Koine Greek paraphrase by Theodorus Gaza
οἱ θεοὶ δὲ παρὰ τῷ Διῒ καθήμενοι, ἐδημηγόρουν ἐν τῷ χρυσῷ ἐδάφει, ἐν αὐτοῖς δὲ ἡ σεβασμία Ἥβη τὸ νέκταρ οἰνοχοοῦσα ἐτύγχανεν· οἱ δὲ ποτηρίοις χρυσοῖς ἐδεξιοῦντο ἀλλήλους, βλέποντες εἰς τὴν πόλιν τῶν Τρῴων. εὐθέως δὲ ὁ υἱὸς τοῦ Κρόνου ἐπεχείρει παροξύνειν τὴν Ἥραν διὰ λόγων θυμοδακῶν, παραλογιστικῶς δημηγορῶν, οὕτω δύο μὲν ἀπὸ τῶν θεῶν εἰσι βοηθοὶ τῷ Μενελάῳ, ἡ Ἀργεία Ἥρα, καὶ ἡ ἰδίᾳ δυνάμει βοηθοῦσα Ἀθηνᾶ· ἀλλ' αὗται μὲν καθήμεναι χωρίς, ἐπιβλέπουσαι τέρπονται· τῷ δὲ Ἀλεξάνδρῳ πάλιν ἡ φιλογέλως Ἀφροδίτη ἀεὶ παραμένει, καὶ ἀπ᾿ αὐτοῦ τὰς θανατηφόρους μοίρας ἀποσοβεῖ, καὶ νῦν ἐξέσωσεν αὐτὸν ὑπολαμβάνοντα τεθνήξεσθαι· ἀλλ᾽ἡ μὲν νίκη τοῦ πολεμικοῦ Μενελάου ἐστίν· ἡμεῖς δὲ σκεψώμεθα ὅπως τὰ παρόντα ἔργα γενήσονται· ἢ δὴ πόλεμον κακὸν πάλιν, καὶ μάχην χαλεπὴν ἐγείρωμεν, ἢ φιλίαν ἐν ἀμφοτέροις ποιήσωμεν. εἰ δὲ οὕτω πᾶσι προσφιλὲς καὶ ἡδὺ γένοιτο τοῦτο, ἡ μὲν πόλις Πριάμου τοῦ βασιλέως οἰκοῖτο ἂν, τὴν Ἑλληνίδα δὲ Ἑλένην αὖθις ἂν ὁ Μενέλαος ἀπαγάγοι. | 001 |
οὕτως εἶπεν. αὗται δέ, δυσανασχετοῦσαι ἐπεμυκτήρισαν ἡ Ἀθηνᾶ καὶ ἡ Ἥρα· πλησίον δὲ αὗται ἐκάθηντο, κακὰ δὲ τοῖς Τρωσὶν ἐβουλεύοντο· ἡ μὲν οὖν Ἀθηνᾶ ἡσυχάζουσα ἐτύγχανε, οὐκέτι ἀντεῖπεν ὀργιζομένη Διῒ τῷ πατρί, σφόδρα δὲ καὶ ἀγρία ὀργὴ κατεῖχεν αὐτήν· ἡ Ἥρα δὲ οὐκ ἐχώρησε τὴν ὀργὴν ἐν τῷ στήθει, ἀλλ᾽ ἔφη πρὸς αὐτόν· ὦ χαλεπώτατε υἱὲ τοῦ Κρόνου, τίνα λόγον εἶπας; διὰ τὶ βούλει ποιῆσαι τὸν κόπον μάταιον, καὶ ἀτελῆ τὸν ἱδρῶτα, ὃν κακοπαθείᾳ ἵδρωσα, ἔκαμον δέ μοι οἱ ἵπποι συναθροιζούσῃ τὸν λαόν· κακὰ δηλαδή τῷ Πριάμῳ καὶ τοῖς παισὶν αὐτοῦ πρᾶττε· οὐχ ἅπαντες δὲ οἱ ἄλλοι θεοὶ ἀποδεχόμεθα τὰ πραττόμενα. | 020 |
πρὸς αὐτὴν δὲ μεγάλως ἀγανακτήσας εἶπεν ὁ τὰς νεφέλας ἀθροίζων Ζεύς· ὦ μακαρία, τί δή σε ὁ Πρίαμος καὶ οἱ παῖδες τοῦ Πριάμου τοσαῦτα κακὰ ποιοῦσιν, ὥστε σε ἐκπορθῆσαι τὸ τῆς Ἰλίου καλῶς ἐκτισμένον πόλισμα; εἰ δὲ σὺ εἰς τὰς πύλας καὶ τὰ μακρὰ τείχη τῆς Ἰλίου εἰσελθοῦσα καταφάγοις ὠμὸν τὸν Πρίαμον καὶ τοὺς παῖδας τοῦ Πριάμου, καὶ τοὺς ἄλλους Τρῷας, τηνικαῦτα ἂν ἰάσαιο τὴν ὀργήν· ποίησον καθάπερ βούλει, μήπως ἡ φιλονεικία αὕτη μετέπειτα γένηται μεταξὺ σοῦ καὶ ἐμοῦ μέγας πόλεμος ἀλλήλοις· ἄλλο δέ σοι λέγω, σὺ δ᾽ ἔμβαλον αὐτὸ ἐν τῷ σῷ λογισμῷ· ὁπόταν κἀγὼ προθυμούμενος ἐκπορθῆσαι τὴν πόλιν ταύτην βουληθῶ, ἔνθα σοι ἄνδρες φίλοι γεγόνασι μὴ μάλαττε τὴν ἐμὴν ὀργήν, ἀλλ᾿ ἔα με· ἐπεὶ κἀγώ σοι ἐθελοντὴς παρεχώρησα, μήπω θελησάσης μου τῆς ψυχῆς. αἳ γὰρ ὑπὸ τὸν ἥλιον, καὶ τὸν τοὺς ἀστέρας ἔχοντα οὐρανὸν κατοικοῦνται πόλεις τῶν ἐπιγείων ἀνθρώπων, ἀπὸ τούτων ἐμοὶ περισσῶς κατ' ἐμὴν ψυχὴν ἐτιμᾶτο ἡ ἱερὰ Ἴλιος, καὶ ὁ Πρίαμος, καὶ ὁ λαὸς τοῦ Πριάμου τοῦ πολεμικοῦ· οὐ δέ ποτε γάρ μοι ὁ βωμὸς ἐδεῖτο εὐωχίας κοινῆς, καὶ θυσίας, καὶ κρεῶν ἀναθυμιάσεως· ταύτην γὰρ τὴν τιμὴν ἡμεῖς ἔσχομεν. | 030 |
πρὸς αὐτὸν δὲ ἀπεκρίνατο μετὰ ταῦτα ἡ σεβασμία Ἥρα καὶ εὐόφθαλμος. ἐμοὶ μὲν τρεῖς πόλεις εἰσὶ κατὰ πολὺ προσφιλέσταται· τό τε Ἄργος, καὶ ἡ Σπάρτη, καὶ ἡ εὐρύοδος Μυκήνη· ταύτας ἐκπόρθησον, ὅταν σοι περισσῶς κατὰ ψυχὴν μισηθῶσι· τούτων οὐδαμῶς ἐγὼ ὑπερμαχῶ, οὐ δὲ φθονῶ σοι· ἐὰν γὰρ φθονῶ, καὶ οὐκ ἐῶ ἐκπορθῆσαι, οὐδὲν ἐπιτελῶ φθονοῦσα· ἐπειδὴ κατὰ πολὺ κρείσσων ὑπάρχεις· οὐ μὲν ἀλλὰ δεῖ καὶ τὸν ἐμὸν κόπον ποιῆσαι οὐκ ἀτελείωτον. καὶ ἐγὼ γὰρ θεός εἰμι, καὶ γένος ἐκεῖθεν μοι, ὅθεν σοι· κἀμὲ τιμιωτάτην ἐγέννησεν ὁ σκολιὰ βουλευόμενος Κρόνος, κατ᾿ ἄμφω, καὶ κατὰ γένος, καὶ ὅτι γυνὴ σὴ καλοῦμαι· σὺ δ᾽ ἐν ἅπασι τοῖς ἀθανάτοις θεοῖς βασιλεύεις· ἀλλὰ ταῦτα μὲν συγχωρήσωμεν ἀλλήλοις, σοὶ μὲν ἐγώ, σὺ δὲ ἐμοί· ἐπακολουθήσουσι δὲ καὶ οἱ ἄλλοι θεοὶ οἱ ἀθάνατοι· σὺ δὲ τάχιον τῇ Ἀθηνᾷ ἐπίταξον θᾶττον παραγενέσθαι εἰς τὴν χαλεπὴν μάχην τῶν Τρῴων καὶ τῶν Ἑλλήνων, πειράτω δὲ καὶ ἐπιχειρείτω, ὅπως ἂν τοὺς μεγάλως γαυριάσαντας Ἕλληνας, ἐπὶ τῇ νίκῃ δηλονότι τοῦ Μενελάου, οἱ Τρῷες πρότερον ἄρξωσι βλάψαι παρὰ τοὺς ὅρκους καὶ τὰ συγκείμενα. οὕτως εἶπεν. ὑπήκουσε δὲ ὁ πατὴρ τῶν ἀνδρῶν καὶ τῶν θεῶν· εὐθέως δὲ πρὸς τὴν Ἀθηνᾶν λόγους ταχεῖς εἶπε· μάλα ταχέως παραγενοῦ εἰς τὸν στρατὸν ἐπὶ τοὺς Τρῷας καὶ Ἕλληνας, πείρα δὲ καὶ ἐπιχείρει, ὅπως ἂν οἱ Τρῷες τοὺς μεγάλως γαυριάσαντας Ἕλληνας πρότερον ἄρξονται βλάψαι παρὰ τοὺς ὅρκους καὶ τὰ συγκείμενα. | 050 |
οὕτως εἰπὼν παρώξυνε τὴν καὶ πρότερον προθυμουμένην Ἀθηνᾶν· κατέβη δὲ τῆς κορυφῆς τοῦ Ὀλύμπου ὁρμήσασα, οἷον δὲ ἀστέρα ἔπεμψεν ὁ υἱὸς τοῦ σκολιοβούλου Κρόνου, ἢ ναύταις σημεῖον, ἢ στρατῷ μεγάλῳ λαῶν περιφανῆ· ἀπ᾿ αὐτοῦ δὲ πυρὸς ἀποβολαὶ πολλαὶ ἐκφέρονται· τούτῳ ἡ Ἀθηνᾶ ὡμοιωμένη, ὥρμησεν ἐπὶ τὴν γῆν, κατεπήδησε δὲ εἰς τὸ μέσον· ἔκπληξις δὲ κατέσχει βλέποντας τοὺς πολεμικούς τε Τρῷας καὶ τοὺς εὐόπλους Ἕλληνας. οὕτω δέ τις εἶπε θεασάμενος εἰς ἄλλον πλησίον· ἢ δὴ πάλιν πόλεμος κακὸς καὶ μάχη χαλεπὴ ἔσται, ἢ φιλίαν ἐν ἀμφοτέροις ποιεῖ ὁ Ζεύς, ὃς ὑπάρχει πολέμου ταμίας τῶν ἀνθρώπων. | 073 |
οὕτως εἶπέ τις ἀπὸ τῶν Ἀχαιῶν καὶ τῶν Τρῴων, ἡ δὲ ἀνδρὶ εἰκασθεῖσα, εἰσῆλθεν εἰς τὸ πλῆθος τῶν Τρῴων, τῷ Λαοδόκῳ τῷ υἱῷ τοῦ Ἀντήνορος τῷ ἰσχυρῷ πολεμιστῇ, ζητοῦσα εἴ που εὕροι τὸν ἰσόθεον Πάνδαρον. εὗρε τὸν υἱὸν τοῦ Λυκάονος τὸν ἄμεμπτον καὶ ἰσχυρὸν ἑστῶτα, περὶ δὲ αὐτὸν αἱ ἰσχυραὶ τάξεις τῶν ὁπλιτῶν λαῶν, οἵτινες αὐτῷ ἠκολούθουν ἀπὸ τῶν ῥευμάτων τοῦ Αἰσήπου ποταμοῦ. πλησίον δὲ στᾶσα λόγους ταχεῖς εἶπε πρὸς αὐτόν· ἆρα γέ τι ὑπακούσεις μου, ὦ υἱὲ τοῦ Λυκάονος συνετέ; ὑπομείνειας ἂν ἐπιπέμψαι τῷ Μενελάῳ βέλος ταχύ; παρὰ πάντων δὲ τῶν Τρῴων, χάριν ἂν καὶ δόξαν κομίσαιο, μάλιστα δὲ πάντων παρ᾽ Ἀλεξάνδρου τοῦ βασιλέως· παρ᾿ αὐτοῦ δὴ πρώτιστα δῶρα λαμπρὰ ἀπενέγκαιο, ἐὰν θεάσηται Μενέλαον τὸν πολεμικὸν υἱὸν τοῦ Ἀτρέως δαμασθέντα ὑπὸ τοῦ σοῦ ὀϊστοῦ, καὶ ἐμβληθέντα τῇ χαλεπῇ πυρκαϊᾷ, ἀλλ' ἄγε, τόξευσον κατὰ Μενελάου τοῦ ἐνδόξου· εὔχου δὲ Ἀπόλλωνι τῷ ἐν Λυκίᾳ γεγεννημένῳ, τῷ ἐνδόξῳ τὴν τοξικήν, ποιήσεσθαι θυσίαν ἔνδοξον δι᾿ ἀρνῶν πρωτευόντων ἐν γονῇ, ὑποστρέψας εἰς τὸν οἶκον, εἰς τὴν πόλιν τῆς ἱερᾶς Ζελείας. | 085 |
Οὕτως εἶπεν ἡ Ἀθηνᾶ. τῷ ἄφρονι δὲ καὶ ἀνοήτῳ αὐτῷ ἔπειθε τὸν λογισμόν. εὐθέως δὲ ὑφῃρεῖτο καὶ ἐγύμνου τὸ εὐποίητον τόξον τοῦ ὁρμητικοῦ αἰγὸς καὶ ἀγρίου, ὃν δή ποτε αὐτὸς ἐξιόντα τῆς πέτρας προσδεχόμενος ἐν ἐνέδραις, ἔτρωσε, τοῦ στέρνου ἐπιτυχῶν, πρὸς τὸ στῆθος· ὁ δ᾽ ἐπὶ ῥάχιν κατέπεσεν ἐν τῇ πέτρᾳ· τούτου τὰ κέρατα ἑκκαίδεκα παλαιστῶν ἐκ τῆς κεφαλῆς ἔφυσαν· καὶ ταῦτα μὲν ὁ τα κέρατα ξέων τέκτων περικαλῶς κατασκευάσας συνήρμοσε, πᾶν δὲ τὸ τόξον καλῶς λεῖον ποιήσας, τὴν χρυσῆν ἐφήρμοσε κορώνην, ἤτοι τὸ ἑκατέρωθι ἐπικαμπές· καὶ τοῦτο μὲν ἐπαναβιβάσας τῇ κορώνῃ τὴν νευρὰν καλῶς κάτω ἔθηκε, πρὸς τῇ γῇ ἐπερείσας ἑαυτόν, ἀσπίδας δὲ ἔμπροσθεν αὐτοῦ κατεῖχον οἱ ἀγαθοὶ φίλοι, μὴ πρότερον ἀνορμήσειαν οἱ πολεμικοὶ υἱοὶ τῶν Ἑλλήνων, πρὶν τρωθῆναι Μενέλαον τὸν πολεμικὸν υἱὸν τοῦ Ἀτρέως· ὁ δὲ ἀφῃρεῖτο τῆς φαρέτρας τὸ κάλυμμα, ἐξέβαλε δὲ ὀϊστὸν καινόν, καὶ μήπω βεβλημένον, ἐπτερωμένον, στήριγμα ὀδυνῶν μελαίνων, διὰ τὸ τὰς σάρκας μελαίνεσθαι τῶν ἐκπεφαρμακευμένων βληθέντων ὀϊστῶν. αὐτίκα δὲ τῇ νευρᾷ ἐφαρμόζων κατέταττε τὸν πικρίας αἴτιον ἰόν, εὔχετο δὲ Ἀπόλλωνι τῷ ἐν Λυκίᾳ γεγεννημένῳ, τῷ ἐνδόξῳ τὴν τοξικήν, ποιήσεσθαι θυσίαν ἔνδοξον δι᾿ ἀρνῶν πρωτευόντων ἐν γονῇ, ὑποστρέψας εἰς τὸν οἶκον εἰς τὴν πόλιν τῆς ἱερᾶς Ζελείας. εἷλκε δὲ ὁμοῦ εἰληφὼς τὰς ἐντομὰς τοῦ βέλους καὶ τὰ ἐκ βοὸς νεῦρα· καὶ τὴν μὲν νευρὰν τῷ μαζῷ προσήγαγε, τὸ σίδηρον δὲ τῷ τόξῳ. ἐπεὶ δὲ τό μέγα τόξον κυκλοτερῶς ἐνέτεινεν, ἤχησε τὸ τόξον ἡ νευρὰ δὲ μεγάλως ἐψόφησεν, ἀπεπήδησε δὲ ὁ ἰὸς ὁ ὀξέως βάλλων, ἐπιπτῆναι κατὰ τὴν πληθὺν προθυμούμενος· | 104 |
οὐ δὲ σοῦ, ὦ Μενέλαε, οἱ μακάριοι θεοὶ ἐξελάθοντο, καὶ ἀθάνατοι, πρώτη δὲ ἡ τοῦ Διὸς θυγάτηρ λαφυραγωγὸς Ἀθηνᾶ, ἥ σοι ἔμπροσθεν στᾶσα, ἀπεκρούσατο τὸ πικρὸν βέλος· ἡ δὲ τοσοῦτον μὲν ἀπεῖργεν ἀπὸ τοῦ σώματος, ὥσπερ ὅτε μήτηρ ἀπείργει τῷ παιδὸς μυῖαν, ὁπηνίκα ὕπνῳ γλυκεῖ κατακοιμηθήσεται· αὕτη δὲ ἐπ᾽ εὐθείας ἤγαγεν, ὅπου τὰ τῆς θωρακίτιδος ζώνης ἐπίδεσμα τὰ χρυσᾶ συνέδεον, καὶ ὁ θώραξ διπλοῦς συνήγετο, τῶν πτερυγίων αὐτοῦ φερομένων ἀλλήλοις· ἐμπέπηγε δὲ τῇ ἡρμοσμένῃ ζώνῃ τὸ πικρὸν βέλος. διὰ μὲν οὖν τῆς ποικίλης ζώνης διῆλθε, καὶ διὰ τοῦ θώρακος τοῦ ποικίλου ἐπήχθη, καὶ τῆς μίτρας, ᾗ ἐζώννυτο, φύλαγμα τοῦ σώματος ἔχον αὐτήν, καὶ περίφραγμα τῶν λοβάτων, ἥτις αὐτῷ μάλιστα ἐβοήθει· προῆλθε δὲ καὶ δι᾿ αὐτῆς· τὴν ἀκροτάτην δὲ τοῦ σώματος ἐπιφάνειαν τοῦ ἀνδρὸς ἐπέξεσε τὸ βέλος· εὐθέως δὲ ἔρρει αἷμα μέλαν ἐκ τῆς πληγῆς· | 127 |
ὥσπερ δὲ ὅταν ἄνθει ἐρυθρῷ ἐλέφαντος ὀστοῦν βάψῃ γυνή τις Λυδή, ἢ Καρίνη, ὥστ᾽ εἶναι παρήιον ἵππων, ἤτοι ἐπικεῖσθαι ταῖς παρειαῖς τῶν ἵππων, κεῖται δὲ ἐν ἀποθήκῃ, καὶ πολλοὶ αὐτὸ ηὔξαντο ἱππεῖς φορεῖν· κεῖται δὲ καλλώπισμα βασιλεῖ τινι, κατ᾽ ἄμφω, καὶ καλλωπισμὸς ἵππων, καὶ τῷ ἀναβάτῃ δόξα. οὕτως, ὦ Μενέλαε, ἐβάφησαν αἵματι οἱ μηροὶ οἱ εὐφυεῖς, καὶ αἱ κνῆμαι, καὶ τὰ περικαλλῆ σφυρὰ κάτωθεν· ἐφοβήθη δὲ μετὰ ταῦτα Ἀγαμέμνων ὁ βασιλεὺς τῶν ἀνδρῶν, ἐπεὶ ἴδε αἷμα μέλαν καταρρέον ἐκ τῆς πληγῆς· ἐφοβήθη δὲ καὶ αὐτὸς ὁ πολεμικὸς Μενέλαος· ἐπεὶ δὲ ἴδε τὸ νεῦρον τοῦ βέλους, καὶ τὰς ἀκίδας ἔξω οὔσας, ὀπισθόρμητος αὐτῷ ὁ λογισμὸς ἐν τοῖς στήθεσιν ἠθροίσθη· ἐν τούτοις δὲ βαρέως στενάζων Ἀγαμέμνων ὁ βασιλεὺς εἶπε, κρατῶν ἀπὸ τῆς χειρὸς τὸν Μενέλαον· ἐπεστέναζον δὲ οἱ φίλοι· ὦ προσφιλέστατε ἀδελφέ, ἐπὶ θανάτῳ δὲ σοι τοὺς ὅρκους ἐποίουν, σὲ μόνον προβαλόμενος μάχεσθαι τοῖς Τρῳσὶν ὑπὲρ τῶν Ἑλλήνων, δι᾿ ὃ καὶ ἔτρωσάν σε οἱ Τρῷες, καὶ τοὺς πιστοὺς ὅρκους κατεπάτησαν· οὐ μὴν μάταιός ἐστιν ὁ ὅρκος, καὶ τὸ αἷμα τῶν ἀρνῶν, καὶ αἱ δι᾽ ἀκράτου οἴνου γενόμεναι θυσίαι, καὶ αἱ δεξιώσεις αἷς τεθαρρήκαμεν· εἰ γὰρ καὶ εὐθὺς οὐκ ἐτέλεσεν ὁ Ὀλύμπιος Ζεύς, ἀλλὰ δὴ καὶ ὀψέ ποτε ἐκτελέσει· καὶ σὺν μεγάλῳ τόκῳ ἀποτίσουσι σὺν ταῖς ἑαυτῶν κεφαλαῖς, καὶ γυναιξί, καὶ τοῖς τέκνοις· καλῶς γὰρ ἔγωγε τοῦτο οἶδα καὶ κατὰ λογισμὸν καὶ κατὰ θυμόν, ὅτι ἔσται ἡμέρα, ὅταν ποτὲ ἀπόληται ἡ ἱερὰ Ἴλιος, καὶ ὁ Πρίαμος, καὶ ὁ λαὸς τοῦ πολεμικοῦ Πριάμου. ὁ Ζεὺς δὲ αὐτοῖς ὁ υἱὸς τοῦ Κρόνου, ὁ δι' αἰθέρος ἐν ὑψηλοῖς κατοικῶν, αὐτὸς δὴ ἐπιτινάξειεν ἂν πᾶσιν αἰγίδα σκοτεινήν, ὀργιζόμενος ἕνεκα ταυτησὶ τῆς ἀπάτης· ταῦτα μὲν οὐκ ἀτελείωτα ἔσται· ἀλλά μοι λύπη χαλεπὴ γενήσεται ἕνεκα σοῦ ὦ Μενέλαε, ἐὰν ἀποθάνῃς, καὶ τὴν τῆς ζωῆς μοῖραν πληρώσῃς, καὶ ἐπονείδιστος ἂν τὸ πολυβλαβὲς Ἄργος καταλάβοιμι· εὐθέως γὰρ οἱ Ἕλληνες μνημονεύσουσι τῆς πατρίδος γῆς, καταλίποιμεν δ᾽ αὐτῷ Πριάμῳ καὶ τοῖς Τρῳσὶ καύχημα τὴν Ἑλληνίδα Ἑλένην· σοῦ δὲ τὰ ὀστᾶ σήψει ἡ γῆ ἐν Τροίᾳ κειμένου ἐπὶ ἔργῳ ἀτελειώτῳ· καί τις ἀπὸ τῶν ὑπερηφάνων Τρῴων οὕτως ἂν εἴποι ἐπὶ τῷ τάφῳ πηδῶν τοῦ ἐνδόξου Μενελάου· εἴθε οὕτως ἐν ἅπασι τὴν ὀργὴν πληρώσειεν Ἀγαμέμνων, ὥσπερ καὶ νῦν μάταιον στρατὸν τῶν Ἑλλήνων ἤγαγε δεῦρο, καὶ τοίνυν ἐπορεύθη εἰς τὸν οἶκον, εἰς τὴν πατρίδα γῆν τὴν προσφιλῆ, σὺν ναυσὶ κεναῖς, καταλιπὼν τὸν χρηστὸν Μενέλαον. οὕτω ποτέ τις λέξει. τηνικαῦτα μοι χάνοι εὐρέως ἡ γῇ. | 141 |
πρὸς αὐτὸν δὲ ὁ πυρρὸς Μενέλαος θαρσοποιῶν εἶπε· θάρρει, μὴ δ᾽ ἔτι ἐκφόβει τὸν λαὸν τῶν Ἑλλήνων, οὐκ ἐν ἐπικινδύνῳ τόπῳ ἐπάγῃ τὸ ὀξὺ βέλος· ἀλλ᾽ ἔμπροσθεν ἐκώλυσεν ἡ παμπιλωτάτη ζώνη, καὶ κάτωθεν τὸ ζῶμα τοῦ θώρακος, καὶ ἡ μίτρα, ἣν ἄνδρες χαλκεῖς κατεσκεύασαν. πρὸς αὐτὸν δὲ ἀποκρινόμενος εἶπεν Ἀγαμέμνων ὁ βασιλεύς· εἴθε δὴ οὕτως εἴη, ὦ φίλτατε Μενέλαε, τὸ τραῦμα δὲ ὁ ἰατρὸς ἀπομάξεται, καὶ ἐπιβαλεῖ φάρμακα, ἅπερ ἂν παύσῃ σε τῶν μελαίνων ὀδυνῶν. | 183 |
εἶπε, καὶ πρὸς Ταλθύβιον τὸν θεῖον κήρυκα ἔλεγεν· ὦ Ταλθύβιε, ὅσον τάχος καλέσον ἐνθάδε τὸν Μαχάονα ἄνδρα τὸν Ἀσκληπίου τοῦ ἀμέμπτου ἰατροῦ υἱόν, ὅπως ἴδῃ Μενέλαον τὸν πολεμικὸν τὸν ἀρχηγὸν τῶν Ἑλλήνων, ὃν τοξεύσας τις ἔτρωσεν ἔμπειρος ὢν τοξικῆς ἀπὸ τῶν Τρῴων, ἢ τῶν Λυκίων, τούτῳ μὲν δόξα, ἡμῖν δὲ λύπη, καὶ θρῆνος. | 192 |
οὕτως εἶπεν· οὐκ ἠπείθησε δὲ αὐτῷ ὁ κῆρυξ ἀκούσας· ἀπῆλθε δὲ πορεύεσθαι κατὰ τὴν πληθὺν τῶν σιδηροθωράκων Ἑλλήνων, περισκοπῶν Μαχάονα τὸν ἥρωα· ἐθεάσατο δὲ αὐτὸν ἑστῶτα, περὶ δὲ αὐτὸν αἱ ἰσχυραὶ τάξεις ἦσαν τῶν πολεμικῶν λαῶν, οἳ ἠκολούθουν αὐτῷ ἐκ Τρίκκης τῆς ἱπποτρόφου. πλησίον δὲ στὰς λόγους ταχεῖς ἔλεγεν αὐτῷ· ὧ υἱὲ τοῦ Ἀσκληπίου ἐγείρου, καλεῖ σε Ἀγαμέμνων ὁ βασιλεύς, ὅπως ἴδῃς Μενέλαον τὸν πολεμικὸν υἱὸν τοῦ Ἀτρέως, ὃν τοξεύσας τις ἔτρωσεν ἔμπειρος ὢν τοξικῆς ἀπὸ τῶν Τρῴων, ἢ τῶν Λυκίων· τούτῳ μὲν δόξα, ἡμῖν δὲ λύπη καὶ θρῆνος. οὕτως εἶπε· τούτῳ δὲ τὸν λογισμὸν ἐν τῷ στήθει ἐτάραξε· ὥρμηνται δὲ πορεύεσθαι κατὰ τὴν πληθὺν τῶν σιδηροθωράκων Ἑλλήνων· ἀλλ᾿ ὁπηνίκα ἀφίκετο, ὅπου ὁ πυρρὸς Μενέλαος τετρωμένος ἦν, περὶ αὐτὸν δὲ συνηθροισμένοι ἦσαν ὅσοι ἄριστοι κύκλῳ· ὁ δὲ ἰσόθεος ἀνὴρ ἐν μέσῳ αὐτῶν ἔστη, εὐθέως δὲ ἐκ τῆς ζώνης τῆς ἡρμοσμένης ἀνέσπα τὸ βέλος, τούτου δὲ ἀνασπωμένου εἰς τοὐπίσω, ἀνεκάμφθησαν αἱ ὀξεῖαι ἀκίδες· ἔλυσε δὲ αὐτῷ τὴν ποικιλωτάτην ζώνην, καὶ κάτωθεν τὸ ζῶμα τοῦ θώρακος, καὶ τὴν μίτραν, ἣν χαλκεῖς ἄνδρες κατεσκεύασαν. ἐπεὶ δὲ ἐθεάσατο τὸ τραῦμα, ὅπου ἐνέπεσε τὸ πικρὸν βέλος, τὸ αἷμα ἐκθλίψας, καὶ ἐκπιέσας, ἐπέβαλλε τὰ πραϋντικὰ φάρμακα, εἰδήμων ὤν, ἅπερ ποτὲ τῷ πατρὶ αὐτοῦ Χείρων ἔδωκεν εὔνους ὢν αὐτῷ. | 198 |
ἐν ὅσῳ δὲ οὗτοι ἐνήργουν περὶ Μενέλαον τὸν ἀγαθὸν τὰ πολεμικά, ἐν τοσούτῳ ἐπῆλθον αἱ τάξεις τῶν πολεμικῶν Τρῴων· οἱ δὲ πάλιν τὰ ὅπλα ἐνεδύσαντο, καὶ τῆς μάχης ἐμνήσθησαν. | 220 |
τότε οὐκ ἂν νυστάζοντα ἴδοις τὸν ἔνδοξον Ἀγαμέμνονα, οὐδὲ δειλιῶντα, οὐδὲ οὐκ ἐθέλοντα πολεμεῖν· ἀλλὰ πάνυ ἐπειγόμενον εἰς τὴν μάχην τὴν τοὺς ἄνδρας δοξάζουσαν· τοὺς ἵππους μὲν γὰρ κατέλιπε καὶ τὰ ἅρματα τὰ σιδήρῳ ποικίλως κατεσκευασμένα, καὶ τούτους μὲν ὁ ὑπηρέτης πόρρω τῆς μάχης κατεῖχε πνευστιῶντας ὁ Εὐρυμέδων ὁ υἱὸς τοῦ Πτολεμαίου τοῦ υἱοῦ τοῦ Πειραίου. τούτῳ πάνυ πολλὰ ἐπέταττε προσαγαγεῖν αὐτῷ, ὅταν αὐτὸν κατὰ τὰ μέλη κόπος καταλάβῃ πολλοὺς ἡγεμονικῶς διατάσσοντα· ὁ δὲ πεζὸς ὢν ἐπήρχετο τὰς τάξεις τῶν ἀνδρῶν· καὶ δὴ οὓς μὲν ἀπὸ τῶν Ἑλλήνων τῶν ταχεῖς ἵππους ἐχόντων ἴδεν ἐπειγομένους, τούτους πάνυ ἐθαρσοποίει λόγοις πλησίον ἑστώς· ὦ Ἕλληνες, μηδαμῶς ἀμελεῖτε τῆς ὁρμητικῆς ἰσχύος, οὐ γὰρ ἐπὶ ψεύσμασι Ζεὺς ὁ πατὴρ ἔσται βοηθός· ἀλλ᾽ οἵτινες πρότερον τοὺς ὅρκους ἔβλαψαν, τούτων μὲν αὐτῶν τὰ ἁπαλὰ σώματα οἱ γῦπες κατεσθίουσιν· ἡμεῖς δὲ τὰς προσφιλεῖς αὐτῶν γυναῖκας, καὶ τὰ μικρὰ τέκνα ἀπάξομεν διὰ τῶν νεῶν, ἐπειδὰν κρατήσωμεν τοῦ πολίσματος· | 223 |
οὕστινας δὲ ἀμελοῦντας ἴδε τοῦ μισητοῦ πολέμου, τούτους λίαν ὀνείδιζε λόγοις ὀργίλοις καὶ λυπηροῖς· | 240 |
ὦ Ἕλληνες περὶ ἰοὺς πεπονημένοι, ἐπονείδιστοι, οὐκ αἰδεῖσθε; τίποτε οὕτως ἑστήκατε ἐκπεπληγμένοι καθάπερ ἐλάφων γεννήματα; ἅπερ ἐπειδὴ κεκμήκασι τρέχοντα διὰ τοῦ πεδίου, ἑστήκασιν, οὐδέ τις αὐτοῖς ἐν λογισμῷ γίνεται ἰσχύς· οὕτως ὑμεῖς ἑστήκατε ἐπτοημένοι, οὐδὲ πολεμεῖτε, ἢ προσκαρτερεῖτε πλησίον τοὺς Τρῷας ἐλθεῖν, ὅπου αἱ νῆες αἱ καλὰς πρύμνας ἔχουσαι εἱλκυσμένα εἰσὶ ἐπὶ τῷ αἰγιαλῷ τῆς λευκῆς θαλάσσης, ὅπως ἴδητε ἐὰν ὑμῖν ὑπερεκτείνῃ τὴν χεῖρα, καὶ βοηθήσῃ ὁ υἱὸς τοῦ Κρόνου; | 242 |
οὕτω μὲν ὁ Ἀγαμέμνων ἔργα πρέποντα βασιλέων πράττων ἐπήρχετο τὰς τάξεις τῶν ἀνδρῶν. (a) ἦλθε δὲ ἐπὶ τοῖς Κρησὶ πορευόμενος κατὰ τὰς συστροφὰς τῶν ἀνδρῶν· οὗτοι δὲ περὶ Ἰδομενέα τὸν συνετὸν καθωπλίζοντο· ὁ Ἰδομενεὺς μὲν ἐν τοῖς πρωταγωνισταῖς ὅμοιος τῇ δυνάμει κάπρῳ, ὁ Μηριόνης δὲ αὐτῷ τὰς ἐσχάτας τάξεις παρώξυνε· τούτους δὲ θεασάμενος Ἀγαμέμνων ὁ βασιλεὺς τῶν ἀνδρῶν ἐχάρη· εὐθέως δὲ πρὸς τὸν Ἰδομενέα ἔλεγε προσηνεῖς λόγους· ὦ Ἰδομενεῦ, περισσοτέρως μέν σε τιμῶ τῶν τοὺς ταχεῖς ἵππους ἐχόντων Ἑλλήνων, καὶ ἐν τῷ πολέμῳ, καὶ ἐν τοῖς ἄλλοις ἔργοις, καὶ ἐν ταῖς εὐωχίαις, ὁπηνίκα τὸν τοῖς ἐντίμοις διδόμενον καυστικὸν οἶνον οἱ ἔκκριτοι τῶν Ἑλλήνων ἐν τοῖς κρατῆρσι κιρνῶσιν· ἐὰν γὰρ οἱ ἄλλοι οἱ τὰς κόμας τρέφοντες Ἕλληνες μεμερισμένον πίνωσιν, ἀλλὰ τὸ σὸν ποτήριον πλῆρες ἀεὶ ἵσταται πιεῖν, ὥσπερ ἐμοί, ἡνίκα ὁ λογισμὸς κελεύει· ἀλλὰ διεγέρθητι πρὸς τὸν πόλεμον τοιοῦτος, οἷος τὸ πρῶτον ἐκαυχῶ εἶναι. | 250 |
πρὸς τοῦτον δὲ ὁ Ἰδομενεὺς ὁ τῶν Κρητῶν ἀρχηγὸς ἐξ ἐναντίου εἶπεν· ὦ υἱὲ τοῦ Ἀτρέως, λίαν μέν σοι ἐγὼ εὐάρμοστος͵ φίλος ἔσομαι ὥσπερ πρότερον ὑπησχόμην καὶ κατένευσα· ἀλλὰ τοὺς ἄλλους παρόξυνε Ἕλληνας τοὺς τὴν κόμην τρέφοντας, ὅπως λίαν ταχέως πολεμῶμεν, ἐπειδὴ συνέχειν καὶ συνέταξαν τοὺς ὅρκους οἱ Τρῷες· αὐτοῖς δὲ θάνατος καὶ λύπαι μετὰ ταῦτα γενήσονται, ἐπειδὴ πρῶτοι τοὺς ὅρκους ἔβλαψαν. | 265 |
οὕτως εἶπεν· ὁ υἱὸς δὲ τοῦ Ἀτρέως παρῆλθε κατὰ ψυχὴν εὐφραινόμενος· παρεγένετο δὲ πρὸς τοὺς Αἴαντας πορευόμενος κατὰ τὴν τάξιν τῶν ἀνδρῶν· οἱ δὲ καθωπλίζοντο, ὁμοῦ δὲ ἠκολούθει νέφος πεζῶν· ὥσπερ δὲ ὅτε ἀφ᾽ ὑψηλοῦ τόπου ἴδε νέφος ἀνὴρ ποιμὴν αἰγῶν ἐπερχόμενον κατὰ τὸν πόντον ὑπὸ τῆς Ζεφύρου πνοῆς, (a) τούτῳ δὲ πόρρωθεν ὑπάρχοντι μέλαν, καθάπερ πίσσα, φαίνεται πορευόμενον κατὰ θάλασσαν, φέρει δὲ συστροφὴν μετὰ ὄμβρου πολλήν· ἐφοβήθη δὲ ἰδών, καὶ ὑπὸ τὸ σπήλαιον συνήλασε τὰς αἶγας· τοιαῦται μετὰ τῶν Αἰάντων φάλαγγες πυκναὶ νέων ἐνδόξως τραφέντων, ἐκινοῦντο ἐπὶ τὸν ἀφανιστικὸν πόλεμον, μέλαιναι ταῖς ἀσπίσι, καὶ ὠρθωμέναι τοῖς δόρασιν οὖσαι· καὶ τούτους μὲν θεασάμενος Ἀγαμέμνων ὁ βασιλεὺς εὐφράνθη, καὶ φωνήσας πρὸς αὐτοὺς λόγους ταχεῖς ἔλεγεν· ὦ Αἴαντες ἡγεμόνες τῶν σιδηροθωράκων Ἑλλήνων, ὑμῖν μέν, οὐ γὰρ δεῖ, παροξύνειν ὑμᾶς οὐδὲν κελεύω· αὐτοὶ γὰρ καὶ λίαν παρακελεύεσθε τῷ λαῷ μάχεσθαι ἰσχυρῶς εἴθε γὰρ, ὦ Ζεῦ πάτερ, καὶ Ἀθηνᾶ, καὶ Ἄπολλον, τοιαύτη προθυμία γένοιτο πᾶσιν ἐν τοῖς στήθεσι· τούτῳ γὰρ ἂν ταχέως κλινθείη ἡ πόλις Πριάμου τοῦ βασιλέως κρατηθεῖσα, καὶ πορθηθεῖσα ὑπὸ τῶν ἡμετέρων χειρῶν. | 272 |
οὕτως εἰπών, αὐτοὺς μὲν κατέλιπεν αὐτόθι, ἐπὶ δὲ τοὺς ἄλλους ἐπορεύθη. ἐκεῖ δὲ οὗτος κατέλαβε Νέστορα τὸν ὀξύφωνον δημηγόρον τῶν Πυλίων, τοὺς ἑαυτοῦ φίλους κοσμοῦντα καὶ παροξύνοντα πολεμεῖν, περὶ τὸν μέγαν Πελάγοντα, καὶ τὸν Ἀλάστορα, καὶ τὸν Χρόμιον, καὶ τὸν βασιλέα Αἵμονα, καὶ Βίαντα τὸν ἡγεμόνα τῶν λαῶν· πρῶτον μὲν τοὺς ἱππέας σὺν τοῖς ἵπποις, καὶ τοῖς ἄρμασι, τοὺς πεζοὺς δὲ ὄπισθεν ἔστησε πολλούς τε καὶ ἀγαθούς, ὥστε περίφραγμα εἶναι τοῦ πολέμου· τοὺς δειλοὺς δὲ εἰς τὸ μέσον ἐλάσας συνέκλεισε ὅπως καὶ μὴ βουλόμενός τις ὑπ᾿ ἀνάγκης πολεμῇ. τοῖς ἱππεῦσι μὲν οὖν πρῶτον παρεκελεύετο· τούτους γὰρ ἐκέλευσε κατέχειν τοὺς ἑαυτῶν ἵππους, μὴ δὲ συστρέφεσθαι κατὰ τὴν πληθύν, μὴ δέ τις ἱππικῇ καὶ ἀνδρίᾳ θαρρῶν, μόνος πρὸ τῶν ἄλλων προθυμείσθω πολεμεῖν τοῖς Τρωσί, μὴ δὲ ὑποχωρείτω· ἀσθενέστεροι γὰρ γενήσεσθε· ὃς δ᾽ ἂν ἀνὴρ ἀπὸ τῶν ἰδίων ἁρμάτων ἐπὶ ἕτερα ἅρματα ἔλθῃ, δόρατι πληξάτω, ἐπειδὴ κατὰ πολὺ κρεῖσσον οὕτως ἂν εἴη· οὕτως καὶ οἱ προγενέστεροι τὰς πόλεις καὶ τὰ τείχη ἐπόρθουν, τοῦτον τὸν λογισμὸν καὶ τὴν προθυμίαν ἔχοντες ἐν τοῖς στήθεσιν. | 292 |
οὕτως ὁ γέρων προέτρεπε, παλαιῶν πολέμων ἔμπειρος ὤν· καὶ τοῦτον μὲν ἰδὼν Ἀγαμέμνων ὁ βασιλεὺς ἐχάρη, καὶ φωνήσας πρὸς αὐτὸν λόγους ταχεῖς ἔλεγεν· ὦ γέρον, εἴθε ὥσπερ ἐν τῷ προσφιλεῖ στήθει ὑπάρχει σοι προθυμία, οὕτω σοι καὶ τὰ γόνατ᾽ ἀκολουθοῖεν, καὶ δύναμις ἰσχυρά σοι ὑπάρχοι· ἀλλά σε γῆρας τὸ πᾶσιν ὁμοίως ἐπερχόμενον καταπονεῖ· ὡς εἴθε τις ἄλλος ἀπὸ τῶν ἀνδρῶν αὐτὸ εἶχεν, σὺ δὲ ἐν τοῖς νεωτέροις ὑπῆρχες. | 310 |
πρὸς τοῦτον δὲ μετὰ ταῦτα Νέστωρ ὁ ἀπὸ τῆς Γερήνης ὁ ἱππικὸς ἀπεκρίνατο· ὦ υἱὲ τοῦ Ἀτρέως, καὶ πάνυ μὲν ἂν βουλοίμην κἀγὼ οὕτως ἔχειν, ὥσπερ ὅτε τὸν ἔνδοξον Ἐρευθαλίωνα ἐφόνευσα· ἀλλ᾿ οὐδαμῶς ἅπανθ᾽ ὁμοῦ τοῖς ἀνθρώποις δεδώκασιν οἱ θεοί· εἰ τότε νέος ἦν, νῦν δή με γῆρας καταλαμβάνει· ἀλλὰ καὶ οὕτως τοῖς ἱππεῦσι συνέσομαι, καὶ προτρέψω εὐβουλία καὶ λόγοις· τοῦτο γάρ ἐστι γερόντων τιμή· ἀκόντια δὲ ἀκοντίζουσιν οἱ νεώτεροι, οἵτινες ἐμοῦ νεωτέρως γεγόνασι, καὶ ἰσχύι θαρροῦσι. | 317 |
οὕτως εἶπεν· ὁ υἱὸς δὲ τοῦ Ἀτρέως παρῆλθε χαίρων κατά ψυχήν· εὗρε δὲ Μενεσθέα τὸν ἱππικὸν τὸν υἱὸν τοῦ Πετεοῦ ἑστῶτα· περὶ δ᾽ αὐτὸν ἦσαν Ἀθηναῖοι οἱ ἐπιστήμονες τοῦ πολέμου· πλησίον δὲ ἵστατο Ὀδυσσεὺς ὁ πολύβουλος· παρ᾿ αὐτῷ δὲ τῶν Κεφαλήνων αἱ τάξεις οὐκ ἀσθενεῖς περιειστήκεσαν· οὔπω γὰρ ὁ λαὸς αὐτῶν ἤκουσε τῆς βοῆς, ἀλλὰ νεωστὶ διεγειρόμεναι ἐκινοῦντο αἱ φάλαγγες τῶν Τρῴων τῶν ἱππικῶν καὶ τῶν Ἑλλήνων· οἱ δὲ ἀναμένοντες ἑστήκασι, πότε ἄλλος πύργος τῶν Ἑλλήνων ἐπελθὼν ὁρμήσειε κατὰ τῶν Τρῴων, καὶ πολέμου ἀρχὴν ποιήσαιτο· τούτους δὲ θεασάμενος ὠνείδισεν Ἀγαμέμνων ὁ βασιλεὺς τῶν ἀνδρῶν, καὶ φωνήσας πρὸς αὐτοὺς λόγους ταχεῖς ἔλεγε· ὦ υἱὲ Πετεοῦ τοῦ ὑπὸ τοῦ Διὸς πεπαιδευμένου βασιλέως, καὶ σὺ κακοῖς δόλοις κεκοσμημένε, πανοῦργε, τί δήποτε φοβούμενοι πόρρω ἵστασθε, ἀναμένετε δὲ ἄλλους; ὑμῖν μέντοι πρέπει ἐν τοῖς πρώτοις ὄντας ἑστάναι, καὶ τῆς καυστικῆς μάχης μετασχεῖν· πρῶτοι γὰρ καὶ τῆς ἐμῆς εὐωχίας ἀκούεσθε, ὁπηνίκα παρασκευάζομεν εὐωχίαν τοῖς γέρουσιν Ἕλλησιν, ὅπου προσφιλῆ κρέα ὀπτά εἰσιν ὥστ᾽ ἐσθίειν, καὶ κύλικες οἴνου προσηνοῦς καὶ ἡδέος πίνειν, ὅπως ἂν βούλοισθε· νῦν δὲ ἡδέως ἂν ὁρῶτε, καὶ εἰ δέκα πύργοι Ἑλλήνων ἔμπροσθεν ὑμῶν μάχοιντο διὰ σιδήρου σκληροῦ, καὶ ἀνηλεοῦς. | 326 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος ὁ πολύβουλος Ὀδυσσεὺς εἶπεν· ὦ υἱὲ τοῦ Ἀτρέως, ποῖος λόγος τὸ περίφραγμα τῶν σῶν ὀδόντων διέφυγε; πῶς δὴ λέγεις πολέμου ἀμελεῖν, ὁπηνίκα οἱ Ἕλληνες ἀνιστῶμεν κατὰ τῶν ἱππικῶν Τρῴων πόλεμον ὀξύν; ὄψει ἐὰν ἐθέλῃς, καὶ ἐάν σοι ταῦτα διὰ φροντίδος εἰσί, τὸν προσφιλῆ πατέρα τοῦ Τηλεμάχου ἐμβαλόντα τοῖς πρωταγωνισταῖς τῶν ἱππικῶν Τρῴων· σὺ δὲ ταῦτα ἀνεμόφθορα, καὶ μάταια λέγεις. | 349 |
πρὸς τοῦτον δὲ μέτριον γελάσας Ἀγαμέμνων ὁ βασιλεὺς εἶπεν, ἐπειδὴ ἔγνω αὐτὸν μεγάλως ὀργιζόμενον· πάλιν δὲ οὗτος ἀνελάμβανε τὸν λόγον· ὦ εὐγενέστατε υἱὲ τοῦ Λαερτίου πολύτροπε Ὀδυσσεῦ, οὔτε ὀνειδίζω σε περιττῶς, οὔτε προστάττω· γινώσκω γὰρ ὅτι σοι ὁ λογισμὸς ἐν τῷ προσφιλεῖ στήθει προσηνῆ βουλεύματα οἶδε· ταὐτὰ γὰρ φρονεῖς, ἅπερ καὶ ἐγώ· ἀλλὰ πορεύου· ταῦτα δὲ μετέπειτα ἐξιλασόμεθα, εἴ τι κακὸν νῦν ἐλέχθη· θεοὶ δὲ ταῦτα πάντα μάταια καὶ ἀνωφελῆ ποιήσειαν. | 356 |
οὕτως εἰπών, τούτους μὲν κατέλιπεν αὐτόθι· ἐπορεύθη δ᾽ ἐπ᾽ ἄλλους· εὗρε δὲ τὸν υἱὸν τοῦ Τυδέως τὸν μεγαλόψυχον Διομήδην ἑστῶτα ἐν τοῖς ἵπποις καὶ τοῖς ἅρμασι τοῖς κεκολλημένοις· παρ᾽ αὐτῷ δὲ ἵστατο Σθένελος ὁ υἱὸς τοῦ Καπανέως· καὶ τοῦτον μέντοι ὠνείδισε θεασάμενος Ἀγαμέμνων ὁ βασιλεύς, καὶ φωνήσας πρὸς αὐτόν, λόγους ταχεῖς ἔλεγε· φεῦ, ᾧ υἱὲ τοῦ Τυδέως τοῦ συνετοῦ καὶ πολεμικοῦ· τί ἀποδειλιᾶς; τί δὲ περισκοπεῖς τὰ μεταξὺ κενὰ τοῦ στρατεύματος, ἤτοι φυγῆς ὁδούς; οὔκουν τῷ Τυδεῖ οὕτω προσφιλὲς ἦν τὸ δειλιᾷν, ἀλλὰ τὸ μάχεσθαι τοῖς πολεμίοις ἔμπροσθεν πολλῷ τῶν ἀγαπητῶν φίλων. οὕτως εἶπον, οἳ ἴδον αὐτὸν διαπονοῦντα κατὰ τὸν πόλεμον· ἐγὼ γὰρ οὐκ ἀπήντησα, οὐδὲ ἴδον· λέγουσι δὲ γενέσθαι ὑπὲρ τοὺς ἄλλους· ἄνευ μὲν γὰρ πολέμου εἰσῆλθε τὰς Μυκήνας ξένος, συναθροίζων λαὸν μετὰ Πολυνείκους τοῦ ἰσοθέου· οἳ δὴ τότε ἐστράτευον ἐπὶ τὰ ἱερὰ τείχη τῶν Θηβῶν, καὶ δὴ πάνυ παρεκάλουν δοῦναι συμμάχους ἐνδόξους· οὗτοι δὲ ἐβούλοντο δοῦναι, καὶ συνῄνουν ὥσπερ ἠξίουν· ἀλλ᾽ ὁ Ζεὺς ἐκώλυσε δεικνὺς σημεῖα ἐναντία καὶ χαλεπά. οὗτοι δὲ ἐπειδὴ ἀνεχώρησαν, καὶ ἔμπροσθεν τῆς ὁδοῦ ἐγένοντο, εἰς τὸν Ἀσωπόν ποταμὸν ἀφίκοντο, τὸν βαθείας βοτάνας καὶ σχοίνους ἔχοντα, τότε δὴ οἱ Ἕλληνες ἄγγελον ἔπεμψαν τὸν Τυδέα εἰς Θήβας· ὁ δὲ ἐπορεύθη, πολλοὺς δὲ Θηβαίους κατέλαβεν εὐωχουμένους κατὰ τὸν οἶκον τῆς ἰσχύος τοῦ Ἐτεοκλέους, ὅπου οὐδέ, ξένος ὤν, ὁ ἱππικὸς Τυδεὺς ἐφοβεῖτο μόνος ὑπάρχων ἐν πολλοῖς Θηβαίοις· ἀλλ᾿ αὐτὸς ἀγωνίζεσθαι προυκαλεῖτο· πάντα δὲ ἐνίκα ῥᾳδίως· τοιαύτη αὐτῷ βοηθὸς παρῆν ἡ Ἀθηνᾶ. οἱ δὲ Θηβαῖοι, οἱ τοὺς ἵππους κεντοῦντες, ὀργισθέντες, εἰς τοὐπίσω ὑποστρέφοντι ἐνέδραν ἰσχυρὰν ἄγοντες ἐκάθισαν, νέους πεντήκοντα· δύο δὲ ἦσαν ἡγεμόνες, Μαίων υἱὸς τοῦ Αἵμονος παρόμοιος τοῖς ἀθανάτοις θεοῖς, καὶ ὁ υἱὸς τοῦ Αὐτοφόνου ὁ καρτερικὸς Λυκοφόντης. Τυδεὺς μὲν οὖν καὶ τούτοις ἀπρεπῆ θάνατον ἐπήγαγε· πάντας ἀπέκτεινε, ἕνα δὲ μόνον ἀπέλυσε ἐπ᾽ οἶκον πορεύεσθαι· τὸν Μαίονα δὴ οὖν ἀφῆκε, σημείοις πεισθεὶς τῶν θεῶν. τοιοῦτος ἦν ὁ ἀπὸ Αἰτωλίας Τυδεύς· ἀλλὰ τὸν υἱὸν ἐγέννησεν ἑαυτοῦ χείρονα τῷ πολέμῳ, κρείσσονα δὲ τῇ δημηγορίᾳ. | 364 |
οὕτως εἶπε· πρὸς αὐτὸν δὲ οὐδὲν ἔφη Διομήδης ὁ ἰσχυρός, αἰδεσθεὶς τὴν ἐπίπληξιν τοῦ αἰδοῦς ἀξίου βασιλέως. ὁ υἱὸς δὲ τοῦ ἐνδόξου Καπανέως ἀπεκρίνατο αὐτῷ· ὦ υἱὲ τοῦ Ἀτρέως, μὴ ψεύδου, εἰδὼς εἰπεῖν ἀληθῶς· ἡμεῖς πολλῷ κρείττονες τῶν πατέρων εἶναι καυχώμεθα· ἡμεῖς καὶ τὸ ἔδαφος τῶν Θηβῶν τῶν ἑπταπύλων ἐπορθήσαμεν, ὀλίγον στρατὸν ἀγαγόντες ὑπὸ τεῖχος πολεμικόν, πειθόμενοι τοῖς τέρασι τῶν θεῶν, καὶ τῇ βοηθείᾳ τοῦ Διός· ἐκεῖνοι δὲ ταῖς ἰδίαις εἰς θεὸν ἁμαρτίαις ἀπώλοντο· δι᾿ ὃ μή μοι τοὺς πατέρας ποτὲ τίθεσο ἐν ὁμοίᾳ τιμῇ. | 401 |
πρὸς τοῦτον δὲ δεινῶς ὑποβλεψάμενος ὁ ἰσχυρὸς Διομήδης, εἶπεν· νήπιε, κάθησο σιωπῶν, τῷ ἐμῷ δὲ λόγῳ πείθου· οὐ γὰρ ἐγὼ μέμφομαι Ἀγαμέμνονι τῷ βασιλεῖ τοῦ στρατοῦ παροξύνοντι μάχεσθαι τοὺς εὐόπλους Ἕλληνας· τούτῳ μὲν γὰρ δόξα ἐπακολουθήσει, ἐὰν οἱ Ἕλληνες ἀφανίσωσι τοὺς Τρῷας, καὶ ἐκπορθήσωσι τὴν ἱερὰν Ἴλιον· τούτῳ δὲ πάλιν μεγάλη λύπη, τῶν Ἑλλήνων ἀφανισθέντων. ἀλλ᾽ ἀγὲ δὴ καὶ ἡμεῖς φροντίσωμεν ἰσχύος ὁρμητικῆς. | 411 |
εἶπε δὴ καὶ ἐκ τῶν ἀρμάτων σὺν τοῖς ὅπλοις χαμαὶ ἀπεπήδησε· φοβερῶς δὲ ἤχησεν ὁ σίδηρος ἐν τῷ στήθει τοῦ βασιλέως, ὁρμήσαντος· ὑφεῖλε δ᾽ ἂν φέβον καὶ τὸν ἄγαν καρτερικὸν καὶ ἀνδρεῖον· | 419 |
ὥσπερ δὲ ὅταν ἐν τῷ πολυταράχῳ αἰγιαλῷ τὸ κῦμα τῆς θαλάττης διεγείρεται πυκνότερον, τοῦ Ζεφύρου ἀνέμου συνταράξαντος ἠρέμα, ἐν τῷ πόντῳ μὲν τὴν ἀρχὴν κορυφοῦται, καὶ αὔξεται, μετὰ ταῦτα δὲ τῇ χέρσω προσρησσόμενον μεγάλως ἠχεῖ, περὶ δὲ τὰς ἄκρας κυφὸν καὶ μετέωρον ὂν ὑψοῦται, ἀπορρίπτει δὲ θαλάσσης ἀφρόν· οὕτω τότε πυκνότεραι ἐκινοῦντο αἱ τάξεις τῶν Ἑλλήνων ἀδιαλείπτως ἐπὶ τὸν πόλεμον· ἕκαστος δὲ τοῖς ἑαυτοῦ προσέταττε ἀπὸ τῶν ἡγεμόνων, οἱ ἄλλοι δὲ ἐπορεύοντο ἡσύχως· οὐδ᾽ ἂν εἴποις τοσοῦτον στρατὸν ἀκολουθεῖν ἔχοντα ἐν τοῖς στήθεσι φωνὴν μετὰ σιγῆς, φοβούμενοι τοὺς ἡγεμόνας· περὶ ἅπαντας δὲ τὰ ποικίλα ὅπλα περιέλαμπον, ἅπερ ἐνδεδυμένοι κατὰ τάξιν ἐπορεύοντο· οἱ Τρῷες δέ, ὥσπερ αἱ θήλειαι τῶν προβάτων ἑστήκασιν ἐν αὐλῇ ἀνδρὸς πολυκτήμονος πλεῖσται, γάλα λευκὸν ἀμελγόμεναι, ἀδιαλείπτως βοῶσαι, τὴν φωνὴν τῶν ἀρνῶν ἀκούουσαι· οὕτω θόρυβος Τρῴων κατὰ τὸν μέγαν στρατὸν ἐγήγερτο· οὐ γὰρ πάντων ἦν ὁ αὐτὸς ἦχος οὐ δὲ μία φωνή, ἀλλὰ γλῶσσαι μεμιγμέναι ἦσαν, ἄνδρες γὰρ πολλαχόθεν κεκλημένοι ὑπῆρχον· παρώρμησε δὲ τοὺς μὲν ὁ Ἄρης, τοὺς δὲ ἡ εὐόφθαλμος Ἀθηνᾶ, καὶ ὁ Δεῖμος, καὶ ὁ Φόβος, καὶ ἡ ἀπλείστως προθυμουμένη Ἔρις, ἡ τοῦ ἀνδροκτόνου Ἄρεος ἀδελφή, καὶ φίλη, ἥτις μικρὰ μὲν τὸ πρῶτον ἐγείρεται αὐξομένη, μετὰ ταῦτα δὲ τῷ οὐρανῷ τὴν κεφαλὴν προσεπέλασε, καὶ ἐπὶ γῆς βαδίζει· ἥτις αὐτοῖς καὶ τότε φιλονεικίαν ὁμοίαν καὶ κοινὴν εἰς τὸ μέσον ἐνέβαλεν, πορευομένη κατὰ τὸν στρατόν, αὔξουσα τὸν στεναγμὸν καὶ τὴν λύπην τῶν ἀνδρῶν. | 422 |
οὗτοι δὲ ἐπειδὴ εἰς ἕνα τόπον συνερχόμενοι ἀφίκοντο, συνέβαλον μέν τοι τὰς ἐκ βυρσῶν ἀσπίδας, συνῆξαν δὲ τὰ δόρατα, καὶ τὰς δυνάμεις τῶν ἀνδρῶν τῶν σιδηροθωράκων· αἱ ἀσπίδες δὲ αἱ τοὺς ὀμφαλοὺς ἔχουσαι ἐπλησίαζον ἀλλήλαις, πολὺς δὲ θόρυβος ἠγέρθη. τηνικαῦτα δὲ στεναγμὸς ὁμοῦ, καὶ εὐχὴ ἀνδρῶν ἦν φθειρόντων τε, καὶ φθειρομένων· τὸ αἷμα δὲ κατὰ γῆς ἔρρει. ὥσπερ δὲ ὅτε ποταμοὶ χείμαρροι, διὰ τῶν ὀρέων ῥέοντες συμβάλλουσιν εἰς δεξαμενὴν ὕδωρ ὄμβρων, ἔκ τινων βαθέων ἐκρύσεων, ἐντὸς κοίλης ἐγχαράξεως γῆς, τούτων δὲ τὸν κτύπον πόρρωθι ἐν τοῖς ὄρεσιν ἤκουσεν ὁ ποιμήν· οὕτως ἐπιφερομένων ἀλλήλοις τούτων, βοή τε καὶ φόβος ἐγένετο. | 446 |
πρῶτος δὲ ὁ Ἀντίλοχος ἀνεῖλεν ἄνδρα ἀπὸ τῶν Τρῴων πολεμικόν, τὸν ἀγαθὸν ἐν τοῖς πρωταγωνισταῖς, υἱὸν τοῦ Θαλυσίου Ἐχέπωλον· τοῦτον δὴ ἔτρωσε πρῶτος κατὰ τὸ μετωπίδιον τῆς ἱππείαις θριξὶ κοσμουμένης περικεφαλαίας· ἐνέπηξε δὲ τῷ μετώπῳ, ἐπέρασε δὲ εἴσω τὸ ὀστοῦν ἡ σιδηρὰ ἐπιδορατίς· αὐτὸν δὲ σκότος κατ᾽ ὀφθαλμοὺς ἐκάλυψεν· ἔπεσε δὲ εἰς γῆν, ὥσπερ ὅταν πέσῃ πύργος ἐν τῇ ἰσχυρᾷ μάχῃ· τοῦτον δὲ πεσόντα ἔλαβε ἀπὸ τῶν ποδῶν Ἐλεφήνωρ ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Χαλκώδοντος, ὁ ἀρχηγὸς τῶν μεγαλοψύχων Εὐβοέων. κύψας δὲ εἷλκεν ἔξω τῶν βελῶν προθυμούμενος, ὅπως λίαν ταχέως σκυλεύσειε τὰ ὅπλα· ἐπ ' ὀλίγον δὲ αὐτῷ γέγονεν ἡ ὁρμή· θεασάμενος γὰρ αὐτὸν ἕλκοντα τὸν νεκρὸν ὁ μεγαλόψυχος Ἀγήνωρ, τὰ πλευρά, ἅπερ αὐτῷ κύψαντι ἔξω τῆς ἀσπίδος ἐφάνησαν, ἔτρωσε δόρατι σιδηρῷ, διέλυσε δὲ τὰ μέλη. οὕτως αὐτὸν μὲν κατέλιπεν ἡ ψυχή· ἐπ᾿ αὐτῷ δὲ γέγονεν ἔργον χαλεπὸν τῶν Τρῴων καὶ τῶν Ἑλλήνων· οὗτοι γὰρ, καθάπερ λύκοι, ἀλλήλοις ἐφώρμησαν, ἀνὴρ δὲ ἄνδρα ἀνέτρεπε, καὶ ἀνήρει. | 457 |
τότε Αἴας ὁ Τελαμῶνος ἔτρωσε τὸν υἱὸν τοῦ Ἀνθεμίωνος, τὸν ἀκμάζοντα, νέον, Σιμοείσιον, ὃν ἡ μήτηρ ποτὲ ἐκ τῆς Ἴδης τοῦ ὄρους κατερχομένη, παρὰ ταῖς ὄχθαις τοῦ Σιμόεντος ποταμοῦ ἔτεκεν, ἐπειδὴ ἠκολούθει ἅμα τοῖς γονεῦσιν ἰδεῖν τὰ πρόβατα· τούτου χάριν αὐτὸν ἐκάλουν Σιμοείσιον· οὐδὲ τοῖς προσφιλέσι γονεῦσι τὰ τροφεῖα ἀπέδωκε· βραχὺς γὰρ αὐτῷ ὁ τῆς ζωῆς χρόνος ἐγένετο, φονευθέντι δόρατι ὑπὸ τοῦ μεγαλοψύχου Αἴαντος· πρῶτον γὰρ αὐτὸν ἐπερχόμενον ἔπληξε κατὰ τὸ στῆθος παρὰ τὸν δεξιὸν μαζόν· καταντικρὺ δὲ διὰ τοῦ ὤμου τὸ σιδηροῦν δόρυ διεπέρασεν· ὁ δὲ χαμαὶ εἰς χοῦν ἔπεσεν, ὥσπερ αἴγειρος, ἣ δὴ ἐν τόπῳ καθύδρῳ ἕλους μεγάλου ἀνεβλάστησεν, ὁμαλή· οἱ κλάδοι δὲ αὐτῇ ἔφυσαν ἐπὶ τῇ κορυφῇ· καὶ ταύτην μὲν ἀνὴρ ἅρματα ποιῶν σιδήρῳ λαμπρῷ καὶ ὀξεῖ ἀπέκοψεν, ὅπως κάμψας ποιήσηται περιφέρειαν ὡραίου δίφρου· καὶ αὕτη μὲν κεῖται ξηραινομένη παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ. τοιοῦτον δὴ Σιμοείσιον τὸν υἱὸν τοῦ Ἀνθέμου ἀπέκτεινεν Αἴας ὁ ἐκ τοῦ Διὸς ἕλκων τὸ γένος· κατ᾽ αὐτοῦ δὲ Ἄντιφος ὁ ποικίλον θώρακα ἔχων ὁ υἱὸς τοῦ Πριάμου κατὰ τὸν στρατὸν ἠκόντισεν δόρατι ὀξεῖ· καὶ τούτου μὲν διήμαρτε· Λεῦκον δὲ αὐτός, τὸν ἀγαθὸν φίλον τοῦ Ὀδυσσέως, ἔτρωσε κατὰ τὸν βουβῶνα, πρὸς ἄλλο μέρος τὸν νεκρὸν ἕλκοντα· ἔπεσε δὲ περὶ αὐτόν· ὁ νεκρὸς δὲ αὐτῷ ἐξέπεσε τῆς χειρός. τούτου δὲ φονευθέντος, λίαν ὠργίσθη κατὰ ψυχὴν Ὀδυσσεύς· ἐπορεύθη δὲ διὰ τῶν πρωταγωνιστῶν ὡπλισμένος σιδήρῳ λαμπρῷ· ἔστη δὲ πάνυ πλησίον ἐλθών, καὶ ἠκόντισε δόρατι λαμπρῷ, περισκοπήσας ἑαυτὸν· ὑπεσκεδάσθησαν δὲ καὶ διεχωρίσθησαν οἱ Τρῷες, τοῦ ἀνδρὸς ῥίψαντος τὸ δόρυ· οὗτος δὲ οὐ μάταιον ἀφῆκε τὸ βέλος, ἀλλὰ Δημοκόωντα τὸν νόθον υἱὸν τοῦ Πριάμου ἔτρωσεν, ὅστις αὐτῷ ἐξ Ἀβύδου παρεγένετο ἀπὸ τῶν ταχέων ἵππων· τοῦτον δὴ Ὀδυσσεὺς ἔτρωσε δόρατι κατὰ τὸν κρόταφον, ὀργισθεὶς ἕνεκα τοῦ φίλου· ἡ δὲ ἐπιδορατὶς ἡ χαλκῆ ἐπέρασε διὰ τοῦ ἑτέρου κροτάφου· αὐτὸν δὲ σκότος κατ᾽ ὀφθαλμοὺς ἐκάλυψεν· ἐκτύπησε δὲ πεσὼν· ἤχησαν δὲ τὰ ὅπλα ἐπ᾿ αὐτῷ· ὑπεχώρησαν δὲ οἱ πρωταγωνισταί, καὶ ὁ λαμπρὸς Ἕκτωρ· οἱ Ἕλληνες δὲ μεγάλως ἐβόησαν, καὶ τοὺς ἑαυτῶν νεκροὺς εἵλκυσαν· ὥρμησαν δ᾽ ἐπ᾽ εὐθείας καὶ τὰ πολὺ προσωτέρω· ἠναξιοπάθησε δὲ ὁ Ἀπόλλων θεασάμενος ἐκ τῆς ἀκροπόλεως· τοῖς Τρωσὶ δὲ παρεκελεύσατο φωνήσας· διεγείρεσθε, ὦ Τρῷες ἱππικοὶ, μὴ δὲ ὑποχωρεῖτε μάχης τοῖς Ἕλλησιν· ἐπειδὴ οὐ λίθος, οὐ δὲ σίδηρός ἐστιν αὐτοῖς τὸ σῶμα, ὥστε ὑπομεῖναι τὸν σαρκοτόμον σίδηρον τιτρωσκομένοις· οὐ μὴν οὐ δὲ Ἀχιλλεὺς ὁ υἱὸς τῆς καλλικόμου Θέτιδος μάχεται, ἀλλ᾽ ἐν ταῖς ναυσὶ πεπαίνει, καὶ καταπραΰνει τὴν ὀργὴν τὴν λυποῦσαν αὐτοῦ τὴν ψυχήν. | 473 |
οὕτως εἶπεν ἀπὸ τῆς πόλεως ὁ φοβερὸς θεός· τοὺς Ἕλληνας δὲ διήγειρεν ἡ ἐνδοξοτάτη θυγάτηρ τοῦ Διὸς Ἀθηνᾶ, πορευομένη κατὰ τὸν στρατόν, ὅπου ἂν ἀμελοῦντας θεάσαιτο | 514 |
τότε τὸν υἱὸν τοῦ Ἀμαρυγκέως Διώρην ἡ μοῖρα κατέσχε δεσμεύσασα· λίθῳ γὰρ χειροπληθεῖ τραχεῖ τέτρωται παρὰ τὸν σφυρὸν κατὰ τὴν δεξιάν κνήμην· ἔτρωσε δὲ αὐτὸν ὁ ἡγεμὼν τῶν Θρᾳκῶν ἀνδρῶν Πεῖρος ὁ υἱὸς τοῦ Ἰμβράσου, ὃς δὴ ἦλθεν ἀπὸ της Αἴνου· ἀμφοτέρους δὲ τοὺς τένοντας καὶ τὰ ὀστᾶ ὁ ἀνεπαίσχυντος λίθος παντελῶς συνέτριψεν, ὁ δὲ εἰς τὸν χοῦν ἐπὶ τὰ μετάφρενα κατέπεσεν, ἀμφοτέρας τὰς χεῖρας τοῖς ἀγαπητοῖς φίλοις ἐκτείνας, ἀποπνέων τὴν ψυχήν. οὗτος δὲ ἐπέδραμεν, ὃς δὴ καὶ ἔτρωσεν αὐτόν, ὁ Πεῖρος· ἔπληξε δὲ τῷ δόρατι παρὰ τὸν ὀμφαλόν, πᾶσαι δ᾽ ἄρα ἐξεχύθησαν εἰς γῆν τὰ ἔντερα, αὐτὸν δὲ σκότος κατ᾽ ὀφθαλμοὺς ἐκάλυψε. | 517 |
τοῦτον δὲ Θόας ὁ ἀπὸ τῆς Αἰτωλίας ἐπερχόμενον ἔτρωσε τῷ δόρατι κατὰ τὸ στέρνον ὑπεράνω τοῦ μαζοῦ, ἐνεπάγη δὲ ὁ σίδηρος εἰς τὸν πνεύμονα· πλησίον δὲ Θόας αὐτῷ παρεγένετο, καὶ τὸ ἰσχυρὸν δόρυ ἐξέσπασε τοῦ στέρνου, εἵλκυσε δὲ τὸ τμητικὸν ξίφος· τούτῳ δ᾽ αὐτὸς ἔπληξε τὴν γαστέρα κατὰ μέσον, καὶ ἀφείλετο τὴν ψυχήν· τὰ ὅπλα δὲ οὐκ ἐξέδυσε· περιέστησαν γὰρ οἱ φίλοι αὐτοῦ Θρᾷκες οἱ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες, μακρὰ δόρατα κατέχοντες ταῖς χερσί, οἵτινες αὐτὸν καίπερ ὄντα μέγαν, καὶ ἰσχυρὸν καὶ λαμπρὸν ἀπεωθήσαντο ἀφ' ἑαυτῶν· ὁ δὲ ὑποχωρήσας πελεμίχθη. οὕτως οὗτοι ἐν τῇ γῇ ἐγγὺς ἀλλήλων ἐξήπλωνται ὁ μὲν τῶν Θρᾳκῶν, ὁ δὲ τῶν σιδηροθωράκων Ἐπειῶν ἀρχηγοί· πολλοὶ δὲ καὶ ἄλλοι περισσῶς αὐτοὺς ἐφονεύοντο. | 527 |
τότε δὴ οὐκ ἂν ἀνήρ τις ἐπελθών ἐμέμψατο τὸ ἔργον τοῦ πολέμου, ὅστις ἂν ἔτι μήτ' ἀποδιαστήματος μήτ' ἐκ τοῦ σύνεγγυς τετρωμένος τῷ τμητικῷ σιδήρῳ, περὶ αὐτὸν ἀναστρέφοιτο ἐν μέσῳ, ἀπάγοι δὲ αὐτὸν ἡ πολεμικὴ Ἀθηνᾶ λαβοῦσα ἀπὸ τῆς χειρός, τὴν ὁρμὴν δὲ τῶν βελῶν ἀποσοβοίη· πολλοὶ γὰρ ἀπὸ τῶν Τρῴων καὶ τῶν Ἑλλήνων τῇ ἡμέρᾳ ἐκείνῃ κατὰ πρόσωπον κείμενοι ἐν τῇ γῇ, πλησίον ἀλλήλων ἐξήπλωνται. | 539 |