Koine Greek paraphrase by Theodorus Gaza
τότε δὴ Διομήδει τῷ υἱῷ τοῦ Τυδέως ἡ πολεμικὴ Ἀθηνᾶ ἔδωκε ἰσχὺν καὶ εὐτολμίαν, ὅπως διάδηλος ἐν πᾶσι τοῖς Ἕλλησι γένηται, καὶ φήμην ἀγαθὴν κομίσηται. ἔλαμπε δὲ αὐτῷ ἐκ τῆς περικεφαλαίας καὶ τῆς ἀσπίδος πῦρ ἀκοπίαστον καὶ πολύ, παραπλήσιον τῷ ὀπωρινῷ ἀστέρι, ἤτοι τῷ Ἀρκτούρω, ὅστις μᾶλλον τῶν ἄλλων ἀστέρων λαμπρῶς πανταχοῦ λάμπει, λελουμένος, ἤτοι ἐπιτείλας ἐκ τοῦ Ὠκεανοῦ. τοιοῦτον αὐτῷ πῦρ ἔλαμπεν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ὤμων· διεγείρασα δὲ ἐνέβαλεν αὐτὸν κατὰ τὸ μέσον, ὅπου πλεῖστοι συστρεφόμενοι ἐπολέμουν· | 001 |
ἦν δέ τις ἐν τοῖς Τρωσὶ Δάρης ὄνομα πλούσιος, ἄμεμπτος, ἱερεὺς τοῦ Ἡφαίστου· δύο δὲ αὐτῷ υἱοὶ ἦσαν Φηγεύς, καὶ Ἰδαῖος, ἔμπειροι πάσης μάχης. οὗτοι τῶν ἄλλων ἀποχωρισθέντες, ἐξεναντίας αὐτῷ ὡρμήθησαν, οἱ μὲν ἀπὸ τῶν ἵππων, ὁ δὲ ἀπὸ τῆς γῆς ὥρμησε πεζός· ἐπεὶ δὲ οὗτοι πλησίον ἦσαν κατ᾽ ἀλλήλων ἐρχόμενοι, ὁ Φηγεὺς δὴ πρῶτον ἀφῆκε τὸ μακρὸν δόρυ· ὑπὲρ τὸν ἀριστερὸν δὲ ὦμον τοῦ υἱοῦ τοῦ Τυδέως ἦλθεν τὸ ὀξὺ τοῦ δόρατος, οὐδὲ ἔτρωσεν αὐτόν· δευτέρως δὲ ὥρμησε τῷ σιδήρῳ ὁ υἱὸς τοῦ Τυδέως· τούτου δὲ τὸ βέλος οὐκ ἐξῆλθε τῆς χειρὸς μάταιον, ἀλλ᾽ ἔτρωσε κατὰ τὸ μεταξὺ τῶν μαζῶν στῆθος, ὤθησε δὲ καὶ ἔρριψεν ἀπὸ τῶν ἵππων. ὁ Ἰδαῖος δὲ ἀφώρμησε καταλιπὼν τὸ ὡραῖον ἅρμα, οὐδ᾽ ὑπέμειεν ὑπερμαχῆσαι τοῦ ἀδελφοῦ φονευθέντος· οὐ δὲ γὰρ οὐδ᾽ αὐτὸς ὑπεξέφυγεν ἂν τὴν σκοτεινὴν θανατηφόρον μοῖραν· ἀλλὰ ὁ Ηφαιστος ἐρρύσατο, ἔσωσε δὲ σκότῳ καλύψας, ὅπως μὴ παντελῶς ὁ γέρων τεθλιμμένος ὑπάρχοι· τοὺς ἵππους δὲ ἐκβαλὼν ὁ υἱὸς τοῦ μεγαλοψύχου Τυδέως ἔδωκε τοῖς φίλοις ἀπάγειν αὐτοὺς κάτω εἰς τὰς βαθείας ναῦς. Τρῷες δὲ οἱ μεγαλόψυχοι, ἐπειδὴ ἐθεάσαντο τοὺς υἱοὺς τοῦ Δάρητος, τὸν μὲν ἐκφυγόντα, τὸν δὲ φονευθέντα παρὰ τοῖς ἅρμασιν, ταραχθεῖσα διηγέρθη πᾶσιν ἡ ψυχή. Ἀθηνᾶ δὲ ἡ εὐόφθαλμος λαβοῦσα ἀπὸ τῆς χειρός, λόγοις προσεφθέγγετο τῷ ὁρμητικῷ Ἄρει· ὦ Ἄρες, Ἄρες ἀνθρωποκτόνε, φόνῳ μεμολυσμένε, τείχεσι προσπελάζων, οὐκ ἂν δὴ τοὺς Τρῷας μὲν καὶ τοὺς Ἕλληνας καταλίποιμεν πολεμεῖν, οἷς τισιν ἂν καὶ παράσχοι ὁ Ζεὺς δόξαν, ἡμεῖς δὲ ὑποχωρῶμεν, τὴν ὀργὴν δὲ τοῦ Διὸς ἐκκλίνωμεν; | 009 |
οὕτως εἰποῦσα ἐξέβαλε τοῦ πολέμου τὸν ὁρμητικὸν Ἄρεα· καὶ τοῦτον μὲν μετὰ ταῦτα ἐκάθισεν ἐπὶ τῷ ὀχθώδει Σκαμάνδρῳ τῷ ποταμῷ. τοὺς Τρῷας δὲ οἱ Ἕλληνες ἔτρεψαν εἰς φυγήν· ἕκαστος δὲ ἀπὸ τῶν ἡγεμόνων ἀπέκτεινεν ἄνδρα. πρῶτος δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν Ἀγαμέμνων τὸν μέγαν Ὀδίον τὸν ἀρχηγὸν τῶν Παφλαγόνων, ἐξέβαλε τοῦ ἄρματος· πρώτου γὰρ εἰς φυγὴν τραπέντος ἐν τῷ μεταφρένῳ τὸ δόρυ κατέπηξεν μεταξὺ τῶν ὤμων, διὰ τοῦ στήθους δὲ διῆλθε καὶ διεπέρασεν· ἐκτύπησε δὲ καταπεσών, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ· ὁ Ἰδομενεὺς δὲ Φαῖστον ἀπέκτεινε τὸν υἱὸν τοῦ Βώρου τοῦ Λυδοῦ, ὃς ἀφίκετο ἐκ τῆς Τάρνης τῆς εὐγείου καὶ πίονος· τοῦτον μὲν δὴ Ἰδομενεὺς ὁ ἔνδοξος κατὰ πόλεμον δόρατι μακρῷ ἔπληξε κατὰ τὸν δεξιὸν ὦμον μέλλοντα ἀναβαίνειν ἐπὶ τὸ ἅρμα· κατέπεσε δὲ ἐκ τοῦ ἅρματος, μισητὸν δὲ αὐτὸν σκότος κατέλαβε· | 035 |
τοῦτον μὲν δὲ οἱ τοῦ Ἰδομενέως θεράποντες ἐγύμνουν. Σκαμάνδριον δὲ τὸν υἱὸν τοῦ Στροφίου τὸν ἐπιστήμονα τῆς κυνηγίας, Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως ἀπέκτεινε δόρατι ὀξεῖ τὸν ἀγαθὸν κυνηγόν· ἐδίδαξε γὰρ αὐτὸν ἡ ἀγαθὴ Ἄρτεμις τιτρώσκειν τὰ θηρία πάντα, ἅπερ ἐν τοῖς ὄρεσι τρέφουσιν οἱ δρυμοί· ἀλλ᾽οὐκ ἐβοήθησεν αὐτῷ τότε Ἄρτεμις ἡ τοῖς βέλεσι χαίρουσα, οὐδὲ αἱ πόρρωθεν βολαί, αἷς τὸ πρῶτον ἐκεκόσμητο· ἀλλὰ Μενέλαος ὁ κατὰ πόλεμον ἔνδοξος ὁ υἱὸς τοῦ Ἀτρέως ἔτρωσεν αὐτὸν δόρατι κατὰ τὸ μετάφρενον, φεύγοντα ἔμπροσθεν αὐτοῦ, μεταξὺ τῶν ὤμων, διὰ δὲ τοῦ στήθους διεπέρασεν· ἔπεσε δὲ εἰς γῆν κατὰ πρόσωπον, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ. | 048 |
ὁ Μηριόνης δὲ ἀπέκτεινε Φέρεκλον τὸν υἱὸν Ἁρμονίδου τοῦ τέκτονος, ὃς ἐπίστατο πλεῖστα ἔργα ποικίλα κατασκευάζειν χερσίν· ἐξόχως γὰρ αὐτὸν ἐφίλησεν ἡ πολεμικὴ Ἀθηνᾶ· ὃς καὶ τῷ Ἀλεξάνδρῳ κατεσκεύασε τὰς ἀντιρρόπους ναῦς, τὰς αἰτίας τῶν κακῶν, αἳ πᾶσι τοῖς Τρῳσὶ βλάβος ἐγένοντο, καὶ αὐτῷ ἐκείνῳ· ἐπειδὴ οὐδαμῶς τὰ ἐκ τῶν θεῶν μαντεύματα ἠπίστατο· τοῦτον μὲν ὁ Μηριόνης, ἐπειδὴ κατέλαβε διώκων, ἔτρωσε κατὰ τὸ δεξιὸν σφαίρωμα· τὸ ὀξὺ δὲ τῆς ἐπιδορατίδος διόλου καταντικρὺ παρὰ τὸ οὐροδόχον ἀγγεῖον ὑπὸ τὸ ὀστοῦν διῆλθε καὶ διεπέρασε· στενάξας δὲ ἐπὶ γόνυ κατέπεσε, θάνατος δὲ αὐτὸν περιεκάλυψε. | 059 |
Μέγης δὲ ἀπέκτεινε Πηδαῖον τὸν υἱὸν τοῦ Ἀντήνορος, ὃς δὴ νόθος μὲν ἦν, ἐπιμελῶς δὲ ἀνέτρεφεν αὐτὸν ἡ ἔνδοξος Θεανώ, ἐπίσης τοῖς ἰδίοις ἀγαπητοῖς τέκνοις, χάριν ποιουμένη τῷ ἑαυτῆς ἀνδρί· τοῦτον μὲν ὁ κατὰ πόλεμον ἔνδοξος υἱὸς τοῦ Φυλέως πλησίον παραγενόμενος, ἔτρωσε δόρατι ὀξεῖ, κατὰ τὸ ὄπισθεν τῆς κεφαλῆς παχὺ νεῦρον· καταντικρὺ δὲ τοὺς ὀδόντας ἀπέτεμεν ὁ χαλκὸς ὑπὸ τὴν γλῶσσαν διϊών· κατέπεσεν εἰς γῆν, ἔλαβε δὲ τοῖς ὁδοῦσι τὸν ψυχροποιὸν σίδηρον. | 069 |
Ὑψήνορα δὲ τὸν ἔνδοξον ἀπέκτεινεν Εὐρύπυλος ὁ υἱὸς τοῦ Εὐαίμονος, τὸν υἱὸν τοῦ μεγαλοψύχου Δολοπίονος, ὃς δὴ τοῦ Σκαμάνδρου ἱερεὺς ἦν, καθάπερ δὲ θεὸς ἐτιμᾶτο παρὰ τῷ δήμῳ· τοῦτον μὲν δὴ Εὐρύπυλος ὁ λαμπρὸς υἱὸς τοῦ Εὐαίμονος φεύγοντα ἔμπροσθεν αὐτοῦ, ἔπληξε κατὰ τὸν ὦμον ξίφει συντόμως ἐπιδραμών· ἀπέκοψε δὲ τὴν ἰσχυρὰν χεῖρα· κατέπεσε δὲ εἰς τὸ πεδίον ἡ χεὶρ αἱματώδης· αὐτὸν δὲ κατ᾽ ὀφθαλμοὺς ἔλαβεν ὁ μέλας θάνατος, καὶ ἡ ἰσχυρὰ καὶ ἄφυκτος μοῖρα. | 076 |
οὕτως οὗτοι μὲν διηγωνίζοντο κατὰ τὴν ἰσχυρὰν μάχην. τὸν υἱὸν δὲ τοῦ Τυδέως οὐκ ἂν ἐπέγνως, τίσιν ἂν καὶ ἐνείη, ἢ ἐν τοῖς Τρῳσὶ συστρέφοιτο, ἢ ἐν τοῖς Ἕλλησι· ὥρμα γὰρ μανικῶς κατὰ τὸ πεδίον, παραπλήσιος ποταμῷ πλημμυροῦντι χειμάρρῳ, ὅστις ὀξέως ῥέων διαλύσας ἐσκόρπισε τὰς διαβάσεις· αὐτὸν δὲ οὔτε διαβάσεις πεφραγμέναι καὶ ἠσφαλισμέναι κωλύουσαι κατέχουσιν, οὔτε τὰ περιφράγματα τῶν ἀμπελοφύτων χωρίων τῶν ἄγαν θαλόντων ἐξαίφνης ἐπελθόντα, ὅταν σφοδρῶς κατενεχθῇ ὄμβρος τοῦ Διός· πολλὰ δὲ ἔργα περικαλλῆ νεανιῶν καταπίπτουσιν ὑπ᾽ αὐτοῦ· οὑτῶς ὑπὸ τοῦ υἱοῦ τοῦ Τυδέως ἐταράττοντο αἱ πυκναὶ καὶ ἰσχυραὶ τάξεις τῶν Τρῴων, οὐ δὲ ὑπέμενον αὐτὸν καίπερ ὄντες πολλοί. | 084 |
ἐπεὶ δὲ αὐτὸν ἐθεάσατο ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος ἐνθουσιωδῶς ὁρμῶντα κατὰ τὸ πεδίον, καὶ ἔμπροσθεν αὐτοῦ συνταράττοντα τὰς τάξεις, εὐθέως κατὰ τοῦ υἱοῦ τοῦ Τυδέως ἐνέτεινε τὸ ἐπικαμπὲς τόξον, καὶ ἔτρωσεν αὐτὸν ἐφορμῶντα ἐπιτυχῶν κατὰ τὸν ὦμον τὸν δεξιόν, παρὰ τὸ κοῖλον τοῦ θώρακος· διέπτη δὲ καὶ διεπέρασε τὸ πικρὸν βέλος· καταντικρὺ δὲ διέσχισε τὴν σάρκα· ἐμολύνετο δὲ αἵματι ὁ θώραξ. ἐπὶ τούτῳ δὲ μεγάλως ἐβόησεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος· διεγείρεσθε, ὦ Τρῷες μεγαλόψυχοι, ἐπιστήμονες τῶν ἵππων· τέτρωται ὁ ἄριστος τῶν Ἑλλήνων· οὐδὲ οἴομαι αὐτὸν ἐπὶ πολὺ ὑπομεῖναι τὸ ἰσχυρὸν βέλος, εἰ ἀληθῶς με παρώξυνεν ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Διὸς ἀφορμῶντα καὶ ἀναχωροῦντα ἐκ τῆς Λυκίας. | 095 |
οὕτως εἶπεν καυχώμενος· αὐτὸν δὲ τὸ ὀξὺ βέλος οὐκ ἀπέκτεινε, ἀλλ᾿ ἀνακάμψας ἔστη ἔμπροσθεν τῶν ἵππων καὶ τῶν ἁρμάτων, καὶ πρὸς Σθένελον τὸν υἱὸν τοῦ Καπανέως εἶπε· σπεῦσον, ὦ προσφιλέστατέ μοι υἱὲ τοῦ Καπανέως, κατάβηθι ἐκ τοῦ ἅρματος, ὅπως μοι ἐκ τοῦ ὤμου ἑλκύσῃς τὸ πικρὸν βέλος. | 106 |
οὕτω δὴ εἶπε· Σθένελος δὲ κατεπήδησεν εἰς γῆν ἐκ τῶν ἵππων· παραστὰς δὲ ἐξείλκυσε τοῦ ὤμου παντελῶς τὸ ὀξὺ βέλος· τὸ αἷμα δὲ ἀνεπήδα διὰ τοῦ ἁλυσιδωτοῦ χιτῶνος. τότε δὴ ὁ κατὰ τὴν μάχην ἀγαθὸς Διομήδης ηὔχετο λέγων· ἐπάκουσόν μου, ὦ θύγατερ ἀκαταπόνητε τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος, εἴποτέ μοι καὶ τῷ πατρὶ ἐβοήθησας, εὔνους αὐτῷ οὖσα ἐν τῷ ἀφανιστικῷ νῦν δὴ καὶ ἐμὲ φίλει ὦ Ἀθηνᾶ· δὸς δέ μοι φονεῦσαι τὸν ἄνδρα, καὶ εἰς ὁρμὴν δόρατος ἀφικέσθαι, ὅς με προφθάσας ἔτρωσε, καὶ ἐπικαυχᾶται· οὐ δὲ οἴεταί με ἐπὶ πολὺ ἔτι θεάσασθαι τὸ λαμπρὸν φῶς τοῦ ἡλίου. | 111 |
οὕτως εἶπεν εὐχόμενος. ἐπήκουσε δὲ αὐτοῦ πολεμικὴ Ἀθηνᾶ· ἐποίησε δὲ τὰ μέλη τοῦ σώματος ἐλαφρά, τοὺς πόδας καὶ τὰς χεῖρας ἄνωθεν. πλησίον δὲ στᾶσα λόγους ταχεῖς ἔλεγε πρὸς αὐτόν· ὦ Διόμηδες, εὔτολμος νῦν γενόμενος μάχου κατὰ τῶν Τρῴων, ἐν γὰρ τοῖς σοῖς στέρνοις ἐνέβαλον τὴν πατρικὴν προθυμίαν, τὴν ἄφοβον, οἵαν εἶχεν ὁ τὴν ἀσπίδα κινῶν ἱππικὸς Τυδεύς, τὸν ζόφον δέ σοι ἀφεῖλον ἐκ τῶν ὀφθαλμῶν, ὃς τὸ πρῶτον ἐπῆν, ὅπως καλῶς γινώσκῃς καὶ θεὸν καὶ ἄνθρωπον· δι᾿ ὃ νῦν, ἐὰν θεὸς ἀπόπειραν ποιούμενος δεῦρο ἀφίκηται, μηδαμῶς σύγε τοῖς ἀθανάτοις θεοῖς ἐξεναντίας μάχου τοῖς ἄλλοις· ἐὰν δὲ ἡ θυγάτηρ τοῦ Διὸς Ἀφροδίτη ἔλθῃ εἰς τὸν πόλεμον, ταύτην γε τρῶσον σιδήρῳ ὀξεῖ. | 121 |
αὕτη μὲν δὴ ἡ εὐόφθαλμος Ἀθηνᾶ οὕτως εἰποῦσα ἀπῆλθε· ὁ υἱὸς δὲ τοῦ Τυδέως ἐκ δευτέρου ἐλθὼν τοῖς πρωταγωνισταῖς συνεμίγη· καίπερ οὖν προθυμούμενος κατὰ ψυχὴν καὶ πρότερον πολεμεῖν τοῖς Τρῳσί· τότε δὴ αὐτὸν τριπλῆ τοσαύτη προθυμία κατέσχεν, ὥσπερ λέοντα, ὃν δὴ ποιμὴν ἐν ἀγρῷ ἐπὶ προβάτοις τοῖς τὰ ἔρια κειρομένοις πλήξας καταξύσῃ μὲν ὑπερπηδῶντα τῆς ἐπαύλεως, οὐκ ἀποκτείνῃ δέ, καὶ τούτου μὲν τὴν δύναμιν παρώξυνε, μετὰ ταῦτα δὲ οὐ βοηθεῖ, ἀλλ᾽ εἰσέρχεται εἰς τοὺς ἐνδοτέρω τόπους τῆς αὐλῆς, τὰ δὲ πρόβατα ἀφύλακτα ὄντα φεύγουσι, καὶ ταῦτα συνεχῆ καὶ ἀλλεπάλληλα ἐπικέχυνται ἀλλήλοις. ὁ δὲ λέων προθυμούμενος ἔξωθεν ἄλλεται καὶ πηδᾷ κατὰ τῆς ὑψηλῆς αὐλῆς· οὕτω προθυμούμενος ὁ ἰσχυρὸς Διομήδης συνεμίγη τοῖς Τρῳσί. | 133 |
τότε ἀπέκτεινεν Ἀστύνοον καὶ Ὑπείρονα τὸν βασιλέα τῶν λαῶν· τὸν μὲν ὑπεράνω τοῦ μαζοῦ πλήξας δόρατι σιδηρῷ, τὸν ἕτερον δὲ σπάθῃ μεγάλῃ κατὰ τὴν κλεῖν παρὰ τὸν ὦμον ἔπληξεν, ἀπέκοψε δὲ καὶ ἀπεχώρισε ἀπὸ τοῦ αὐχένος τὸ ἀπὸ τοῦ νώτου τὸν ὦμον. τούτους μὲν κατέλιπεν· αὐτὸς δὲ ἐπὶ τὸν Ἄβαντα καὶ τὸν Πολύειδον ὥρμησε, τοὺς υἱοὺς τοῦ Εὐρυδάμαντος τοῦ ὀνειροκρίτου γέροντος, οἷς ἐρχομένοις ἐπὶ τὸν πόλεμον οὐκ ἐξηγήσατο ὀνείρους ὁ γέρων· ἀλλ᾿ αὐτοὺς ἀπέκτεινεν ὁ ἰσχυρὸς Διομήδης· ἐπορεύθη δὲ πρὸς τε τὸν Ξάνθον καὶ τὸν Θόωνα τοὺς υἱοὺς τοῦ Φαίνοπος, ἀμφοτέρους ἐν γήρᾳ τῷ πατρὶ μόνους γεγεννημένους· αὐτὸς δὲ κατεπονεῖτο γήρᾳ χαλεπῷ, υἱὸν δὲ ἄλλον οὐκ ἐγέννησε καταλιπεῖν ἐπὶ τοῖς ἑαυτοῦ κτήμασι· τότε οὗτος αὐτοὺς ἀπέκτεινε· τὴν προσφιλῆ δὲ ψυχὴν ἀφείλετο ἀμφοτέρων· τῷ πατρὶ δὲ θρῆνον καὶ λύπας χαλεπὰς κατέλιπεν· ἐπειδὴ οὐχ ὑποστρέψαντας ἐκ τῆς μάχης ζῶντας ἐδέξατο· ἀλλότριοι δὲ κληρονόμοι τὴν κτῆσιν διεμερίσαντο. | 144 |
τότε δύο υἱοὺς τοῦ Πριάμου τοῦ ἀπὸ Δαρδάνου καταγομένου κατέλαβεν ὄντας ἑνὶ ἅρματι, τὸν Ἐχέμονα καὶ τὸν Χρόμιον· ὥσπερ δὲ λέων ἐν βουσὶν ὁρμήσας συντρίβει αὐχένα δαμάλεως, καὶ βοός, βοσκομένων κατὰ τόπον σύνδενδρον· οὕτω τούτους ἀμφοτέρους ἐξέβαλε κακῶς ἀπὸ τῶν ἵππων ἄκοντας ὁ υἱὸς τοῦ Τυδέως· μετὰ ταῦτα δὲ τὰ ὅπλα ἐσκύλευε· τοὺς ἵππους δὲ ἐδίδου τοῖς ἑαυτοῦ φίλοις ἄγειν ἐπὶ τὰς ναῦς· | 159 |
τοῦτον δὲ ἐθεάσατο Αἰνείας κινοῦντα τὰς τάξεις τῶν ἀνδρῶν· ὥρμησε δὲ πορεύεσθαι ἀνὰ τὴν μάχην καὶ τὴν συστροφὴν τῶν δοράτων, ζητῶν Πάνδαρον τὸν ἰσόθεον, ἐάν που εὕρῃ. εὗρε δὲ τὸν υἱὸν τοῦ Λυκάονος τὸν ἰσχυρόν τε καὶ ἄψογον· ἔστη δὲ ἔμπροσθεν αὐτοῦ, καὶ λόγον ἐνώπιον εἶπε πρὸς αὐτόν· ὦ Πάνδαρε, ποῦ σοι τὸ τόξον καὶ τὰ ἐπτερωμένα βέλη, καὶ ἡ φήμη, ᾗ οὐδείς σοι ἀνὴρ ἁμιλλᾶται ἐνταῦθα, οὐδέ τις ἐν τῇ Λυκίᾳ καυχᾶται εἶναι κρείσσων σοῦ; ἀλλ᾽ ἄγε πέμψον κατὰ τοῦδε τ᾿ ἀνδρὸς βέλος, τῷ Διῒ ἀνατείνας τὰς χεῖρας, ὅστις αὐτὸς νικᾷ, καὶ δὴ πολλὰ δεινὰ πεποίηκε τοὺς Τρῷας, ἐπειδὴ πολλῶν καὶ ἀγαθῶν γόνατα διέλυσεν· εἰ μή τις ἐστὶ θεὸς ὀργισθεὶς τοῖς Τρῳσὶν μνησικακήσας ἕνεκα θυσιῶν, χαλεπὴ δὲ ἐπὶ θεοῦ ἐστιν ἡ μνησικακία. | 166 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος. ὦ Αἰνεία βουλευτὰ τῶν σιδηροθωράκων Τρῴων, ἔγωγε κατὰ πάντα παρεικάζω αὐτὸν τῷ συνετῷ υἱῷ τοῦ Τυδέως, ἐκ τῆς ἀσπίδος γινώσκων αὐτόν, καὶ τῆς περικεφαλαίας τῆς αὐλίσκον ἐχούσης, καθ᾿ οὗ πήγνυται ὁ λόφος, καὶ φαλοὺς καὶ ἐπαναστάσεις ἐχούσης τρεῖς, καὶ εἰς τοὺς ἵππους ὁρῶν· φανερῶς δὲ οὐ γινώσκω ἂν ᾖ θεός· εἰ δ᾽ ἔστιν οὗτος ὁ ἀνὴρ ὃν λέγω, ὁ συνετὸς υἱὸς τοῦ Τυδέως, οὐχ οὗτος χωρίς θεοῦ ἐνθουσιωδῶς ταῦτα ποιεῖ· ἀλλά τις πλησίον ἵσταται ἀπό τῶν ἀθανάτων θεῶν νεφέλῃ ἐπικεκρυμμένος κατά τοὺς ὤμους, ὅστις ἀπ᾿ αὐτοῦ ἔτρεψεν ἄλλοσε τὸ ὀξὺ βέλος καταλαμβάνον αὐτόν· ἤδη γὰρ κατ᾿ αὐτοῦ ἀφῆκα βέλος, καὶ ἔτρωσα αὐτὸν κατὰ τὸν ὦμον τὸν δεξιὸν ἀπαντικρὺ διὰ τοῦ κοιλώματος τοῦ θώρακος· καὶ ἔγωγε ὑπέλαβον πέμψειν αὐτὸν τῷ Ἅιδῃ, ὅμως δὲ οὐκ ἀπέκτεινα· θεός τίς πού ἐστιν ὀργίλως πρὸς ἡμᾶς ἔχων· οἱ ἵπποι δὲ οὐ πάρεισι, καὶ τὰ ὀχήματα, ὧν ἂν ἐπιβαίην· ἀλλά που ἐν τοῖς οἴκοις τοῦ Λυκάονος ἕνδεκα ἅρματα περικαλλῆ πρώτως πεπηγμένα, νεωστὶ κατεσκευασμένα, περὶ αὐτὰ δὲ πέπλοι ἐξήπλωνται, παρ' ἑκάστῳ δὲ αὐτῶν δύο ἐζευγμένοι ἵπποι ἑστήκασι κριθὴν λευκὴν ἐσθίοντες, καὶ ὀλύρας. ὄντως μὲν οὖν μοι πάνυ πολλὰ Λυκάων ὁ γέρων καὶ πολεμικὸς ἐρχομένῳ ἐνθάδε ἐνετέλλετο ἐν τοῖς οἴκοις τοῖς κατεσκευασμένοις· ἐκέλευέ με τῶν ἵππων καὶ τῶν ἁρμάτων ἐπιβαίνοντα προηγεῖσθαι τοῖς Τρῳσὶ κατὰ τὴν ἰσχυρὰν μάχην· ἀλλ᾽ ἐγὼ οὐχ ὑπήκουον, ὄντως κατὰ πολὺ ἐπικερδέστερον καὶ βέλτιστον ἦν ἄν, τοὺς ἵππους ἐλεῶν, μήπως ἐνδεεῖς γένοιντό μοι τροφῆς, τῶν ἀνδρῶν συγκλειομένων, εἰθισμένοι ἐσθίειν εἰς κόρον· ταύτῃ κατέλιπον· πεζὸς δὲ εἰς τὴν Ἴλιον παραγέγονα, τῷ τόξῳ πεποιθώς· τοῦτο δ᾽ ἄρα οὐκ ἔμελλεν ὠφελήσειν με· ἤδη γὰρ κατὰ δυοῖν ἀριστέων ἐτόξευσα, τοῦ υἱοῦ τοῦ Τυδέως, καὶ τοῦ υἱοῦ τοῦ Ἀτρέως, ἐξ ἀμφοτέρων δὲ φανερῶς αἷμα ἐκίνησα τρώσας, παρώξυνα δὲ μᾶλλον· δι᾿ ὃ δὴ μοίρα κακὴ ἀπὸ τοῦ πασσάλου τὸ ἐπικαμπὲς τόξον τῇ ἡμέρᾳ ἐκείνῃ ἔλαβον, ὅτε εἰς τὴν ἐπέραστον Ἴλιον ἠρχόμην τοῖς Τρωσί, χαριζόμενος τῷ Ἕκτορι τῷ ἐνδόξῳ ἐὰν δὲ ὑποστρέψω καὶ θεάσωμαι τοῖς ὀφθαλμοῖς τὴν ἐμὴν πατρίδα, καὶ τὴν γυναῖκα, καὶ τὸ ὑψηλὸν ὄροφον ἔχον οἴκημα, εὐθέως μετὰ ταῦτα ἀλλόφυλος ἀνὴρ ἀποκόψειε τὴν ἐμὴν κεφαλήν, εἰ μὴ ἐγὼ βάλοιμι ταῦτα τὰ τόξα ἐν τῷ λαμπρῷ πυρί, συντρίψας ταῖς χερσί· μάταια γάρ μοι ἀκολουθεῖ. | 179 |
πρὸς τοῦτον δὲ Αἰνείας ὁ τῶν Τρῴων ἀρχηγὸς ἐναντίον ἔλεγε· μὴ οὕτω λέγε· πρότερον οὐκ ἔσται ἄλλως, πρὶν ἡμᾶς κατὰ τούτου τοῦ ἀνδρὸς σὺν ἵπποις καὶ ἅρμασιν κατὰ βιαίων ἐναντίωσιν ἐλθόντας μεθ᾽ ὅπλων πεῖραν λαβεῖν. ἀλλ᾽ ἄγε ἐπίβηθι τῶν ἐμῶν ἁρμάτων, ὅπως ἴδῃς ὁποῖοί εἰσιν οἱ Τρῳικοὶ ἵπποι, εἰδότες διὰ τοῦ πεδίου λίαν ταχέως τῇδε κἀκεῖσε διώκειν καὶ φεύγειν· οὗτοι καὶ ἡμᾶς εἰς τὴν πόλιν σώσουσιν, ἐὰν αὖθις ὁ Ζεὺς τῷ υἱῷ τοῦ Τυδέως τῷ Διομήδει δόξαν παράσχηται· ἀλλ᾿ ἄγε, νῦν τὴν μάστιγα, καὶ τὰς λαμπρὰς καὶ ποικίλας ἡνίας λάβε, ἐγὼ δὲ ἀποβήσομαι τῶν ἵππων ὅπως πολεμήσω· ἢ σὺ αὐτὸν δέχου, ἐμοὶ δὲ διὰ φροντίδος ἔσονται οἱ ἵπποι. | 217 |
πρὸς τοῦτον δὲ εἶπεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος· ὦ Αἰνεία, σὺ μὲν αὐτὸς κάτεχε τὰς ἡνίας καὶ τοὺς σοὺς ἵππους· μᾶλλον ὑπὸ τῷ εἰωθότι ἡνιόχῳ τὸ ἐπικαμπὲς ὄχημα κομίσουσιν, ἐάν αὖθις φεύγωμεν τὸν υἱὸν τοῦ Τυδέως· μὴ οὗτοι μὲν φοβηθέντες ματαιώσωσιν, οὐδέ θελήσωσιν ἐκφέρειν τοῦ πολέμου, τὴν σὴν ἐπιποθοῦντες φωνήν· ὁ υἱὸς δὲ τοῦ μεγαλοψύχου Τυδέως ἐφορμήσας ἡμᾶς τε αὐτοὺς ἀνέλῃ, καὶ τοὺς μονώνυχας ἵππους λάβῃ· ἀλλὰ σὺ αὐτὸς ἴθυνε τό τε σὸν ὄχημα, καὶ τοὺς σοὺς ἵππους· τοῦτον δὲ ἐπερχόμενον ἐγὼ δέξομαι δόρατι ὀξεῖ. | 229 |
οὕτως εἰπόντες εἰς τὰ πεποικιλμένα ἅρματα ἀναβάντες ἤλαυνον τοὺς ταχεῖς ἵππους, ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως προθυμούμενοι· τούτους δὲ ἐθεάσατο Σθένελος ὁ λαμπρὸς υἱὸς τοῦ Καπανέως· εὐθέως δὲ πρὸς τὸν υἱὸν τοῦ Τυδέως λόγους ταχεῖς ἔλεγεν· ὦ Διόμηδες υἱὲ τοῦ Τυδέως, τῇ ἐμῇ πεφιλημένε ψυχῇ, ἄνδρας ὁρῶ ἰσχυροὺς προθυμουμένους πρὸς σὲ πολεμεῖν, δύναμιν ἄπειρον ἔχοντας· ὁ μὲν ἔμπειρος τῆς τοξικῆς Πάνδαρος, υἱὸς δὲ τοῦ Λυκάονος καυχᾶται εἶναι· Αἰνείας δὲ υἱὸς ἐκ τοῦ μεγαλοψύχου Ἀγχίσου καυχᾶται γεννηθῆναι, μήτηρ δὲ αὐτῷ ἐστιν Ἀφροδίτη· ἀλλ᾽ ἄγε δὴ ἀναχωρήσωμεν εἰς τοὺς ἵππους, μηδ᾽ οὕτω μοι μανικῶς ὅρμα διὰ τῶν πρωταγωνιστῶν, μήπως ἀπολέσῃς τὴν ἀγαπητήν σου ψυχήν. | 239 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος ὁ ἰσχυρὸς Διομήδης εἶπε· μηδαμῶς μοι λέγε φυγήν· ἐπεὶ οὐδὲ οἴομαί σε πείσειν· οὐ γάρ μοι ἀνδρεῖον τὸ μάχεσθαι φεύγοντι, οὐδὲ τὸ δειλιᾷν καὶ πτοεῖσθαι· ἔτι μοι ἰσχὺς βεβαία καὶ κραταιά ἐστιν· ὀκνῶ δὲ ἐπιβῆναι τῶν ἵππων· ἀλλὰ κἀγὼ πορεύσομαι ἐναντίον αὐτῶν· οὐκ ἐᾷ με δειλιᾷν ἡ πολεμικὴ Ἀθηνᾶ· τούτους δὲ οὐκ αὖθις ὀπίσω ἀποκομίσουσιν οἱ ταχεῖς ἵπποι ἀμφοτέρους ἀφ' ἡμῶν, κἂν ὁ ἕτερος ἀποφύγῃ· ἄλλο δέ σοι λέξω, σὺ δὲ βάλε αὐτὸ ἐν τῷ σῷ λογισμῷ· ἐάν μοι ἡ πολύτροπος Ἀθηνᾶ δόξαν παράσχῃ ἀνελεῖν ἀμφοτέρους, σὺ τοὺς ταχεῖς ἵππους αὐτόθι κάτεχε ἐκ τῆς περιφερείας τὰς ἡνίας τανύσας· ἐφόρμησον δὲ μεμνημένος τῶν Αἰνείου ἵππων, ἔκβαλε δὲ ἀπὸ τῶν Τρῴων ἐπὶ τοὺς εὐόπλους Ἕλληνας· ταύτης γάρ εἰσι τῆς γενεᾶς, ἧς ὁ μεγαλόφωνος Ζεὺς τῷ Τρωὶ ἔδωκε, ἀντέκτισιν τοῦ υἱοῦ τοῦ Γανυμήδους· δι᾿ ὃ καὶ βέλτιστοι ἵππων, ὅσοι ὑπάρχουσιν ὑπὸ τὴν ἡμέραν, καὶ τὸν ἥλιον· ἐκ ταύτης τῆς γενεᾶς ἔκλεψεν Ἀγχίσης ὁ βασιλεὺς τῶν ἀνδρῶν, κρύφα τοῦ Λαομέδοντος ὑποβαλὼν τὰς θήλειας ἵππους ἐκ τούτων αὐτῷ ἐγένοντο ἓξ ἐν τοῖς οἴκοις γενεά· καὶ τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀνέτρεφεν ἐπὶ τῇ φάτνῃ, τοὺς δὲ δύο ἔδωκε τῷ Αἰνείᾳ ἐπιστήμονας τῆς φυγῆς· ἐὰν τούτους λάβωμεν, ἀπενεγκαίμεθα ἂν φήμην ἀγαθήν. | 251 |
οὕτως οὗτοι μὲν πρὸς ἀλλήλους τοιαῦτα ἔλεγον· οὗτοι δὲ ταχέως πλησίον ἀφίκοντο, ἐλαύνοντες τοὺς ταχεῖς ἵππους. πρὸς τοῦτον πρότερον εἶπεν ὁ λαμπρὸς ὑιὸς τοῦ Λυκάονος· ὦ μεγαλόψυχε, συνετέ, υἱὲ τοῦ λαμπροῦ Τυδέως, ὄντως οὐ πάνω σε τὸ ταχὺ βέλος ἐδάμασεν, ὁ πικρὸς ἰός· νῦν δὴ τῷ δόρατι πειράσομαι ἐὰν ἐπιτύχω. | 274 |
εἶπε δή, καὶ ἀνακινήσας καὶ σείσας προέπεμψε τὸ μακρὸν δόρυ, καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τοῦ υἱοῦ τοῦ Τυδέως· δι᾽ αὐτῆς δὲ εἰς τὸ πρόσω ἡ σιδηρὰ ἐπιδορατὶς πετομένη προσήγγισε τῷ θώρακι· ἐπὶ τούτῳ δὲ μεγάλως ἐβόησεν ὁ λαμπρὸς υἱὸς τοῦ Λυκάονος· τέτρωσαι παντελῶς κατὰ τὸν λαγόνα· οὐδέ σε οἴομαι ἐπὶ πολὺ ἔτι ὑπομεῖναι· ἐμοὶ δὲ μέγα καύχημα ἔδωκας. | 280 |
πρὸς τοῦτον δὲ μηδὲν φοβηθεὶς εἶπεν ὁ ἰσχυρὸς Διομήδης· ἥμαρτες, οὐδὲ ἐπέτυχες· οὐ μὴν δὲ ὑμᾶς οἴομαι πρότερον παύσασθαι τοῦ πολέμου, πρὶν ἢ πεσόντα τὸν ἕτερον ἐμπλῆσαι καὶ κορέσαι αἵματος τὸν σίδηρον τὸν καρτερὸν μαχητήν. | 286 |
οὕτως εἰπὼν προέπεμψε, κατ᾽ εὐθὺ δὲ ἤγαγε τὸ βέλος ἡ Ἀθηνᾶ κατὰ τὴν ῥῖνα παρὰ τὸν ὀφθαλμόν· διεπέρασε δὲ τοὺς λευκοὺς ὀδόντας· τούτου δὲ τὴν μὲν ἐσχάτην γλῶσσαν ἀπέτεμεν ὁ ἀκαταπόνητος σίδηρος, ἡ ἐπιδορατὶς δὲ ἐξώρμησε παρὰ τὸ ἔσχατον μέρος τοῦ ὑπογενείου τόπου, κατέπεσε δὲ ἐκ τοῦ ἅρματος, ἤχεσαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ τὰ ποικίλα καὶ πάνυ λαμπρά· ὅθεν φοβηθέντες οἱ ταχεῖς ἵπποι ἔφυγον· αὐτοῦ δὲ ἡ ψυχὴ καὶ ἰσχὺς διελύθη· | 290 |
Αἰνείας δὲ ἐφώρμησε σὺν ἀσπίδι καὶ δόρατι μακρῷ φοβηθεὶς μήποτε αὐτοῦ ἀφελκύσειαν τὸν νεκρὸν οἱ Ἕλληνες. περιέβαινε δ᾽ οὖν αὐτῷ ὥσπερ λέων θαρρῶν τῇ ἑαυτοῦ ἀλκῇ· ἔμπροσθεν δὲ αὐτοῦ κατέσχε τὸ δόρυ, καὶ τὴν κυκλοτερῆ ἀσπίδα, τοῦτον ἀποκτεῖναι προθυμούμενος, ὅστις ἂν ἐναντίον αὐτοῦ ἔλθοι καταπληκτικῶς βοῶν· ὁ υἱὸς δὲ τοῦ Τυδέως ἔλαβε τῇ χειρὶ λίθον χειροπληθῆ μέγα ἄχθος, ὅπερ οὐκ ἂν βαστάζοιεν δύο ἄνδρες, οἷοι νῦν ἄνθρωποί εἰσιν, οὗτος δὲ καὶ μόνος ῥαδίως αὐτὸ ἐκίνει· διὰ τούτου ἔπληξε κατὰ τὸν γλουτὸν τοῦ Αἰνείου, ὅπου ὁ μηρὸς τῷ γλουτῷ ἐγκείμενος περιστρέφεται, κοτύλην δὲ αὐτὸν καλοῦσι· συνέτριψε δὲ αὐτοῦ τὴν κοτύλην· πρὸς δὲ καὶ ἀμφότερα τὰ μεγάλα νεῦρα διέκοψε, ἀπώθησε δὲ τὸ δέρμα ὁ τραχὺς λίθος· ὁ δὲ ἥρως πεσὼν ἔστη ἐπὶ γόνυ, καὶ ἐναπερείσατο παχείᾳ χειρὶ κατὰ γῆς· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ νὺξ σκοτεινὴ περιεκάλυψεν· | 297 |
καὶ δὴ τοτὲ ἀπώλετ᾽ ἂν Αἰνείας ὁ βασιλεὺς τῶν ἀνδρῶν, εἴγε μὴ ὀξέως ἐθεάσατο Ἀφροδίτη ἡ θυγάτηρ τοῦ Διός, ἡ μήτηρ αὐτοῦ, ἥτις ἔτεκεν αὐτὸν εὐνηθεῖσα τῷ Ἀγχίση βοῦς νέμοντι· ἔχεε δὲ τοὺς λευκοὺς αὐτῆς πήχεις περὶ τὸν ἑαυτῆς ἀγαπητὸν υἱόν· ἔμπροσθεν δὲ περιέβαλεν αὐτὸν τὸ περίπλωμα τοῦ λαμπροῦ πέπλου, περίφραγμα εἶναι τῶν βελῶν, μή τις ἀπὸ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων βαλὼν σίδηρον εἰς τὸ στῆθος, ἀφέληται τὴν ψυχήν· | 311 |
αὐτὴ μὲν οὖν τὸν ἀγαπητὸν υἱὸν ὑπεξήγαγεν ἀπὸ τοῦ πολέμου· ὁ υἱὸς δὲ τοῦ Καπανέως οὐκ ἐπελάθετο τῶν ὑποθηκῶν καὶ ἐντολῶν τούτων, ἃς ἐπέταττεν ὁ ἀγαθὸς τὰ πολεμικὰ Διομήδης· ἀλλ᾿ οὗτος τοὺς μὲν ἰδίους μονώνυχας ἵππους κατεῖχε ἐκτὸς ἀπὸ τῆς ταραχῆς τοῦ πολέμου, ἐκ τῆς περιφερείας τὰς ἡνίας τανύσας· ἐφορμήσας δέ, τοὺς καλὰς τρίχας ἔχοντας ἵππους τοῦ Αἰνείου ἐξέβαλεν ἀπὸ τῶν Τρῴων ἐπὶ τοὺς εὐόπλους Ἕλληνας· ἔδωκε δὲ Δηϊπύλῳ τῷ ἀγαπητῷ φίλῳ, ὃν ὑπὲρ πάντας ἐτίμα τοὺς ὁμήλικας, διὰ τὸ κατὰ τὸν ἑαυτοῦ λογισμὸν τέλεια εἰδέναι, ἐπὶ τὰς βαθείας ναῦς ἀπελαύνειν· ὁ ἥρως δὲ τῶν ἑαυτοῦ ἵππων ἐπιβὰς ἔλαβε τὰς λαμπρὰς ἡνίας· αὐτίκα δὲ ἐπὶ τὸν υἱὸν τοῦ Τυδέως ἤλαυνε τοὺς ἰσχυροὺς ὄνυχας ἔχοντας ἵππους προθυμούμενος· οὗτος δὲ τὴν Ἀφροδίτην ἐδίωκε σιδήρῳ ἀνηλεεῖ, εἰδὼς ὅτι ἀσθενὴς ὑπάρχει θεός, οὐδ᾽ ἔστιν ἀπὸ τῶν θεῶν τούτων, αἳ τὸν πόλεμον τῶν ἀνδρῶν διέπουσιν, οὔτε ἡ Ἀθηνᾶ, οὔτε ἡ τὰς πόλεις πορθοῦσα Ἐνυώ. ἀλλ᾽ ὁπηνίκα δὴ κατέλαβε κατὰ τὸν μέγαν στρατὸν διώκων, τότε ἐφορμήσας ὁ τοῦ μεγαλοψύχου Τυδέως υἱός, τὸ ἄκρον τῆς ἀσθενοῦς χειρὸς ἔτρωσεν ἐπιπηδήσας δόρατι ὀξεῖ· εὐθέως δὲ τὸ δόρυ τὴν ἐπιφάνειαν τοῦ σώματος ἔτρωσε, διὰ τοῦ θείου ἱματίου, ὅπερ αὐτῇ κατεσκεύασαν αἱ Χάριτες αὐταί, ὑπὲρ τὸ ἔσχατον κοῖλον τῆς χειρός· ἔρρει δὲ τὸ θεῖον αἷμα τῆς θεοῦ, ἰχώρ, οἷος δὴ ῥεῖ τοῖς μακαρίοις θεοῖς· οὐ γὰρ ἐσθίουσιν ἄρτον, οὐδὲ πίνουσιν οἶνον θερμόν· τούτου χάριν ἄνευ αἵματός εἰσι, καὶ ἀθάνατοι καλοῦνται. ἡ δὲ Ἀφροδίτη μεγάλως ὀλολύζουσα κατέβαλεν ἀφ' ἑαυτῆς τὸν υἱόν· καὶ τοῦτον μὲν ἐν χερσὶν ἔσωσεν Ἀπόλλων ὁ Φοῖβος διὰ νεφέλης σκοτεινῆς, μή τις ἀπὸ τῶν ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων σίδηρον βαλὼν εἰς τὸ στῆθος, ἀφέληται τὴν ψυχήν. ἐπ᾿ αὐτῇ δὲ μεγάλως ἐβόησεν ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· ὦ θύγατερ τοῦ Διός, ὑποχώρει τῆς μάχης καὶ τοῦ πολέμου ἢ οὐχ ἱκανόν σοι, ὅτι γυναῖκας ἀσθενεῖς ἐξαπατᾷς; εἰ δὲ σὺ εἰς τὸν πόλεμον ἀναστραφήσῃ, ὄντως σε οἴομαι φοβηθήσεσθαι τὸν πόλεμον, καὶ ἐὰν ἄλλοθι εἶναι ἀκούσῃς. | 318 |
οὕτως εἶπεν· αὕτη δὲ ἀδημονοῦσα ἀπῆλθε, δεινῶς δὲ κατεπονεῖτο· καὶ ταύτην μὲν δὴ λαβοῦσα ἡ ταχεῖα Ἶρις ἐξήγαγε τοῦ στρατοῦ βαρυνομένην ὀδύναις· ἐμελαίνετο δὲ τὴν περικαλλῆ ἐπιφάνειαν τοῦ σώματος· εὗρε μετὰ ταῦτα ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς μάχης τὸν ὁρμητικὸν Ἄρεα καθήμενον· ἐν ἀέρι δὲ καὶ ἀορασίᾳ παρεκέκλιτο τὸ δόρυ καὶ οἱ ταχεῖς αὐτοῦ ἵπποι· αὐτὴ δὲ ἐπὶ γόνατα πεσοῦσα τοῦ ἀγαπητοῦ ἀδελφοῦ πολλὰ δεομένη, τοὺς χρυσοχαλίνους ἵππους ἐζήτει λέγουσα· ὦ ἀγαπητὲ ἀδελφέ, ἐπιμελήθητί μου, καὶ δός μοι τοὺς ἵππους, ὅπως ἀφίκωμαι εἰς τὸν οὐρανόν, ὅπου τὸ ἔδαφος τῶν ἀθανάτων θεῶν ὑπάρχει· πάνυ πιέζομαι ὑπὸ τοῦ τραύματος, ὅ με ἔτρωσεν ἀνὴρ θνητὸς ὁ υἱὸς τοῦ Τυδέως, ὃς νῦν καὶ τῷ Διὶ τῷ πατρὶ πολεμοίη ἄν. οὕτως εἶπεν. Ἄρης δὲ ἔδωκεν αὐτῇ τοὺς χρυσοχαλίνους ἵππους· ἡ δὲ ἀνέβαινεν εἰς τὸν δίφρον τεθλιμμένη τὴν προσφιλῆ ψυχήν· παρ᾽ αὐτῇ δὲ καὶ ἡ Ἶρις ἀνέβη, καὶ ἔλαβε ταῖς χερσὶ τὰς ἡνίας· ἐμάστιξε δὲ ἐλαύνειν, οἱ δὲ οὐκ ἄκοντες ἐπέτοντο. ταχέως δὲ μετὰ ταῦτα ἀφίκοντο εἰς τὸ ἔδαφος τῶν θεῶν τὸν ὑψηλὸν οὐρανόν· ἐκεῖ τοὺς ἵππους ἔστησεν ἡ ὠκύπους ταχεῖα Ἶρις, λύσασα ἐκ τοῦ δίφρου· παρέβαλε δὲ αὐτοῖς θείαν ἐδωδήν. ἡ δὲ ἔνδοξος Ἀφροδίτη ἔπιπτεν ἐν τοῖς γόνασι Διώνης τῆς ἑαυτῆς μητρός· αὐτὴ δὲ εἰς τὰς ἀγκάλας ἐλάμβανε τὴν ἑαυτῆς θυγατέρα, καὶ τῇ χειρὶ κατέψησεν αὐτήν, καὶ λόγον εἶπεν, καὶ ἐξ ὀνόματος ἐκάλει· ὦ τέκνον ἀγαπητόν, τίς δή σε τοιαῦτα εἰργάσατο ἀπὸ τῶν οὐρανίων θεῶν ματαίως, ὥσπερ κακόν τι ποιοῦσαν ἀνέδην τε καὶ ἐν ὄψει; | 352 |
ταύτῃ δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο ἡ φιλογέλως Ἀφροδίτη· ἔτρωσέ με ὁ υἱὸς τοῦ Τυδέως ὁ ἰσχυρότατος Διομήδης, διότι ἐγὼ τὸν ἀγαπητὸν υἱὸν ὑπεξῆγον ἀπὸ τοῦ πολέμου, τὸν Αἰνείαν, ὃς φίλτατος πάντων ἐμοὶ ὑπάρχει· οὐκέτι γάρ ἐστι μάχη χαλεπὴ Τρῴων καὶ Ἑλλήνων, ἀλλ᾽ ἤδη οἱ Ἕλληνες καὶ τοῖς ἀθανάτοις θεοῖς πολεμοῦσιν. | 375 |
ταύτῃ δὲ μετὰ ταῦτ᾽ ἀπεκρίνατο Διώνη ἡ ἐνδοξοτάτη τῶν θεῶν· ὑπόμεινον, ὦ τέκνον ἐμόν, καὶ καρτέρησον καίπερ λυπουμένη· πολλοὶ γὰρ κατοικοῦντες τὰ οὐράνια οἰκήματα ὑπεμείναμεν ἐξ ἀνδρῶν δεινὰς συμφορὰς κατ' ἀλλήλων ποιοῦντες· ὑπέμεινε μὲν ὁ Ἄρης, ὅτε αὐτὸν ὁ Ὦτος, καὶ ὁ ἰσχυρὸς Ἐφιάλτης οἱ υἱοὶ τοῦ Ἀλωέως ἐδέσμευσαν ἐν δεσμῷ ἰσχυρῷ· ἐν χαλκῷ δὲ πίθῳ ἦν δεδεμένος ἐπὶ μῆνας τρισκαίδεκα· καὶ δὴ τότ᾽ ἂν ἀπώλετο Ἄρης ὁ ἀκόρεστος τοῦ πολέμου, εἰ μὴ ἡ μητρυιά, ἡ ὡραία Ἠερίβοια ἐδήλωσε τῷ Ἑρμῇ· οὗτος δὲ ἔκλεψε τὸν Ἄρην καταπονούμενον ἤδη· δεινὸς δὲ αὐτὸν δεσμὸς ἐδάμαζε. ὑπέμεινε δὲ ἡ Ἥρα, ὅτε αὐτὴν ὁ ἰσχυρὸς παῖς τοῦ Ἀμφιτρύωνος κατὰ τὸν δεξιὸν μαζὸν βέλει τριγώνῳ ἔτρωσε· καίτοι τότε ἀνίατος ὀδύνη κατέσχεν αὐτήν. ὑπέμεινε δὲ ὁ Ἅιδης πρὸς τούτοις ὁ μέγας τὸ ταχὺ βέλος, ὁπηνίκα αὐτὸν ὁ αὐτὸς ἀνὴρ ὁ υἱὸς τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος κατὰ τὴν Πύλον ἐν τοῖς νεκροῖς τρώσας, ὀδύνας αὐτῷ ἔδωκε. οὗτος δὲ ἐπορεύθη εἰς τὸ οἴκημα τοῦ Διός, τὸν μέγαν οὐρανόν, λυπούμενος κατὰ ψυχὴν ὀδύναις πεπερονημένος· τὸ βέλος δὲ ἐνεπάγη ἐν τῷ ἰσχυρῷ ὤμῳ, ἐλύπει δὲ τὴν ψυχήν· ἐπ 'αὐτῷ δὲ Παιήων φάρμακα ἀφανίζοντα τὰς ὀδύνας τιθεὶς ἐθεράπευσεν· οὐδαμῶς γὰρ θνητὸς ἦν, ὁ ἄδικος καὶ μεγαλοπράγμων, ὃς οὐκ ἐπιστρέφεται πράττων τὰ ἄδικα, ὃς τόξῳ ἐλύπει τοὺς θεούς, οἳ τὸν οὐρανὸν κατοικοῦσι, ἐπὶ σοὶ δὲ τοῦτον ἐφῆκεν ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ· ὁ ἀνόητος, οὐδὲ τοῦτο ἐπίσταται εἰς τὴν ἑαυτοῦ διάνοιαν ὁ υἱὸς τοῦ Τυδέως, ὅτι οὐ πάνυ πολυχρόνιός ἐστιν, ὃς ἂν τοῖς ἀθανάτοις θεοῖς πολεμῇ· οὐδὲ τὰ τέκνα πρὸς τοῖς γόνασιν αὐτοῦ ἑστῶτα πάππα λέγουσιν αὐτόν, ἀφικόμενον ἐκ τοῦ πολέμου καὶ τῆς χαλεπῆς μάχης· διὰ τοῦτο νῦν καὶ ὁ υἱὸς τοῦ Τυδέως εἰ καὶ λίαν ἰσχυρός ἐστιν, λογιζέσθω, μή τις αὐτῷ πολεμῇ βελτίων σοῦ· μήπως ἐπὶ πολὺ ἡ συνετὴ Αἰγιάλεια ἡ τοῦ Ἀδράστου θυγάτηρ ὀλολύζουσα ἐκ τοῦ ὕπνου ἐγείρῃ τοὺς ἀγαπητοὺς οἰκείους, ποθοῦσα τὸν ἐκ παρθενίας αὐτῆς ἄνδρα τὸν βέλτιστον τῶν Ἑλλήνων, ἡ ἀγαθὴ σύζυγος τοῦ ἱππικοῦ Διομήδους. | 381 |
εἶπε δή, καὶ ἀμφοτέραις ταῖς χερσὶν ἀπέψα ἀπὸ τῆς χειρὸς τὸν ἰχῶρα· ὑγιάζετο δὲ ἡ χείρ, αἱ βαρεῖαι δὲ ὀδύναι κατεπραΰνοντο. ἡ δε Ἀθηνᾶ καὶ ἡ Ἥρα ἀποβλέπουσαι χλευαστικοῖς λόγοις παρώξυνον τὸν Δία τὸν υἱὸν τοῦ Κρόνου. τούτοις τῶν λόγων ἡγεῖτο ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ λέγουσα· ὦ Ζεῦ πάτερ, ἆρα τί μοι ὀργισθήσῃ δι᾿ ὅπερ ἂν εἴπω; ὄντως δή τινα ἀπὸ τῶν Ἑλληνίδων γυναικῶν ἀναπείθουσα ἡ Ἀφροδίτη ἀκολουθεῖν ἅμα τοῖς Τρῳσίν, οὓς νῦν ἐξόχως ἠγάπησεν· ἀπὸ τούτων δὴ τῶν ἐυειματουσῶν Ἑλληνίδων τινὰ καταψῶσα, παρὰ τὴν χρυσῆν βελόνην ὑπέξεσε τὴν ἀσθενῆ αὐτῆς χεῖρα. | 416 |
οὕτως εἶπεν. ἐμειδίασε δὲ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν· καὶ δὴ καλέσας εἶπε πρὸς τὴν χρυσῆν Ἀφροδίτην· ὦ τέκνον ἐμόν, οὐ σοὶ ἐδόθησαν τὰ πολεμικὰ ἔργα· ἀλλὰ σὺ μὲν μετέρχου τὰ ἐπέραστα ἔργα τοῦ γάμου· ταῦτα δὲ πάντα διὰ φροντίδος ἔσονται Ἄρει τῷ ταχεῖ, καὶ τῇ Ἀθηνᾷ. | 426 |
οὕτως οὗτοι μὲν τοιαῦτα πρὸς ἀλλήλους ἔλεγον. Διομήδης δὲ ὁ κατὰ πόλεμον ἀγαθὸς ὥρμησε κατ' Αἰνείου, εἰδὼς ὅτι αὐτὸς ὁ Ἀπόλλων ὑπερεῖχεν αὐτῷ τὰς χεῖρας (ἐβοήθει)· ἀλλ᾽ οὗτος οὐδὲ τὸν μέγαν θεὸν εὐλαβεῖτο, ἐφίετο δὲ ἀεὶ ἀνελεῖν τὸν Αἰνείαν, καὶ ἀποδῦσαι τὰ τίμια ὅπλα. τρὶς μὲν οὖν μετὰ ταῦτα ἐφώρμησεν ἀνελεῖν προθυμούμενος, τρὶς δὲ αὐτῷ τὴν λαμπρὰν ἀσπίδα παρέσεισεν ὁ Ἀπόλλων· ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐφώρμησε θεῷ παραπλήσιος, δεινῶς δὲ ἀπειλήσας εἶπε πρὸς αὐτὸν Ἀπόλλων ὁ πόρρωθεν ἐργαζόμενος· λοχίζου, ὦ υἱὲ τοῦ Τυδέως, καὶ ὑποχώρει, μηδὲ ἐπίσης τοῖς θεοῖς θέλε φρονεῖν· οὐδέποτε γάρ ἐστιν ὅμοιον τὸ γένος τῶν ἀεὶ ζώντων θεῶν, καὶ τῶν ἐπὶ γῆς βαδιζόντων ἀνθρώπων. οὕτως εἶπεν. ὁ υἱὸς δὲ τοῦ Τυδέως ὑπεχώρησεν ὀλίγον ὀπίσω ἐκκλίνων καὶ φυλαττόμενος τὴν ὀργὴν τοῦ πόρρωθεν βάλλοντος Ἀπόλλωνος· τὸν Αἰνείαν δὲ πόρρωθι τοῦ στρατοῦ κατέθηκεν ὁ Ἀπόλλων ἐν τῇ ἱερᾷ ἀκροπόλει, ὅπου αὐτῷ ναὸς κατεσκεύαστο· καὶ τοῦτον μὲν ἡ Λητώ καὶ ἡ Ἄρτεμις ἡ χαίρουσα τοῖς ἰοῖς, ἤτοι ἡ τοξότις, ἐν τῷ μεγάλῳ ἀβάτῳ τοῦ ναοῦ ἐθεράπευον, καὶ ἐδόξαζον. ὁ δὲ ἀργυρότοξος Ἀπόλλων εἴδωλον κατεσκεύασεν ὅμοιον αὐτῷ τῷ Αἰνείᾳ, καὶ τοῖς ὅπλοις τοιοῦτον· περὶ τὸ εἴδωλον δὲ οἱ Τρῷες καὶ οἱ ἔνδοξοι Ἕλληνες ἠλόων καὶ κατέκοπτον περὶ τὰ στήθη ἀλλήλων τὰς ἐκ βύρσων εὐκύκλους ἀσπίδας, καὶ τὰ μικρὰ καὶ κοῦφα σάκη. τότε δὴ πρὸς τὸν ὁρμητικὸν Ἄρην ἔλεγεν Ἀπόλλων ὁ Φοῖβος· ὦ Ἄρη, ὦ Ἄρη βλαπτικέ, ἀνδροκτόνε, φόνοις μεμιασμένε, τείχη βάλλων καὶ καθαιρῶν, οὐκ ἂν δὴ ἐπελθὼν ἑλκύσειας ἀπὸ τοῦ πολέμου τοῦτον τὸν ἄνδρα τὸν υἱὸν τοῦ Τυδέως, ὃς νῦν καὶ τῷ Διῒ τῷ πατρὶ μάχοιτο ἄν· πρῶτον μὲν τὴν Ἀφροδίτην ἐκ τοῦ σύνεγγυς ἔτρωσε κατὰ τὴν χεῖρα πρὸς τῷ καρπῷ· μετὰ ταῦτα δὲ ἐμοὶ αὐτῷ ἐφώρμησε θεῷ παραπλήσιος. | 431 |
οὕτως εἰπών, αὐτὸς μὲν ἐκάθητο ἐν τῇ ἀκροπόλει. Ἄρης δὲ ὁ ὀλέθριος ἐπελθὼν παρώξυνε τὰς τάξεις τῶν Τρῴων, ὁμοιωθεὶς τῷ ταχεῖ Ἀκάμαντι τῷ ἡγεμόνι τῶν Θρᾳκῶν· τοῖς υἱοῖς δὲ τοῦ Πριάμου τοῖς ἐν βασιλείᾳ τεθραμμένοις εἶπεν· ὦ υἱοὶ τοῦ Πριάμου τοῦ ἐκ Διὸς πεπαιδευμένου βασιλέως, ἕως τίνος ἔτι καταλείψετε τοῖς Ἕλλησιν ἀναιρεῖσθαι τὸν λαόν ὑμῶν; ἢ μέχρι ἂν μάχωνται περὶ τὰς καλῶς πεποιημένας πύλας τῆς πόλεως; πέπτωκεν ἀνὴρ, ὃν ἐτιμῶμεν ἐξίσου τῷ ἐνδόξῳ Ἕκτορι, Αἰνείας ὁ υἱὸς του μεγαλοψύχου Ἀγχίσου· ἀλλ᾿ ἄγετε σώσωμεν ἐκ τῆς ταραχῆς τε καὶ μάχης τὸν ἀγαθὸν φίλον. | 460 |
οὕτως εἰπὼν παρώξυνεν προθυμίαν τε καὶ ψυχὴν ἑκάστου τῶν Τρῴων. τότε δὴ Σαρπηδὼν λίαν ὠνείδισε τὸν ἔνδοξον Ἕκτορα, λέγων· ὦ Ἕκτορ, ποῦ νῦν σοὶ ἡ ἰσχὺς ἀπῆλθεν, ἣν πρῶτον εἶχες; ἔλεγές που χωρὶς τοῦ τῆς πόλεως λαοῦ καὶ τῶν συμμάχων φυλάξειν τὴν πόλιν μόνος σὺν τοῖς γαμβροῖς καὶ τοῖς σοῖς ἀδελφοῖς· ἀπὸ τούτων οὐδένα νῦν ἐγὼ δύναμαι εἰδεῖν ἐν τῷ πολέμῳ, οὐδὲ τεκμήρασθαι· ἀλλὰ δεδοίκασιν ὥσπερ κύνες περὶ λέοντα· ἡμεῖς δὲ πολεμοῦμεν οἵτινες σύμμαχοι πάρεσμεν· καὶ γὰρ ἐγὼ σύμμαχος ὢν πάνυ πόρρωθεν ἦλθον· μακρὰν γάρ ἐστιν ἡ Λυκία ἐπὶ Ξάνθῳ τῷ ποταμῷ τῷ συστροφὰς ῥευμάτων ἔχοντι· ἐκεῖ τὴν προσφιλῆ γαμετὴν κατέλιπον, καὶ τὸν ἐν βρεφικῇ ἡλικίᾳ υἱόν· κατέλιπον δὲ καὶ κτήματα πολλά, ὧν ἐπιθυμεῖ, ὅς ἐστιν ἐνδεής· ἀλλὰ καὶ οὕτω τοὺς ὑπ᾿ ἐμὲ Λυκίους διεγείρω, καὶ αὐτὸς προθυμοῦμαι πολεμῆσαί τινι ἀνδρί, οὐδέ μοι ἐνταῦθα τοιοῦτόν τί ἐστιν, οἷον ἂν ἢ φέροιεν, ἢ ἄγοιεν Ἕλληνες. σὺ δὲ ἕστηκας, οὐδὲ τοῖς ἄλλοις ἐπιτάττεις λαοῖς καρτερεῖν καὶ ὑπομένειν, καὶ βοηθεῖν ταῖς ἑαυτῶν γυναιξί, μήπως, ὡς διὰ συναφῶν δικτύου πάντα ἀγρεύοντος, περιληφθέντες ἀνδράσιν ἐχθροῖς γένησθε ἐπίτευγμά τε καὶ σπάραγμα. οὗτοι δὲ ταχέως ἐκπορθήσουσι τὴν καλῶς οἱκουμένην ὑμετέραν πολιν. σοὶ δὲ ταῦτα πάντα διὰ φροντίδος εἶναι προσήκει, νύκτωρ καὶ μεθημέρας παρακαλοῦντι τοὺς ἀρχηγοὺς τῶν πόρρωθεν κεκλημένων συμμάχων ἀδιαλείπτως ἀντέχειν, τὴν δεινὴν δὲ ἐπίπληξιν ἀποβαλέσθαι προσήκει. | 470 |
οὕτως εἶπεν ὁ Σαρπηδών· ἔδακε δὲ ὁ λόγος τὸν τοῦ Ἕκτορος λογισμόν, εὐθέως δὲ ἐκ τοῦ ἅρματος σὺν τοῖς ὅπλοις εἰς γῆν κατεπήδησε, σείων δὲ δόρατα ὀξέα, ἐπορεύετο πανταχόσε κατὰ τὸν στρατὸν διεγείρων αὐτούς πρὸς τὸν πόλεμον· παρώξυνε δὲ μάχην χαλεπήν. οὗτοι δὲ συνεστράφησαν, καὶ ἐναντίον ἕστησαν τῶν Ἑλλήνων. οἱ Ἕλληνες δὲ ἔμενον καρτερῶς συνηθροισμένοι, οὐκέτι πεφόβηνται. ὥσπερ δὲ ἄνεμος φέρει τὰ ἄχυρα κατὰ τὰς ἱερὰς ἅλως τῶν ἀνδρῶν χωριζόντων ἀπὸ τοῦ σίτου τὰ ἄχυρα, ὅτε ἡ πυρρὰ Δημήτηρ διαχωρίζει τὸν καρπόν, καὶ τὰ ἄχυρα, σφοδρῶς τῶν ἀνέμων πνεόντων, οἱ δὲ τόποι ἔνθα τὰ ἄχυρα ἐκτινάσσεται κατ᾽ὀλίγον λευκαίνονται· οὕτω τότε οἱ Ἕλληνες λευκοὶ ἄνωθεν ἐγένοντο ὑπὸ τοῦ κονιορτοῦ, ὃν δὴ δι' αὐτῶν εἰς τὸν στερεὸν οὐρανὸν ἤγειρον πλήττοντες οἱ πόδες τῶν ἵππων, ἐκ δευτέρου τοῖς Τρῳσὶ προσμιγνύντων· ὑπέτρεφον δὲ τοὺς ἵππους οἱ ἡνίοχες· οἱ δὲ ἀναβάται τὴν τῶν χειρῶν ἰσχὺν εὐθὺ τῶν ἐναντίων ἔφερον· νύκτα δὲ ἤτοι ἀέρα σκοτεινὸν περιεκάλυψεν ὁ ὁρμητικὸς Ἄρης τὴν μάχην, βοηθῶν τοῖς Τρῳσὶν, ἐπὶ πᾶν μέρος πορευόμενος· ἐπετέλει δὲ τὰς ἐντολὰς τοῦ καθαροῦ Ἀπόλλωνος τοῦ χρυσοφασγάνου, ὅτις αὐτῷ ἐκέλευσε παροξύναι τοῖς Τρῳσὶ τὸν θυμόν, ἐπειδὴ ἐθεάσατο τὴν πολεμικὴν Ἀθηνᾶν ἀναχωρήσασαν· αὕτη γὰρ δὴ ὑπῆρχε βοηθὸς τοῖς Ἕλλησιν. αὐτὸς δὲ τὸν Αἰνείαν ἐκ τοῦ λίαν κεκνισσωμένου καὶ λελιπασμένου ἀδύτου ἔπεμψε, καὶ ἰσχὺν εὔτολμον εἰς τὸ στῆθος ἐνέβαλε τῷ βασιλεῖ τῶν λαῶν. Αἰνείας δὲ ἔστη μετὰ τῶν ἑαυτοῦ φίλων· οἱ δὲ ἐχάρησαν, ἐπεὶ ἴδον αὐτὸν προσερχόμενον ζῶντα καὶ ὑγιῆ, καὶ προθυμίαν ἀγαθὴν ἔχοντα· οὐ μήν γε αὐτόν ἐζήτησαν· οὐ γὰρ παρεχώρει ὁ ἄλλος πόνος καὶ κάματος, ὃν ἤγειρεν Ἀπόλλων ὁ τόξον ἀργυροῦν ἔχων, καὶ ὁ ἀνθρωποκτόνος Ἄρης, καὶ ἡ Ἔρις ἡ ἀπαύστως προθυμουμένη. | 493 |
τοὺς Ἕλληνας δὲ οἱ δύο Αἴαντες καὶ ὁ Ὀδυσσεύς καὶ ὁ Διομήδης παρώξυνον μάχεσθαι· ἔτι δὲ καὶ αὐτοὶ οὔτε τὰς δυνάμεις τῶν Τρῴων πεφόβηνται, οὔτε τὰς κραυγάς τε καὶ ἀπειλάς· ἀλλ᾽ ἔμενον ὅμοιοι ταῖς νεφέλαις, ἃς ὁ υἱὸς τοῦ Κρόνου, ἡσυχίας ἀνέμου οὔσης, ἔστησεν ἐπὶ ὄρεσιν ὑψηλοῖς ἠρέμα τε καὶ ἡσύχως, ἐν ὅσῳ ἠρεμεῖ ἡ τοῦ βορέου ὁρμὴ καὶ τῶν ἄλλων τῶν ἄγαν χρειωδῶν ἀνέμων, οἵτινες τὰ σκιώδη νέφη πνοαῖς ὀξείαις διασκεδάζουσι πνέοντες. οὕτως οἱ Ἕλληνες ἀνέμενον τοὺς Τρῷας καρτερῶς, οὐδὲ ἔφευγον. ὁ υἱὸς δὲ τοῦ Ἀτρέως περιῄει ἀνὰ τὸν στρατὸν πολλὰ παρακαλῶν τε καὶ ἐπιτάσσων. ὦ φίλοι, ἄνδρες ἐστέ, καὶ ἀνδρείαν ψυχὴν λάβετε, καὶ αἰδεῖσθε ἀλλήλους κατὰ τὰς ἰσχυρὰς μάχας· καὶ γὰρ τῶν αἰδουμένων ἀνδρῶν πλείους εἰσὶ σῷοι, ἢ φονεύονται· τῶν φευγόντων δέ, οὔτε τις ἰσχὺς ἐγείρεται, οὔτε δόξα. | 519 |
Ἔφη, καὶ ἠκόντισε διὰ τοῦ δόρατος εὐθέως· ἔτρωσε δὲ ἄνδρα πρόμαχον Δηικόωντα τὸν υἱὸν τοῦ Περγάσου τὸν φίλον τοῦ μεγαλοψύχου Αἰνείου, ὃν οἱ Τρῷες ὁμοίως τοῖς τέκνοις τοῦ Πριάμου ἐτίμων, ἐπειδὴ ταχὺς ἦν μετὰ τῶν πρώτων πολεμεῖν· τοῦτον δὴ δόρατι ἔπληξε κατὰ τὴν ἀσπίδα ὁ βασιλεὺς Ἀγαμέμνων· αὕτη δὲ οὐκ ἐκώλυσε τὸ δόρυ, διῆλθε δὲ εἰς τὸ πρόσω καὶ δι᾽ αὐτῆς, ἐπέρασε δὲ διὰ τῆς θωρακίτιδος ζώνης εἰς τὴν ἐσχάτην γαστέρα, ἤτοι τὴν κύστιν, ἢ τὸ παχὺ ἔντερον, πεσὼν δὲ ἐκτύπησεν, ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿αὐτῷ. | 533 |
τότε δὴ καὶ Αἰνείας ἀπέκτεινεν ἄνδρας τῶν Ἑλλήνων ἀρίστους, τὸν Κρήθωνα καὶ τὸ Ὀρσίλοχον τοὺς υἱοὺς τοῦ Διοκλέως· τούτων δὴ ὁ μὲν πατὴρ κατῴκει ἐν τῇ καλῶς ἐκτισμένῃ Φηρῇ πλούσιος τῇ περιουσίᾳ, τὸ γένος δὲ ἦν ἐκ τοῦ ποταμοῦ τοῦ Ἀλφείου, ὃς εὐρέως ῥεῖ διὰ τῆς γῆς τῶν Πυλίων· ὃς ἐγέννησε τὸν Ὀρσίλοχον βασιλέα πολλῶν ἀνδρῶν· Ὀρσίλοχος δὲ ἐγέννησε τὸν μεγαλόψυχον Διοκλέα· ἐκ δὲ τοῦ Διοκλέως δίδυμοι παῖδες ἐγένοντο, ὁ Κρήθων καὶ ὁ Ὀρσίλοχος ἔμπειροι καλῶς πολέμου παντός· οὗτοι μὲν δὴ εἰς ἡλικίαν ἐλθόντες, ἐπὶ τῶν μελαίνων νεῶν ἅμα τοῖς Ἕλλησιν εἵποντο εἰς τὴν Ἴλιον τὴν καλοὺς ἵππους ἔχουσαν, δίκην τοῖς υἱοῖς τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι,καὶ τῷ Μενελάῳ λαμβάνοντες· τούτους δὲ αὐτοῦ τὸ τοῦ θανάτου τέλος ἐκάλυψεν· ὁποῖοι οἱ δύο λέοντες ἐν ταῖς κορυφαῖς τοῦ ὄρους ἀνετράφησαν ὑπὸ τῇ μητρὶ ἐν τοῖς πυκνώμασι τοῦ βαθέος δρυμοῦ· οὗτοι μὲν δὴ ἁρπάζοντες βοῦς καὶ πρόβατα εὐτραφῆ φθείρουσι τὰς ἐπαύλεις τῶν ἀνθρώπων, ἕως οὗ καὶ αὐτοὶ ἀνῃρέθησαν ἐν χερσὶν ἀνδρῶν δι᾽ ὀξέος σιδήρου· τοιοῦτοι καὶ οὗτοι ὑπὸ τῶν χειρῶν τοῦ Αἰνείου ἀναιρεθέντες κατέπεσον, ὅμοιοι ὄντες ταῖς ὑψηλαῖς ἐλάταις. | 541 |
τούτους δὲ πεσόντας ἠλέησεν ὁ πολεμικὸς Μενέλαος· ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ, κραδαίνων τὸ δόρυ· τούτου δὲ τὴν εὔτολμον ἰσχὺν ὁ Ἄρης παρώξυνεν, ἐκεῖνα βουλόμενος, ὅπως ὑπὸ τῶν χειρῶν τοῦ Αἰνείου φονευθείη. τοῦτον δὲ ἐθεάσατο Ἀντίλοχος ὁ υἱὸς τοῦ μεγαλοψύχου Νέστορος· ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν· ἐδεδοίκει γὰρ περὶ τῷ βασιλεῖ τῶν λαῶν, μὴ πάθῃ τι, μεγάλως δὲ αὐτοὺς ἀποτυχεῖν καὶ διαμαρτεῖν τοῦ καμάτου ποιήσειεν. οὗτοι μὲν οὖν τάς τε χεῖρας καὶ τὰ ὀξέα δόρατα ἐναντίον ἀλλήλων εἶχον προθυμούμενοι πολεμεῖν· ὁ Ἀντίλοχος δὲ πάνυ πλησίον ἔστη τοῦ βασιλέως τῶν λαῶν· ὁ Αἰνείας δὲ οὐχ ὑπέμεινε καί περ ὢν ταχὺς πολεμιστής· ἐπειδὴ ἴδε δύο ἄνδρας παρ᾽ ἀλλήλοις μένοντας· οὗτοι δὲ ἐπειδὴ εἵλκυσαν τοὺς νεκροὺς ἐπὶ τὸ πλῆθος τῶν Ἑλλήνων, τούτους μὲν δὴ τοὺς ἀθλίους ἐν ταῖς τῶν φίλων χερσὶν ἔβαλον· αὐτοὶ δὲ ὑποστρέψαντες μετὰ τῶν πρώτων ἐμάχοντο. | 561 |
τότε δὴ Πυλαιμένην κατέλαβον παραπλήσιον τῷ Ἄρεῖ, τὸν ἡγεμόνα τῶν μεγαλοψύχων πολεμιστῶν Παφλαγόνων. τοῦτον μὲν δὴ ὁ κατὰ πόλεμον ἔνδοξος Μενέλαος ὁ υἱὸς τοῦ Ἀτρέως ἑστῶτα ἔτρωσε διὰ τοῦ δόρατος, ἐπιτυχῶν κατὰ τὴν κλεῖν. ὁ Ἀντίλοχος δὲ τὸ Μύδωνα ἔτρωσε τὸν ἡνίοχον καὶ θεράποντα, τὸν ἀγαθὸν υἱὸν τοῦ Ἀτυμνίου· οὗτος γὰρ ὑπέστρεφε τοὺς μονώνυχας ἵππους, διὰ λίθου χειροπληθοῦς ἐπιτυχῶν κατὰ τὸν μέσον ἀγκῶνα· ἐκ τῶν χειρῶν δὲ ἔπεσον χαμαὶ εἰς γῆν αἱ ἡνίαι αἱ ἐξ ἐλεφαντίνων λελευκασμέναι ὀστῶν. Ἀντίλοχος οὖν ἐφορμήσας ξίφει τὴν κορυφὴν ἔπληξεν· ὁ δὲ πνευστιῶν ἔπεσεν ἐκ τοῦ καλῶς κατεσκευασμένου ἅρματος ἐν τῇ κόνει κύμβαχος· ἐπὶ δὲ τὴν τοῦ αὐχένος σπονδυλώδη ἀρχήν, καὶ τοὺς ὤμους ἐπὶ πολὺ μάλα ἵστατο· ἔτυχε γὰρ βαθείας ψάμμου, ἕως οὗ οἱ ἵπποι πλήξαντες αὐτὸν εἰς γῆν ἐν τῷ κονιορτῷ ἔρριψαν, οὓς ὁ Ἀντίλοχος μαστίξας ἐπὶ τὸν στρατὸν τῶν Ἑλλήνων ἤγαγε. | 576 |
τούτους δὲ Ἕκτωρ ἐθεάσατο κατὰ τὰς τάξεις, ὥρμησε δὲ κατ᾿ αὐτῶν βοῶν, ἅμα δ᾽ αὐτῷ ἠκολούθουν καὶ αἱ τῶν Τρῴων ἰσχυραὶ τάξεις· ἡγεῖτο δ᾽ αὐτοῖς ὁ Ἄρης καὶ ἡ σεβαστὴ Ἐνυώ, ἡ μὲν ἔχουσα ἐν χερσὶ τὸν ἀνεπαίσχυντον θόρυβον τοῦ πολέμου, ὁ Ἄρης δὲ ἐν ταῖς παλάμαις ἐκίνει δόρυ μέγιστον· ἐπορεύετο δὲ ποτὲ μὲν ἔμπροσθεν τοῦ Ἕκτορος, ποτὲ δὲ ὄπισθεν. | 590 |
τοῦτον δὲ θεασάμενος ἐφοβήθη ὁ κατὰ πόλεμον ἀγαθὸς Διομήδης· ὥσπερ δὲ ὅταν ἀνήρ τις ἄπειρος τοῦ νήχεσθαι πορευόμενος διὰ πεδίου μακροῦ στῇ ἐπὶ ποταμῷ ταχέως ῥέοντι, εἰς τὴν θάλασσαν ἐκβάλλοντι, θεασάμενος αὐτὸν σὺν ἀφρῷ ἠχοῦντα, ἀνέδραμεν εἰς τὰ ὀπίσω· οὕτω τότε ὁ υἱὸς τοῦ Τυδέως ἀνεχώρει, καὶ πρὸς τὸν λαὸν εἶπεν· ὦ φίλοι, ὁποῖόν τι θαυμάζομεν, τὸν ἔνδοξον Ἕκτορα πολεμιστήν τε εἶναι, καὶ εὔτολμον μαχητήν· τούτῳ δὲ αἰεὶ πάρεστιν εἷς ἀπὸ τῶν θεῶν, ὅστις ἀποσοβεῖ τὸν ὄλεθρον· καὶ νῦν αὐτῷ πάρεστιν ἐκεῖνος ὁ Ἄρης θνητῷ ἀνδρὶ ὁμοιωθείς· ἀλλὰ πρὸς τοὺς Τρῷας βλέποντες ἀεὶ ὀπίσω ὑποποδίζοντες ὑποχωρεῖτε, μὴ δὲ τοῖς θεοῖς πολεμεῖν ἰσχυρῶς προθυμεῖσθε. | 596 |
οὕτω δὴ εἶπεν ·οἱ Τρῷες δὲ πάνυ ἐγγὺς αὐτῶν παρεγένοντο. τότε Ἕκτωρ ἀπέκτεινε δύο ἄνδρας πολέμου ἐμπείρους ἐν ἑνὶ ἅρματι ὄντας, τὸν Μενέσθην καὶ τὸν Ἀγχίαλον· τούτους δὲ πεσόντας ᾤκτειρεν ὁ τοῦ Τελαμῶνος μέγας Αἴας· παρελθὼν δὲ ἔστη μάλα πλησίον, καὶ ἠκόντισε δόρατι λαμπρῷ, καὶ ἔτρωσεν Ἄμφιον τὸν υἱὸν τοῦ Σελάγου, ὃς δὴ ἐν τῇ Παισῷ πόλει τῆς Τροίας κατῴκει, πολυθρέμμων ὤν, καὶ πολλὰ λήϊα ἔχων· ἀλλ᾽ ἡ μοῖρα αὐτὸν ἦγεν βοηθήσοντα ἐπὶ τὸν Πρίαμον καὶ τοὺς υἱούς· τοῦτον δὴ ἔπληξε παρὰ τὴν θωρακίτιν ζώνην ὁ τοῦ Τελαμῶνος Αἴας, ἐν τῇ ἐσχάτῃ δὲ γαστρὶ ἐπάγη τὸ μακρὸν δόρυ, πεσὼν δὲ ἐψόφησεν· ὁ λαμπρὸς δὲ Αἴας ἐπέδραμε σκυλεύσων τὰ ὅπλα· οἱ Τρῷες δὲ ἐπ᾿ αὐτὸν ἔχεαν δόρατα ὀξέα τε καὶ λαμπρότατα, πολλὰ δὲ κατὰ τῆς ἀσπίδος ἀνεδέξατο. οὗτος δὲ τῷ πλάτει τοῦ ποδὸς τὸ σῶμα πιέσας, ἐκ τοῦ νεκροῦ τὸ σιδηροῦν δόρυ εἵλκυσεν· οὐκέτι δὲ τὰ ἄλλα περικαλλῆ ὅπλα ἡδυνήθη ἀφελέσθαι ἀπὸ τῶν ὤμων, κατηπείγετο γὰρ ὑπὸ τῶν βελῶν· ἐφοβήθη δὲ αὐτὸς τὸν ἰσχυρὸν ὑπερασπισμὸν τῶν ὑπερηφανῶν Τρῴων· οἱ δὴ πολλοί τε καὶ ἀγαθοὶ παρίσταντο δόρατα κατέχοντες, οἳ καίπερ ὄντα αὐτὸν μέγαν, καὶ ἰσχυρόν, καὶ λαμπρὸν ἀπεωθήσαντο ἀφ' ἑαυτῶν· οὗτος δὲ διασεισθεὶς ὑπεχώρησε. | 607 |
οὕτως οὗτοι μὲν ἐνήργουν κατὰ τὴν ἰσχυρὰν μάχην. Τληπόλεμον δὲ τὸν υἱὸν τοῦ Ἡρακλέους τὸν μέγαν τε καὶ γενναῖον παρώρμησε κατὰ τοῦ ἰσοθέου Σαρπηδόνος ἡ ἰσχυρὰ μοῖρα. οὗτοι δὴ ἐπειδὴ πλησίον ἐγένοντο κατ᾽ ἀλλήλων ἐπερχόμενοι, ὅτε υἱός, καὶ ὁ ἔγγονος τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός, πρὸς τοῦτον πρότερον ὁ Τληπόλεμος εἶπε λόγον· ὦ Σαρπῆδον βουλευτὰ τῶν Λυκίων, τίς σοι ἀνάγκη φοβεῖσθαι ἐνταῦθα ὄντι ἀνδρὶ ἀπείρῳ πολέμου; ψευδόμενοι δέ σε λέγουσιν εἶναι υἱὸν τοῦ τὴν αἰγίδα φοροῦντος Διός, ἐπειδὴ πολὺ ἐνδεὴς εἶ τῶν ἀνδρῶν ἐκείνων, οἳ ἐκ τοῦ Διὸς ἐγένοντο ἐπὶ τῶν προγενεστέρων ἀνθρώπων· ἀλλ᾿ ὁποῖόν τινα λέγουσιν τὴν Ἡράκλειον ἰσχὺν, ἤτοι τὸν Ἡρακλέα εἶναι, τὸν ἐμὸν πατέρα, θρασεῖς καὶ ἀπηνεῖς ὑπομένοντα, λέοντος ὁρμὴν ἔχοντα, ὅς ποτε ἀφικόμενος ἐνθάδε χάριν τῶν ἵππων τοῦ Λαομέδοντος, σὺν ἓξ μόναις ναυσί, καὶ ἀνδράσιν ὀλίγοις ἐξεπόρθησε τὴν πόλιν τῆς Ἰλίου, καὶ τὰς ὁδοὺς χήρας ἐποίησεν, ἤτοι ἠρήμωσε· σοὶ δὲ δειλὴ μὲν ψυχή ἐστιν, ἀπόλλυνται δὲ ὁ ὑπὸ σὲ στρατός, οὐδὲ κατά τί σε ὑπολαμβάνω ἔσεσθαι βοήθειαν τοῖς Τρῳσὶν ἀφικόμενον ἐκ τῆς Λυκίας, οὐδὲ εἰ πάνυ ἰσχυρὸς εἶ, ἀλλ᾽ ὑπ᾿ ἐμοῦ ἀναιρεθέντα τὰς πύλας τοῦ Ἅιδου περάσειν. | 627 |
πρὸς τοῦτον δὲ Σαρπηδὼν ὁ ἡγεμὼν τῶν Λυκίων ἐξεναντίας ἔλεγεν. ὦ Τληπόλεμε, ἐκεῖνος μὲν ἀπώλεσε τὴν ἱερὰν Ἴλιον, ἀνδρὸς ἀνοίαις τοῦ λαμπροῦ Λαομέδοντος, ὃς δὴ αὐτὸν εὖ ποιήσαντα χαλεπῷ λόγῳ ἐπέπληξεν, οὐδὲ ἀπέδωκε τοὺς ἵππους, ὧν χάριν ἀφίκετο πόρρωθεν. σοὶ δ᾽ ἐγὼ οἴομαι φόνον καὶ μοῖραν θανατηφόρον ἐνταῦθα γενήσεσθαι ἐξ ἐμοῦ, ἀναιρεθέντα δέ σε ὑπὸ τοῦ ἐμοῦ δόματος, ἐμοὶ μὲν δώσειν καύχημα, τῷ Ἀίδῃ δὲ τῷ ἵππους ἐνδόξους ἔχοντι, τὴν ψυχήν. | 647 |
οὕτως εἶπεν ὁ Σαρπηδών. ὁ Τληπόλεμος δὲ τὸ ἐκ μελίας δένδρου δόρυ ἀνέτεινε· καὶ τούτων μὲν τὰ μακρὰ δόρατα ὁμοῦ καὶ ἐν τῷ αὐτῷ ὥρμησαν ἐκ τῶν χειρῶν. ὁ μὲν οὖν Σαρπηδὼν ἔτρωσε τὸν Τληπόλεμον κατὰ τὸ μέσον τοῦ αὐχένος, ἡ ἀλγεινὴ δὲ ἐπιδορατὶς διόλου ἐπέρασε, νὺξ δὲ αὐτὸν σκοτεινὴ κατὰ τῶν ὀφθαλμῶν ἐκάλυψεν. ὁ Τληπόλεμος δὲ τὸν Σαρπηδόνα ἔτρωσε κατὰ τὸν ἀριστερὸν μηρὸν δόρατι μακρῷ· διῆλθε δὲ ἡ ἐπιδορατὶς σφόδρα ὁρμῶσα τῷ ὀστέῳ πλησιάσασα, ὁ δὲ πατὴρ ἔτι τὸν ὄλεθρον ἀπεσόβησεν. οἱ μὲν οὖν ἔνδοξοι φίλοι τὸν ἰσόθεον Σαρπηδόνα ἐξῆγον ἀπὸ τοῦ πολέμου· ἐβάρυνε δὲ αὐτὸν τὸ μακρὸν δόρυ συρόμενον· οὐδεὶς γὰρ αὐτὸ ἐσκέψατο, οὐδὲ ἐθεάσατο, ἐξελκύσαι τοῦ μηροῦ τὸ ἐκ μελίας δένδρου δόρυ, ὅπως ἐπιβῇ, καὶ ὀρθός στῇ, ἐπειγομένων αὐτῶν· τοιοῦτον γὰρ εἶχον κάματον περὶ αὐτὸν πονούμενοι· | 655 |
τὸν Τληπόλεμον δὲ ἐκ τοῦ ἑτέρου μέρους οἱ εὔοπλοι Ἕλληνες ἐξῆγον ἀπὸ τοῦ πολέμου· ἐθεάσατο δὲ αὐτὸν ὁ ἔνδοξος Ὀδυσσεὺς ψυχὴν ἔχων καρτεράν· προεθυμήθη δὲ καὶ ἐνεθουσίασεν ἡ φίλη αὐτοῦ ψυχή· ἐλογίσατο δὲ μετὰ ταῦτα κατὰ λογισμὸν καὶ διάνοιαν, ἢ προσωτέρω τοῦ μεγαλοκτύπου Διὸς τὸν υἱὸν διώξειεν, ἢ οὗτος τὴν ψυχὴν τῶν πλειόνων Λυκίων ἀφέλοιτο. οὐκ ἦν δὲ τῳ μεγαλοψύχῳ Ὀδυσσεῖ πεπρωμένον ἀποκτεῖναι τὸν ἰσχυρὸν υἱὸν τοῦ Διὸς σιδήρῳ ὀξεῖ· δι᾿ ὃ δὴ κατὰ τὸ πλῆθος τῶν Λυκίων ἔτρεψε τὸν αὐτοῦ θυμὸν ἡ Ἀθηνᾶ. τότε οὗτος ἀπέκτεινε τὸν Κοίρανον, καὶ τὸν Ἀλάστορα, καὶ τὸν Χρόμιον, καὶ τὸν Ἄλκανδρον, καὶ τὸν Ἅλιον, καὶ τὸν Νοήμονα, καὶ τὸν Πρύτανιν· καὶ δὴ πλείονας ἔτι ἀπὸ τῶν Λυκίων ἀπέκτεινεν ἂν ὁ ἔνδοξος Ὀδυσσεύς, εἴγε μὴ ταχέως ἐθεάσατο ὁ τὴν κόρυν ῥᾳδίως κινῶν μέγας Ἕκτωρ· ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν καθωπλισμένος σιδήρῳ λαμπρῷ, φόβον κομίζων τοῖς Ἕλλησιν· ἐχάρη δὲ ἄρα ἐπ᾿ αὐτῷ προσερχομένῳ Σαρπηδὼν ὁ υἱὸς τοῦ Διός, λόγον δὲ οἰκτρόν τε καὶ ταπεινὸν εἶπεν· ὦ υἱὲ τοῦ Πριάμου, μηδαμῶς νῦν με καταλίπῃς σπάραγμα τοῖς Ἕλλησι κεῖσθαι· ἀλλ᾽ ἐπικούρησον, καὶ μετὰ ταῦτα καταλιπέτω με ἡ ζωὴ ἐν τῇ ὑμετέρᾳ πόλει· ἐπειδὴ ἔγωγε οὐκ ἔμελλον ἄρα ὑποστρέψας εἰς τὸν οἶκον, εἰς τὴν ἀγαπητὴν γῆν τὴν πατρίδα, εὐφρανεῖν τὴν ἀγαπητὴν γαμετήν, καὶ τὸν ἐν βρεφικῇ ἡλικίᾳ υἱόν. | 668 |
οὕτως εἶπεν. οὐδὲν δὲ πρὸς αὐτὸν εἶπεν ὁ τὴν περικεφαλαίαν ῥαδίως κινῶν Ἕκτωρ, ἀλλὰ παρέδραμε τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος, ὅπως λίαν ταχέως ἀπωθήσαιτο τοὺς Ἕλληνας, πολλῶν δὲ ἀφέλοιτο τὴν ψυχήν. οἱ μὲν οὖν ἔνδοξοι φίλοι τὸν ἰσόθεον Σαρπηδόνα ἐκάθισαν ὑπὸ τῇ ὡραίᾳ δρυῒ τοῦ τὴν αἰγίδα φοροῦντος Διός· ἐκ τοῦ μηροῦ δὲ αὐτοῦ τὸ ἐκ μελίας δένδρου δόρυ εἵλκυσεν ἔξω ὁ ἰσχυρὸς Πελάγων, ὃς αὐτῷ φίλος ἀγαπητὸς ἦν· τοῦτον δὲ κατέλιπεν ἡ ψυχή, σκότος δὲ κατὰ τῶν ὀφθαλμῶν ἐκέχυτο· αὖθις δὲ ἀνέπνευσεν· ἡ πνοὴ δὲ τοῦ Βορέου περιεζώγρει, καὶ εἰς τὸ ζῇν ἦγεν ἐπιπνέουσα κακῶς ἐκπεπνευκότα τὴν ἀναπνοήν. | 689 |
οἱ Ἕλληνες δὲ ὑπ᾽ Ἄρεος, καὶ Ἕκτορος τοῦ σιδήρῳ καθωπλισμένου, οὔτέ ποτε προτροπάδην ἔφευγον ἐπὶ τὰς μελαίνας ναῦς, οὔτέ ποτε μαχόμενοι ἀντεπῄεσαν, ἀλλ᾽ ἀεὶ ὀπίσω κατ᾽ ὀλίγον ὑπεχώρουν, ἐπειδὴ ἤκουσαν τὸν Ἄρὴν ἐν τοῖς Τρῳσὶν εἶναι· τότε τίνα πρῶτον, τίνα δὲ ὕστερον ἀπέκτειναν Ἕκτωρ ὁ παῖς τοῦ Πριάμου, καὶ ὁ χαλκοῦς Ἄρης; Τεύθραντα τὸν ἰσόθεον, ἐπ᾿ αὐτῷ τὸν ἱππικὸν Ὀρέστην, καὶ τὸν πολεμιστὴν Τρῆχον τὸν ἀπὸ Αἰτωλίας, καὶ τὸν Οἰνόμαον, καὶ τὸν Ἕλενον τὸν υἱὸν τοῦ Οἴνοπος, καὶ Ὀρέσβιον τὸν ποικίλην ἔχοντα μίτραν, ὃς ἐν Ὕλῃ τῇ πόλει κατῴκει, μεγάλως ἐπιμελούμενος, ὅπως κτήσηται πλοῦτον, τῇ Κηφισίδι λίμνῃ παρακείμενος· παρ᾽ αὐτῷ δὲ ἄλλοι Βοιωτοὶ κατῴκουν, πάνυ πλούσιον λαὸν ἔχοντες. | 699 |
τούτους δὲ ἐπειδὴ ἐθεάσατο ἡ θεὰ ἡ λευκὰς ἔχουσα τὰς ὀλένας Ἥρα, φονεύοντας τοὺς Ἕλληνας ἐν τῇ ἰσχυρᾷ μάχῃ, εὐθέως πρὸς τὴν Ἀθηνᾶν λόγους ταχεῖς ἔλεγε· φεῦ φεῦ, ὦ τέκνον τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς ἀκαταπόνητε Ἀθηνᾶ, ὄντως που μάταιον λόγον ὑπεσχόμεθα τῷ Μενελάῳ, ἐκπορθήσαντα τὴν καλῶς τετειχισμένην Ἴλιον ὑποστρέψαι, εἰ οὕτω μαίνεσθαι παραχωρήσομεν τὸν ὀλέθριον Ἄρην. ἀλλ᾽ ἄγε δὴ καὶ ἡμεῖς φροντίσωμεν ὁρμητικῆς τε καὶ πολεμικῆς ἰσχύος. | 711 |
οὕτως εἶπεν. οὐκ ἠπείθησε δὲ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ. ἡ μὲν οὖν ἐπιπορευομένη τοὺς χρυσοχαλίνους ἵππους εὐτρέπιζεν Ἥρα, ἡ ἔντιμος θεά, ἡ θυγάτηρ τοῦ μεγάλου Κρόνου. ἡ Ἥβη δὲ ταχέως τοῦ ἅρματος περιέβαλε τοὺς ἐπικαμπεῖς τροχούς, χαλκοὺς ὄντας, ὀκτὼ κνήμας ἔχοντας, τῷ σιδηρῷ ἄξονι χωρίς· τούτων ἡ μὲν ἀψὶς χρυσῆ ἐστιν ἄφθαρτος, ἄνωθεν δὲ ἐπίσωτρα χαλκᾶ προσηρμοσμένα θαυμαστὰ ἰδεῖν· αἱ χοινικίδες δὲ τῶν τροχῶν ἐξ ἀργύρου εἰσὶ περιφερεῖς ἑκατέρωθεν τοῦ ἄξωνος· τὸ ὄχημα δὲ χρυσοῖς καὶ ἀργυροῖς λώροις ἐνδεδεμένον ἐπίκειται· δύο δὲ κυκλοτερεῖς περιφέρειαί εἰσι· ἐκ τούτου δὲ ῥυμὸς ἀργυροῦς ἦν, ἤτοι ὁ προσηρτημένος τῷ ζυγῷ κανών· ἐπὶ τῷ ἄκρῳ δὲ ἔδησε τὸν περικαλλῆ χρυσοῦν ζυγόν, ἐνέβαλε δὲ μασχαλιστῆρας περικαλλεῖς, χρυσοῦς· ὑπὸ τὸν ζυγὸν δὲ ἤγαγεν ἡ Ἥρα τοὺς ταχεῖς ἵππους, ἐφιεμένη φιλονεικίας καὶ μάχης. | 719 |
Ἡ Ἀθηνᾶ δέ, ἡ θυγάτηρ τοῦ τὴν αἰγίδα φοροῦντος Διὸς τὸν μαλακὸν δὴ καὶ ποικίλον πέπλον, τὰς περόνας λύσασα, καταφέρεσθαι ἀφῆκεν ἐπὶ τῷ ἐδάφει τοῦ πατρός, ὃν αὐτὴ ἐποίησε, καὶ ἐξεπόνησε ταῖς χερσί. αὕτη δὲ ἐνδυσαμένη τὸν χιτῶνα τοῦ τὰς νεφέλας ἀθροίζοντος Διός, ὅπλοις ἐπὶ τὸν πόλεμον καθωπλίζετο τὸν αἴτιον δακρύων τοῖς ὤμοις δὲ περιεβάλετο τὴν κροσσωτὴν αἰγίδα, τὴν φοβεράν, ἣν Φόβος μὲν πανταχόθεν περικυκλοῖ ἐντὸς δὲ ἦν ἡ Φιλονεικία, καὶ ἡ Ἰσχύς, καὶ ἡ κλαίουσα Δίωξις· καὶ ἔτι ἡ τῆς Γοργόνος κεφαλὴ τοῦ φοβεροῦ θηρίου, φοβερά τε, καὶ καταπληκτικὴ, τεράστιον τοῦ τὴν αἰγίδα φοροῦντος Διός. ἐπὶ τῇ κεφαλῇ δὲ ἔθετο περικεφαλαίαν κύκλῳ φαλοὺς ἤτοι ἥλους ἔχουσαν, καὶ τέτταρας φαλοὺς ἐξέχοντας (οἱ δέ εἰσιν ἥλοι λαμπροὶ περὶ τὸ μέτωπον τῆς περικεφαλαίας κατακρουόμενοι) χρυσῆν, ἑκατὸν πόλεων πεζοῖς ἡρμοσμένην. ἀνέβη δὲ τοῖς ποσὶν εἰς τὰ πύρινα ὀχήματα· ἔλαβε δὲ δόρυ βαρυ, μέγα, ἰσχυρόν, ᾧ δαμάζει τὰς τάξεις τῶν ἡμιθέων ἀνδρῶν, οἷς ἂν ὀργισθῇ ἡ ἰσχυρὸν πατέρα ἔχουσα. ἡ ῞Ηρα δὲ ταχέως μάστιγι τοὺς ἵππους ἐπέπληττεν· αὐτομάτως δὲ αἱ πύλαι τοῦ οὐρανοῦ ἠνεῴχθησαν, ἃς ἐφύλαττον αἱ Ὧραι, αἷς ἐπ᾿ ἐξουσίας ἐστὶν ὁ μέγας οὐρανὸς καὶ ὁ Ὄλυμπος, καὶ ἀνοίξαι νέφος πυκνὸν καὶ κλεῖσαι. ἐκεῖθεν δι' αὐτῶν ἤλαυνον τοὺς ἵππους τοὺς κέντρῳ μαστιζομένους· καὶ οὕτω τοὺς ἀναβάτας φέροντας· εὗρον δὲ τὸν υἱὸν τοῦ Κρόνου καθήμενον χωρὶς τῶν ἄλλων θεῶν, ἐν τῇ ὑψηλοτάτῃ κορυφῇ τοῦ πολλὰς ἐξοχὰς ἔχοντος Ὀλύμπου. ἐκεῖ δὲ τοὺς ἵππους στήσασα ἡ θεὰ ἡ λευκὰς ὠλένας ἔχουσα Ἥρα Δία τὸν βασιλέα, τὸν υἱὸν τοῦ Κρόνου ἠρώτησε, καὶ πρὸς αὐτὸν εἶπε. ὦ Ζεῦ πάτερ, οὐ νεμεσᾷς τῷ Ἄρει, διὰ τὰ ἰσχυρὰ ταῦτα καὶ ὑπερβάλλοντα ἔργα; ὅσον καὶ οἷον λαὸν τῶν Ἑλλήνων ἔφθειρε ματαίως ἄνευ αἰτίας, οὐδὲ κατὰ τὸ πρέπον, ἐμοὶ δὲ λύπη ἐστίν. οὗτοι δὲ ἐφ᾽ ἡσυχίας εὐφραίνονται, ἥ τε Ἀφροδίτη, καὶ ὁ τὸ ἀργυροῦν τόξον ἔχων Ἀπόλλων, τὸν ἀνόητον τοῦτον ἀναπείσαντες, ὃς οὐδεμίαν δικαιοσύνην ἐπίσταται· ὦ Ζεῦ πάτερ, ἆρά μοι ὀργισθήσῃ, ἐὰν τὸν Ἄρην δεινῶς πλήξασα τῆς μάχης ἀποδιώξω; | 733 |
πρὸς ταύτην δὲ ἀποκρινόμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς. ἄγε μὴν παρώρμησον αὐτῷ τὴν λαφυραγωγὸν Ἀθηνᾶν, ἥτις εἴωθε μάλιστα ἐμβάλλειν αὐτὸν εἰς ὀδύνας κακάς. | 764 |
οὕτως εἶπεν· ὑπήκουσε δὲ ἡ θεὰ ἡ λευκὰς ἔχουσα τὰς ὠλένας Ἥρα· ἐμάστιξε δὲ τοὺς ἵππους· οὗτοι δὲ ἑκόντες ἐπέτοντο μεταξὺ τῆς γῆς, καὶ τοῦ τοὺς ἀστέρας ἔχοντος οὐρανοῦ. ὅσον δὲ ὀμιχλῶδες καὶ ἀόρατον εἶδέ τις ἀνὴρ τοῖς ὀφθαλμοῖς καθήμενος ἐν περιοπῇ βλέπων ἐπὶ τὴν μέλαιναν θάλασσαν, τοσοῦτον ἐπιπηδῶσιν οἱ εἰς ὕψος μετ᾽ ἤχου αἰρόμενοι ἵπποι τῶν θεῶν· ἀλλ᾿ ὁπηνίκα δὴ εἰς τὴν Τροῖαν ἀφίκοντο, καὶ εἰς τοὺς ῥέοντας ποταμούς, ὅπου ὁ Σιμόεις καὶ ὁ Σκάμανδρος συμβάλλουσι τὰ ῥεύματα, ἐκεῖ τοὺς ἵππους ἔστησεν ἡ θεὰ ἡ λευκὰς ὠλένας ἔχουσα Ἥρα, λύσασα ἐκ τοῦ δίφρου, περιέχεε δὲ ἀορασίαν πολλήν· τούτοις δὲ θείαν ἐδωδὴν ὁ Σιμοῦς ἐβλάστησε βόσκεσθαι. | 767 |
αὗται δὲ ἐπορεύθησαν ὅμοιαι ταῖς δειλαῖς περιστεραῖς κατὰ τὰ ὁρμήματα καὶ τὰς πτήσεις, ἀνδράσιν Ἕλλησι βοηθῆσαι προθυμούμεναι ἀλλ᾽ ὁπηνίκα δὴ κατέλαβον ὅπου οἱ πλεῖστοι καὶ ἄριστοι ἵσταντο περὶ τὴν ἰσχὺν τοῦ ἱππικοῦ Διομήδους, ἤτοι τὸν Διομήδην αὐτόν, συστρεφόμενοι, λέουσιν ὠμοβόροις ὅμοιοι, ἢ χοίροις ἀγρίοις, ὧν ἡ δύναμις οὐκ ἀσθενής ἐστιν· ἐκεῖ στᾶσα ἐβόησεν ἡ θεὰ λευκοβραχίων Ἥρα, ὁμοιωθεῖσα τῷ μεγαλοψύχῳ Στέντορι τῷ ἰσχυρὰν φωνὴν ἔχοντι, ὃς τοσοῦτον ἐφώνει ὅσον ἄλλοι πεντήκοντα· ὦ Ἕλληνες, αἰσχύνη, κακὰ ὀνείδη, κατὰ μορφὴν μόνον θαυμαστοί, ἕως μὲν εἰς τὸν πόλεμον ἀνεστρέφετο ὁ ἔνδοξος Ἀχιλλεύς, οὐδεπώποτε οἱ Τρῷες πρὸ τῶν πυλῶν τῶν Δαρδανίων ἐπορεύοντο· ἐκείνου γὰρ τὸ ἰσχυρὸν δόρυ ἐφοβοῦντο· νῦν δὲ πόρρω τῆς πόλεως ἐπὶ ταῖς βαθείαις ναυσὶ πολεμοῦσι. | 778 |
οὕτως εἰποῦσα ἰσχύν τε καὶ ψυχὴν ἑκάστου παρώξυνεν. ἡ θεὰ δὲ ἡ εὐόφθαλμος Ἀθηνᾶ πρὸς τὸν υἱὸν τοῦ Τυδέως ὥρμησεν, εὗρε δὲ τὸν βασιλέα αὐτὸν παρὰ τοῖς ἑαυτοῦ ἵπποις καὶ τοῖς ἅρμασιν ἀναπαύοντα τὸ τραῦμα, ὅπερ αὐτὸν ἔτρωσεν ὁ Πάνδαρος ὀϊστῷ· ὁ ἱδρῶς γὰρ αὐτὸν κατεπόνει τοῦ πλατέος λώρου τῆς ἀσπίδος, τῆς καλῶς κυκλοτεροῦς οὔσης· ᾧ ἐπετρίβετο, ἐκοπία δὲ κατὰ τὴν χεῖρα ἀνασχὼν δὲ τὸν κρεμαστῆρα τῆς ἀσπίδος, τὸ μέλαν αἷμα ἀπέψα τε καὶ ἀπέμασε. ή θεά δὲ ἥψατο τοῦ ζυγοῦ τῶν ἵππων καὶ εἶπεν· ὄντως οὐδὲν ὅμοιον ἑαυτῷ παῖδα ἐγέννησεν ὁ Τυδεύς· ὁ Τυδεὺς μικρὸς μὲν ἦν τὸ σῶμα, ἀλλὰ πολεμιστὴς ἦν· καὶ δὴ ὅτε πολεμεῖν αὐτὸν οὐκ εἴων ἐγώ, οὐδὲ ἐνθουσιωδῶς ὁρμᾷν, καὶ ὁπηνίκα ἦλθεν ἄνευ τῶν Ἑλλήνων πρεσβευτὴς εἰς τὰς Θήβας ἐπὶ πολλοὺς Θηβαίους, εὐωχεῖσθαι αὐτὸν ἐκέλευον ἡσύχως ἐν τοῖς οἴκοις· οὗτος δὲ τὴν ἑαυτοῦ ψυχὴν ἀνδρείαν ἔχων ὥσπερ πρότερον, τοὺς νέους τῶν Θηβαίων προεκαλεῖτο· πάντα δὲ ἐνίκα ῥαδίως· τοιαύτη βοηθὸς αὐτῷ παρῆν ἔγωγε. σοὶ δὲ ἐγὼ μὲν παρίσταμαι, καὶ φυλάττω, καί σε προθύμως πολεμεῖν τοῖς Τρῳσὶ κελεύω· ἀλλά σου τὰ μέλη, ἢ κόπος ἐκ πολλῆς κινήσεως γινόμενος εἰσῆλθε, καὶ κατέλαβεν, ἢ δήπου σε κατέχει φόβος ὁ εἰς ἀψυχίαν ἄγων, οὐ σύ γε μετὰ ταῦτα υἱὸς ἔσῃ τοῦ συνετοῦ Τυδέως τοῦ υἱοῦ τοῦ Οἰνέως. | 792 |
πρὸς ταύτην δὲ ἀποκρινόμενος ὁ ἰσχυρὸς Διομήδης, εἶπε· γινώσκω σε, ὦ θεά, θύγατερ τοῦ τὴν αἰγίδα φοροῦντος Διός, δι᾽ ὅ σοι προθύμως λόγον ἐρῷ ,οὐδὲ ἐπικρύψω· οὔτέ τίς με φόβος εἰς ἀψυχίαν ἄγων κατέχει, οὔτέ τις ῥαθυμία· ἀλλ᾽ ἔτι μέμνημαι τῶν σῶν ἐντολῶν, ἃς ἐνετείλω· οὐκ εἴας με ἐξεναντίας μάχεσθαι τοῖς μακαρίοις θεοῖς τοῖς ἄλλοις· ἐὰν δὲ ἡ θυγάτηρ τοῦ Διὸς ἡ Ἀφροδίτη ἔλθῃ ἐπὶ τὸν πόλεμον, ταύτην γε βαλεῖν σιδήρῳ ὀξεῖ· τούτου χάριν αὐτὸς τε νῦν ὑποχωρῶ, καὶ τοὺς ἄλλους Ἕλληνας ἐνταῦθα πάντας ἀθροισθῆναι ἐκέλευσα· οἶδα γὰρ τὸν Ἄρην τὰ κατὰ τὸν πόλεμον ἡγεμονικῶς διατάσσοντα. | 814 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα ἀπεκρίνατο ἡ εὐόφθαλμος Ἀθηνᾶ· ὦ Διόμηδες, υἱὲ τοῦ Τυδέως τῇ ἐμῇ πεφιλημένε ψυχῇ, μήτε τοῦτον τὸν Ἄρεα σύγε φοβοῦ, μήτε τινὰ ἀπὸ τῶν ἄλλων ἀθανάτων θεῶν· τοιαύτη σοι βοηθὸς ἐγώ πάρειμι· ἀλλ᾽ ἄγε πρῶτον κατ᾽ Ἄρεος ἔλαυνε τοὺς μονώνυχας ἵππους, πλῆξον δὲ ἐκ τοῦ σύνεγγυς, μὴ δὲ σέβου τὸν ὁρμητίαν Ἄρην, τοῦτον μαινόμενον, τὸ ἐπιτηδευτὸν κακόν, καὶ ἄλλοτε πρὸς ἄλλο ῥέπον· ὃς πρὸ ὀλίγου μὲν ἐμοὶ καὶ τῇ Ἥρᾳ ὑπέσχετο λέγων πολεμῆσαι τοῖς Τρῳσί, βοηθῆσαι δὲ τοῖς Ἕλλησι· νῦν δὲ σύνεστι τοῖς Τρῳσί, τούτων δὲ ἐξελάθετο. | 825 |
οὕτως εἰποῦσα, τὸν μὲν Σθένελον ἀπὸ τῶν ἵππων εἰς γῆν ὤθησε τῇ χειρὶ ὀπίσω ἑλκύσασα, αὐτὸς δὲ προθύμως ἀφώρμησε. αὕτη δὲ εἰς τὸ ὄχημα ἀνέβαινε παρὰ τὸν ἔνδοξον Διομήδην προθυμουμένη ἡ θεά, μεγάλως δὲ ἤχησεν ὁ δρύινος ἄξων τῷ βάρει· ἦγε γὰρ θεὰν φοβερὰν καὶ ἄνδρα ἄριστον· ἔλαβε δὲ τὴν μάστιγα, καὶ τὰς ἡνίας ἡ πολεμικὴ Ἀθηνᾶ· εὐθὺς δὲ κατ᾽ Ἄρεος πρῶτον ἤλαυνε τοὺς μονώνυχας ἵππους. αὐτὸς μὲν οὖν Περίφαντα τὸν μέγαν ἀπέκτεινεν τὸν ἐξόχως ἄριστον τῶν Αἰτωλῶν, τὸν λαμπρὸν ὑπὸν τοῦ Ὀχησίου· τοῦτον μὲν Ἄρης ὁ τοῖς φόνοις μεμιασμένος ἐφόνευσεν. ἡ Ἀθηνᾶ δὲ περιεβάλετο τὴν περικεφαλαίαν τοῦ Ἅιδου, ὅπως μὴ θεάσηται αὐτὴν ὁ ἰσχυρὸς Ἄρης· | 835 |
ἐπεὶ δὲ ἴδεν ὁ ἀνθρωποκτόνος Ἄρης τὸν ἔνδοξον Διομήδην, αὐτὸς μὲν Περίφαντα τὸν μέγαν αὐτόθι ἀφῆκε κεῖσθαι, ὅπου τὸ πρῶτον ἀποκτείνας ἀφείλετο τὴν ψυχήν. οὗτος δὲ ἐπορεύθη εὐθὺ τοῦ ἱππικοῦ Διομήδους· ὁπηνίκα δὲ οὗτοι πλησίον ἐγένοντο κατ᾿ ἀλλήλων ἐρχόμενοι, πρῶτον ὁ Ἄρης ἐστοχάσατο ὑπὸ τὸν ζυγόν, καὶ τὰς ἡνίας τῶν ἵππων, δόρατι σιδηρῷ, προθυμούμενος ἀπολέσαι τὴν ψυχὴν Διομήδους· καὶ τοῦτο λαβοῦσα τῇ χειρὶ ἡ θεὰ ἡ εὐόφθαλμος Ἀθηνᾶ ὤθησεν, ὥστε μάταιον ἐκ τοῦ δίφρου παρηνεχθῆναι· δεύτερος δὲ ὥρμησε Διομήδης ὁ κατὰ πόλεμον ἀγαθὸς δόρατι χαλκῷ· ἐστήριξε δὲ αὐτὸ ἡ πολεμικὴ Ἀθηνᾶ εἰς τὸ ἔσχατον τῆς λαγόνος, ἤτοι τὸ ἐνδότατον, ὅπου τὴν μίτραν περιεζώννυτο· κατ᾿ αὐτὸ δὴ τὸ μέρος ἔτρωσεν αὐτὸν ἐπιτυχών, διέκοψε δὲ τὴν περικαλλῆ τοῦ σώματος ἐπιφάνειαν· αὖθις δ᾽ ὀπίσω τὸ δόρυ ἐξέσπασεν· ὁ χαλκοῦς δὲ καὶ ἰσχυρότατος Ἄρης ἤχησεν, ὅσον ἐννακισχίλιοι ἢ δεκακισχίλιοι ἐβόησαν ἄνδρες ἐν τῷ πολέμῳ Ἔριν συναθροίζοντες μάχης· τοὺς Ἕλληνας δὲ καὶ τοὺς Τρῷας τρόμος ὑφεῖλε φοβηθέντας· τοσοῦτον ἤχησεν Ἄρης ὁ ἀκόρεστος τοῦ πολέμου· | 846 |
ὁποῖος δὲ ἐκ τῶν νεφῶν φαίνεται ἀὴρ σκοτεινός, ἐκ τοῦ καύματος, ὁρμήσαντος ἀνέμου σφοδροῦ· τοιοῦτος ὁ σιδηροῦς καὶ ἰσχυρότατος Ἄρης Διομήδει τῷ υἱῷ του Τυδέως ἐδόκει ἐγγὺς τῶν νεφῶν, ἀνιὼν εἰς τὸν πλατὺν οὐρανόν. ταχέως δὲ ἀφίκετο εἰς τὸ ἔδαφος τῶν θεῶν τὸν ὑψηλὸν οὐρανόν· ἐκάθισε δὲ παρὰ τῷ Διὶ τῷ υἱῷ τοῦ Κρόνου ἀλγῶν τὴν ψυχήν, ἔδειξε δὲ τὸ θεῖον αἷμα καταρρέον ἐκ τοῦ τραύματος, καὶ δὴ θρηνῶν λόγους ταχεῖς ἔλεγε· ὦ Ζεῦ πᾶτερ, οὐκ ἀναξιοπαθεῖς, ὁρῶν τὰ ἰσχυρὰ καὶ ὑπερβάλλοντα ταῦτα ἔργα; ἀεὶ δὴ τὰ δεινότατα οἱ θεοὶ ὑπομείναντές ἐσμεν, ἀλλήλων βουλῇ, χαριζόμενοι τοῖς ἀνθρώποις· διὰ σὲ πάντες πολεμοῦμεν, σὺ γὰρ ἐγέννησας ἀνόητον θυγατέρα ὀλεθρίαν, ᾗτινι ἀεὶ ἀλγεινὰ ἔργα διὰ φροντίδος εἰσίν· οἱ μὲν γὰρ ἄλλοι πάντες ὅσοι θεοί εἰσιν ἐν τῷ οὐρανῷ, σοὶ πείθονται, καὶ ὑποτετάγμεθα ἕκαστος, ταύτην δὲ οὔτε λόγῳ, οὔτε ἔργῳ ὑπερβάλλεις καὶ νικᾷς ὅπως ὑπακούοι σου, ἀλλ᾽ ἀφίης, καὶ συγχωρεῖς, ἐπειδὴ καὶ συ ἐπιβλαβῆ θυγατέρα ἐγέννησας· ἥτις νῦν Διομήδην τὸν μεγαλόψυχον τὸν υἱὸν τοῦ Τυδέως μαίνεσθαι καὶ ἐνθουσιᾷν ἀνέπεισε κατὰ τῶν ἀθανάτων θεῶν· πρῶτον μὲν τὴν Ἀφροδίτην ἐγγύθεν ἔτρωσεν κατὰ τὴν χεῖρα ἐπὶ τῷ καρπῷ, μετὰ ταῦτα δὲ ἐμοὶ αὐτῷ ἐφώρμησε θεῷ παραπλήσιος· ἀλλά με ὑπεξήγαγον οἱ ταχεῖς πόδες· ὄντως ἐπὶ χρόνον πολὺν αὐτόθι δεινὰ ἔπασχον ἂν ἐν ταῖς χαλεπαῖς τάξεσι τῶν νεκρῶν, εἰ ζῶν ἀσθενὴς ἦν τῇ τοῦ σιδήρου τρώσει. | 864 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· μηδαμῶς μοι, ὦ ἄλλοτε πρὸς ἄλλο ῥέπων παρακαθήμενος ὀδύρου· ἔχθιστος δέ μοι ὑπάρχεις ἀπὸ πάντων τῶν θεῶν οἳ κατοικοῦσι τὸν οὐρανὸν ἀεὶ γάρ σοι προσφιλὴς ἡ φιλονεικία, καὶ οἱ πόλεμοι, καὶ αἱ μάχαι· Ἥρας τῆς σῆς μητρὸς ἄσχετος καὶ ἀνίκητος θυμός ἐστι κατὰ σοῦ. ταύτην μέντοι ἐγὼ σὺν τάχει δαμάζω καὶ ὑποτάσσω λόγοις· δι᾽ ὅ σε οἴομαι πάσχειν ταῦτα βουλαῖς ἐκείνης· οὐ μὴν ἀλλ᾽ οὐκέτι σε ἐπὶ πολὺ ὑπομενῶ λύπας ἔχοντα· ἐξ ἐμοῦ γὰρ κατὰ γένος, ἤτοι τὴν ἀρχὴν τῆς γενέσεως ὑπάρχεις· ἐμοὶ δέ σε ἔτεκεν ἡ σὴ μήτηρ. εἰ δὲ ἔκ τινος ἄλλου τῶν θεῶν ἐγένου ἀφανιστικὸς οὕτω καὶ πονηρός, καὶ πάλαι ἂν ἧς τῶν ποτὲ οὐρανίων Τιτάνων ὑποχθονιώτερος. | 888 |
οὕτως εἶπε, καὶ τὸν Παιήονα ἐκέλευσεν ἰάσασθαι αὐτόν· τούτῳ δ᾽ἐπιπάσσων καὶ ἐπιτιθεὶς φάρμακα θεραπευτικὰ ὁ Παιήων ἐθεράπευσεν· οὐδαμῶς θνητός τε καὶ φθαρτὸς ἦν. ὥσπερ δὲ ὅτε ὁ ὀπὸς ταραττόμενος συνέπηξε τὸ λευκὸν γάλα ὑγρὸν ὂν, πάνυ δὲ ταχέως περιάγεται ταράττοντος τοῦ τυροποιοῦ· οὕτω ταχέως ἐθεράπευσε τὸν ὁρμητίαν Ἄρεα τὸ ἐπιτεθὲν φάρμακον. τοῦτον δὲ ἡ Ἥβη ἔλουσε, καὶ περικαλλῆ ἱμάτια ἐνέδυσε· τῷ Διὶ δὲ τῷ υἱῷ τοῦ Κρόνου παρεκάθητο τῇ δόξει σεμνυνόμενός τε καὶ γαυριῶν· | 899 |
αἱ δὲ αὖθις εἰς τὸ οἴκημα τοῦ μεγάλου Διὸς ὑπέστρεφον, ἡ Ἀργεία Ἥρα, καὶ ἡ τῇ ἑαυτῆς ἰσχύι βοηθοῦσα Ἀθηνᾶ, τοῦ φόνου τῶν ἀνδρῶν ἀποπαύσασαι τὸν ἀνθρωποκτόνον Ἄρεα. | 907 |