτὸς ὁ Ἀπόλλων ὑπερεῖχεν αὐτῷ τὰς χεῖρας (ἐβοήθει)·

ἀλλ' ὅ γ' ἄρ' οὐδὲ θεὸν μέγαν ἅζετο, ἵετο δ' αἰεὶ434
ἀλλ᾽ οὗτος οὐδὲ τὸν μέγαν θεὸν εὐλαβεῖτο, ἐφίετο δὲ ἀεὶ

Αἰνείαν κτεῖναι καὶ ἀπὸ κλυτὰ τεύχεα δῦσαι. 435
ἀνελεῖν τὸν Αἰνείαν, καὶ ἀποδῦσαι τὰ τίμια ὅπλα.

τρὶς μὲν ἔπειτ' ἐπόρουσε κατακτάμεναι μενεαίνων,436
τρὶς μὲν οὖν μετὰ ταῦτα ἐφώρμησεν ἀνελεῖν προθυμούμενος,

τρὶς δέ οἱ ἐστυφέλιξε φαεινὴν ἀσπίδ' Ἀπόλλων·437
τρὶς δὲ αὐτῷ τὴν λαμπρὰν ἀσπίδα παρέσεισεν ὁ Ἀπόλλων·

ἀλλ' ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,438
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐφώρμησε θεῷ παραπλήσιος,

δεινὰ δ' ὁμοκλήσας προσέφη ἑκάεργος Ἀπόλλων·439
δεινῶς δὲ ἀπειλήσας εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ πόρρωθεν ἐργαζόμενος·

φράζεο Τυδεΐδη καὶ χάζεο, μηδὲ θεοῖσιν 440
λοχίζου, ὦ υἱὲ τοῦ Τυδέως, καὶ ὑποχώρει, μηδὲ ἐπίσης τοῖς θεοῖς

ἶσ' ἔθελε φρονέειν, ἐπεὶ οὔ ποτε φῦλον ὁμοῖον441
θέλε φρονεῖν· οὐδέποτε γάρ ἐστιν ὅμοιον τὸ γένος

ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ' ἀνθρώπων.442
τῶν ἀεὶ ζώντων θεῶν, καὶ τῶν ἐπὶ γῆς βαδιζόντων ἀνθρώπων.

ὣς φάτο, Τυδεΐδης δ' ἀνεχάζετο τυτθὸν ὀπίσσω443
οὕτως εἶπεν. ὁ υἱὸς δὲ τοῦ Τυδέως ὑπεχώρησεν ὀλίγον ὀπίσω ἐκκλίνων

μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.444
καὶ φυλαττόμενος τὴν ὀργὴν τοῦ πόρρωθεν βάλλοντος Ἀπόλλωνος·

Αἰνείαν δ' ἀπάτερθεν ὁμίλου θῆκεν Ἀπόλλων 445
τὸν Αἰνείαν δὲ πόρρωθι τοῦ στρατοῦ κατέθηκεν ὁ Ἀπόλλων

Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γε τέτυκτο.446
ἐν τῇ ἱερᾷ ἀκροπόλει, ὅπου αὐτῷ ναὸς κατεσκεύαστο·

ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις ἰοχέαιρα447
καὶ τοῦτον μὲν ἡ Λητώ καὶ ἡ Ἄρτεμις ἡ χαίρουσα τοῖς ἰοῖς, ἤτοι ἡ τοξότις,

ἐν μεγάλῳ ἀδύτῳ ἀκέοντό τε κύδαινόν τε·448
ἐν τῷ μεγάλῳ ἀβάτῳ τοῦ ναοῦ ἐθεράπευον, καὶ ἐδόξαζον.

αὐτὰρ ὃ εἴδωλον τεῦξ' ἀργυρότοξος Ἀπόλλων449
ὁ δὲ ἀργυρότοξος Ἀπόλλων εἴδωλον κατεσκεύασεν ὅμοιον

αὐτῷ τ' Αἰνείᾳ ἴκελον καὶ τεύχεσι τοῖον, 450
αὐτῷ τῷ Αἰνείᾳ, καὶ τοῖς ὅπλοις τοιοῦτον·

ἀμφὶ δ' ἄρ' εἰδώλῳ Τρῶες καὶ δῖοι Ἀχαιοὶ451
περὶ τὸ εἴδωλον δὲ οἱ Τρῷες καὶ οἱ ἔνδοξοι Ἕλληνες

δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας452
ἠλόων καὶ κατέκοπτον περὶ τὰ στήθη ἀλλήλων

ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα.453
τὰς ἐκ βύρσων εὐκύκλους ἀσπίδας, καὶ τὰ μικρὰ καὶ κοῦφα σάκη.

δὴ τότε θοῦρον Ἄρηα προσηύδα Φοῖβος Ἀπόλλων·454
τότε δὴ πρὸς τὸν ὁρμητικὸν Ἄρην ἔλεγεν Ἀπόλλων ὁ Φοῖβος·

Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα, 455
ὦ Ἄρη, ὦ Ἄρη βλαπτικέ, ἀνδροκτόνε, φόνοις μεμιασμένε, τείχη βάλλων καὶ καθαιρῶν,

οὐκ ἂν δὴ τόνδ' ἄνδρα μάχης ἐρύσαιο μετελθὼν456
οὐκ ἂν δὴ ἐπελθὼν ἑλκύσειας ἀπὸ τοῦ πολέμου τοῦτον τὸν ἄνδρα

Τυδεΐδην, ὃς νῦν γε καὶ ἂν Διὶ πατρὶ μάχοιτο;457
τὸν υἱὸν τοῦ Τυδέως, ὃς νῦν καὶ τῷ Διῒ τῷ πατρὶ μάχοιτο ἄν·

Κύπριδα μὲν πρῶτα σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,458
πρῶτον μὲν τὴν Ἀφροδίτην ἐκ τοῦ σύνεγγυς ἔτρωσε κατὰ τὴν χεῖρα πρὸς τῷ καρπῷ·

αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος.459
μετὰ ταῦτα δὲ ἐμοὶ αὐτῷ ἐφώρμησε θεῷ παραπλήσιος.

ὣς εἰπὼν αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ, 460
οὕτως εἰπών, αὐτὸς μὲν ἐκάθητο ἐν τῇ ἀκροπόλει.



Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν461
Ἄρης δὲ ὁ ὀλέθριος ἐπελθὼν παρώξυνε τὰς τάξεις τῶν Τρῴων,

εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν·462
ὁμοιωθεὶς τῷ ταχεῖ Ἀκάμαντι τῷ ἡγεμόνι τῶν Θρᾳκῶν·

υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν·463
τοῖς υἱοῖς δὲ τοῦ Πριάμου τοῖς ἐν βασιλείᾳ τεθραμμένοις εἶπεν·

ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος464
ὦ υἱοὶ τοῦ Πριάμου τοῦ ἐκ Διὸς πεπαιδευμένου βασιλέως,

ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; 465
ἕως τίνος ἔτι καταλείψετε τοῖς Ἕλλησιν ἀναιρεῖσθαι τὸν λαόν ὑμῶν;

ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται;466
ἢ μέχρι ἂν μάχωνται περὶ τὰς καλῶς πεποιημένας πύλας τῆς πόλεως;

κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ467
πέπτωκεν ἀνὴρ, ὃν ἐτιμῶμεν ἐξίσου τῷ ἐνδόξῳ Ἕκτορι,

Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο·468
Αἰνείας ὁ υἱὸς του μεγαλοψύχου Ἀγχίσου·

ἀλλ' ἄγετ' ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον.469
ἀλλ᾿ ἄγετε σώσωμεν ἐκ τῆς ταραχῆς τε καὶ μάχης τὸν ἀγαθὸν φίλον.

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. 470
οὕτως εἰπὼν παρώξυνεν προθυμίαν τε καὶ ψυχὴν ἑκάστου τῶν Τρῴων.



ἔνθ' αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον·471
τότε δὴ Σαρπηδὼν λίαν ὠνείδισε τὸν ἔνδοξον Ἕκτορα, λέγων·

Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες;472
ὦ Ἕκτορ, ποῦ νῦν σοὶ ἡ ἰσχὺς ἀπῆλθεν, ἣν πρῶτον εἶχες;

φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδ' ἐπικούρων473
ἔλεγές που χωρὶς τοῦ τῆς πόλεως λαοῦ καὶ τῶν συμμάχων φυλάξειν τὴν πόλιν

οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι.474
μόνος σὺν τοῖς γαμβροῖς καὶ τοῖς σοῖς ἀδελφοῖς·

τῶν νῦν οὔ τιν' ἐγὼ ἰδέειν δύναμ' οὐδὲ νοῆσαι, 475
ἀπὸ τούτων οὐδένα νῦν ἐγὼ δύναμαι εἰδεῖν ἐν τῷ πολέμῳ, οὐδὲ τεκμήρασθαι·

ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα·476
ἀλλὰ δεδοίκασιν ὥσπερ κύνες περὶ λέοντα·

ἡμεῖς δὲ μαχόμεσθ' οἵ πέρ τ' ἐπίκουροι ἔνειμεν.477
ἡμεῖς δὲ πολεμοῦμεν οἵτινες σύμμαχοι πάρεσμεν·

καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω·478
καὶ γὰρ ἐγὼ σύμμαχος ὢν πάνυ πόρρωθεν ἦλθον·

τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι,479
μακρὰν γάρ ἐστιν ἡ Λυκία ἐπὶ Ξάνθῳ τῷ ποταμῷ τῷ συστροφὰς ῥευμάτων ἔχοντι·

ἔνθ' ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν, 480
ἐκεῖ τὴν προσφιλῆ γαμετὴν κατέλιπον, καὶ τὸν ἐν βρεφικῇ ἡλικίᾳ υἱόν·

κὰδ δὲ κτήματα πολλά, τὰ ἔλδεται ὅς κ' ἐπιδευής.481
κατέλιπον δὲ καὶ κτήματα πολλά, ὧν ἐπιθυμεῖ, ὅς ἐστιν ἐνδεής·

ἀλλὰ καὶ ὧς Λυκίους ὀτρύνω καὶ μέμον' αὐτὸς482
ἀλλὰ καὶ οὕτω τοὺς ὑπ᾿ ἐμὲ Λυκίους διεγείρω, καὶ αὐτὸς

ἀνδρὶ μαχήσασθαι· ἀτὰρ οὔ τί μοι ἐνθάδε τοῖον483
προθυμοῦμαι πολεμῆσαί τινι ἀνδρί, οὐδέ μοι ἐνταῦθα τοιοῦτόν τί ἐστιν,

οἷόν κ' ἠὲ φέροιεν Ἀχαιοὶ ἤ κεν ἄγοιεν·484
οἷον ἂν ἢ φέροιεν, ἢ ἄγοιεν Ἕλληνες.

τύνη δ' ἕστηκας, ἀτὰρ οὐδ' ἄλλοισι κελεύεις 485
σὺ δὲ ἕστηκας, οὐδὲ τοῖς ἄλλοις ἐπιτάττεις

λαοῖσιν μενέμεν καὶ ἀμυνέμεναι ὤρεσσι.486
λαοῖς καρτερεῖν καὶ ὑπομένειν, καὶ βοηθεῖν ταῖς ἑαυτῶν γυναιξί,

μή πως ὡς ἀψῖσι λίνου ἁλόντε πανάγρου487
μήπως, ὡς διὰ συναφῶν δικτύου πάντα ἀγρεύοντος, περιληφθέντες

ἀνδράσι δυσμενέεσσιν ἕλωρ καὶ κύρμα γένησθε·488
ἀνδράσιν ἐχθροῖς γένησθε ἐπίτευγμά τε καὶ σπάραγμα.

οἳ δὲ τάχ' ἐκπέρσουσ' εὖ ναιομένην πόλιν ὑμήν.489
οὗτοι δὲ ταχέως ἐκπορθήσουσι τὴν καλῶς οἱκουμένην ὑμετέραν πολιν.

σοὶ δὲ χρὴ τάδε πάντα μέλειν νύκτάς τε καὶ ἦμαρ 490
σοὶ δὲ ταῦτα πάντα διὰ φροντίδος εἶναι προσήκει, νύκτωρ καὶ μεθημέρας

ἀρχοὺς λισσομένῳ τηλεκλειτῶν ἐπικούρων491
παρακαλοῦντι τοὺς ἀρχηγοὺς τῶν πόρρωθεν κεκλημένων συμμάχων

νωλεμέως ἐχέμεν, κρατερὴν δ' ἀποθέσθαι ἐνιπήν.492
ἀδιαλείπτως ἀντέχειν, τὴν δεινὴν δὲ ἐπίπληξιν ἀποβαλέσθαι προσήκει.

ὣς φάτο Σαρπηδών, δάκε δὲ φρένας Ἕκτορι μῦθος·493
οὕτως εἶπεν ὁ Σαρπηδών· ἔδακε δὲ ὁ λόγος τὸν τοῦ Ἕκτορος λογισμόν,



αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,494
εὐθέως δὲ ἐκ τοῦ ἅρματος σὺν τοῖς ὅπλοις εἰς γῆν κατεπήδησε,

πάλλων δ' ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ 495
σείων δὲ δόρατα ὀξέα, ἐπορεύετο πανταχόσε κατὰ τὸν στρατὸν

ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.496
διεγείρων αὐτούς πρὸς τὸν πόλεμον· παρώξυνε δὲ μάχην χαλεπήν.

οἳ δ' ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·497
οὗτοι δὲ συνεστράφησαν, καὶ ἐναντίον ἕστησαν τῶν Ἑλλήνων.

Ἀργεῖοι δ' ὑπέμειναν ἀολλέες οὐδὲ φόβηθεν.498
οἱ Ἕλληνες δὲ ἔμενον καρτερῶς συνηθροισμένοι, οὐκέτι πεφόβηνται.

ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωὰς499
ὥσπερ δὲ ἄνεμος φέρει τὰ ἄχυρα κατὰ τὰς ἱερὰς ἅλως

ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ 500
τῶν ἀνδρῶν χωριζόντων ἀπὸ τοῦ σίτου τὰ ἄχυρα, ὅτε ἡ πυρρὰ Δημήτηρ

κρίνῃ ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας,501
διαχωρίζει τὸν καρπόν, καὶ τὰ ἄχυρα, σφοδρῶς τῶν ἀνέμων πνεόντων,

αἳ δ' ὑπολευκαίνονται ἀχυρμιαί· ὣς τότ' Ἀχαιοὶ502
οἱ δὲ τόποι ἔνθα τὰ ἄχυρα ἐκτινάσσεται κατ᾽ὀλίγον λευκαίνονται· οὕτω τότε οἱ Ἕλληνες

λευκοὶ ὕπερθε γένοντο κονισάλῳ, ὅν ῥα δι' αὐτῶν503
λευκοὶ ἄνωθεν ἐγένοντο ὑπὸ τοῦ κονιορτοῦ, ὃν δὴ δι' αὐτῶν

οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων504
εἰς τὸν στερεὸν οὐρανὸν ἤγειρον πλήττοντες οἱ πόδες τῶν ἵππων,

ἂψ ἐπιμισγομένων· ὑπὸ δ' ἔστρεφον ἡνιοχῆες. 505
ἐκ δευτέρου τοῖς Τρῳσὶ προσμιγνύντων· ὑπέτρεφον δὲ τοὺς ἵππους οἱ ἡνίοχες·

οἳ δὲ μένος χειρῶν ἰθὺς φέρον· ἀμφὶ δὲ νύκτα506
οἱ δὲ ἀναβάται τὴν τῶν χειρῶν ἰσχὺν εὐθὺ τῶν ἐναντίων ἔφερον· νύκτα δὲ

θοῦρος Ἄρης ἐκάλυψε μάχῃ Τρώεσσιν ἀρήγων507
ἤτοι ἀέρα σκοτεινὸν περιεκάλυψεν ὁ ὁρμητικὸς Ἄρης τὴν μάχην, βοηθῶν τοῖς Τρῳσὶν,

πάντοσ' ἐποιχόμενος· τοῦ δ' ἐκραίαινεν ἐφετμὰς508
ἐπὶ πᾶν μέρος πορευόμενος· ἐπετέλει δὲ τὰς ἐντολὰς τοῦ καθαροῦ

Φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅς μιν ἀνώγει509
Ἀπόλλωνος τοῦ χρυσοφασγάνου, ὅτις αὐτῷ ἐκέλευσε

Τρωσὶν θυμὸν ἐγεῖραι, ἐπεὶ ἴδε Παλλάδ' Ἀθήνην 510
παροξύναι τοῖς Τρῳσὶ τὸν θυμόν, ἐπειδὴ ἐθεάσατο τὴν πολεμικὴν Ἀθηνᾶν

οἰχομένην· ἣ γάρ ῥα πέλεν Δαναοῖσιν ἀρηγών.511
ἀναχωρήσασαν· αὕτη γὰρ δὴ ὑπῆρχε βοηθὸς τοῖς Ἕλλησιν.

αὐτὸς δ' Αἰνείαν μάλα πίονος ἐξ ἀδύτοιο512
αὐτὸς δὲ τὸν Αἰνείαν ἐκ τοῦ λίαν κεκνισσωμένου καὶ λελιπασμένου ἀδύτου

ἧκε, καὶ ἐν στήθεσσι μένος βάλε ποιμένι λαῶν.513
ἔπεμψε, καὶ ἰσχὺν εὔτολμον εἰς τὸ στῆθος ἐνέβαλε τῷ βασιλεῖ τῶν λαῶν.

Αἰνείας δ' ἑτάροισι μεθίστατο· τοὶ δὲ χάρησαν,514
Αἰνείας δὲ ἔστη μετὰ τῶν ἑαυτοῦ φίλων· οἱ δὲ ἐχάρησαν,

ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα 515
ἐπεὶ ἴδον αὐτὸν προσερχόμενον ζῶντα καὶ ὑγιῆ,

καὶ μένος ἐσθλὸν ἔχοντα· μετάλλησάν γε μὲν οὔ τι.516
καὶ προθυμίαν ἀγαθὴν ἔχοντα· οὐ μήν γε αὐτόν ἐζήτησαν·

οὐ γὰρ ἔα πόνος ἄλλος, ὃν ἀργυρότοξος ἔγειρεν517
οὐ γὰρ παρεχώρει ὁ ἄλλος πόνος καὶ κάματος, ὃν ἤγειρεν Ἀπόλλων ὁ τόξον ἀργυροῦν ἔχων,

Ἄρης τε βροτολοιγὸς Ἔρις τ' ἄμοτον μεμαυῖα.518
καὶ ὁ ἀνθρωποκτόνος Ἄρης, καὶ ἡ Ἔρις ἡ ἀπαύστως προθυμουμένη.

τοὺς δ' Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης519
τοὺς Ἕλληνας δὲ οἱ δύο Αἴαντες καὶ ὁ Ὀδυσσεύς καὶ ὁ Διομήδης



ὄτρυνον Δαναοὺς πολεμιζέμεν· οἳ δὲ καὶ αὐτοὶ 520
παρώξυνον μάχεσθαι· ἔτι δὲ καὶ αὐτοὶ

οὔτε βίας Τρώων ὑπεδείδισαν οὔτε ἰωκάς,521
οὔτε τὰς δυνάμεις τῶν Τρῴων πεφόβηνται, οὔτε τὰς κραυγάς τε καὶ ἀπειλάς·

ἀλλ' ἔμενον νεφέλῃσιν ἐοικότες ἅς τε Κρονίων522
ἀλλ᾽ ἔμενον ὅμοιοι ταῖς νεφέλαις, ἃς ὁ υἱὸς τοῦ Κρόνου,

νηνεμίης ἔστησεν ἐπ' ἀκροπόλοισιν ὄρεσσιν523
ἡσυχίας ἀνέμου οὔσης, ἔστησεν ἐπὶ ὄρεσιν ὑψηλοῖς

ἀτρέμας, ὄφρ' εὕδῃσι μένος Βορέαο καὶ ἄλλων524
ἠρέμα τε καὶ ἡσύχως, ἐν ὅσῳ ἠρεμεῖ ἡ τοῦ βορέου ὁρμὴ καὶ τῶν ἄλλων

ζαχρειῶν ἀνέμων, οἵ τε νέφεα σκιόεντα 525
τῶν ἄγαν χρειωδῶν ἀνέμων, οἵτινες τὰ σκιώδη νέφη

πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν ἀέντες·526
πνοαῖς ὀξείαις διασκεδάζουσι πνέοντες.

ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.527
οὕτως οἱ Ἕλληνες ἀνέμενον τοὺς Τρῷας καρτερῶς, οὐδὲ ἔφευγον.

Ἀτρεΐδης δ' ἀν' ὅμιλον ἐφοίτα πολλὰ κελεύων·528
ὁ υἱὸς δὲ τοῦ Ἀτρέως περιῄει ἀνὰ τὸν στρατὸν πολλὰ παρακαλῶν τε καὶ ἐπιτάσσων.

ὦ φίλοι ἀνέρες ἔστε καὶ ἄλκιμον ἦτορ ἕλεσθε,529
ὦ φίλοι, ἄνδρες ἐστέ, καὶ ἀνδρείαν ψυχὴν λάβετε,

ἀλλήλους τ' αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας· 530
καὶ αἰδεῖσθε ἀλλήλους κατὰ τὰς ἰσχυρὰς μάχας·

αἰδομένων ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·531
καὶ γὰρ τῶν αἰδουμένων ἀνδρῶν πλείους εἰσὶ σῷοι,

φευγόντων δ' οὔτ' ἂρ κλέος ὄρνυται οὔτε τις ἀλκή.532
ἢ φονεύονται· τῶν φευγόντων δέ, οὔτε τις ἰσχὺς ἐγείρεται, οὔτε δόξα.

ἦ καὶ ἀκόντισε δουρὶ θοῶς, βάλε δὲ πρόμον ἄνδρα533
Ἔφη, καὶ ἠκόντισε διὰ τοῦ δόρατος εὐθέως·



Αἰνείω ἕταρον μεγαθύμου Δηϊκόωντα534
ἔτρωσε δὲ ἄνδρα πρόμαχον Δηικόωντα

Περγασίδην, ὃν Τρῶες ὁμῶς Πριάμοιο τέκεσσι 535
τὸν υἱὸν τοῦ Περγάσου τὸν φίλον τοῦ μεγαλοψύχου Αἰνείου, ὃν οἱ Τρῷες ὁμοίως τοῖς τέκνοις τοῦ Πριάμου

τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι.536
ἐτίμων, ἐπειδὴ ταχὺς ἦν μετὰ τῶν πρώτων πολεμεῖν·

τόν ῥα κατ' ἀσπίδα δουρὶ βάλε κρείων Ἀγαμέμνων·537
τοῦτον δὴ δόρατι ἔπληξε κατὰ τὴν ἀσπίδα ὁ βασιλεὺς Ἀγαμέμνων·

ἣ δ' οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός,538
αὕτη δὲ οὐκ ἐκώλυσε τὸ δόρυ, διῆλθε δὲ εἰς τὸ πρόσω καὶ δι᾽ αὐτῆς,

νειαίρῃ δ' ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσε·539
ἐπέρασε δὲ διὰ τῆς θωρακίτιδος ζώνης εἰς τὴν ἐσχάτην γαστέρα, ἤτοι τὴν κύστιν, ἢ τὸ παχὺ ἔντερον,

δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε' ἐπ' αὐτῷ. 540
πεσὼν δὲ ἐκτύπησεν, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿αὐτῷ.

ἔνθ' αὖτ' Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους541
τότε δὴ καὶ Αἰνείας ἀπέκτεινεν ἄνδρας τῶν Ἑλλήνων ἀρίστους,



υἷε Διοκλῆος Κρήθωνά τε Ὀρσίλοχόν τε,542
τὸν Κρήθωνα καὶ τὸ Ὀρσίλοχον τοὺς υἱοὺς τοῦ Διοκλέως·

τῶν ῥα πατὴρ μὲν ἔναιεν ἐϋκτιμένῃ ἐνὶ Φηρῇ543
τούτων δὴ ὁ μὲν πατὴρ κατῴκει ἐν τῇ καλῶς ἐκτισμένῃ Φηρῇ

ἀφνειὸς βιότοιο, γένος δ' ἦν ἐκ ποταμοῖο544
πλούσιος τῇ περιουσίᾳ, τὸ γένος δὲ ἦν ἐκ τοῦ ποταμοῦ

Ἀλφειοῦ, ὅς τ' εὐρὺ ῥέει Πυλίων διὰ γαίης, 545
τοῦ Ἀλφείου, ὃς εὐρέως ῥεῖ διὰ τῆς γῆς τῶν Πυλίων·

ὃς τέκετ' Ὀρτίλοχον πολέεσσ' ἄνδρεσσιν ἄνακτα·546
ὃς ἐγέννησε τὸν Ὀρσίλοχον βασιλέα πολλῶν ἀνδρῶν·

Ὀρτίλοχος δ' ἄρ' ἔτικτε Διοκλῆα μεγάθυμον,547
Ὀρσίλοχος δὲ ἐγέννησε τὸν μεγαλόψυχον Διοκλέα·

ἐκ δὲ Διοκλῆος διδυμάονε παῖδε γενέσθην,548
ἐκ δὲ τοῦ Διοκλέως δίδυμοι παῖδες ἐγένοντο,

Κρήθων Ὀρσίλοχός τε μάχης εὖ εἰδότε πάσης.549
ὁ Κρήθων καὶ ὁ Ὀρσίλοχος ἔμπειροι καλῶς πολέμου παντός· οὗτοι μὲν δὴ εἰς ἡλικίαν ἐλθόντες,

τὼ μὲν ἄρ' ἡβήσαντε μελαινάων ἐπὶ νηῶν 550
ἐπὶ τῶν μελαίνων νεῶν ἅμα τοῖς Ἕλλησιν εἵποντο

Ἴλιον εἰς εὔπωλον ἅμ' Ἀργείοισιν ἑπέσθην,551
εἰς τὴν Ἴλιον τὴν καλοὺς ἵππους ἔχουσαν,

τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ552
δίκην τοῖς υἱοῖς τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι,καὶ τῷ Μενελάῳ

ἀρνυμένω· τὼ δ' αὖθι τέλος θανάτοιο κάλυψεν.553
λαμβάνοντες· τούτους δὲ αὐτοῦ τὸ τοῦ θανάτου τέλος ἐκάλυψεν·

οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν554
ὁποῖοι οἱ δύο λέοντες ἐν ταῖς κορυφαῖς τοῦ ὄρους

ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης· 555
ἀνετράφησαν ὑπὸ τῇ μητρὶ ἐν τοῖς πυκνώμασι τοῦ βαθέος δρυμοῦ·

τὼ μὲν ἄρ' ἁρπάζοντε βόας καὶ ἴφια μῆλα556
οὗτοι μὲν δὴ ἁρπάζοντες βοῦς καὶ πρόβατα εὐτραφῆ

σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ557
φθείρουσι τὰς ἐπαύλεις τῶν ἀνθρώπων, ἕως οὗ καὶ αὐτοὶ

ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ·558
ἀνῃρέθησαν ἐν χερσὶν ἀνδρῶν δι᾽ ὀξέος σιδήρου·

τοίω τὼ χείρεσσιν ὑπ' Αἰνείαο δαμέντε559
τοιοῦτοι καὶ οὗτοι ὑπὸ τῶν χειρῶν τοῦ Αἰνείου ἀναιρεθέντες

καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι. 560
κατέπεσον, ὅμοιοι ὄντες ταῖς ὑψηλαῖς ἐλάταις.

τὼ δὲ πεσόντ' ἐλέησεν ἀρηΐφιλος Μενέλαος,561
τούτους δὲ πεσόντας ἠλέησεν ὁ πολεμικὸς Μενέλαος·



βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ562
ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ,

σείων ἐγχείην· τοῦ δ' ὄτρυνεν μένος Ἄρης,563
κραδαίνων τὸ δόρυ· τούτου δὲ τὴν εὔτολμον ἰσχὺν ὁ Ἄρης παρώξυνεν,

τὰ φρονέων ἵνα χερσὶν ὑπ' Αἰνείαο δαμείη.564
ἐκεῖνα βουλόμενος, ὅπως ὑπὸ τῶν χειρῶν τοῦ Αἰνείου φονευθείη.

τὸν δ' ἴδεν Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, 565
τοῦτον δὲ ἐθεάσατο Ἀντίλοχος ὁ υἱὸς τοῦ μεγαλοψύχου Νέστορος·

βῆ δὲ διὰ προμάχων· περὶ γὰρ δίε ποιμένι λαῶν566
ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν· ἐδεδοίκει γὰρ περὶ τῷ βασιλεῖ τῶν λαῶν,

μή τι πάθοι, μέγα δέ σφας ἀποσφήλειε πόνοιο.567
μὴ πάθῃ τι, μεγάλως δὲ αὐτοὺς ἀποτυχεῖν καὶ διαμαρτεῖν τοῦ καμάτου ποιήσειεν.

τὼ μὲν δὴ χεῖράς τε καὶ ἔγχεα ὀξυόεντα568
οὗτοι μὲν οὖν τάς τε χεῖρας καὶ τὰ ὀξέα δόρατα

ἀντίον ἀλλήλων ἐχέτην μεμαῶτε μάχεσθαι·569
ἐναντίον ἀλλήλων εἶχον προθυμούμενοι πολεμεῖν·

Ἀντίλοχος δὲ μάλ' ἄγχι παρίστατο ποιμένι λαῶν. 570
ὁ Ἀντίλοχος δὲ πάνυ πλησίον ἔστη τοῦ βασιλέως τῶν λαῶν·

Αἰνείας δ' οὐ μεῖνε θοός περ ἐὼν πολεμιστὴς571
ὁ Αἰνείας δὲ οὐχ ὑπέμεινε καί περ ὢν ταχὺς πολεμιστής·

ὡς εἶδεν δύο φῶτε παρ' ἀλλήλοισι μένοντε.572
ἐπειδὴ ἴδε δύο ἄνδρας παρ᾽ ἀλλήλοις μένοντας·

οἳ δ' ἐπεὶ οὖν νεκροὺς ἔρυσαν μετὰ λαὸν Ἀχαιῶν,573
οὗτοι δὲ ἐπειδὴ εἵλκυσαν τοὺς νεκροὺς ἐπὶ τὸ πλῆθος τῶν Ἑλλήνων,

τὼ μὲν ἄρα δειλὼ βαλέτην ἐν χερσὶν ἑταίρων,574
τούτους μὲν δὴ τοὺς ἀθλίους ἐν ταῖς τῶν φίλων χερσὶν ἔβαλον·

αὐτὼ δὲ στρεφθέντε μετὰ πρώτοισι μαχέσθην. 575
αὐτοὶ δὲ ὑποστρέψαντες μετὰ τῶν πρώτων ἐμάχοντο.

ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ576
τότε δὴ Πυλαιμένην κατέλαβον παραπλήσιον τῷ Ἄρεῖ,



ἀρχὸν Παφλαγόνων μεγαθύμων ἀσπιστάων.577
τὸν ἡγεμόνα τῶν μεγαλοψύχων πολεμιστῶν Παφλαγόνων.

τὸν μὲν ἄρ' Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος578
τοῦτον μὲν δὴ ὁ κατὰ πόλεμον ἔνδοξος Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως

ἑσταότ' ἔγχεϊ νύξε κατὰ κληῖ̈δα τυχήσας·579
ἑστῶτα ἔτρωσε διὰ τοῦ δόρατος, ἐπιτυχῶν κατὰ τὴν κλεῖν.

Ἀντίλοχος δὲ Μύδωνα βάλ' ἡνίοχον θεράποντα 580
ὁ Ἀντίλοχος δὲ τὸ Μύδωνα ἔτρωσε τὸν ἡνίοχον καὶ θεράποντα,

ἐσθλὸν Ἀτυμνιάδην· ὃ δ' ὑπέστρεφε μώνυχας ἵππους·581
τὸν ἀγαθὸν υἱὸν τοῦ Ἀτυμνίου· οὗτος γὰρ ὑπέστρεφε τοὺς μονώνυχας ἵππους,

χερμαδίῳ ἀγκῶνα τυχὼν μέσον· ἐκ δ' ἄρα χειρῶν582
διὰ λίθου χειροπληθοῦς ἐπιτυχῶν κατὰ τὸν μέσον ἀγκῶνα· ἐκ τῶν χειρῶν δὲ

ἡνία λεύκ' ἐλέφαντι χαμαὶ πέσον ἐν κονίῃσιν.583
ἔπεσον χαμαὶ εἰς γῆν αἱ ἡνίαι αἱ ἐξ ἐλεφαντίνων λελευκασμέναι ὀστῶν.

Ἀντίλοχος δ' ἄρ' ἐπαΐξας ξίφει ἤλασε κόρσην·584
Ἀντίλοχος οὖν ἐφορμήσας ξίφει τὴν κορυφὴν ἔπληξεν·

αὐτὰρ ὅ γ' ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου 585
ὁ δὲ πνευστιῶν ἔπεσεν ἐκ τοῦ καλῶς κατεσκευασμένου ἅρματος

κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.586
ἐν τῇ κόνει κύμβαχος· ἐπὶ δὲ τὴν τοῦ αὐχένος σπονδυλώδη ἀρχήν, καὶ τοὺς ὤμους

δηθὰ μάλ' ἑστήκει· τύχε γάρ ῥ' ἀμάθοιο βαθείης·587
ἐπὶ πολὺ μάλα ἵστατο· ἔτυχε γὰρ βαθείας ψάμμου,

ὄφρ' ἵππω πλήξαντε χαμαὶ βάλον ἐν κονίῃσι·588
ἕως οὗ οἱ ἵπποι πλήξαντες αὐτὸν εἰς γῆν ἐν τῷ κονιορτῷ ἔρριψαν,

τοὺς ἵμασ' Ἀντίλοχος, μετὰ δὲ στρατὸν ἤλασ' Ἀχαιῶν.589
οὓς ὁ Ἀντίλοχος μαστίξας ἐπὶ τὸν στρατὸν τῶν Ἑλλήνων ἤγαγε.

τοὺς δ' Ἕκτωρ ἐνόησε κατὰ στίχας, ὦρτο δ' ἐπ' αὐτοὺς 590
τούτους δὲ Ἕκτωρ ἐθεάσατο κατὰ τὰς τάξεις, ὥρμησε δὲ κατ᾿ αὐτῶν



κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες591
βοῶν, ἅμα δ᾽ αὐτῷ ἠκολούθουν καὶ αἱ τῶν Τρῴων

καρτεραί· ἦρχε δ' ἄρα σφιν Ἄρης καὶ πότνι' Ἐνυώ,592
ἰσχυραὶ τάξεις· ἡγεῖτο δ᾽ αὐτοῖς ὁ Ἄρης καὶ ἡ σεβαστὴ Ἐνυώ,

ἣ μὲν ἔχουσα Κυδοιμὸν ἀναιδέα δηϊοτῆτος,593
ἡ μὲν ἔχουσα ἐν χερσὶ τὸν ἀνεπαίσχυντον θόρυβον τοῦ πολέμου,

Ἄρης δ' ἐν παλάμῃσι πελώριον ἔγχος ἐνώμα,594
ὁ Ἄρης δὲ ἐν ταῖς παλάμαις ἐκίνει δόρυ μέγιστον·

φοίτα δ' ἄλλοτε μὲν πρόσθ' Ἕκτορος, ἄλλοτ' ὄπισθε. 595
ἐπορεύετο δὲ ποτὲ μὲν ἔμπροσθεν τοῦ Ἕκτορος, ποτὲ δὲ ὄπισθεν.

τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης·596
τοῦτον δὲ θεασάμενος ἐφοβήθη ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης·



ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος ἰὼν πολέος πεδίοιο597
ὥσπερ δὲ ὅταν ἀνήρ τις ἄπειρος τοῦ νήχεσθαι πορευόμενος διὰ πεδίου μακροῦ

στήῃ ἐπ' ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι598
στῇ ἐπὶ ποταμῷ ταχέως ῥέοντι, εἰς τὴν θάλασσαν ἐκβάλλοντι,

ἀφρῷ μορμύροντα ἰδών, ἀνά τ' ἔδραμ' ὀπίσσω,599
θεασάμενος αὐτὸν σὺν ἀφρῷ ἠχοῦντα, ἀνέδραμεν εἰς τὰ ὀπίσω·

ὣς τότε Τυδεΐδης ἀνεχάζετο, εἶπέ τε λαῷ· 600
οὕτω τότε ὁ υἱὸς τοῦ Τυδέως ἀνεχώρει, καὶ πρὸς τὸν λαὸν εἶπεν·

ὦ φίλοι οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον601
ὦ φίλοι, ὁποῖόν τι θαυμάζομεν, τὸν ἔνδοξον Ἕκτορα

αἰχμητήν τ' ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·602
πολεμιστήν τε εἶναι, καὶ εὔτολμον μαχητήν·

τῷ δ' αἰεὶ πάρα εἷς γε θεῶν, ὃς λοιγὸν ἀμύνει·603
τούτῳ δὲ αἰεὶ πάρεστιν εἷς ἀπὸ τῶν θεῶν, ὅστις ἀποσοβεῖ τὸν ὄλεθρον·

καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς.604
καὶ νῦν αὐτῷ πάρεστιν ἐκεῖνος ὁ Ἄρης θνητῷ ἀνδρὶ ὁμοιωθείς·

ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω 605
ἀλλὰ πρὸς τοὺς Τρῷας βλέποντες ἀεὶ ὀπίσω

εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι.606
ὑποποδίζοντες ὑποχωρεῖτε, μὴ δὲ τοῖς θεοῖς πολεμεῖν ἰσχυρῶς προθυμεῖσθε.

ὣς ἄρ' ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν.607
οὕτω δὴ εἶπεν ·οἱ Τρῷες δὲ πάνυ ἐγγὺς αὐτῶν παρεγένοντο.



ἔνθ' Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης608
τότε Ἕκτωρ ἀπέκτεινε δύο ἄνδρας πολέμου ἐμπείρους

εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε.609
ἐν ἑνὶ ἅρματι ὄντας, τὸν Μενέσθην καὶ τὸν Ἀγχίαλον·

τὼ δὲ πεσόντ' ἐλέησε μέγας Τελαμώνιος Αἴας· 610
τούτους δὲ πεσόντας ᾤκτειρεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας·

στῆ δὲ μάλ' ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,611
παρελθὼν δὲ ἔστη μάλα πλησίον, καὶ ἠκόντισε δόρατι λαμπρῷ,

καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥ' ἐνὶ Παισῷ612
καὶ ἔτρωσεν Ἄμφιον τὸν υἱὸν τοῦ Σελάγου, ὃς δὴ ἐν τῇ Παισῷ πόλει τῆς Τροίας

ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα613
κατῴκει, πολυθρέμμων ὤν, καὶ πολλὰ λήϊα ἔχων· ἀλλ᾽ ἡ μοῖρα

ἦγ' ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας.614
αὐτὸν ἦγεν βοηθήσοντα ἐπὶ τὸν Πρίαμον καὶ τοὺς υἱούς·

τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, 615
τοῦτον δὴ ἔπληξε παρὰ τὴν θωρακίτιν ζώνην ὁ τοῦ Τελαμῶνος Αἴας,

νειαίρῃ δ' ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος,616
ἐν τῇ ἐσχάτῃ δὲ γαστρὶ ἐπάγη τὸ μακρὸν δόρυ,

δούπησεν δὲ πεσών· ὃ δ' ἐπέδραμε φαίδιμος Αἴας617
πεσὼν δὲ ἐψόφησεν· ὁ λαμπρὸς δὲ Αἴας ἐπέδραμε

τεύχεα συλήσων· Τρῶες δ' ἐπὶ δούρατ' ἔχευαν618
σκυλεύσων τὰ ὅπλα· οἱ Τρῷες δὲ ἐπ᾿ αὐτὸν ἔχεαν δόρατα

ὀξέα παμφανόωντα· σάκος δ' ἀνεδέξατο πολλά.619
ὀξέα τε καὶ λαμπρότατα, πολλὰ δὲ κατὰ τῆς ἀσπίδος ἀνεδέξατο.

αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος 620
οὗτος δὲ τῷ πλάτει τοῦ ποδὸς τὸ σῶμα πιέσας, ἐκ τοῦ νεκροῦ τὸ σιδηροῦν δόρυ

ἐσπάσατ'· οὐδ' ἄρ' ἔτ' ἄλλα δυνήσατο τεύχεα καλὰ621
εἵλκυσεν· οὐκέτι δὲ τὰ ἄλλα περικαλλῆ ὅπλα ἡδυνήθη ἀφελέσθαι

ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσι.622
ἀπὸ τῶν ὤμων, κατηπείγετο γὰρ ὑπὸ τῶν βελῶν·

δεῖσε δ' ὅ γ' ἀμφίβασιν κρατερὴν Τρώων ἀγερώχων,623
ἐφοβήθη δὲ αὐτὸς τὸν ἰσχυρὸν ὑπερασπισμὸν τῶν ὑπερηφανῶν Τρῴων·

οἳ πολλοί τε καὶ ἐσθλοὶ ἐφέστασαν ἔγχε' ἔχοντες,624
οἱ δὴ πολλοί τε καὶ ἀγαθοὶ παρίσταντο δόρατα κατέχοντες,

οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν 625
οἳ καίπερ ὄντα αὐτὸν μέγαν, καὶ ἰσχυρόν, καὶ λαμπρὸν

ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη.626
ἀπεωθήσαντο ἀφ' ἑαυτῶν· οὗτος δὲ διασεισθεὶς ὑπεχώρησε.

ὣς οἳ μὲν πονέοντο κατὰ κρατερὴν ὑσμίνην·627
οὕτως οὗτοι μὲν ἐνήργουν κατὰ τὴν ἰσχυρὰν μάχην.



Τληπόλεμον δ' Ἡρακλεΐδην ἠΰν τε μέγαν τε628
Τληπόλεμον δὲ τὸν υἱὸν τοῦ Ἡρακλέους τὸν μέγαν τε καὶ γενναῖον

ὦρσεν ἐπ' ἀντιθέῳ Σαρπηδόνι μοῖρα κραταιή.629
παρώρμησε κατὰ τοῦ ἰσοθέου Σαρπηδόνος ἡ ἰσχυρὰ μοῖρα.

οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες 630
οὗτοι δὴ ἐπειδὴ πλησίον ἐγένοντο κατ᾽ ἀλλήλων ἐπερχόμενοι,

υἱός θ' υἱωνός τε Διὸς νεφεληγερέταο,631
ὅτε υἱός, καὶ ὁ ἔγγονος τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός,

τὸν καὶ Τληπόλεμος πρότερος πρὸς μῦθον ἔειπε·632
πρὸς τοῦτον πρότερον ὁ Τληπόλεμος εἶπε λόγον·

Σαρπῆδον Λυκίων βουληφόρε, τίς τοι ἀνάγκη633
ὦ Σαρπῆδον βουλευτὰ τῶν Λυκίων, τίς σοι ἀνάγκη

πτώσσειν ἐνθάδ' ἐόντι μάχης ἀδαήμονι φωτί;634
φοβεῖσθαι ἐνταῦθα ὄντι ἀνδρὶ ἀπείρῳ πολέμου;

ψευδόμενοι δέ σέ φασι Διὸς γόνον αἰγιόχοιο 635
ψευδόμενοι δέ σε λέγουσιν εἶναι υἱὸν τοῦ τὴν αἰγίδα φοροῦντος Διός,

εἶναι, ἐπεὶ πολλὸν κείνων ἐπιδεύεαι ἀνδρῶν636
ἐπειδὴ πολὺ ἐνδεὴς εἶ τῶν ἀνδρῶν ἐκείνων,

οἳ Διὸς ἐξεγένοντο ἐπὶ προτέρων ἀνθρώπων·637
οἳ ἐκ τοῦ Διὸς ἐγένοντο ἐπὶ τῶν προγενεστέρων ἀνθρώπων·

ἀλλ' οἷόν τινά φασι βίην Ἡρακληείην638
ἀλλ᾿ ὁποῖόν τινα λέγουσιν τὴν Ἡράκλειον ἰσχὺν, ἤτοι τὸν Ἡρακλέα

εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα θυμολέοντα·639
εἶναι, τὸν ἐμὸν πατέρα, θρασεῖς καὶ ἀπηνεῖς ὑπομένοντα, λέοντος ὁρμὴν ἔχοντα,

ὅς ποτε δεῦρ' ἐλθὼν ἕνεχ' ἵππων Λαομέδοντος 640
ὅς ποτε ἀφικόμενος ἐνθάδε χάριν τῶν ἵππων τοῦ Λαομέδοντος,

ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν641
σὺν ἓξ μόναις ναυσί, καὶ ἀνδράσιν ὀλίγοις ἐξεπόρθησε

Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δ' ἀγυιάς·642
τὴν πόλιν τῆς Ἰλίου, καὶ τὰς ὁδοὺς χήρας ἐποίησεν, ἤτοι ἠρήμωσε·

σοὶ δὲ κακὸς μὲν θυμός, ἀποφθινύθουσι δὲ λαοί.643
σοὶ δὲ δειλὴ μὲν ψυχή ἐστιν, ἀπόλλυνται δὲ ὁ ὑπὸ σὲ στρατός,

οὐδέ τί σε Τρώεσσιν ὀΐομαι ἄλκαρ ἔσεσθαι644
οὐδὲ κατά τί σε ὑπολαμβάνω ἔσεσθαι βοήθειαν τοῖς Τρῳσὶν

ἐλθόντ' ἐκ Λυκίης, οὐδ' εἰ μάλα καρτερός ἐσσι, 645
ἀφικόμενον ἐκ τῆς Λυκίας, οὐδὲ εἰ πάνυ ἰσχυρὸς εἶ,

ἀλλ' ὑπ' ἐμοὶ δμηθέντα πύλας Ἀΐδαο περήσειν.646
ἀλλ᾽ ὑπ᾿ ἐμοῦ ἀναιρεθέντα τὰς πύλας τοῦ Ἅιδου περάσειν.

τὸν δ' αὖ Σαρπηδὼν Λυκίων ἀγὸς ἀντίον ηὔδα·647
πρὸς τοῦτον δὲ Σαρπηδὼν ὁ ἡγεμὼν τῶν Λυκίων ἐξεναντίας ἔλεγεν.



Τληπόλεμ' ἤτοι κεῖνος ἀπώλεσεν Ἴλιον ἱρὴν648
ὦ Τληπόλεμε, ἐκεῖνος μὲν ἀπώλεσε τὴν ἱερὰν Ἴλιον,

ἀνέρος ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος,649
ἀνδρὸς ἀνοίαις τοῦ λαμπροῦ Λαομέδοντος,

ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ, 650
ὃς δὴ αὐτὸν εὖ ποιήσαντα χαλεπῷ λόγῳ ἐπέπληξεν,

οὐδ' ἀπέδωχ' ἵππους, ὧν εἵνεκα τηλόθεν ἦλθε.651
οὐδὲ ἀπέδωκε τοὺς ἵππους, ὧν χάριν ἀφίκετο πόρρωθεν.

σοὶ δ' ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν652
σοὶ δ᾽ ἐγὼ οἴομαι φόνον καὶ μοῖραν θανατηφόρον

ἐξ ἐμέθεν τεύξεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα653
ἐνταῦθα γενήσεσθαι ἐξ ἐμοῦ, ἀναιρεθέντα δέ σε ὑπὸ τοῦ ἐμοῦ δόματος,

εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ.654
ἐμοὶ μὲν δώσειν καύχημα, τῷ Ἀίδῃ δὲ τῷ ἵππους ἐνδόξους ἔχοντι, τὴν ψυχήν.

ὣς φάτο Σαρπηδών, ὃ δ' ἀνέσχετο μείλινον ἔγχος 655
οὕτως εἶπεν ὁ Σαρπηδών. ὁ Τληπόλεμος δὲ τὸ ἐκ μελίας δένδρου δόρυ ἀνέτεινε·



Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ656
καὶ τούτων μὲν τὰ μακρὰ δόρατα ὁμοῦ καὶ ἐν τῷ αὐτῷ

ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον657
ὥρμησαν ἐκ τῶν χειρῶν. ὁ μὲν οὖν Σαρπηδὼν ἔτρωσε τὸν Τληπόλεμον

Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ' ἀλεγεινή·658
κατὰ τὸ μέσον τοῦ αὐχένος, ἡ ἀλγεινὴ δὲ ἐπιδορατὶς διόλου ἐπέρασε,

τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.659
νὺξ δὲ αὐτὸν σκοτεινὴ κατὰ τῶν ὀφθαλμῶν ἐκάλυψεν.

Τληπόλεμος δ' ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ 660
ὁ Τληπόλεμος δὲ τὸν Σαρπηδόνα ἔτρωσε κατὰ τὸν ἀριστερὸν μηρὸν δόρατι μακρῷ·

βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα661
διῆλθε δὲ ἡ ἐπιδορατὶς σφόδρα ὁρμῶσα

ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ' ἔτι λοιγὸν ἄμυνεν.662
τῷ ὀστέῳ πλησιάσασα, ὁ δὲ πατὴρ ἔτι τὸν ὄλεθρον ἀπεσόβησεν.

οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι663
οἱ μὲν οὖν ἔνδοξοι φίλοι τὸν ἰσόθεον Σαρπηδόνα

ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν664
ἐξῆγον ἀπὸ τοῦ πολέμου· ἐβάρυνε δὲ αὐτὸν τὸ μακρὸν δόρυ

ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ' οὐδὲ νόησε 665
συρόμενον· οὐδεὶς γὰρ αὐτὸ ἐσκέψατο, οὐδὲ ἐθεάσατο,

μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ' ἐπιβαίη666
ἐξελκύσαι τοῦ μηροῦ τὸ ἐκ μελίας δένδρου δόρυ, ὅπως ἐπιβῇ, καὶ ὀρθός στῇ,

σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.667
ἐπειγομένων αὐτῶν· τοιοῦτον γὰρ εἶχον κάματον περὶ αὐτὸν πονούμενοι·

Τληπόλεμον δ' ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ668
τὸν Τληπόλεμον δὲ ἐκ τοῦ ἑτέρου μέρους οἱ εὔοπλοι Ἕλληνες



ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς669
ἐξῆγον ἀπὸ τοῦ πολέμου· ἐθεάσατο δὲ αὐτὸν ὁ ἔνδοξος Ὀδυσσεὺς

τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· 670
ψυχὴν ἔχων καρτεράν· προεθυμήθη δὲ καὶ ἐνεθουσίασεν ἡ φίλη αὐτοῦ ψυχή·

μερμήριξε δ' ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν671
ἐλογίσατο δὲ μετὰ ταῦτα κατὰ λογισμὸν καὶ διάνοιαν,

ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,672
ἢ προσωτέρω τοῦ μεγαλοκτύπου Διὸς τὸν υἱὸν διώξειεν,

ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.673
ἢ οὗτος τὴν ψυχὴν τῶν πλειόνων Λυκίων ἀφέλοιτο.

οὐδ' ἄρ' Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν674
οὐκ ἦν δὲ τῳ μεγαλοψύχῳ Ὀδυσσεῖ πεπρωμένον

ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· 675
ἀποκτεῖναι τὸν ἰσχυρὸν υἱὸν τοῦ Διὸς σιδήρῳ ὀξεῖ·

τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.676
δι᾿ ὃ δὴ κατὰ τὸ πλῆθος τῶν Λυκίων ἔτρεψε τὸν αὐτοῦ θυμὸν ἡ Ἀθηνᾶ.

ἔνθ' ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε677
τότε οὗτος ἀπέκτεινε τὸν Κοίρανον, καὶ τὸν Ἀλάστορα, καὶ τὸν Χρόμιον,

Ἄλκανδρόν θ' Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.678
καὶ τὸν Ἄλκανδρον, καὶ τὸν Ἅλιον, καὶ τὸν Νοήμονα, καὶ τὸν Πρύτανιν·

καί νύ κ' ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς679
καὶ δὴ πλείονας ἔτι ἀπὸ τῶν Λυκίων ἀπέκτεινεν ἂν ὁ ἔνδοξος Ὀδυσσεύς,

εἰ μὴ ἄρ' ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· 680
εἴγε μὴ ταχέως ἐθεάσατο ὁ τὴν κόρυν ῥᾳδίως κινῶν μέγας Ἕκτωρ·

βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ681
ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ,

δεῖμα φέρων Δαναοῖσι· χάρη δ' ἄρα οἱ προσιόντι682
φόβον κομίζων τοῖς Ἕλλησιν· ἐχάρη δὲ ἄρα ἐπ᾿ αὐτῷ προσερχομένῳ

Σαρπηδὼν Διὸς υἱός, ἔπος δ' ὀλοφυδνὸν ἔειπε·683
Σαρπηδὼν ὁ υἱὸς τοῦ Διός, λόγον δὲ οἰκτρόν τε καὶ ταπεινὸν εἶπεν·

Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς684
ὦ υἱὲ τοῦ Πριάμου, μηδαμῶς νῦν με καταλίπῃς σπάραγμα τοῖς Ἕλλησι

κεῖσθαι, ἀλλ' ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν 685
κεῖσθαι· ἀλλ᾽ ἐπικούρησον, καὶ μετὰ ταῦτα καταλιπέτω με ἡ ζωὴ

ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ' ἔμελλον ἔγωγε686
ἐν τῇ ὑμετέρᾳ πόλει· ἐπειδὴ ἔγωγε οὐκ ἔμελλον ἄρα

νοστήσας οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν687
ὑποστρέψας εἰς τὸν οἶκον, εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα,

εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.688
εὐφρανεῖν τὴν ἀγαπητὴν γαμετήν, καὶ τὸν ἐν βρεφικῇ ἡλικίᾳ υἱόν.

ὣς φάτο, τὸν δ' οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ,689
οὕτως εἶπεν. οὐδὲν δὲ πρὸς αὐτὸν εἶπεν ὁ τὴν περικεφαλαίαν ῥαδίως κινῶν Ἕκτωρ,



ἀλλὰ παρήϊξεν λελιημένος ὄφρα τάχιστα 690
ἀλλὰ παρέδραμε τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος, ὅπως λίαν ταχέως

ὤσαιτ' Ἀργείους, πολέων δ' ἀπὸ θυμὸν ἕλοιτο.691
ἀπωθήσαιτο τοὺς Ἕλληνας, πολλῶν δὲ ἀφέλοιτο τὴν ψυχήν.

οἳ μὲν ἄρ' ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι692
οἱ μὲν οὖν ἔνδοξοι φίλοι τὸν ἰσόθεον Σαρπηδόνα

εἷσαν ὑπ' αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ·693
ἐκάθισαν ὑπὸ τῇ ὡραίᾳ δρυῒ τοῦ τὴν αἰγίδα φοροῦντος Διός·

ἐκ δ' ἄρα οἱ μηροῦ δόρυ μείλινον ὦσε θύραζε694
ἐκ τοῦ μηροῦ δὲ αὐτοῦ τὸ ἐκ μελίας δένδρου δόρυ εἵλκυσεν ἔξω

ἴφθιμος Πελάγων, ὅς οἱ φίλος ἦεν ἑταῖρος. 695
ὁ ἰσχυρὸς Πελάγων, ὃς αὐτῷ φίλος ἀγαπητὸς ἦν·

τὸν δ' ἔλιπε ψυχή, κατὰ δ' ὀφθαλμῶν κέχυτ' ἀχλύς·696
τοῦτον δὲ κατέλιπεν ἡ ψυχή, σκότος δὲ κατὰ τῶν ὀφθαλμῶν ἐκέχυτο·

αὖτις δ' ἐμπνύνθη, περὶ δὲ πνοιὴ Βορέαο697
αὖθις δὲ ἀνέπνευσεν· ἡ πνοὴ δὲ τοῦ Βορέου

ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν.698
περιεζώγρει, καὶ εἰς τὸ ζῇν ἦγεν ἐπιπνέουσα κακῶς ἐκπεπνευκότα τὴν ἀναπνοήν.

Ἀργεῖοι δ' ὑπ' Ἄρηϊ καὶ Ἕκτορι χαλκοκορυστῇ699
οἱ Ἕλληνες δὲ ὑπ᾽ Ἄρεος, καὶ Ἕκτορος τοῦ σιδήρῳ καθωπλισμένου,



οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν 700
οὔτέ ποτε προτροπάδην ἔφευγον ἐπὶ τὰς μελαίνας ναῦς,

οὔτε ποτ' ἀντεφέροντο μάχῃ, ἀλλ' αἰὲν ὀπίσσω701
οὔτέ ποτε μαχόμενοι ἀντεπῄεσαν, ἀλλ᾽ ἀεὶ ὀπίσω

χάζονθ', ὡς ἐπύθοντο μετὰ Τρώεσσιν Ἄρηα.702
κατ᾽ ὀλίγον ὑπεχώρουν, ἐπειδὴ ἤκουσαν τὸν Ἄρὴν ἐν τοῖς Τρῳσὶν εἶναι·

ἔνθα τίνα πρῶτον τίνα δ' ὕστατον ἐξενάριξαν703
τότε τίνα πρῶτον, τίνα δὲ ὕστερον ἀπέκτειναν

Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης;704
Ἕκτωρ ὁ παῖς τοῦ Πριάμου, καὶ ὁ χαλκοῦς Ἄρης;

ἀντίθεον Τεύθραντ', ἐπὶ δὲ πλήξιππον Ὀρέστην, 705
Τεύθραντα τὸν ἰσόθεον, ἐπ᾿ αὐτῷ τὸν ἱππικὸν Ὀρέστην,

Τρῆχόν τ' αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε,706
καὶ τὸν πολεμιστὴν Τρῆχον τὸν ἀπὸ Αἰτωλίας, καὶ τὸν Οἰνόμαον,

Οἰνοπίδην θ' Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην,707
καὶ τὸν Ἕλενον τὸν υἱὸν τοῦ Οἴνοπος, καὶ Ὀρέσβιον τὸν ποικίλην ἔχοντα μίτραν,

ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς,708
ὃς ἐν Ὕλῃ τῇ πόλει κατῴκει, μεγάλως ἐπιμελούμενος, ὅπως κτήσηται πλοῦτον,

λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι709
τῇ Κηφισίδι λίμνῃ παρακείμενος· παρ᾽ αὐτῷ δὲ ἄλλοι

ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. 710
Βοιωτοὶ κατῴκουν, πάνυ πλούσιον λαὸν ἔχοντες.

τοὺς δ' ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη711
τούτους δὲ ἐπειδὴ ἐθεάσατο ἡ θεὰ ἡ λευκὰς ἔχουσα τὰς ὀλένας Ἥρα,



Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,712
φονεύοντας τοὺς Ἕλληνας ἐν τῇ ἰσχυρᾷ μάχῃ,

αὐτίκ' Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·713
εὐθέως πρὸς τὴν Ἀθηνᾶν λόγους ταχεῖς ἔλεγε·

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,714
φεῦ φεῦ, ὦ τέκνον τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ἀκαταπόνητε Ἀθηνᾶ,

ἦ ῥ' ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ 715
ὄντως που μάταιον λόγον ὑπεσχόμεθα τῷ Μενελάῳ,

Ἴλιον ἐκπέρσαντ' εὐτείχεον ἀπονέεσθαι,716
ἐκπορθήσαντα τὴν καλῶς τετειχισμένην Ἴλιον ὑποστρέψαι,

εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα.717
εἰ οὕτω μαίνεσθαι παραχωρήσομεν τὸν ὀλέθριον Ἄρην.

ἀλλ' ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς.718
ἀλλ᾽ ἄγε δὴ καὶ ἡμεῖς φροντίσωμεν ὁρμητικῆς τε καὶ πολεμικῆς ἰσχύος.

ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.719
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ.



ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους 720
ἡ μὲν οὖν ἐπιπορευομένη τοὺς χρυσοχαλίνους ἵππους εὐτρέπιζεν

Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·721
Ἥρα, ἡ ἔντιμος θεά, ἡ θυγάτηρ τοῦ μεγάλου Κρόνου.

Ἥβη δ' ἀμφ' ὀχέεσσι θοῶς βάλε καμπύλα κύκλα722
ἡ Ἥβη δὲ ταχέως τοῦ ἅρματος περιέβαλε τοὺς ἐπικαμπεῖς τροχούς,

χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.723
χαλκοὺς ὄντας, ὀκτὼ κνήμας ἔχοντας, τῷ σιδηρῷ ἄξονι χωρίς·

τῶν ἤτοι χρυσέη ἴτυς ἄφθιτος, αὐτὰρ ὕπερθε724
τούτων ἡ μὲν ἀψὶς χρυσῆ ἐστιν ἄφθαρτος,

χάλκε' ἐπίσσωτρα προσαρηρότα, θαῦμα ἰδέσθαι· 725
ἄνωθεν δὲ ἐπίσωτρα χαλκᾶ προσηρμοσμένα θαυμαστὰ ἰδεῖν·

πλῆμναι δ' ἀργύρου εἰσὶ περίδρομοι ἀμφοτέρωθεν·726
αἱ χοινικίδες δὲ τῶν τροχῶν ἐξ ἀργύρου εἰσὶ περιφερεῖς ἑκατέρωθεν τοῦ ἄξωνος·

δίφρος δὲ χρυσέοισι καὶ ἀργυρέοισιν ἱμᾶσιν727
τὸ ὄχημα δὲ χρυσοῖς καὶ ἀργυροῖς λώροις

ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσι.728
ἐνδεδεμένον ἐπίκειται· δύο δὲ κυκλοτερεῖς περιφέρειαί εἰσι·

τοῦ δ' ἐξ ἀργύρεος ῥυμὸς πέλεν· αὐτὰρ ἐπ' ἄκρῳ729
ἐκ τούτου δὲ ῥυμὸς ἀργυροῦς ἦν, ἤτοι ὁ προσηρτημένος τῷ ζυγῷ κανών· ἐπὶ τῷ ἄκρῳ δὲ

δῆσε χρύσειον καλὸν ζυγόν, ἐν δὲ λέπαδνα 730
ἔδησε τὸν περικαλλῆ χρυσοῦν ζυγόν, ἐνέβαλε δὲ μασχαλιστῆρας

κάλ' ἔβαλε χρύσει'· ὑπὸ δὲ ζυγὸν ἤγαγεν Ἥρη731
περικαλλεῖς, χρυσοῦς· ὑπὸ τὸν ζυγὸν δὲ ἤγαγεν ἡ Ἥρα

ἵππους ὠκύποδας, μεμαυῖ' ἔριδος καὶ ἀϋτῆς.732
τοὺς ταχεῖς ἵππους, ἐφιεμένη φιλονεικίας καὶ μάχης.

αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο733
Ἡ Ἀθηνᾶ δέ, ἡ θυγάτηρ τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς



πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπ' οὔδει734
τὸν μαλακὸν δὴ καὶ ποικίλον πέπλον, τὰς περόνας λύσασα, καταφέρεσθαι ἀφῆκεν ἐπὶ τῷ ἐδάφει τοῦ πατρός,

ποικίλον, ὅν ῥ' αὐτὴ ποιήσατο καὶ κάμε χερσίν· 735
ὃν αὐτὴ ἐποίησε, καὶ ἐξεπόνησε ταῖς χερσί.

ἣ δὲ χιτῶν' ἐνδῦσα Διὸς νεφεληγερέταο736
αὕτη δὲ ἐνδυσαμένη τὸν χιτῶνα τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός,

τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.737
ὅπλοις ἐπὶ τὸν πόλεμον καθωπλίζετο τὸν αἴτιον δακρύων

ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετ' αἰγίδα θυσσανόεσσαν738
τοῖς ὤμοις δὲ περιεβάλετο τὴν κροσσωτὴν αἰγίδα,

δεινήν, ἣν περὶ μὲν πάντῃ Φόβος ἐστεφάνωται,739
τὴν φοβεράν, ἣν Φόβος μὲν πανταχόθεν περικυκλοῖ

ἐν δ' Ἔρις, ἐν δ' Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή, 740
ἐντὸς δὲ ἦν ἡ Φιλονεικία, καὶ ἡ Ἰσχύς, καὶ ἡ κλαίουσα Δίωξις·

ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου741
καὶ ἔτι ἡ τῆς Γοργόνος κεφαλὴ τοῦ φοβεροῦ θηρίου,

δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.742
φοβερά τε, καὶ καταπληκτικὴ, τεράστιον τοῦ τὴν αἰγίδα φοροῦντος Διός.

κρατὶ δ' ἐπ' ἀμφίφαλον κυνέην θέτο τετραφάληρον743
ἐπὶ τῇ κεφαλῇ δὲ ἔθετο περικεφαλαίαν κύκλῳ φαλοὺς ἤτοι ἥλους ἔχουσαν, καὶ τέτταρας φαλοὺς ἐξέχοντας (οἱ δέ εἰσιν ἥλοι λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι)

χρυσείην, ἑκατὸν πολίων πρυλέεσσ' ἀραρυῖαν·744
χρυσῆν, ἑκατὸν πόλεων πεζοῖς ἡρμοσμένην.

ἐς δ' ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δ' ἔγχος 745
ἀνέβη δὲ τοῖς ποσὶν εἰς τὰ πύρινα ὀχήματα· ἔλαβε δὲ δόρυ

βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν746
βαρυ, μέγα, ἰσχυρόν, ᾧ δαμάζει τὰς τάξεις τῶν ἡμιθέων ἀνδρῶν,

ἡρώων, οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη.747
οἷς ἂν ὀργισθῇ ἡ ἰσχυρὸν πατέρα ἔχουσα.

Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ' ἄρ' ἵππους·748
ἡ ῞Ηρα δὲ ταχέως μάστιγι τοὺς ἵππους ἐπέπληττεν·

αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,749
αὐτομάτως δὲ αἱ πύλαι τοῦ οὐρανοῦ ἠνεῴχθησαν, ἃς ἐφύλαττον αἱ Ὧραι,

τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε 750
αἷς ἐπ᾿ ἐξουσίας ἐστὶν ὁ μέγας οὐρανὸς καὶ ὁ Ὄλυμπος,

ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι.751
καὶ ἀνοίξαι νέφος πυκνὸν καὶ κλεῖσαι.

τῇ ῥα δι' αὐτάων κεντρηνεκέας ἔχον ἵππους·752
ἐκεῖθεν δι' αὐτῶν ἤλαυνον τοὺς ἵππους τοὺς κέντρῳ μαστιζομένους· καὶ οὕτω τοὺς ἀναβάτας φέροντας·

εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων753
εὗρον δὲ τὸν υἱὸν τοῦ Κρόνου καθήμενον χωρὶς τῶν ἄλλων θεῶν,

ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο.754
ἐν τῇ ὑψηλοτάτῃ κορυφῇ τοῦ πολλὰς ἐξοχὰς ἔχοντος Ὀλύμπου.

ἔνθ' ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη 755
ἐκεῖ δὲ τοὺς ἵππους στήσασα ἡ θεὰ ἡ λευκὰς ὠλένας ἔχουσα Ἥρα

Ζῆν' ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε·756
Δία τὸν βασιλέα, τὸν υἱὸν τοῦ Κρόνου ἠρώτησε, καὶ πρὸς αὐτὸν εἶπε.

Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα757
ὦ Ζεῦ πάτερ, οὐ νεμεσᾷς τῷ Ἄρει, διὰ τὰ ἰσχυρὰ ταῦτα καὶ ὑπερβάλλοντα ἔργα;

ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν758
ὅσον καὶ οἷον λαὸν τῶν Ἑλλήνων ἔφθειρε

μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ' ἄχος, οἳ δὲ ἕκηλοι759
ματαίως ἄνευ αἰτίας, οὐδὲ κατὰ τὸ πρέπον, ἐμοὶ δὲ λύπη ἐστίν.

τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων 760
οὗτοι δὲ ἐφ᾽ ἡσυχίας εὐφραίνονται, ἥ τε Ἀφροδίτη, καὶ ὁ τὸ ἀργυροῦν τόξον ἔχων Ἀπόλλων,

ἄφρονα τοῦτον ἀνέντες, ὃς οὔ τινα οἶδε θέμιστα;761
τὸν ἀνόητον τοῦτον ἀναπείσαντες, ὃς οὐδεμίαν δικαιοσύνην ἐπίσταται·

Ζεῦ πάτερ ἦ ῥά τί μοι κεχολώσεαι, αἴ κεν Ἄρηα762
ὦ Ζεῦ πάτερ, ἆρά μοι ὀργισθήσῃ, ἐὰν τὸν Ἄρην

λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι;763
δεινῶς πλήξασα τῆς μάχης ἀποδιώξω;

τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·764
πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς.



ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην, 765
ἄγε μὴν παρώρμησον αὐτῷ τὴν λαφυραγωγὸν Ἀθηνᾶν,

ἥ ἑ μάλιστ' εἴωθε κακῇς ὀδύνῃσι πελάζειν.766
ἥτις εἴωθε μάλιστα ἐμβάλλειν αὐτὸν εἰς ὀδύνας κακάς.

ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,767
οὕτως εἶπεν· ὑπήκουσε δὲ ἡ θεὰ ἡ λευκὰς ἔχουσα τὰς ὠλένας Ἥρα·



μάστιξεν δ' ἵππους· τὼ δ' οὐκ ἀέκοντε πετέσθην768
ἐμάστιξε δὲ τοὺς ἵππους· οὗτοι δὲ ἑκόντες ἐπέτοντο

μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.769
μεταξὺ τῆς γῆς, καὶ τοῦ τοὺς ἀστέρας ἔχοντος οὐρανοῦ.

ὅσσον δ' ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν 770
ὅσον δὲ ὀμιχλῶδες καὶ ἀόρατον εἶδέ τις ἀνὴρ τοῖς ὀφθαλμοῖς

ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον,771
καθήμενος ἐν περιοπῇ βλέπων ἐπὶ τὴν μέλαιναν θάλασσαν,

τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι.772
τοσοῦτον ἐπιπηδῶσιν οἱ εἰς ὕψος μετ᾽ ἤχου αἰρόμενοι ἵπποι τῶν θεῶν·

ἀλλ' ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε,773
ἀλλ᾿ ὁπηνίκα δὴ εἰς τὴν Τροῖαν ἀφίκοντο, καὶ εἰς τοὺς ῥέοντας ποταμούς,

ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος,774
ὅπου ὁ Σιμόεις καὶ ὁ Σκάμανδρος συμβάλλουσι τὰ ῥεύματα,

ἔνθ' ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη 775
ἐκεῖ τοὺς ἵππους ἔστησεν ἡ θεὰ ἡ λευκὰς ὠλένας ἔχουσα Ἥρα,

λύσασ' ἐξ ὀχέων, περὶ δ' ἠέρα πουλὺν ἔχευε·776
λύσασα ἐκ τοῦ δίφρου, περιέχεε δὲ ἀορασίαν πολλήν·

τοῖσιν δ' ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι.777
τούτοις δὲ θείαν ἐδωδὴν ὁ Σιμοῦς ἐβλάστησε βόσκεσθαι.

αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ' ὁμοῖαι778
αὗται δὲ ἐπορεύθησαν ὅμοιαι ταῖς δειλαῖς περιστεραῖς κατὰ τὰ ὁρμήματα καὶ τὰς πτήσεις,



ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι·779
ἀνδράσιν Ἕλλησι βοηθῆσαι προθυμούμεναι

ἀλλ' ὅτε δή ῥ' ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι 780
ἀλλ᾽ ὁπηνίκα δὴ κατέλαβον ὅπου οἱ πλεῖστοι καὶ ἄριστοι

ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο781
ἵσταντο περὶ τὴν ἰσχὺν τοῦ ἱππικοῦ Διομήδους, ἤτοι τὸν Διομήδην αὐτόν,

εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν782
συστρεφόμενοι, λέουσιν ὠμοβόροις ὅμοιοι,

ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν,783
ἢ χοίροις ἀγρίοις, ὧν ἡ δύναμις οὐκ ἀσθενής ἐστιν·

ἔνθα στᾶσ' ἤϋσε θεὰ λευκώλενος Ἥρη784
ἐκεῖ στᾶσα ἐβόησεν ἡ θεὰ λευκοβραχίων Ἥρα,

Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ, 785
ὁμοιωθεῖσα τῷ μεγαλοψύχῳ Στέντορι τῷ ἰσχυρὰν φωνὴν ἔχοντι,

ὃς τόσον αὐδήσασχ' ὅσον ἄλλοι πεντήκοντα·786
ὃς τοσοῦτον ἐφώνει ὅσον ἄλλοι πεντήκοντα·

αἰδὼς Ἀργεῖοι κάκ' ἐλέγχεα εἶδος ἀγητοί·787
ὦ Ἕλληνες, αἰσχύνη, κακὰ ὀνείδη, κατὰ μορφὴν μόνον θαυμαστοί,

ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς,788
ἕως μὲν εἰς τὸν πόλεμον ἀνεστρέφετο ὁ ἔνδοξος Ἀχιλλεύς,

οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων789
οὐδεπώποτε οἱ Τρῷες πρὸ τῶν πυλῶν τῶν Δαρδανίων

οἴχνεσκον· κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος· 790
ἐπορεύοντο· ἐκείνου γὰρ τὸ ἰσχυρὸν δόρυ ἐφοβοῦντο·

νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται.791
νῦν δὲ πόρρω τῆς πόλεως ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμοῦσι.

ὣς εἰποῦσ' ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.792
οὕτως εἰποῦσα ἰσχύν τε καὶ ψυχὴν ἑκάστου παρώξυνεν.



Τυδεΐδῃ δ' ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη·793
ἡ θεὰ δὲ ἡ εὐόφθαλμος Ἀθηνᾶ πρὸς τὸν υἱὸν τοῦ Τυδέως ὥρμησεν,

εὗρε δὲ τόν γε ἄνακτα παρ' ἵπποισιν καὶ ὄχεσφιν794
εὗρε δὲ τὸν βασιλέα αὐτὸν παρὰ τοῖς ἑαυτοῦ ἵπποις καὶ τοῖς ἅρμασιν

ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. 795
ἀναπαύοντα τὸ τραῦμα, ὅπερ αὐτὸν ἔτρωσεν ὁ Πάνδαρος ὀϊστῷ·

ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος796
ὁ ἱδρῶς γὰρ αὐτὸν κατεπόνει τοῦ πλατέος λώρου

ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα,797
τῆς ἀσπίδος, τῆς καλῶς κυκλοτεροῦς οὔσης· ᾧ ἐπετρίβετο, ἐκοπία δὲ κατὰ τὴν χεῖρα

ἂν δ' ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ' ἀπομόργνυ.798
ἀνασχὼν δὲ τὸν κρεμαστῆρα τῆς ἀσπίδος, τὸ μέλαν αἷμα ἀπέψα τε καὶ ἀπέμασε.

ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε·799
ή θεά δὲ ἥψατο τοῦ ζυγοῦ τῶν ἵππων καὶ εἶπεν·

ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς. 800
ὄντως οὐδὲν ὅμοιον ἑαυτῷ παῖδα ἐγέννησεν ὁ Τυδεύς·

Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας, ἀλλὰ μαχητής·801
ὁ Τυδεὺς μικρὸς μὲν ἦν τὸ σῶμα, ἀλλὰ πολεμιστὴς ἦν·

καί ῥ' ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον802
καὶ δὴ ὅτε πολεμεῖν αὐτὸν οὐκ εἴων ἐγώ,

οὐδ' ἐκπαιφάσσειν, ὅτε τ' ἤλυθε νόσφιν Ἀχαιῶν803
οὐδὲ ἐνθουσιωδῶς ὁρμᾷν, καὶ ὁπηνίκα ἦλθεν ἄνευ τῶν Ἑλλήνων

ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας·804
πρεσβευτὴς εἰς τὰς Θήβας ἐπὶ πολλοὺς Θηβαίους,

δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον· 805
εὐωχεῖσθαι αὐτὸν ἐκέλευον ἡσύχως ἐν τοῖς οἴκοις·

αὐτὰρ ὃ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ806
οὗτος δὲ τὴν ἑαυτοῦ ψυχὴν ἀνδρείαν ἔχων ὥσπερ πρότερον,

κούρους Καδμείων προκαλίζετο, πάντα δ' ἐνίκα807
τοὺς νέους τῶν Θηβαίων προεκαλεῖτο· πάντα δὲ ἐνίκα

ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα.808
ῥαδίως· τοιαύτη βοηθὸς αὐτῷ παρῆν ἔγωγε.

σοὶ δ' ἤτοι μὲν ἐγὼ παρά θ' ἵσταμαι ἠδὲ φυλάσσω,809
σοὶ δὲ ἐγὼ μὲν παρίσταμαι, καὶ φυλάττω,

καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι· 810
καί σε προθύμως πολεμεῖν τοῖς Τρῳσὶ κελεύω·

ἀλλά σευ ἢ κάματος πολυᾶϊξ γυῖα δέδυκεν811
ἀλλά σου τὰ μέλη, ἢ κόπος ἐκ πολλῆς κινήσεως γινόμενος εἰσῆλθε, καὶ κατέλαβεν,

ἤ νύ σέ που δέος ἴσχει ἀκήριον· οὐ σύ γ' ἔπειτα812
ἢ δήπου σε κατέχει φόβος ὁ εἰς ἀψυχίαν ἄγων, οὐ σύ γε μετὰ ταῦτα

Τυδέος ἔκγονός ἐσσι δαΐφρονος Οἰνεΐδαο.813
υἱὸς ἔσῃ τοῦ συνετοῦ Τυδέως τοῦ υἱοῦ τοῦ Οἰνέως.

τὴν δ' ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης·814
πρὸς ταύτην δὲ ἀποκρινόμενος ὁ ἰσχυρὸς Διομήδης, εἶπε·



γιγνώσκω σε θεὰ θύγατερ Διὸς αἰγιόχοιο· 815
γινώσκω σε, ὦ θεά, θύγατερ τοῦ τὴν αἰγίδα φοροῦντος Διός,

τώ τοι προφρονέως ἐρέω ἔπος οὐδ' ἐπικεύσω.816
δι᾽ ὅ σοι προθύμως λόγον ἐρῷ ,οὐδὲ ἐπικρύψω·

οὔτέ τί με δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνος,817
οὔτέ τίς με φόβος εἰς ἀψυχίαν ἄγων κατέχει, οὔτέ τις ῥαθυμία·

ἀλλ' ἔτι σέων μέμνημαι ἐφετμέων ἃς ἐπέτειλας·818
ἀλλ᾽ ἔτι μέμνημαι τῶν σῶν ἐντολῶν, ἃς ἐνετείλω·

οὔ μ' εἴας μακάρεσσι θεοῖς ἀντικρὺ μάχεσθαι819
οὐκ εἴας με ἐξεναντίας μάχεσθαι τοῖς μακαρίοις θεοῖς

τοῖς ἄλλοις· ἀτὰρ εἴ κε Διὸς θυγάτηρ Ἀφροδίτη 820
τοῖς ἄλλοις· ἐὰν δὲ ἡ θυγάτηρ τοῦ Διὸς ἡ Ἀφροδίτη

ἔλθῃσ' ἐς πόλεμον, τήν γ' οὐτάμεν ὀξέϊ χαλκῷ.821
ἔλθῃ ἐπὶ τὸν πόλεμον, ταύτην γε βαλεῖν σιδήρῳ ὀξεῖ·

τοὔνεκα νῦν αὐτός τ' ἀναχάζομαι ἠδὲ καὶ ἄλλους822
τούτου χάριν αὐτὸς τε νῦν ὑποχωρῶ, καὶ τοὺς ἄλλους

Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας·823
Ἕλληνας ἐνταῦθα πάντας ἀθροισθῆναι ἐκέλευσα·

γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα.824
οἶδα γὰρ τὸν Ἄρην τὰ κατὰ τὸν πόλεμον ἡγεμονικῶς διατάσσοντα.

τὸν δ' ἠμείβετ' ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· 825
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ἡ εὐόφθαλμος Ἀθηνᾶ·



Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ826
ὦ Διόμηδες, υἱὲ τοῦ Τυδέως τῇ ἐμῇ πεφιλημένε ψυχῇ,

μήτε σύ γ' Ἄρηα τό γε δείδιθι μήτε τιν' ἄλλον827
μήτε τοῦτον τὸν Ἄρεα σύγε φοβοῦ, μήτε τινὰ ἀπὸ τῶν ἄλλων

ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι·828
ἀθανάτων θεῶν· τοιαύτη σοι βοηθὸς ἐγώ πάρειμι·

ἀλλ' ἄγ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους,829
ἀλλ᾽ ἄγε πρῶτον κατ᾽ Ἄρεος ἔλαυνε τοὺς μονώνυχας ἵππους,

τύψον δὲ σχεδίην μηδ' ἅζεο θοῦρον Ἄρηα 830
πλῆξον δὲ ἐκ τοῦ σύνεγγυς, μὴ δὲ σέβου τὸν ὁρμητίαν Ἄρην,

τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον,831
τοῦτον μαινόμενον, τὸ ἐπιτηδευτὸν κακόν, καὶ ἄλλοτε πρὸς ἄλλο ῥέπον·

ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτ' ἀγορεύων832
ὃς πρὸ ὀλίγου μὲν ἐμοὶ καὶ τῇ Ἥρᾳ ὑπέσχετο λέγων

Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν,833
πολεμῆσαι τοῖς Τρῳσί, βοηθῆσαι δὲ τοῖς Ἕλλησι·

νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται.834
νῦν δὲ σύνεστι τοῖς Τρῳσί, τούτων δὲ ἐξελάθετο.

ὣς φαμένη Σθένελον μὲν ἀφ' ἵππων ὦσε χαμᾶζε, 835
οὕτως εἰποῦσα, τὸν μὲν Σθένελον ἀπὸ τῶν ἵππων εἰς γῆν ὤθησε



χειρὶ πάλιν ἐρύσασ', ὃ δ' ἄρ' ἐμμαπέως ἀπόρουσεν·836
τῇ χειρὶ ὀπίσω ἑλκύσασα, αὐτὸς δὲ προθύμως ἀφώρμησε.

ἣ δ' ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον837
αὕτη δὲ εἰς τὸ ὄχημα ἀνέβαινε παρὰ τὸν ἔνδοξον Διομήδην

ἐμμεμαυῖα θεά· μέγα δ' ἔβραχε φήγινος ἄξων838
προθυμουμένη ἡ θεά, μεγάλως δὲ ἤχησεν ὁ δρύινος ἄξων

βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τ' ἄριστον.839
τῷ βάρει· ἦγε γὰρ θεὰν φοβερὰν καὶ ἄνδρα ἄριστον·

λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη· 840
ἔλαβε δὲ τὴν μάστιγα, καὶ τὰς ἡνίας ἡ πολεμικὴ Ἀθηνᾶ·

αὐτίκ' ἐπ' Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.841
εὐθὺς δὲ κατ᾽ Ἄρεος πρῶτον ἤλαυνε τοὺς μονώνυχας ἵππους.

ἤτοι ὃ μὲν Περίφαντα πελώριον ἐξενάριζεν842
αὐτὸς μὲν οὖν Περίφαντα τὸν μέγαν ἀπέκτεινεν τὸν ἐξόχως ἄριστον

Αἰτωλῶν ὄχ' ἄριστον Ὀχησίου ἀγλαὸν υἱόν·843
τῶν Αἰτωλῶν, τὸν λαμπρὸν ὑπὸν τοῦ Ὀχησίου·

τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος· αὐτὰρ Ἀθήνη844
τοῦτον μὲν Ἄρης ὁ τοῖς φόνοις μεμιασμένος ἐφόνευσεν. ἡ Ἀθηνᾶ δὲ

δῦν' Ἄϊδος κυνέην, μή μιν ἴδοι ὄβριμος Ἄρης. 845
περιεβάλετο τὴν περικεφαλαίαν τοῦ Ἅιδου, ὅπως μὴ θεάσηται αὐτὴν ὁ ἰσχυρὸς Ἄρης·

ὡς δὲ ἴδε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον,846
ἐπεὶ δὲ ἴδεν ὁ ἀνθρωποκτόνος Ἄρης τὸν ἔνδοξον Διομήδην,



ἤτοι ὃ μὲν Περίφαντα πελώριον αὐτόθ' ἔασε847
αὐτὸς μὲν Περίφαντα τὸν μέγαν αὐτόθι ἀφῆκε

κεῖσθαι ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμόν,848
κεῖσθαι, ὅπου τὸ πρῶτον ἀποκτείνας ἀφείλετο τὴν ψυχήν.

αὐτὰρ ὃ βῆ ῥ' ἰθὺς Διομήδεος ἱπποδάμοιο.849
οὗτος δὲ ἐπορεύθη εὐθὺ τοῦ ἱππικοῦ Διομήδους·

οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, 850
ὁπηνίκα δὲ οὗτοι πλησίον ἐγένοντο κατ᾿ ἀλλήλων ἐρχόμενοι,

πρόσθεν Ἄρης ὠρέξαθ' ὑπὲρ ζυγὸν ἡνία θ' ἵππων851
πρῶτον ὁ Ἄρης ἐστοχάσατο ὑπὸ τὸν ζυγόν, καὶ τὰς ἡνίας τῶν ἵππων,

ἔγχεϊ χαλκείῳ μεμαὼς ἀπὸ θυμὸν ἑλέσθαι·852
δόρατι σιδηρῷ, προθυμούμενος ἀπολέσαι τὴν ψυχὴν Διομήδους·

καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη853
καὶ τοῦτο λαβοῦσα τῇ χειρὶ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ

ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι.854
ὤθησεν, ὥστε μάταιον ἐκ τοῦ δίφρου παρηνεχθῆναι·

δεύτερος αὖθ' ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης 855
δεύτερος δὲ ὥρμησε Διομήδης ὁ κατὰ πόλεμον ἀγαθὸς

ἔγχεϊ χαλκείῳ· ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη856
δόρατι χαλκῷ· ἐστήριξε δὲ αὐτὸ ἡ πολεμικὴ Ἀθηνᾶ

νείατον ἐς κενεῶνα ὅθι ζωννύσκετο μίτρῃ·857
εἰς τὸ ἔσχατον τῆς λαγόνος, ἤτοι τὸ ἐνδότατον, ὅπου τὴν μίτραν περιεζώννυτο·

τῇ ῥά μιν οὖτα τυχών, διὰ δὲ χρόα καλὸν ἔδαψεν,858
κατ᾿ αὐτὸ δὴ τὸ μέρος ἔτρωσεν αὐτὸν ἐπιτυχών, διέκοψε δὲ τὴν περικαλλῆ τοῦ σώματος ἐπιφάνειαν·

ἐκ δὲ δόρυ σπάσεν αὖτις· ὃ δ' ἔβραχε χάλκεος Ἄρης859
αὖθις δ᾽ ὀπίσω τὸ δόρυ ἐξέσπασεν· ὁ χαλκοῦς δὲ καὶ ἰσχυρότατος Ἄρης ἤχησεν,

ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι 860
ὅσον ἐννακισχίλιοι ἢ δεκακισχίλιοι ἐβόησαν

ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος.861
ἄνδρες ἐν τῷ πολέμῳ Ἔριν συναθροίζοντες μάχης·

τοὺς δ' ἄρ' ὑπὸ τρόμος εἷλεν Ἀχαιούς τε Τρῶάς τε862
τοὺς Ἕλληνας δὲ καὶ τοὺς Τρῷας τρόμος ὑφεῖλε

δείσαντας· τόσον ἔβραχ' Ἄρης ἆτος πολέμοιο.863
φοβηθέντας· τοσοῦτον ἤχησεν Ἄρης ὁ ἀκόρεστος τοῦ πολέμου·

οἵη δ' ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀὴρ864
ὁποῖος δὲ ἐκ τῶν νεφῶν φαίνεται ἀὴρ σκοτεινός,



καύματος ἐξ ἀνέμοιο δυσαέος ὀρνυμένοιο, 865
ἐκ τοῦ καύματος, ὁρμήσαντος ἀνέμου σφοδροῦ·

τοῖος Τυδεΐδῃ Διομήδεϊ χάλκεος Ἄρης866
τοιοῦτος ὁ σιδηροῦς καὶ ἰσχυρότατος Ἄρης Διομήδει τῷ υἱῷ του Τυδέως

φαίνεθ' ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν.867
ἐδόκει ἐγγὺς τῶν νεφῶν, ἀνιὼν εἰς τὸν πλατὺν οὐρανόν.

καρπαλίμως δ' ἵκανε θεῶν ἕδος αἰπὺν Ὄλυμπον,868
ταχέως δὲ ἀφίκετο εἰς τὸ ἔδαφος τῶν θεῶν τὸν ὑψηλὸν οὐρανόν·

πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο θυμὸν ἀχεύων,869
ἐκάθισε δὲ παρὰ τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου ἀλγῶν τὴν ψυχήν,

δεῖξεν δ' ἄμβροτον αἷμα καταρρέον ἐξ ὠτειλῆς, 870
ἔδειξε δὲ τὸ θεῖον αἷμα καταρρέον ἐκ τοῦ τραύματος,

καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·871
καὶ δὴ θρηνῶν λόγους ταχεῖς ἔλεγε·

Ζεῦ πάτερ οὐ νεμεσίζῃ ὁρῶν τάδε καρτερὰ ἔργα;872
ὦ Ζεῦ πᾶτερ, οὐκ ἀναξιοπαθεῖς, ὁρῶν τὰ ἰσχυρὰ καὶ ὑπερβάλλοντα ταῦτα ἔργα;

αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν873
ἀεὶ δὴ τὰ δεινότατα οἱ θεοὶ ὑπομείναντές ἐσμεν,

ἀλλήλων ἰότητι, χάριν ἄνδρεσσι φέροντες.874
ἀλλήλων βουλῇ, χαριζόμενοι τοῖς ἀνθρώποις·

σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην 875
διὰ σὲ πάντες πολεμοῦμεν, σὺ γὰρ ἐγέννησας ἀνόητον θυγατέρα

οὐλομένην, ᾗ τ' αἰὲν ἀήσυλα ἔργα μέμηλεν.876
ὀλεθρίαν, ᾗτινι ἀεὶ ἀλγεινὰ ἔργα διὰ φροντίδος εἰσίν·

ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ877
οἱ μὲν γὰρ ἄλλοι πάντες ὅσοι θεοί εἰσιν ἐν τῷ οὐρανῷ,

σοί τ' ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος·878
σοὶ πείθονται, καὶ ὑποτετάγμεθα ἕκαστος,

ταύτην δ' οὔτ' ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ,879
ταύτην δὲ οὔτε λόγῳ, οὔτε ἔργῳ ὑπερβάλλεις καὶ νικᾷς ὅπως ὑπακούοι σου,

ἀλλ' ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον· 880
ἀλλ᾽ ἀφίης, καὶ συγχωρεῖς, ἐπειδὴ καὶ συ ἐπιβλαβῆ θυγατέρα ἐγέννησας·

ἣ νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα881
ἥτις νῦν Διομήδην τὸν μεγαλόψυχον τὸν υἱὸν τοῦ Τυδέως

μαργαίνειν ἀνέηκεν ἐπ' ἀθανάτοισι θεοῖσι.882
μαίνεσθαι καὶ ἐνθουσιᾷν ἀνέπεισε κατὰ τῶν ἀθανάτων θεῶν·

Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ' ἐπὶ καρπῷ,883
πρῶτον μὲν τὴν Ἀφροδίτην ἐγγύθεν ἔτρωσεν κατὰ τὴν χεῖρα ἐπὶ τῷ καρπῷ,

αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος·884
μετὰ ταῦτα δὲ ἐμοὶ αὐτῷ ἐφώρμησε θεῷ παραπλήσιος·

ἀλλά μ' ὑπήνεικαν ταχέες πόδες· ἦ τέ κε δηρὸν 885
ἀλλά με ὑπεξήγαγον οἱ ταχεῖς πόδες· ὄντως ἐπὶ χρόνον πολὺν

αὐτοῦ πήματ' ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν,886
αὐτόθι δεινὰ ἔπασχον ἂν ἐν ταῖς χαλεπαῖς τάξεσι τῶν νεκρῶν,

ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.887
εἰ ζῶν ἀσθενὴς ἦν τῇ τοῦ σιδήρου τρώσει.

τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς.888
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς·



μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε.889
μηδαμῶς μοι, ὦ ἄλλοτε πρὸς ἄλλο ῥέπων παρακαθήμενος ὀδύρου·

ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν· 890
ἔχθιστος δέ μοι ὑπάρχεις ἀπὸ πάντων τῶν θεῶν οἳ κατοικοῦσι τὸν οὐρανὸν

αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.891
ἀεὶ γάρ σοι προσφιλὴς ἡ φιλονεικία, καὶ οἱ πόλεμοι, καὶ αἱ μάχαι·

μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν892
Ἥρας τῆς σῆς μητρὸς ἄσχετος καὶ ἀνίκητος θυμός ἐστι κατὰ σοῦ.

Ἥρης· τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ' ἐπέεσσι·893
ταύτην μέντοι ἐγὼ σὺν τάχει δαμάζω καὶ ὑποτάσσω λόγοις·

τώ σ' ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν.894
δι᾽ ὅ σε οἴομαι πάσχειν ταῦτα βουλαῖς ἐκείνης·

ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα· 895
οὐ μὴν ἀλλ᾽ οὐκέτι σε ἐπὶ πολὺ ὑπομενῶ λύπας ἔχοντα·

ἐκ γὰρ ἐμεῦ γένος ἐσσί, ἐμοὶ δέ σε γείνατο μήτηρ·896
ἐξ ἐμοῦ γὰρ κατὰ γένος, ἤτοι τὴν ἀρχὴν τῆς γενέσεως ὑπάρχεις· ἐμοὶ δέ σε ἔτεκεν ἡ σὴ μήτηρ.

εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ' ἀΐδηλος897
εἰ δὲ ἔκ τινος ἄλλου τῶν θεῶν ἐγένου ἀφανιστικὸς οὕτω καὶ πονηρός,

καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων.898
καὶ πάλαι ἂν ἧς τῶν ποτὲ οὐρανίων Τιτάνων ὑποχθονιώτερος.

ὣς φάτο, καὶ Παιήον' ἀνώγειν ἰήσασθαι.899
οὕτως εἶπε, καὶ τὸν Παιήονα ἐκέλευσεν ἰάσασθαι αὐτόν·



τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων 900
τούτῳ δ᾽ἐπιπάσσων καὶ ἐπιτιθεὶς φάρμακα θεραπευτικὰ ὁ Παιήων

ἠκέσατ'· οὐ μὲν γάρ τι καταθνητός γ' ἐτέτυκτο.901
ἐθεράπευσεν· οὐδαμῶς θνητός τε καὶ φθαρτὸς ἦν.

ὡς δ' ὅτ' ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν902
ὥσπερ δὲ ὅτε ὁ ὀπὸς ταραττόμενος συνέπηξε τὸ λευκὸν γάλα

ὑγρὸν ἐόν, μάλα δ' ὦκα περιτρέφεται κυκόωντι,903
ὑγρὸν ὂν, πάνυ δὲ ταχέως περιάγεται ταράττοντος τοῦ τυροποιοῦ·

ὣς ἄρα καρπαλίμως ἰήσατο θοῦρον Ἄρηα.904
οὕτω ταχέως ἐθεράπευσε τὸν ὁρμητίαν Ἄρεα τὸ ἐπιτεθὲν φάρμακον.

τὸν δ' Ἥβη λοῦσεν, χαρίεντα δὲ εἵματα ἕσσε· 905
τοῦτον δὲ ἡ Ἥβη ἔλουσε, καὶ περικαλλῆ ἱμάτια ἐνέδυσε·

πὰρ δὲ Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων.906
τῷ Διὶ δὲ τῷ υἱῷ τοῦ Κρόνου παρεκάθητο τῇ δόξει σεμνυνόμενός τε καὶ γαυριῶν·

αἳ δ' αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο907
αἱ δὲ αὖθις εἰς τὸ οἴκημα τοῦ μεγάλου Διὸς ὑπέστρεφον,



Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη908
ἡ Ἀργεία Ἥρα, καὶ ἡ τῇ ἑαυτῆς ἰσχύι βοηθοῦσα Ἀθηνᾶ,

παύσασαι βροτολοιγὸν Ἄρη' ἀνδροκτασιάων.909
τοῦ φόνου τῶν ἀνδρῶν ἀποπαύσασαι τὸν ἀνθρωποκτόνον Ἄρεα.