Vasile Stancu

The ILIAD




Book III

Homeric text & Koine Greek paraphrase by Theodorus Gaza


αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμ' ἡγεμόνεσσιν ἕκαστοι,001
ἐπεὶ δὲ διετάχθησαν ὁμοῦ πάντες ὑπὸ τῶν ἡγεμόνων,

Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὣς002
οἱ μὲν Τρῶες σὺν βοῇ, καὶ κραυγῇ ἐπορεύοντο, καθάπερ ὄρνιθες·

ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·003
ὥσπερ βοὴ γεράνων γίνεται πρὸ τοῦ οὐρανοῦ,

αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον004
αἵτινες μετὰ τὸ φυγεῖν τὸν χειμῶνα καὶ τὸν πολὺν ὑετόν,

κλαγγῇ ταί γε πέτονται ἐπ' ὠκεανοῖο ῥοάων 005
σὺν βοῇ αὗται πέτονται ἐπὶ τῶν ῥευμάτων τοῦ Ὠκεανοῦ,

ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·006
φόνον, καὶ μοῖραν θανατηφόρον φέρουσαι τοῖς Πηχυαίοις ἀνδράσι·

ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.007
ἑωθιναὶ δ' αὗται, καὶ κατὰ τὸν καιρὸν τοῦ ὄρθρου, δεινὴν μάχην ἐπάγουσι τοῖς εἰρημένοις ἀνθρώποις·

οἳ δ' ἄρ' ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ008
οἱ Ἕλληνες δὲ μετὰ σιγῆς ἐπορεύοντο δύναμιν πνέοντες,

ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.009
προθυμούμενοι κατὰ τὴν ψυχὴν βοηθεῖν ἀλλήλοις.



εὖτ' ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην 010
ὥσπερ δὲ ὅτε ἐν ταῖς κορυφαῖς τοῦ ὄρους κατέχεεν ὀμίχλην ὁ Νότος,

ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,011
τοῖς μὲν ποιμέσιν οὐδαμῶς προσφιλῆ, τῷ κλέπτῃ δὲ

τόσσόν τίς τ' ἐπιλεύσσει ὅσον τ' ἐπὶ λᾶαν ἵησιν·012
βελτίονα τῆς νυκτός, τοσοῦτον δέ τις ὁρᾶν πόρρω δύναται, ὅσον ἀφίησι λίθον, ἤτοι ὅσον λίθου βολή·

ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτ' ἀελλὴς013
οὕτως ὑπὸ τῶν ποδῶν αὐτῶν κονιορτὸς ἠγείρετο ἀθρόος πορευομένων.

ἐρχομένων· μάλα δ' ὦκα διέπρησσον πεδίοιο.014
λίαν δὲ ταχέως τὴν πεδιάδα διήρχοντο.



οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν ἰόντες, 015
ὅτε δὲ οὗτοι πλησίον ἐγένοντο, κατ' ἀλλήλων ἐρχόμενοι,

Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς016
τοῖς μὲν Τρῳσὶ πρόμαχος ἦν Ἀλέξανδρος ὁ κατὰ τὴν μορφὴν ὅμοιος τοῖς θεοῖς,

παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα017
παρδάλεως δορὰν ἔχων περὶ τοὺς ὤμους, καὶ τόξον ἐπικαμπές,

καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ018
καὶ σπάθην. δύο δὲ οὗτος δόρατα ἐστομωμένα σιδήρῳ κινῶν,

πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους019
προεκαλεῖτο πάντας τοὺς ἀρίστους τῶν Ἑλλήνων,

ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηιοτῆτι. 020
κατὰ βιαίαν ἐναντίωσιν πολεμῆσαι ἐν τῇ μάχῃ τῇ χαλεπῇ.



τὸν δ' ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος021
ὡς γοῦν εἶδεν αὐτὸν Μενέλαος ὁ πολεμικὸς

ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,022
πορευόμενον ἔμπροσθεν τοῦ πλήθους, καὶ μεγάλως καὶ ὑπεροπτικῶς διαβαίνοντα,

ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας023
ὥσπερ λέων ἐχάρη σώματι μεγάλῳ ἐντυχών,

εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα024
εὑρὼν δηλονότι ἢ ἔλαφον κερασφόρον, ἢ αἶγα ἄγριον

πεινάων· μάλα γάρ τε κατεσθίει, εἴ περ ἂν αὐτὸν 025
πεινῶν· πάνυ γὰρ κατεσθίει, κᾂν αὐτὸν

σεύωνται ταχέες τε κύνες θαλεροί τ' αἰζηοί·026
διώκωσι κύνες ταχεῖς, καὶ νεανίαι ἀκμάζοντες·

ὣς ἐχάρη Μενέλαος Ἀλέξανδρον θεοειδέα027
οὕτως ἐχάρη ὁ Μενέλαος, τὸν τοῖς θεοῖς ὅμοιον Ἀλέξανδρον

ὀφθαλμοῖσιν ἰδών· φάτο γὰρ τίσεσθαι ἀλείτην·028
τοῖς ὀφθαλμοῖς θεασάμενος· ὠήθη γὰρ δυνήσεσθαι τιμωρήσασθαι τὸν εἰς αὐτὸν ἁμαρτόντα·

αὐτίκα δ' ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.029
εὐθέως δὲ ἐκ τοῦ ἅρματος σὺν τοῖς ὅπλοις εἰς γῆν κατεπήδησεν.



τὸν δ' ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς 030
ὡς γοῦν ἴδεν αὐτὸν Ἀλέξανδρος ὁ κατὰ τὸ εἶδος ὅμοιος τοῖς θεοῖς

ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ,031
φανέντα ἐν τοῖς πρωταγωνισταῖς, κατεπλάγη τὴν προσφιλῆ ψυχήν,

ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων.032
ὀπίσω δὲ εἰς τὸ πλῆθος τῶν φίλων ὑπανεχώρει, τὴν θανατηφόρον μοῖραν ἐκκλίνων·

ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη033
καθάπερ δέ, ὅτε τις δράκοντα θεασάμενος ὀπισθόρμητος γέγονεν

οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,034
ἐν ταῖς κοιλάσι τοῦ ὄρους, καὶ τρόμος ὑπέλαβε τὰ μέλη τοῦ σώματος,

ἂψ δ' ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, 035
εἰς τὰ ὀπίσω δὲ ἀνεχώρησεν, ὠχρίασίς τε αὐτὸν κατὰ τὰς παρειὰς κατέλαβεν·

ὣς αὖτις καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων036
οὕτω πάλιν εἰσῆλθε κατὰ τὸ πλῆθος τῶν ὑπερηφανῶν Τρῴων

δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής.037
Ἀλέξανδρος ὁ τοῖς θεοῖς ὅμοιος, φοβηθεὶς τὸν τοῦ Ἀτρέως υἱόν.



τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν·038
θεασάμενος δὲ ὁ Ἕκτωρ ὠνείδισεν αὐτὸν διὰ λόγων αἰσχρῶν, λέγων·

Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ039
ὦ κακὲ Πάρι, κάλλιστε τὴν μορφήν, ἐπὶ γυναιξὶ μαινόμενε, ψεῦστα, καὶ ἀπατεών,

αἴθ' ὄφελες ἄγονός τ' ἔμεναι ἄγαμός τ' ἀπολέσθαι· 040
εἴθε ἀποκείμενον ἦν σοι ἀτέκνῳ καὶ ἀσπόρῳ εἶναι, καὶ πρὸ γάμου φθαρῆναι,

καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν041
καὶ ἂν τοῦτο θέλοιμι, καὶ ἂν κατὰ πολὺ ὠφελιμώτερον ἦν,

ἢ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιον ἄλλων.042
ἢ οὕτως ὕβριν εἶναι καὶ παράδειγμα τῶν ἄλλων, ἢ καὶ ἔμπροσθεν τῶν λοιπῶν ὑποβλεπόμενον διὰ μῖσος·

ἦ που καγχαλόωσι κάρη κομόωντες Ἀχαιοὶ043
ὄντως που γελῶσι καὶ χαίρουσιν οἱ τὴν κόμην τρέφοντες Ἕλληνες,

φάντες ἀριστῆα πρόμον ἔμμεναι, οὕνεκα καλὸν044
λέγοντες πρόμαχον εἶναι ἀριστέα, καθότι ὡραία

εἶδος ἔπ', ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή. 045
μορφὴ ἔπεστιν, ἀλλ' οὐκ ἔστι τῇ διανοίᾳ δύναμις, οὐ δέ τις ἰσχύς.

ἦ τοιόσδε ἐὼν ἐν ποντοπόροισι νέεσσι046
ἆρα τοιοῦτος ὦν, ἐν ταῖς θαλασσοπλόοις ναυσὶ

πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας,047
τὴν θάλασσαν ἐπιπλεύσας, φίλους εὐαρμόστους ἀθροίσας,

μιχθεὶς ἀλλοδαποῖσι γυναῖκ' εὐειδέ' ἀνῆγες048
συγγενόμενος ἀλλοτρίοις ἀνθρώποις, γυναῖκα ὡραίαν ἀνήγαγες

ἐξ ἀπίης γαίης νυὸν ἀνδρῶν αἰχμητάων049
ἐκ γῆς μακρὰν ἀπεχούσης, νύμφην ἀνδρῶν πολεμιστῶν;

πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, 050
τῷ τε σῷ πατρὶ βλάβην μεγάλην, καὶ τῇ πόλει, καὶ παντὶ τῷ πλήθει,

δυσμενέσιν μὲν χάρμα, κατηφείην δὲ σοὶ αὐτῷ;051
καὶ τοῖς μὲν ἐχθροῖς εὐφροσύνην, σαυτῷ δὲ ὄνειδος καὶ αἰσχύνην;

οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;052
οὐκ ἂν νῦν μείνειας ἐπερχόμενον τὸν πολεμικὸν Μενέλαον;

γνοίης χ' οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν·053
μάθοις ἂν οἵου ἀνδρὸς γυναῖκα ἀκμάζουσαν καὶ ἀνθοῦσαν ἔχεις·

οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ' Ἀφροδίτης054
οὐδαμῶς ἄν σοι χρήσιμος γένοιτο ἡ κίθαρις, καὶ τὰ δῶρα τῆς Ἀφροδίτης,

ἥ τε κόμη τό τε εἶδος ὅτ' ἐν κονίῃσι μιγείης. 055
καὶ ἡ κόμη, καὶ ἡ μορφή, ὅταν τῇ γῇ συμμιγῇς καὶ ἀποθάνῃς·

ἀλλὰ μάλα Τρῶες δειδήμονες· ἦ τέ κεν ἤδη056
ἀλλὰ λίαν δειλοὶ καὶ ἄνανδροι οἱ Τρῷες εἰσίν· ὄντως γὰρ ἂν ἤδη

λάϊνον ἕσσο χιτῶνα κακῶν ἕνεχ' ὅσσα ἔοργας.057
χιτῶνα λίθινον ἐνεδύσω, ἕνεκα τῶν κακῶν, ὅσα εἰργάσω.



τὸν δ' αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·058
πρὸς τοῦτον δὴ ὁ θεοῖς ὅμοιος κατὰ τὸ εἶδος Ἀλέξανδρος εἶπεν·

Ἕκτορ ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν·059
ὦ Ἕκτορ, ἐπειδή με κατὰ τὸ πρέπον ὠνείδισας, οὐδὲ παρὰ τὸ πρέπον,

αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρὴς 060
ἀεί σοι ἡ καρδία ἐστίν, ὥσπερ ἀξίνη ἀκαταπόνητος,

ὅς τ' εἶσιν διὰ δουρὸς ὑπ' ἀνέρος ὅς ῥά τε τέχνῃ061
ἥτις διέρχεται διὰ τοῦ ξύλου, ὕπ' ἀνδρός, ὃς δὴ σὺν τέχνῃ

νήιον ἐκτάμνῃσιν, ὀφέλλει δ' ἀνδρὸς ἐρωήν·062
ναυπηγήσιμον ξύλον ἐκτέμνει, αὔξει δὲ τὴν ὁρμὴν τοῦ ἀνδρός·

ὣς σοὶ ἐνὶ στήθεσσιν ἀτάρβητος νόος ἐστί·063
οὕτω σοι ἐν τοῖς στήθεσιν ἄφοβος νοῦς ὑπάρχει·

μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσέης Ἀφροδίτης·064
μή μοι ὀνείδιζε τὰ ἐπιθυμητὰ δῶρα τῆς χρυσῆς Ἀφροδίτης,

οὔ τοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρικυδέα δῶρα 065
οὐ φαῦλα καὶ ἀποβολῆς ἀξία εἰσι τὰ μεγάλως ἔνδοξα δῶρα τῶν θεῶν,

ὅσσά κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο·066
ὅσαπερ ἂν αὐτοὶ χαρίσονται, οἰκείᾳ δὲ θελήσει οὐδεὶς ἂν δύναιτο λαβεῖν.

νῦν αὖτ' εἴ μ' ἐθέλεις πολεμίζειν ἠδὲ μάχεσθαι,067
νῦν δὲ δὴ ἐάν με θέλῃς πολεμεῖν καί μάχεσθαι,

ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,068
τοὺς μὲν ἄλλους Τρῷας καὶ πάντας τοὺς Ἕλληνας καθίσαι ποίησον,

αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον069
ἐμὲ δὲ καὶ Μενέλαον τὸν πολεμικὸν ἐν τῷ μέσῳ

συμβάλετ' ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι· 070
συνάψατε μάχεσθαι περὶ τῆς Ἑλένης, καὶ πάντων τῶν κτημάτων αὐτῆς·

ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται,071
ὅστις δ' ἂν ἡμῶν νικήσῃ καὶ ἐπικρατέστερος γένηται,

κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω·072
τά τε χρήματα πάντα καλῶς λαβών, καὶ τὴν γυναῖκα, ἀπαγέτω εἰς τὴν οἰκίαν·

οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες073
οἱ ἄλλοι δὲ ὑμεῖς φιλίαν, καὶ ὅρκους πιστοὺς ποιησάμενοι,

ναίοιτε Τροίην ἐριβώλακα, τοὶ δὲ νεέσθων074
οἰκεῖτε τὴν Τροίαν τὴν μεγαλόβωλον, καὶ εὔγειον· οἱ δὲ πορευέσθωσαν

Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα. 075
εἰς τὸ Ἄργος τὸ ἱπποτρόφον, καὶ τὴν Ἑλλάδα τὴν ὡραίας γυναῖκας ἔχουσαν.



ὣς ἔφαθ', Ἕκτωρ δ' αὖτ' ἐχάρη μέγα μῦθον ἀκούσας,076
οὕτως εἶπεν· Ἕκτωρ δὲ μεγάλως ἐχάρη, ἀκούσας τὸν λόγον.

καί ῥ' ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας077
καὶ δὴ εἰς τὸ μέσον παραγενόμενος ἀνέκοπτε καὶ ἐκώλυε τὰς τάξεις τῶν Τρῴων,

μέσσου δουρὸς ἑλών· τοὶ δ' ἱδρύνθησαν ἅπαντες.078
λαβόμενος τοῦ δόρατος κατὰ τὲ μέσον. οἱ δὲ ἐκάθισαν ἅπαντες.

τῷ δ' ἐπετοξάζοντο κάρη κομόωντες Ἀχαιοὶ079
τούτῳ δὲ ἐπετόξευον οἱ τὴν κόμην τρέφοντες Ἕλληνες,

ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τ' ἔβαλλον· 080
καὶ ὀϊστοῖς, καὶ λίθοις καταστοχαζόμενοι ἔβαλλον.

αὐτὰρ ὃ μακρὸν ἄϋσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·081
Ἀγαμέμνων δὲ ὁ βασιλεὺς τῶν ἀνδρῶν μεγάλως ἐβόησε λέγων·

ἴσχεσθ' Ἀργεῖοι, μὴ βάλλετε κοῦροι Ἀχαιῶν·082
παύσατε, ὦ Ἕλληνες, μὴ βάλλετε, ὦ νέοι τῶν Ἀχαιῶν·

στεῦται γάρ τι ἔπος ἐρέειν κορυθαίολος Ἕκτωρ.083
Ἕκτωρ γὰρ ὁ ταχέως τὴν κόρυν κινῶν ὑπισχνεῖται εἰπεῖν τινα λόγον.



ὣς ἔφαθ', οἳ δ' ἔσχοντο μάχης ἄνεῴ τ' ἐγένοντο084
οὕτως εἶπεν· οἱ δὲ ἐπαύσαντο τῆς μάχης, καὶ ἄφωνοι ἐγένοντο,

ἐσσυμένως· Ἕκτωρ δὲ μετ' ἀμφοτέροισιν ἔειπε· 085
σπουδαίως καὶ ἠπειγμένως. Ἕκτωρ δ' ἔπειτα τὰ ἀμφοτέροις εἶπεν.

κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ086
ἀκούσατέ μου, ὦ Τρῷες, καὶ εὔοπλοι Ἕλληνες,

μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν.087
τὸν λόγον τοῦ Ἀλεξάνδρου, οὗ χάριν ἡ ἔρις καὶ μάχη ἐν ἡμῖν ἐγήγερται·

ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς088
τοὺς μὲν ἄλλους Τρῷας, καὶ εὐόπλους Ἕλληνας κελεύει

τεύχεα κάλ' ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ,089
τὰ καλὰ αὐτῶν ὅπλα ἀποθέσθαι κατὰ γῆς τῆς πολλὰ βοσκούσης,

αὐτὸν δ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον 090
αὐτὸν δ' ἐν τῷ μέσῳ καὶ Μενέλαον τὸν πολεμικὸν

οἴους ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι.091
μόνους πολεμεῖν περὶ Ἑλένης, καὶ πάντων τῶν χρημάτων αὐτῆς·

ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται092
ὅστις δ' ἂν αὐτῶν νικήσῃ καὶ ἐπικρατέστερος γένηται,

κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω·093
τά τε χρήματα πάντα καλῶς λαβών, καὶ τὴν γυναῖκα ἀπαγέτω εἰς τὴν οἰκίαν·

οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν.094
οἱ ἄλλοι δὲ φιλίαν καὶ ὅρκους πιστοὺς ποιησώμεθα.



ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· 095
οὕτως εἶπεν. οὗτοι δὲ πάντες ἥσυχοι ἐγένοντο σιγῇ·

τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος·096
ἐν τούτοις δὲ Μενέλαος ὁ κατὰ πόλεμον ἀγαθὸς εἶπεν.

κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει097
ἀκούσατε νῦν καὶ ἐμοῦ· πάνυ γὰρ λύπη καταλαμβάνει

θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη098
τὴν ἐμὴν ψυχήν· οἴομαι δὲ διαχορισθῆναι ἤδη

Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε099
τούς τε Ἕλληνας, καὶ Τρῷας, μεθ' ὃ πολλὰ δεινὰ πεπόνθατε,

εἵνεκ' ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς· 100
χάριν τῆς ἐμῆς μάχης, καὶ χάριν τῆς τοῦ Ἀλεξάνδρου ἀρχῆς τῶν ἀδίκων χειρῶν.

ἡμέων δ' ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται101
ὅτῳ δὲ ἡμῶν θάνατος, καὶ τύχη θανατηφόρος εἵμαρτο,

τεθναίη· ἄλλοι δὲ διακρινθεῖτε τάχιστα.102
ἀποθάνοι ἂν· οἱ ἄλλοι δὲ ταχὺ μάλα διαχωρισθείητε.

οἴσετε ἄρν', ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν,103
ἐνέγκατε δὲ δύο ἄρνας, ἕνα λευκόν, καὶ ἑτέραν μέλαιναν,

Γῇ τε καὶ Ἠελίῳ· Διὶ δ' ἡμεῖς οἴσομεν ἄλλον·104
τῇ Γῇ, καὶ τῷ Ἡλίῳ· ἡμεῖς δὲ τῷ Διῒ κομίσομεν ἄλλον.

ἄξετε δὲ Πριάμοιο βίην, ὄφρ' ὅρκια τάμνῃ 105
ἀγάγετε δὲ τὴν τοῦ Πριάμου ἰσχύν, ἤτοι τὸν Πρίαμον, ὅπως τοὺς ὅρκους αὐτὸς ποιήσηται·

αὐτός, ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι,106
ἐπειδὴ οἱ υἱοὶ αὐτοῦ παράνομοί εἰσι καὶ ἄπιστοι,

μή τις ὑπερβασίῃ Διὸς ὅρκια δηλήσηται.107
ἵνα μή τις αὐτῶν ἀδικίᾳ βλάψῃ τοὺς ὅρκους τοῦ Διός.

αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται·108
ἀεὶ δὲ οἱ τῶν νεωτέρων ἀνδρῶν λογισμοὶ αἰωροῦνται πλανώμενοι·

οἷς δ' ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω109
οἷς δ' ἂν ὁ γέρων παρῇ, ὁμοῦ τό τε παρεληλυθὸς καὶ τὸ μέλλον ὁρᾷ,

λεύσσει, ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται. 110
ὅπως ἂν ἐξόχως ἄριστα ἐν ἀμφοτέροις γένωνται.



ὣς ἔφαθ', οἳ δ' ἐχάρησαν Ἀχαιοί τε Τρῶές τε111
οὕτως εἶπεν. οἱ Ἕλληνες δέ, καὶ οἱ Τρῶες ἐχάρησαν,

ἐλπόμενοι παύσασθαι ὀϊζυροῦ πολέμοιο.112
ἐλπίζοντες λῆξαι τοῦ ταλαιπώρου, καὶ ἐπιπόνου πολέμου.

καί ῥ' ἵππους μὲν ἔρυξαν ἐπὶ στίχας, ἐκ δ' ἔβαν αὐτοί,113
καὶ δὴ τοὺς μὲν ἵππους κατέσχον κατὰ τὰς τάξεις, κατέβησαν δὲ αὐτοί,

τεύχεά τ' ἐξεδύοντο· τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ114
καὶ τὰ ὅπλα ἐξεδύοντο, καὶ ταῦτα μὲν ἔθηκαν κατὰ γῆς

πλησίον ἀλλήλων, ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα· 115
ἐγγὺς ἀλλήλων, ὀλίγη δὲ γῆ μεταξὺ τῶν στρατευμάτων ἦν.

Ἕκτωρ δὲ προτὶ ἄστυ δύω κήρυκας ἔπεμπε116
ὁ Ἕκτωρ δὲ δύο κήρυκας πρὸς τὴν πόλιν ἔπεμψεν ταχέως,

καρπαλίμως ἄρνάς τε φέρειν Πρίαμόν τε καλέσσαι·117
τούς τε ἄρνας ἀγαγεῖν, καὶ τὸν Πρίαμον καλέσαι.

αὐτὰρ ὃ Ταλθύβιον προΐει κρείων Ἀγαμέμνων118
Ἀγαμέμνων δὲ ὁ βασιλεὺς τὸν Ταλθύβιον ἔπεμψεν,

νῆας ἔπι γλαφυρὰς ἰέναι, ἠδ' ἄρν' ἐκέλευεν119
ἐπὶ τὰς ταχείας ναῦς πορευθῆναι, καὶ ἄρνα ἐκέλευσεν

οἰσέμεναι· ὃ δ' ἄρ' οὐκ ἀπίθησ' Ἀγαμέμνονι δίῳ. 120
ἀγαγεῖν. οὗτος δὲ οὐκ ἠπείθησε τῷ ἐνδόξῳ Ἀγαμέμνονι.



Ἶρις δ' αὖθ' Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν121
ἡ δὲ δὴ Ἶρις ἄγγελος ἧκε τῇ λευκοβραχίονι Ἑλένῃ,

εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι,122
ὁμοιωθεῖσα τῇ ἀνδραδέλφῃ αὐτῆς τῇ γυναικὶ τοῦ υἱοῦ τοῦ Ἀντήνορος,

τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων123
ἣν εἶχεν Ἑλικάων ὁ βασιλεὺς ὁ υἱὸς τοῦ Ἀντήνορος,

Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην.124
τὴν Λαοδίκην τὴν ἀρίστην κατὰ τὴν μορφὴν ἀπὸ πασῶν τῶν θυγατέρων τοῦ Πριάμου·

τὴν δ' εὗρ' ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε 125
εὗρε δὲ αὐτὴν ἐν τῷ οἴκῳ· αὐτὴ δὲ ἱστούργει διπλοΐδα μεγάλην, λαμπράν,

δίπλακα πορφυρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους126
πολλοὺς δὲ ἄθλους ἐν αὐτῇ ἐποίκιλλεν ὑφαίνουσα,

Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,127
τῶν Τρῴων τῶν ἱππικῶν, καὶ τῶν σιδηροθωράκων Ἑλλήνων,

οὕς ἑθεν εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων·128
οὕς ἔπασχον χάριν αὐτῆς, ὑπὸ τῶν χειρῶν τοῦ Ἄρεος,

ἀγχοῦ δ' ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·129
ἤτοι τοῦ πολέμου. πλησίον δὲ στᾶσα ἡ κατὰ τοὺς πόδας ταχεῖα Ἴρις, εἶπε πρὸς αὐτήν·

δεῦρ' ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι 130
ὦ προσφιλὴς νύμφη, ἐλθὲ ἐνθάδε, ὅπως θαυμαστὰ ἔργα ἴδῃς

Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,131
τῶν ἱππικῶν Τρῴων καὶ τῶν σιδηροθωράκων Ἑλλήνων,

οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα132
οἳ πρότεροι ἐπ' ἀλλήλους ἔφερον πόλεμον, δακρύων πολλῶν αἴσιον,

ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο·133
κατὰ τὸ πεδίον, ὀλεθρίας ἐφιέμενοι μάχης·

οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται,134
οὗτοι δὴ νῦν κάθηνται σιωπῇ, λήξαντος τοῦ πολέμου,

ἀσπίσι κεκλιμένοι, παρὰ δ' ἔγχεα μακρὰ πέπηγεν. 135
παρακείμενοι ταῖς ἀσπίσι παρ' αὐτοῖς δὲ τὰ μακρὰ δόρατα πεπηγμένα εἰσίν·

αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος136
Ἀλέξανδρος δὲ καὶ Μενέλαος ὁ πολεμικὸς

μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο·137
διὰ μακρῶν δοράτων μαχέσονται περὶ σοῦ·

τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις.138
τῷ νικήσαντι δὲ κληθήσῃ φιλτάτη γαμετή.



ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ139
οὕτως εἰποῦσα ἡ θεά, ἡδεῖαν ἐπιθυμίαν ἐνέβαλε τῇ ψυχῇ αὐτῆς,

ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων· 140
τοῦ τε προτέρου ἀνδρός, καὶ τῆς πόλεως, καὶ τῶν γονέων·

αὐτίκα δ' ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν141
εὐθέως δὲ λευκαῖς ὀθόναις σκεπασθεῖσα

ὁρμᾶτ' ἐκ θαλάμοιο τέρεν κατὰ δάκρυ χέουσα142
ἐξήρχετο τοῦ δώματος, ἁπαλὸν καταχέουσα δάκρυον·

οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ' ἕποντο,143
οὐ μόνη, μετ' αὐτῆς εἵποντο καὶ δύο θεράπαιναι,

Αἴθρη Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις·144
Αἴθρα ἡ τοῦ Πιτθέως θυγάτηρ, καὶ Κλυμένη ἡ εὐόφθαλμος.

αἶψα δ' ἔπειθ' ἵκανον ὅθι Σκαιαὶ πύλαι ἦσαν. 145
ταχὺ δ' ἔπειτ' ἀφίκοντο, ὅπου αἱ Σκαιαὶ πύλαι τοῦ Ἰλίου ἦσαν.



οἳ δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην146
οἱ δὲ περὶ τὸν Πρίαμον, καὶ τὸν Πάνθουν, καὶ τὸν Θυμοίτην,

Λάμπόν τε Κλυτίον θ' Ἱκετάονά τ' ὄζον Ἄρηος147
καὶ τὸν Λάμπον,καὶ τὸν Κλυτίον, καὶ τὸν Ἱκετάονα τὸν κλάδον τοῦ Ἄρεος,

Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω148
Οὐκαλέγων τε, καὶ Ἀντήνωρ ἀμφότεροι συνετοί,

ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι,149
καὶ ἐχέφρονες ἐκάθηντο, γέροντες τοῦ δήμου παρὰ τὰς Σκαιὰς πύλας,

γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ 150
πολέμου δὴ πεπαυμένοι γήρᾳ, ἀλλὰ δικηγόροι ὄντες ἀγαθοί,

ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθ' ὕλην151
τοῖς τέττιξι παραπλήσιοι, οἳ κατὰ τὴν ὕλην

δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι·152
ἐπικαθήμενοι δένδρῳ φωνὴν προσηνῇ καὶ ἡδεῖαν ἀφιᾶσι·

τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντ' ἐπὶ πύργῳ.153
τοιοῦτοι δὴ οἱ τῶν Τρώων ἀρχηγοὶ ἐκάθηντο ἐπὶ τοῦ πύργου.

οἳ δ' ὡς οὖν εἴδονθ' Ἑλένην ἐπὶ πύργον ἰοῦσαν,154
οὗτοι οὖν, ὡς ἴδον τὴν Ἑλένην ἐπὶ τὸν πύργον πορευομένην,

ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ' ἀγόρευον· 155
ἡρέμα πρὸς ἀλλήλους ἔλεγον λόγους ταχεῖς·

οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς156
οὐδεμία μέμψις ἐστί, τούς τε Τρῷας καὶ τοὺς εὐόπλους Ἕλληνας

τοιῇδ' ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν·157
περὶ τοιαύτης γυναικὸς πάσχειν θλίψεις ἐπὶ πολὺν χρόνον·

αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν·158
λίαν ταῖς ἀθανάταις θεαῖς κατὰ τὴν πρόσοψιν ὁμοία ἐστίν·

ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσ' ἐν νηυσὶ νεέσθω,159
ἀλλὰ καὶ οὕτω τούτου ἔχοντος, καίπερ οὖσα τοιαύτη, ὅμως πορευέσθω διὰ τῶν νεῶν,

μηδ' ἡμῖν τεκέεσσί τ' ὀπίσσω πῆμα λίποιτο. 160
μὴ δὲ ἡμῖν, καὶ τοῖς τέκνοις ἡμῶν βλάβη εἰς τὸ μετέπειτα καταλειφθείη.



ὣς ἄρ' ἔφαν, Πρίαμος δ' Ἑλένην ἐκαλέσσατο φωνῇ·161
οὕτω δὴ εἶπον. ὁ Πρίαμος δὲ φωνήσας τὴν Ἑλένην ἐκάλεσεν, λέγων.

δεῦρο πάροιθ' ἐλθοῦσα φίλον τέκος ἵζευ ἐμεῖο,162
ὦ προσφιλὲς τέκνον, ἐνθάδε ἐλθοῦσα κάθισον ἐναντίον μου,

ὄφρα ἴδῃ πρότερόν τε πόσιν πηούς τε φίλους τε·163
ὅπως ἴδῃς τόν τε σὸν πρότερον ἄνδρα, καὶ τοὺς κατ' ἐπιγαμίας οἰκείους, καὶ τοὺς ἄλλους συγγενεῖς τε, καὶ φίλους·

οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν164
οὐδαμῶς σύγε αἰτία μοι ὑπάρχεις, οἱ θεοὶ δή που αἴτιοί μοι ὑπάρχουσιν,

οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν· 165
οἳ κατ' ἐμοῦ κεκινήκασι τὸν πολλῶν δακρύων αἴτιον πόλεμον τῶν Ἑλλήνων,

ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς166
ὅπως μοι καὶ τὸν μέγαν τοῦτον καὶ ἐξαίσιον ἄνδρα ὀνομάσασα δηλώσῃς,

ὅς τις ὅδ' ἐστὶν Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε.167
τίς οὖτος Ἕλλην ἐστὶν ἀνὴρ ἀγαθός τε καὶ μέγας.

ἤτοι μὲν κεφαλῇ καὶ μείζονες ἄλλοι ἔασι,168
τῇ μὲν κεφαλῇ, καὶ τῷ τοῦ σώματος ἀναστήματι, καὶ ἄλλοι μείζονες αὐτοῦ εἰσιν·

καλὸν δ' οὕτω ἐγὼν οὔ πω ἴδον ὀφθαλμοῖσιν,169
ὡραῖον δὲ οὕτως οὔπω τοῖς ὀφθαλμοῖς ἐθεασάμην ἐγώ,

οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε. 170
οὐδὲ οὕτως ἔντιμον· ὄντως που ἀνδρὶ βασιλεῖ ὅμοιός ἐστι.



τὸν δ' Ἑλένη μύθοισιν ἀμείβετο δῖα γυναικῶν·171
Ἕλένη δὲ λόγοις αὐτῷ ἀπεκρίνατο, ἡ ἐνδοξοτάτη τῶν γυναικῶν, λέγουσα·

αἰδοῖός τέ μοί ἐσσι φίλε ἑκυρὲ δεινός τε·172
ᾦ προσφιλὴς πενθερέ, αἰδοῦς ἐμοὶ ἄξιος ὑπάρχεις, καὶ φοβερός,

ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακὸς ὁππότε δεῦρο173
ὡς εἴθε ὤφειλεν ἀρέσαι μοι θάνατος κακός, ἡνίκα ἐνθάδε

υἱέϊ σῷ ἑπόμην θάλαμον γνωτούς τε λιποῦσα174
τῷ σῷ υἱῷ ἠκολούθουν, τὸν ἐμὸν οἶκον, καὶ τοὺς ἀδελφούς, καὶ οἰκείους καταλιποῦσα,

παῖδά τε τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν. 175
καὶ τὴν μονογενῆ μοι θυγατέρα, καὶ τὰς ἐρασμίας ὁμήλικας.

ἀλλὰ τά γ' οὐκ ἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα.176
ἀλλὰ ταῦτα μὲν οὐκ ἐγένετο, δι' ὃ καὶ κλαίουσα νῦν ἀνήλωμαι.

τοῦτο δέ τοι ἐρέω ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς·177
τοῦτο δέ σοι λέξω, ὅ με ἐρωτᾶς, καὶ ζητεῖς ἀκριβῶς.

οὗτός γ' Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων,178
οὗτός ἐστιν Ἀγαμέμνων ὁ μέγας βασιλεὺς ὁ υἱὸς τοῦ Ἀτρέως,

ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής·179
ὁμοῦ τε βασιλεὺς ἀγαθὸς ὤν, καὶ ἰσχυρὸς πολεμιστής·

δαὴρ αὖτ' ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ' ἔην γε. 180
καὶ ἀνδράδελφος δὴ ἐμὸς ὑπῆρχε τῆς κυνοπροσώπου καὶ ἀναιδοῦς, εἴ πέρ ποτε ἦν.



ὣς φάτο, τὸν δ' ὁ γέρων ἠγάσσατο φώνησέν τε·181
οὕτως εἶπεν. ὁ γέρων δὲ ἐθαύμασεν αὐτόν, καὶ εἶπεν οὕτως·

ὦ μάκαρ Ἀτρεΐδη μοιρηγενὲς ὀλβιόδαιμον,182
ὦ μακάριε, μοίρᾳ ἀγαθῇ γεγεννημένε, εὐτυχέστατε, υἱὲ τοῦ Ἀτρέως,

ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν.183
ὄντως δή σοι πολλοὶ Ἕλληνες ὑποτεταγμένοι εἰσίν·

ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν,184
ἤδη καὶ εἰς τὴν Φρυγίαν παρεγενόμην τὴν πολλὰς ἀμπέλους ἔχουσαν,

ἔνθα ἴδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους 185
ὅπου ἴδον Φρύγας πολλοὺς ἄνδρας ἱπποκινητὰς καὶ πολεμικούς,

λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο,186
λαοὺς ὄντας τοῦ Ὀτρέως καὶ τοῦ Μυγδόνος τοῦ ἰσοθέου,

οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο·187
οἳ δὴ τότε ἐστρατοπεδεύοντο παρὰ τὰς ὄχθας τοῦ Σαγγάρου ποταμοῦ.

καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην188
καὶ γὰρ ἐγὼ σύμμαχος ὢν συνηρίθμημαι αὐτοῖς

ἤματι τῷ ὅτε τ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι·189
κατ' ἐκείνην τὴν ἡμέραν, ὅτε ἦλθον αἱ Ἀμαζόνες αἱ τοῖς ἀνδράσι μαχόμεναι,

ἀλλ' οὐδ' οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί. 190
ἀλλ' οὐδὲ οὗτοι ἦσαν τοσοῦτοι, ὅσοι οἱ εὐόφθαλμοι Ἕλληνες.



δεύτερον αὖτ' Ὀδυσῆα ἰδὼν ἐρέειν' ὁ γεραιός·191
δεύτερον δὴ τὸν Ὀδυσσέα ἰδὼν ὁ γέρων, ἠρώτησεν·

εἴπ' ἄγε μοι καὶ τόνδε φίλον τέκος ὅς τις ὅδ' ἐστί·192
ὦ τέκνον προσφιλές, ἄγε νῦν εἰπέ μοι, τίς οὗτός ἐστιν,

μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρεΐδαο,193
ὃς τῷ μὲν σώματι μικρότερός ἐστιν Ἀγαμέμνονος τοῦ υἱοῦ τοῦ Ἀτρέως,

εὐρύτερος δ' ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι.194
πλατύτερος δὲ τοῖς ὤμοις καὶ τῷ στήθει ἔοικε;

τεύχεα μέν οἱ κεῖται ἐπὶ χθονὶ πουλυβοτείρῃ, 195
τὰ μὲν ὅπλα αὐτοῦ κεῖνται κατὰ γῆς τῆς πολλὰς βοσκούσης,

αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν·196
αὐτὸς δὲ ὥσπερ κριὸς προαγωγεύς, ἐπιπορεύεται τὰς τάξεις τῶν ἀνδρῶν.

ἀρνειῷ μιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ,197
ἀρνειῷ αὐτὸν ἔγωγε ἀπεικάζω εὐπαγεῖς καὶ εὐτραφεῖς ἔχοντι μαλλούς,

ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων.198
ὅστις τὸ μέγα ποίμνιον διέρχεται τῶν λευκῶν προβάτων.



τὸν δ' ἠμείβετ' ἔπειθ' Ἑλένη Διὸς ἐκγεγαυῖα·199
τούτῳ δ' ἔπειτ' ἀπεκρίνατο Ἑλένη, ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα, λέγουσα·

οὗτος δ' αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς, 200
οὗτος δὴ ἔστιν Ὀδυσσεὺς ὁ πολὺς τὴν βουλήν, ὁ υἱὸς τοῦ Λαερτίου,

ὃς τράφη ἐν δήμῳ Ἰθάκης κραναῆς περ ἐούσης201
ὃς ἀνετράφη ἐν τῷ δήμῳ τῆς Ἰθάκης, καίπερ οὔσης τραχείας,

εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά.202
δόλους παντοδαποὺς ἐπιστάμενος, καὶ βουλεύματα συχνὰ καὶ συνετά.



τὴν δ' αὖτ' Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα·203
πρὸς ταύτην δὲ Ἀντήνωρ ὁ συνετὸς ἐξεναντίας εἶπεν·

ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες·204
ὦ γύναι, ὄντως πάνυ ἀληθῆ τόνδε τὸν λόγον εἴρηκας·

ἤδη γὰρ καὶ δεῦρό ποτ' ἤλυθε δῖος Ὀδυσσεὺς 205
ἤδη γάρ ποτε καὶ ἐνθάδε ἀφίκετο ὁ ἔνδοξος Ὀδυσσεύς,

σεῦ ἕνεκ' ἀγγελίης σὺν ἀρηιφίλῳ Μενελάῳ·206
ἕνεκα σῆς ἀγγελίας μετὰ Μενελάου τοῦ πολεμικοῦ

τοὺς δ' ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα,207
τούτους δὲ ἐγὼ ὑποδεξάμενος ἐν τῷ ἐμῷ οἴκῳ ἐξένισα καὶ ἐφιλοφρονησάμην.

ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά.208
ἑκατέρου δὲ τήν τε ἀναδρομὴν τῶν μελῶν κατέμαθον, καὶ τὰ βουλεύματα τὰ συνετά·

ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν209
ἀλλ' ὁπότε δὴ ἐν τοῖς Τρωσὶν ἠθροισμένοις ἐμίγνυντο,

στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, 210
ἑστώτων μέν, ὁ Μενέλαος τοὺς πλατεῖς ὤμους ὑπερεῖχε,

ἄμφω δ' ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς·211
ἀμφότεροι δὲ καθεζόμενοι, ἐντιμότερος ἦν ὁ Ὀδυσσεύς·

ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον212
ἀλλ' ὁπότε δὴ λόγους, καὶ βουλὰς πρὸς πάντας συνεῖρον,

ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε,213
ὁ μὲν Μενέλαος ταχέως καὶ ἐπιτρέχων ἐδημηγόρει,

παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος214
ὀλίγα μέν, ἀλλὰ πάνυ ἡδέως, ἐπειδὴ οὐκ ἦν πολύλογος,

οὐδ' ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. 215
οὐδ' ἁμαρτάνων ἐν τῷ λέγειν, εἰ καὶ τοῦ Ὀδυσσέως ὑστερογενὴς ἦν·

ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς216
ἀλλ' ὁπότε δὴ ὁ πολύβουλος Ὀδυσσεὺς ἠγείρετο,

στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας,217
ἐμμόνως ἵστατο, τοὺς ὀφθαλμοὺς δὲ κατὰ γῆς ἐρείσας ὑπέβλεπεν ἀμεταστρεπτί,

σκῆπτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμα,218
τὴν ῥάβδον δὲ οὔτε ὀπίσω, οὔτε εἰς τὸ ἔμπροσθεν κατωφερῆ ἐκίνει,

ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς·219
αλλ' ἀμετάστρπτον κατεῖχεν ἀεί, ἀπείρῳ καὶ ἀμαθεῖ ἀνδρὶ ὅμοιος ὤν·

φαίης κε ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. 220
εἶπες ἂν εἶναί τινα λίαν ὀργίλον, καὶ ἁπλῶς οὕτως ἀνόητον·

ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος εἵη221
ἀλλ΄ ἡνίκα δὴ φωνὴν μεγάλην ἐκ τοῦ στήθους ἀπέπεμπε,

καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν,222
καὶ ῥήματα νιφάσιν χειμεριναῖς ὅμοια, κατὰ τὴν συνέχειαν δηλονότι,

οὐκ ἂν ἔπειτ' Ὀδυσῆΐ γ' ἐρίσσειε βροτὸς ἄλλος·223
οὐκ ἂν μετὰ ταῦτα ἄνθρωπος ἄλλος εἰς ἅμιλλαν ἔλθοι τῷ Ὀδυσσεῖ.

οὐ τότε γ' ὧδ' Ὀδυσῆος ἀγασσάμεθ' εἶδος ἰδόντες.224
οὔκουν τότε γε τὸ εἶδος τοῦ Ὀδυσσέως ἰδόντες ἐθαυμάσαμεν οὕτως.



τὸ τρίτον αὖτ' Αἴαντα ἰδὼν ἐρέειν' ὃ γεραιός· 225
τὸ τρίτον δὲ ἰδὼν τὸν Αἴαντα ὁ γέρων ἠρώτησε·

τίς τὰρ ὅδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε226
τίς δὴ οὗτος ὁ ἄλλος Ἕλλην ἐστὶν ἀνὴρ ἀγαθός τε καὶ μέγας,

ἔξοχος Ἀργείων κεφαλήν τε καὶ εὐρέας ὤμους;227
προέχων τῶν Ἑλλήνων, κατά τε τὸ μῆκος τοῦ σώματος, καὶ τὸ πλάτος τῶν ὤμων.



τὸν δ' Ἑλένη τανύπεπλος ἀμείβετο δῖα γυναικῶν·228
Ἑλένη δ' αὐτῷ ἀπεκρίνατο ἡ ἐκτεταμένον πέπλον φοροῦσα, ἡ ἔνδοξος τῶν γυναικῶν·

οὗτος δ' Αἴας ἐστὶ πελώριος ἕρκος Ἀχαιῶν·229
οὗτος Αἴας ἐστὶν ὁ μέγας καὶ ἐξαίσιος, τὸ περίφραγμα τῶν Ἑλλήνων.

Ἰδομενεὺς δ' ἑτέρωθεν ἐνὶ Κρήτεσσι θεὸς ὣς 230
Ἰδομενεὺς δὲ κατὰ τὸ ἕτερον μέρος, καθάπερ θεός, ἐν τοῖς Κρησὶν ἵσταται·

ἕστηκ', ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθονται.231
περὶ δὲ αὐτὸν οἱ ἡγεμόνες τῶν Κρητῶν συναθροίζονται.

πολλάκι μιν ξείνισσεν ἀρηΐφιλος Μενέλαος232
πολλάκις αὐτὸν ἐξενοδόχησεν ὁ πολεμικὸς Μενέλαος

οἴκῳ ἐν ἡμετέρῳ ὁπότε Κρήτηθεν ἵκοιτο.233
ἐν τῷ ἡμετέρῳ οἴκῳ, ὁπότε ἐκ τῆς Κρήτης ἀφικνεῖτο·

νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,234
νῦν δὲ τοὺς μὲν ἄλλους πάντας εὐοφθάλμους Ἕλληνας ὁρῶ,

οὕς κεν ἐὺ̈ γνοίην καί τ' οὔνομα μυθησαίμην· 235
οὓς καὶ γνωρίσαιμ' ἄν, καὶ τὴν προσηγορίαν εἴποιμι,

δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν236
δύο δὲ ἡγεμόνας καὶ βασιλεῖς ἀνδρῶν οὐ δύναμαι ἰδεῖν,

Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα237
τόν τε ἱππικὸν Κάστορα, καὶ τὸν ἀγαθὸν τὴν πυκτικὴν τέχνην Πολυδεύκη,

αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.238
τοὺς αὐταδέλφους μοι, οὕς μοι μία μήτηρ ἔτεκε·

ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς,239
ἢ οὐκ ἠκολούθησαν τοῖς ἄλλοις ἐκ τῆς ἐπεράστου Λακεδαίμονος,

ἢ δεύρω μὲν ἕποντο νέεσσ' ἔνι ποντοπόροισι, 240
ἢ εἵποντο μὲν κἀκεῖνοι ἐνθάδε διὰ τῶν θαλασσοπλόων νεῶν,

νῦν αὖτ' οὐκ ἐθέλουσι μάχην καταδύμεναι ἀνδρῶν241
νῦν δὲ δὴ οὐ θέλουσιν εἰσελθεῖν κατὰ τὴν μάχην τῶν ἀνδρῶν,

αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν.242
φοβούμενοι τὰς αἰσχύνας καὶ τὰ ὀνείδη, ἅ μοι πολλὰ πάρεισιν;



ὣς φάτο, τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα243
οὕτως εἶπε. τούτους δὲ ἤδη κατέσχε τεθνεῶτας ἡ τὰ πρὸς τὸ ζῆν φύουσα γῆ

ἐν Λακεδαίμονι αὖθι φίλῃ ἐν πατρίδι γαίῃ.244
ἐν τῇ Λακεδαίμονι, αὐτόθι ἐν τῇ πατρίδι τῇ προσφιλεῖ γῇ.



κήρυκες δ' ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστὰ 245
οἱ κήρυκες δὲ κατὰ τὴν πόλιν ἔφερον τοὺς πιστοὺς ὅρκους τῶν θεῶν,

ἄρνε δύω καὶ οἶνον ἐΰφρονα καρπὸν ἀρούρης246
ἄρνας δύο, καὶ οἶνον καρπὸν εὐφραντικὸν τῆς γῆς

ἀσκῷ ἐν αἰγείῳ· φέρε δὲ κρητῆρα φαεινὸν247
ἐν αἰγείῳ ἀσκῷ· ἔφερε δὲ κρατῆρα λαμπρὸν

κῆρυξ Ἰδαῖος ἠδὲ χρύσεια κύπελλα·248
ὁ Ἰδαῖος κῆρυξ, καὶ χρυσᾶ ποτήρια·

ὄτρυνεν δὲ γέροντα παριστάμενος ἐπέεσσιν·249
πλησίον δὲ στὰς παρώξυνε τὸν γέροντα λόγοις, λέγων·

ὄρσεο Λαομεδοντιάδη, καλέουσιν ἄριστοι 250
ὦ υἱὲ τοῦ Λαομέδοντος ἀνάστα, καλοῦσι σε οἱ ἄριστοι

Τρώων θ' ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων251
τῶν ἱππικῶν Τρῴων, καὶ τῶν σιδηροθωράκων Ἑλλήνων

ἐς πεδίον καταβῆναι ἵν' ὅρκια πιστὰ τάμητε·252
κατελθεῖν εἰς τὸ πεδίον, ἵνα ὅρκους πιστοὺς δι' ἐντόμων θυμάτων ποιήσητε.

αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος253
Ἀλέξανδρος δὲ καὶ Μενέλαος ὁ πολεμικὸς

μακρῇς ἐγχείῃσι μαχήσοντ' ἀμφὶ γυναικί·254
διὰ μακρῶν δοράτων πολεμήσουσι περὶ τῆς γυναικός·

τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ' ἕποιτο· 255
τῷ νικήσαντι δὲ ἡ γυνὴ καὶ τὰ χρήματα ἀκολουθήσει·

οἳ δ' ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ ταμόντες256
οἱ ἄλλοι δὲ φιλίαν καὶ ὅρκους πιστοὺς δι' ἐντόμων θυμάτων ποιήσαντες

ναίοιμεν Τροίην ἐριβώλακα, τοὶ δὲ νέονται257
οἰκοῖμεν ἂν τὴν εὔγειον Τροίαν· οὗτοι δὲ πορευέσθωσαν

Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα.258
εἰς τὸ Ἄργος τὸ ἱπποτρόφον καὶ εἰς τὴν Ἑλλάδα τὴν γυναῖκας ὡραίας ἔχουσαν.



ὣς φάτο ῥίγησεν δ' ὃ γέρων, ἐκέλευσε δ' ἑταίρους259
οὕτως εἶπε· ἐφοβήθη δὲ ὁ γέρων, εἶπε δὲ τοῖς φίλοις

ἵππους ζευγνύμεναι· τοὶ δ' ὀτραλέως ἐπίθοντο. 260
ζεῦξαι τοὺς ἵππους· οἱ δὲ ταχέως ὑπήκουσαν,

ἂν δ' ἄρ' ἔβη Πρίαμος, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω·261
ἀνέβη δὲ ὁ Πρίαμος, κατέτεινε δὲ τοὺς λώρους τῶν χαλινῶν ὄπισθεν,

πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον·262
παρ' αὐτῷ δὲ καὶ Ἀντήνωρ ἀνέβη ἐπὶ τὸ περικαλλὲς καὶ ὡραῖον ἅρμα·

τὼ δὲ διὰ Σκαιῶν πεδίον δ' ἔχον ὠκέας ἵππους.263
οὗτοι δὲ διὰ τῶν Σκαιῶν πυλῶν ἐπὶ τὸ πεδίον ἤλαυνον τοὺς ταχεῖς ἵππους.



ἀλλ' ὅτε δή ῥ' ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς,264
ἀλλ' ἡνίκα δὴ ἀφίκοντο πρὸς τοὺς Τρῷας καὶ Ἕλληνας,

ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν 265
καταβάντες ἐκ τῶν ἵππων εἰς γῆν τὴν πολυτρόφον,

ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο.266
ἐπορεύοντο εἰς τὸ μέσον τῶν Τρώων καὶ τῶν Ἑλλήνων.

ὄρνυτο δ' αὐτίκ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων,267
ἀνέστη δὲ ἐπὶ τούτοις εὐθέως Ἀγαμέμνων ὁ βασιλεὺς τῶν ἀνδρῶν,

ἂν δ' Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ268
ἀνέστη δὲ καὶ Ὀδυσσεὺς ὁ πολύβουλος. οἱ δὲ λαμπροὶ κήρυκες

ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον269
τὰ καθ' ὧν ὀμόσειν ἔμελλον, ἤτοι τὰ ὁρκωμόσια τῶν θεῶν τὰ πιστὰ συνῆγον, ἐν τῷ κρατῆρι δὲ οἶνον

μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. 270
ἐνέχεον, τοῖς βασιλεῦςι δὲ ὕδωρ κατὰ χειρῶν ἔχεαν·

Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν,271
ὁ δὲ υἱὸς τοῦ Ἀτρέως σπασάμενος ταῖς χερσὶ τὴν μάχαιραν,

ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο,272
ἥτις αὐτῷ παρὰ τὴν μεγάλην θήκην τοῦ ξίφους ἀεὶ ἐκρέματο,

ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα273
ἐκ τῶν κεφαλῶν τῶν ἀρνῶν ἀπέκοψε τὰς τρίχας·

κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις.274
οἱ δὲ κήρυκες τοῖς ἀρίστοις τῶν Τρῴων καὶ τῶν Ἑλλήνων διένειμαν αὐτάς·

τοῖσιν δ' Ἀτρεΐδης μεγάλ' εὔχετο χεῖρας ἀνασχών· 275
ἐπὶ τούτοις δὲ ὁ υἱὸς τοῦ Ἀτρέως μεγάλως ηὔχετο ἄρας τὰς χεῖρας, λέγων·

Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε,276
ὦ Ζεῦ πάτερ, ὁ ἐκ τῆς Ἴδης βασιλεύων ἁπάντων, ἐνδοξότατε, ὑψηλότατε,

Ἠέλιός θ', ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις,277
καὶ Ἥλιε, ὃς πάντα ὁρᾶς καὶ πάντα ἀκούεις,

καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας278
καὶ Ποταμοί, καὶ Γῆ, καὶ οὗτοι οἳ κάτω ἐν Ἅιδου τοὺς τεθνεῶτας

ἀνθρώπους τίνυσθον ὅτις κ' ἐπίορκον ὀμόσσῃ,279
ἀνθρώπους τιμωρεῖσθε, ὃς ἂν τοὺς ὅρκους παραβῇ, καὶ ἐπιορκήσῃ,

ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δ' ὅρκια πιστά· 280
ὑμεῖς ὑπάρχετε μάρτυρες, διατηρεῖτε δὲ τοὺς πιστοὺς ὅρκους·

εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ281
εἰ μὲν ὁ Ἀλέξανδρος ἀποκτείνῃ τὸν Μενέλαον,

αὐτὸς ἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα,282
αὐτὸς μετὰ ταῦτα ἐχέτω τὴν Ἑλένην, καὶ τὰ χρήματα πάντα,

ἡμεῖς δ' ἐν νήεσσι νεώμεθα ποντοπόροισιν·283
ἡμεῖς δὲ πορευώμεθα διὰ τῶν θαλασσοπλόων νεῶν.

εἰ δέ κ' Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος,284
εἰ δὲ Μενέλαος ὁ πυρρὸς ἀποκτείνῃ τὸν Ἀλέξανδρον,

Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι, 285
τοὺς Τρῷας μετὰ ταῦτα ἀποδοῦναι τὴν Ἑλένην, καὶ πάντα τὰ χρήματα,

τιμὴν δ' Ἀργείοις ἀποτινέμεν ἥν τιν' ἔοικεν,286
καὶ πρὸς τούτοις ἀντέκτισιν ἀποτιννῦναι ἡμῖν, ἥντινα δεῖ,

ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται.287
ἥτις ἂν καὶ ἐν τοῖς μεταγενεστέροις ἀνθρώποις διαμείνειεν.

εἰ δ' ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες288
ἐὰν δὲ ὁ Πρίαμος, καὶ οἱ παῖδες τοῦ Πριάμου

τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος,289
ἀντέκτισιν ἐμοὶ ἀποδοῦναι οὐκ ἐθελήσωσιν, ἀποθανόντος τοῦ Ἀλεξάνδρου,

αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς 290
ἀλλ' ἐγὼ καὶ μετὰ ταῦτα πολεμήσω, χάριν τοῦ προστίμου,

αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω.291
διατρίβων ἐνταῦθα, μέχρις οὗ καταλάβω τὸ τοῦ πολέμου τέλος.



ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ·292
εἶπε, καὶ τοὺς φάρυγγας τῶν ἀρνῶν ἀπέκοψε σιδήρῳ ἀνηλεεῖ,

καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας293
καὶ τούτους μὲν ἔθηκε κατὰ γῆς σκαρίζοντας,

θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός.294
ψυχῆς ἀπεστερημένους· ὁ γὰρ σίδηρος ἀφείλετο αὐτῶν τὴν ἰσχύν·

οἶνον δ' ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν 295
οἶνον δὲ ἐκ τοῦ κρατῆρος ἀρυσάμενοι τοῖς ποτηρίοις

ἔκχεον, ἠδ' εὔχοντο θεοῖς αἰειγενέτῃσιν.296
ἐξέχεον, οἱ δὲ εὔχοντο τοῖς θεοῖς τοῖς ἀεὶ οὖσι.

ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·297
οὕτω δέ τις εἶπεν ἀναβλέψας εἰς τὸν πλατὺν οὐρανόν·

Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι298
ὦ Ζεῦ ἐνδοξότατε, καὶ ὑψηλότατε, καὶ οἱ λοιποὶ ἀθάνατοι θεοί,

ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν299
οἵτινες ἂν ἀφ' ἡμῶν πρότερον τοὺς ὅρκους βλάψειαν, ἤτοι παραβαῖεν,

ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος 300
οὕτως ὁ ἐγκέφαλος αὐτῶν χαμαὶ χέοιτο, ὥσπερ οὗτος ὁ οἶνος,

αὐτῶν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν.301
καὶ τῶν τέκνων αὐτῶν, αἱ γαμεταὶ δὲ ἄλλοις ἀνδράσι μιγείησαν.



ὣς ἔφαν, οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων.302
οὕτως εἶπον. οὔπω δ' ἄρα τὴν αἴτησιν αὐτοῖς ἐπετέλει ὁ τοῦ Κρόνου υἱός.

τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε·303
ἐν τούτοις δὲ Πρίαμος ὁ ἀπόγονος τοῦ Δαρδάνου εἶπε λόγον·

κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί·304
ἀκούσατέ μου, ὦ Τρῷες, καὶ εὔοπλοι Ἕλληνες·

ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν 305
ἐγὼ μὲν ἀπελεύσομαι πρὸς τὴν ἀνεμώδη, καὶ ὑψηλὴν Ἴλιον,

ἄψ, ἐπεὶ οὔ πω τλήσομ' ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι306
εἰς τὰ ὀπίσω, ἐπειδὴ οὐδαμῶς καρτερήσω πρὸ ὀφθαλμῶν ὁρᾷν

μαρνάμενον φίλον υἱὸν ἀρηιφίλῳ Μενελάῳ·307
τὸν ἀγαπητὸν υἱὸν μαχόμενον τῷ πολεμικῷ Μενελάῳ·

Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι308
ὁ Ζεὺς δέ που τοῦτο ἐπίσταται, καὶ οἱ ἄλλοι ἀθάνατοι θεοί,

ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν.309
ᾧ τινι τούτων τὸ τέλος τοῦ θανάτου εἵμαρτο.



ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, 310
εἶπε δὴ, καὶ τοὺς ἄρνας ἐπὶ τοῦ ἅρματος ἔθηκεν ὁ τοῖς θεοῖς ἴσος ἀνήρ·

ἂν δ' ἄρ' ἔβαιν' αὐτός, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω·311
ἀνέβη δ' οὖν αὐτός, κατέτεινε δὲ τοὺς λώρους τῶν χαλινῶν ὄπισθεν·

πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον.312
παρ' αὐτῷ δὲ καὶ Ἀντήνωρ ἐπὶ τὸ περικαλλές, καὶ ὡραῖον ἄρμα ἀνέβη.

τὼ μὲν ἄρ' ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο·313
οὗτοι μὲν δὴ ὀπισθόρμητοι πρὸς τὴν Ἴλιον ἐπανήρχοντο.

Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς314
Ἕκτωρ δὲ ὁ τοῦ Πριάμου υἱός, καὶ ὁ ἔνδοξος Ὀδυσσεύς,

χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα 315
πρῶτον μὲν διεμέτρουν τόπου διάστημα, ἔπειτα δὲ

κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες,316
λαβόντες κλήρους ἐκίνουν αὐτοὺς ἐν περικεφαλαία χαλκῷ ἡρμοσμένῃ,

ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος.317
ὅστις ἂν αὐτῶν πρότερον ἀφῇ, καὶ ῥίψῃ κατὰ τοῦ ἑτέρου τὸ χαλκοῦν δόρυ.

λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον,318
οἱ λαοὶ δὲ εὔξαντο, τοῖς θεοῖς δὲ ᾖραν τὰς χεῖρας.

ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε·319
οὕτω δέ τις ἀπὸ τῶν Ἑλλήνων, καὶ Τρῴων εἶπεν·

Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε 320
ὦ Ζεῦ πάτερ, ὁ ἐκ τῆς Ἴδης βασιλεύων ἁπάντων, ἐνδοξότατε, ὑψηλότατε,

ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε,321
ὅστις αὐτῶν ταῦτα τὰ ἔργα ἐν ἀμφοτέροις ἐποίησε,

τὸν δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω,322
τοῦτον δὸς ἀπολωλότα τὸν ἐν Ἅιδου οἶκον εἰσελθεῖν,

ἡμῖν δ' αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι.323
ἡμῖν δ' αὖθις φιλίαν καὶ ὅρκους πιστοὺς γενέσθαι.



ὣς ἄρ' ἔφαν, πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ324
οὕτω δὴ εἶπον. Ἕκτωρ δὲ ὁ μέγας, ὁ ταχέως τὴν περικεφαλαίαν κινῶν τὰς ψήφους ἐκίνει

ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν. 325
εἰς τὰ ὀπίσω ὁρῶν· τοῦ Πάριδος δὲ ἡ ψῆφος ὀξέως ἀπεπήδησε·

οἳ μὲν ἔπειθ' ἵζοντο κατὰ στίχας, ἧχι ἑκάστῳ326
οἱ μὲν οὖν ἄλλοι μετὰ ταῦτα ἐκάθιζον κατὰ τὰς τάξεις, ὅπου ἑκάστῳ

ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχε' ἔκειτο·327
οἱ ταχύποδες ἵπποι, καὶ τὰ ποικίλως κατεσκευασμένα ὅπλα ἔκειντο.

αὐτὰρ ὅ γ' ἀμφ' ὤμοισιν ἐδύσετο τεύχεα καλὰ328
ὁ δὲ κατὰ τοὺς ὤμους περιεβάλετο τὰ περικαλλῆ ὅπλα Ἀλέξανδρος

δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο.329
ὁ ἔνδοξος ὁ ἀνὴρ τῆς καλλικόμου Ἑλένης·

κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε 330
πρῶτον μὲν κνημῖδας περὶ τὰς κνήμας ἐβάλετο,

καλάς, ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας·331
χρησίμους πρὸς φυλακήν, καλύμμασι τῶν σφυρῶν ἀργυροῖς ἐφηρμοσμένας·

δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν332
δεύτερον δὲ τῷ στήθει περιεδύσατο θώρακα

οἷο κασιγνήτοιο Λυκάονος· ἥρμοσε δ' αὐτῷ.333
τοῦ ἑαυτοῦ ἀδελφοῦ τοῦ Λυκάονος, ἁρμόδιος δὲ αὐτῷ γέγονε·

ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον334
τοῖς ὤμοις δὲ περιεβάλετο ξίφος ἀργυροῖς ἥλοις κεκοσμημένον

χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε· 335
σιδηροῦν· μετὰ ταῦτα δὲ τὴν μεγάλην τε καὶ ἰσχυρὰν ἀσπίδα·

κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν336
ἐπὶ δὲ τῇ ἰσχυρᾷ κεφαλῇ τὴν καλῶς κατεσκευασμένην περικεφαλαίαν ἐπέθηκεν τὴν ἱππείαις θριξὶ

ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·337
κεκοσμημένην· φοβερῶς δὲ ὁ λόφος ἄνωθεν κατένευεν·

εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει.338
ἔλαβε τὸ ἰσχυρὸν δόρυ, ὅπερ τῇ χειρὶ αὐτοῦ ἥρμοζε·

ὣς δ' αὔτως Μενέλαος ἀρήιος ἔντε' ἔδυνεν.339
ὡσαύτως δὲ καὶ Μενέλαος ὁ πολεμικὸς τὰ ὅπλα ἐνεδύσατο.



οἳ δ' ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν, 340
οὗτοι δὲ ἐπειδὴ ἑκατέρωθεν τοῦ πλήθους, ἤτοι ἐξ ἑκατέρου μέρους καθωπλίσθησαν,

ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο341
εἰς τὸ μέσον τῶν Τρῴων καὶ τῶν Ἑλλήνων ἐπορεύοντο

δεινὸν δερκόμενοι· θάμβος δ' ἔχεν εἰσορόωντας342
καταπληκτικῶς ὁρῶντες· ἔκπληξις δὲ κατεῖχε βλέποντας

Τρῶάς θ' ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς.343
τοὺς ἱππικούς τε Τρῷας, καὶ εὐόπλους Ἕλληνας.

καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶ χώρῳ344
καὶ δὴ ἐγγὺς ἔστησαν ἐν τῷ διαμεμετρημένῳ τόπῳ

σείοντ' ἐγχείας ἀλλήλοισιν κοτέοντε. 345
κινοῦντες τὰ δόρατα ἀλλήλοις μνητικακοῦντες καὶ ὀργιζόμενοι.

πρόσθε δ' Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος,346
πρότερον δὲ ὁ Ἀλέξανδρος ἀφῆκε τὸ μακρὰν σκιὰν ἀποτελοῦν δόρυ,

καὶ βάλεν Ἀτρεΐδαο κατ' ἀσπίδα πάντοσε ἴσην,347
καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τοῦ υἱοῦ τοῦ Ἀτρέως τὴν πανταχόθεν ἴσην, ἤτοι τὴν κυκλοτερῆ,

οὐδ' ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ348
οὐδὲ διέσπασε τὸν σίδηρον, ἀνεκάμφθη δ' αὐτοῦ ἡ ἐπιδορατὶς

ἀσπίδ' ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερον ὄρνυτο χαλκῷ349
ἐν τῇ ἰσχυρᾷ ἀσπίδι. ὁ δὲ δεύτερος ὥρμησε μετὰ τοῦ σιδήρου

Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· 350
ὁ τοῦ Ἀτρέως υἱὸς Μενέλαος, εὐξάμενος Διῒ τῷ πατρὶ οὕτως

Ζεῦ ἄνα δὸς τίσασθαι ὅ με πρότερος κάκ' ἔοργε351
ὦ Ζεῦ βασιλεῦ παράσχου μοι τιμωρήσασθαι

δῖον Ἀλέξανδρον, καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον,352
τὸν ἔνδοξον Ἀλέξανδρον, ὅς με πρότερον κακὰ εἰργάσατο, καὶ ἀπόλεσον αὐτὸν διὰ τῶν ἐμῶν χειρῶν,

ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων353
ὅπως καί τις τῶν μεταγενεστέρων ἀνθρώπων φοβηθῇ

ξεινοδόκον κακὰ ῥέξαι, ὅ κεν φιλότητα παράσχῃ.354
ξενοδόκον κακὰ εἰργάσθαι, ὃς ἂν αὐτῷ φιλοφροσύνην παράσχῃ.



ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, 355
εἶπε δὴ, καὶ διασείσας ἀφῆκε τὸ μακρὰν σκιὰν ἀποτελοῦν δόρυ,

καὶ βάλε Πριαμίδαο κατ' ἀσπίδα πάντοσε ἴσην·356
καὶ ἔβαλε κατὰ τὴν ἀσπίδα τοῦ υἱοῦ τοῦ Πριάμου τὴν πανταχόθεν ἴσην, ἤτοι τὴν κυκλοτερῆ.

διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,357
διὰ μὲν οὖν τῆς ἀσπίδος τῆς λαμπρᾶς διῆλθε τὸ ἰσχυρὸν δόρυ,

καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·358
καὶ διὰ τοῦ θώρακος τοῦ ποικίλου ἥρμοστο παγέν·

ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα359
καταντικρὺ δὲ παρὰ τὴν λαπάραν διέρρηξε τὸν χιτῶνα τὸ δόρυ·

ἔγχος· ὃ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. 360
ὁ δὲ ἔκαμψε μικρὸν ἑαυτόν, καὶ ἐξέφυγε τὴν σκότους παρεκτικὴν θανατηφόρον μοῖραν.

Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον361
ὁ δὲ υἱὸς τοῦ Ἀτρέως σπασάμενος τὸ ξίφος τὸ ἀργυροῖς ἥλοις κεκοσμημένον,

πλῆξεν ἀνασχόμενος κόρυθος φάλον· ἀμφὶ δ' ἄρ' αὐτῷ362
ἔτυψεν ἀνατείνας τὸ μετωπίδιον τῆς περικεφαλαίας· περὶ αὐτὸ δὲ

τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός.363
εἰς τρία καὶ τέσσαρα διακλασθὲν τὸ ξίφος κατέπεσεν ἐκ τῆς χειρός.

Ἀτρεΐδης δ' ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·364
ὁ δὲ υἱὸς τοῦ Ἀτρέως ἐστέναξεν ἀναβλέψας εἰς τὸν πλατὺν οὐρανόν, λέγων·

Ζεῦ πάτερ οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· 365
ὦ Ζεῦ πάτερ, οὐδεὶς ἄλλος ἀπὸ τῶν θεῶν ἐστιν ὀλεθριώτερος σοῦ·

ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος·366
ὄντως ᾠήθην τιμωρήσασθαι τὸν Ἀλέξανδρον ἕνεκα τῆς κακίας αὐτοῦ·

νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος367
νῦν δέ μοι τὸ ξίφος κατεκλάσθη ἐν ταῖς χερσί· τὸ δόρυ δέ μοι

ἠΐχθη παλάμηφιν ἐτώσιον, οὐδ' ἔβαλόν μιν.368
μάτην ἐξώρμηται τῆς χειρός, οὐδ' ἔτρωσα αὐτόν.



ἦ καὶ ἐπαΐξας κόρυθος λάβεν ἱπποδασείης,369
εἶπε, καὶ ἐφορμήσας ἔλαβεν αὐτὸν ἀπὸ τῆς περικεφαλαίας τῆς ἱππείαις θριξὶ κεκοσμημένης·

ἕλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδας Ἀχαιούς· 370
εἷλκε δὲ ἐπιστρέψας πρὸς τοὺς εὐόπλους Ἕλληνας·

ἄγχε δέ μιν πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν,371
ἦγχε δὲ αὐτὸν ὁ πολυκέντητος λῶρος ὑπὸ τὸν ἁπαλὸν τράχηλον,

ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης.372
ὅστις αὐτῷ ὑπὸ τὸ ὑπογένειον ἥπλωτο, ὀχεὺς ὦν τῆς περικεφαλαίας·

καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,373
καὶ δὴ εἵλκυσεν ἂν αὐτόν, καὶ δόξαν μεγίστην ἀπηνέγκατο,

εἰ μὴ ἄρ' ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη,374
εἴ γε μὴ ταχέως ἐνόησεν Ἀφροδίτη ἡ θυγάτηρ τοῦ Διός,

ἥ οἱ ῥῆξεν ἱμάντα βοὸς ἶφι κταμένοιο· 375
ἥτις αὐτῷ διέτεμε τὸν λῶρον τοῦ βοὸς τοῦ ἐν τῇ ἰδίᾳ ἀκμῇ καὶ ἰσχύι σφαγέντος·

κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ.376
κενὴ δὲ ἡ περικεφαλαία ἅμα τῇ παχείᾳ αὐτοῦ χειρὶ εἵπετο.

τὴν μὲν ἔπειθ' ἥρως μετ' ἐϋκνήμιδας Ἀχαιοὺς377
ταύτην μὲν οὖν μετὰ ταῦτα ὁ ἥρως πρὸς τοὺς εὐόπλους Ἕλληνας

ῥῖψ' ἐπιδινήσας, κόμισαν δ' ἐρίηρες ἑταῖροι·378
ἀπέρριψε συστρέψας, ἀνείλοντο δὲ αὐτὴν οἱ εὐάρμοστοι φίλοι.

αὐτὰρ ὃ ἂψ ἐπόρουσε κατακτάμεναι μενεαίνων379
οὗτος δὲ αὖθις ἐφώρμησε προθυμούμενος ἀνελεῖν αὐτὸν

ἔγχεϊ χαλκείῳ· τὸν δ' ἐξήρπαξ' Ἀφροδίτη 380
δόρατι χαλκῷ· τοῦτον δὲ ἐξήρπασεν ἡ Ἀφροδίτη

ῥεῖα μάλ' ὥς τε θεός, ἐκάλυψε δ' ἄρ' ἠέρι πολλῇ,381
πάνυ ῥαδίως καθάπερ θεός, περιεκάλυψε δὲ αὐτὸν ἀέρι πολλῷ ὡς μὴ ὁρῷτο,

κὰδ δ' εἷσ' ἐν θαλάμῳ εὐώδεϊ κηώεντι.382
ἐκάθισε δὲ ἐν τῷ τεθυμιαμένῳ καὶ εὐώδει κοιτῶνι·

αὐτὴ δ' αὖ Ἑλένην καλέουσ' ἴε· τὴν δὲ κίχανε383
αὐτὴ δὲ δὴ τὴν Ἑλένην καλέσουσα ἐπορεύετο· εὗρε δὲ αὐτὴν

πύργῳ ἐφ' ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν·384
ἐπὶ τῷ ὑψηλῷ πύργῳ· περὶ αὐτὴν δὲ γυναῖκες Τρῳάδες ἦσαν ἱκανῶς.

χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, 385
τῇ χειρὶ δὲ λαβομένη τοῦ θείου αὐτῆς ἱματίου περιεκίνησε

γρηὶ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν386
γραίᾳ δὲ μακροβίῳ ὁμοιωθεῖσα εἶπε πρὸς αὐτὴν

εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ387
ἐριούργῳ, ἥτις αὐτῇ κατοικούσῃ ἐν τῇ Λακεδαίμονι

ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε·388
εἰργάζετο ἔρια περικαλλῆ, λίαν δὲ αὐτὴν ἐφίλει·

τῇ μιν ἐεισαμένη προσεφώνεε δῖ' Ἀφροδίτη·389
ταύτῃ ὁμοιωθεῖσα ἡ ἔνδοξος Ἀφροδίτη εἶπε πρὸς αὐτὴν

δεῦρ' ἴθ'· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. 390
ἐλθὲ ἐνθάδε, ὁ Ἀλέξανδρός σε καλεῖ πορεύεσθαι εἰς τὸν οἶκον·

κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι391
ἐκεῖνος οὗτός ἐστιν ἐν τῷ κοιτῶνι, καὶ τοῖς στρογγύλοις λέχεσι,

κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης392
κάλλει περιλάμπων, καὶ ἱματίοις, οὐδ' ἂν εἴποις αὐτὸν

ἀνδρὶ μαχεσσάμενον τόν γ' ἐλθεῖν, ἀλλὰ χορὸν δὲ393
ἀνδρὶ πολεμήσαντα ἀφικέσθαι, ἀλλ' εἰς χορείαν

ἔρχεσθ', ἠὲ χοροῖο νέον λήγοντα καθίζειν.394
ἀπέρχεσθαι, ἢ χορείας ἄρτι παυσάμενον καθίζειν.



ὣς φάτο, τῇ δ' ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· 395
οὕτως εἶπε· ταύτῃ δ᾽ ἄρα τὴν ψυχὴν ἐν τῷ στήθει συνετάραξε·

καί ῥ' ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν396
καὶ δὴ ὡς ἐθεάσατο τὸν περικαλλῆ τράχηλον τῆς θεᾶς,

στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα,397
καὶ τὰ ἐπιθυμητὰ στήθη, καὶ τοὺς περιλάμποντας ὀφθαλμούς,

θάμβησέν τ' ἄρ' ἔπειτα ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·398
κατεπλάγη δὴ μετὰ ταῦτα, καὶ λόγον εἶπε, καὶ ἐξ ὀνόματος ἐκάλει·

δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;399
ὦ θεία καὶ εὔδαιμον, τί δήποτέ με οὕτως ἐπιθυμεῖς ἐξαπατᾶν;

ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων 400
ἆρά πού με τῶν πορρωτέρω καλῶς οἰκουμένων πόλεων

ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς,401
ἀπάξεις, ἢ τῆς Φρυγίας, ἢ τῆς ἐπεράστου Μαιονίας,

εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων·402
εἴπέρ σοι καὶ ἐκεῖ ὑπάρχει τις φίλος ἀπὸ τῶν ἀνθρώπων τῶν ἐχόντων μεμερισμένην τὴν φωνήν;

οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον Μενέλαος403
καθότι νῦν δὲ Μενέλαος νικήσας τὸν ἔνδοξον Ἀλέξανδρον

νικήσας ἐθέλει στυγερὴν ἐμὲ οἴκαδ' ἄγεσθαι,404
βούλεται ἀγαγεῖν ἐμὲ μισητὴν εἰς τὸν ἑαυτοῦ οἶκον·

τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης; 405
διὰ τοῦτο νῦν ἐνθάδε ἐπιβουλεύουσά μοι παρεγένου;

ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόεικε κελεύθου,406
ἀπελθοῦσα παρ' αὐτὸν κάθησο· τὰς ὁδοὺς δὲ τῶν θεῶν ἄρνησαι,

μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον,407
μὴ δὲ τοῖς σοῖς ποσὶν εἰς τὸν οὐρανὸν ὑποστρέψῃς,

ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,408
ἀλλ' ἀεὶ περὶ ἐκεῖνον μόχθει, καὶ φύλαττε αὐτόν,

εἰς ὅ κέ σ' ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην.409
μέχρις ἂν ἢ γαμετήν, ἢ δούλην αὐτός σε ποιήσηται·

κεῖσε δ' ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· 410
ἐγὼ δὲ ἐκεῖσε οὐκ ἀπελεύσομαι, μεμπτὸν δ᾽ἂν εἴη

κείνου πορσανέουσα λέχος· Τρῳαὶ δέ μ' ὀπίσσω411
τοῦτό γε παρασκευάζουσα τὴν κοίτην ἐκείνῳ· πᾶσαι δὲ αἱ Τρῳάδες μετὰ ταῦτα

πᾶσαι μωμήσονται· ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.412
μέμψονταί μοι· ἔχω δὲ λύπας πολλὰς καὶ ἀδιαστάτους ἐν τῇ ψυχῇ.



τὴν δὲ χολωσαμένη προσεφώνεε δῖ' Ἀφροδίτη·413
πρὸς ταύτην δὲ εἶπεν ὀργισθεῖσα ἡ ἔνδοξος Ἀφροδίτη·

μή μ' ἔρεθε σχετλίη, μὴ χωσαμένη σε μεθείω,414
ὦ δύστροπε, καὶ χαλεπή, μή με παρόξυνε· μὴ βαρέως ὀργισθεῖσα καταλίπω σε,

τὼς δέ σ' ἀπεχθήρω ὡς νῦν ἔκπαγλ' ἐφίλησα, 415
οὕτω δέ σε μισήσω, ὥσπερ νῦν ἐξόχως καὶ θαυμαστῶς ἠγάπησα·

μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρὰ416
ἐν μέσῳ δὲ ἀμφοτέρων τῶν Τρώων, καὶ τῶν Ἑλλήνων

Τρώων καὶ Δαναῶν, σὺ δέ κεν κακὸν οἶτον ὄληαι.417
παρασκευάσω ἔχθραν ὀδυνηρὰν· σὺ δὲ θάνατον ἂν κακὸν ἀποθάνοις.



ὣς ἔφατ', ἔδεισεν δ' Ἑλένη Διὸς ἐκγεγαυῖα,418
οὕτως εἶπεν· ἐφοβήθη δὲ ἡ Ἑλένη ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα·

βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ419
ἀπῆλθε δὲ καλυψαμένη ἱματίῳ λευκῷ, καὶ λαμπρῷ

σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν· ἦρχε δὲ δαίμων. 420
μετὰ σιγῆς· λέληθε δὲ τὰς Τρῳάδας ἁπάσας· προηγεῖτο δὲ ἡ θεός·



αἳ δ' ὅτ' Ἀλεξάνδροιο δόμον περικαλλέ' ἵκοντο,421
ὁπηνίκα δὲ αὗται ἀφίκοντο πρὸς τὸν εὐειδῆ οἶκον τοῦ Ἀλεξάνδρου,

ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο,422
αἱ μὲν θεράπαιναι μετὰ ταῦτα πρὸς τὰς συνήθεις ἐργασίας ἐχώρησαν,

ἣ δ' εἰς ὑψόροφον θάλαμον κίε δῖα γυναικῶν.423
αὕτη δὲ ἡ ἔνδοξος τῶν γυναικῶν ἐπορεύετο πρὸς τὸν ὑψηλὸν κοιτῶνα·

τῇ δ' ἄρα δίφρον ἑλοῦσα φιλομειδὴς Ἀφροδίτη424
ταύτῃ δὲ καθιστήριον λαβοῦσα ἡ φιλογέλως Ἀφροδίτη

ἀντί' Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα· 425
φέρουσα ἔθηκεν ἡ θεὰ καταντικρὺ τοῦ Ἀλεξάνδρου·

ἔνθα κάθιζ' Ἑλένη κούρη Διὸς αἰγιόχοιο426
ἐκεῖ δ᾽ ἐκάθισεν Ἑλένη ἡ θυγάτηρ τοῦ Διὸς τοῦ τὴν αἰγίδα φοροῦντος

ὄσσε πάλιν κλίνασα, πόσιν δ' ἠνίπαπε μύθῳ·427
στρέψασα τοὺς ὀφθαλμοὺς εἰς τὰ ὀπίσω, τὸν ἄνδρα δὲ αὐτῆς ἐλοιδόρησε λόγῳ·

ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ' ὀλέσθαι428
ἦλθες ἐκ τοῦ πολέμου· εἴθε ὤφειλες ἐκεῖ ἀπολέσθαι, καταπονηθεὶς

ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερος πόσις ἦεν.429
ὑπ' ἀνδρὸς ἰσχυροῦ, ὃς πρότερον ἦν ἀνὴρ ἐμός·

ἦ μὲν δὴ πρίν γ' εὔχε' ἀρηιφίλου Μενελάου 430
ὄντως μὲν οὖν τὸ πρὶν ἐκαυχῶ τοῦ πολεμικοῦ Μενελάου,

σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι·431
κρείσσων εἶναι ἰσχύι σῇ, καὶ χερσί, καὶ δόρατι·

ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον432
ἀλλ᾽ ἄγε νῦν καλέσον τὸν πολεμικὸν Μενέλαον,

ἐξαῦτις μαχέσασθαι ἐναντίον· ἀλλά σ' ἔγωγε433
ἐκ δευτέρου κατ' ἐναντιότητα πολεμῆσαι· ἀλλ᾽ ἐγώ σοι

παύεσθαι κέλομαι, μηδὲ ξανθῷ Μενελάῳ434
παρακελεύομαι παύεσθαι, μὴ δὲ τῷ πυρρῷ Μενελάῳ

ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι 435
πόλεμον ἀντίξουν πολεμεῖν καὶ μάχεσθαι

ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμήῃς.436
ἀνοήτως, μή πως ταχέως ὑπ' αὐτοῦ δόρατι πληγεὶς ἀποθάνῃς.



τὴν δὲ Πάρις μύθοισιν ἀμειβόμενος προσέειπε·437
πρὸς αὐτὴν δὲ ὁ Πάρις ἀποκρινόμενος λόγοις εἶπεν·

μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε·438
ὦ γύναι, μή μου τὴν ψυχὴν λοιδόρει διὰ λόγων ὀνειδιστικῶν καὶ χαλεπῶν·

νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ,439
νῦν μὲν γὰρ ὁ Μενέλαος ἐνίκησε τῆς Ἀθηνᾶς αὐτῷ βοηθούσης·

κεῖνον δ' αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. 440
ἐκεῖνον δὲ μετὰ ταῦτα ἐγὼ νικήσω· πάρεισι γὰρ καὶ ἡμῖν θεοὶ βοηθοί·

ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντε·441
ἀλλ' ἄγε νῦν τερφθῶμεν συνουσίᾳ μιγέντες,

οὐ γάρ πώ ποτέ μ' ὧδέ γ' ἔρως φρένας ἀμφεκάλυψεν,442
οὐ γὰρ πώποτε ὁ ἔρως οὕτω με περιεκάλυψε κατὰ τὸν λογισμόν,

οὐδ' ὅτε σε πρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς443
οὐδ' ὁπηνίκα σε τὸ πρῶτον ἁρπάσας ἐκ τῆς ἐπεράστου Λακεδαίμονος

ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,444
ἔπλεον ἐν ταῖς ναυσί, ταῖς περώσαις τὸν πόντον,

νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, 445
ἐν τῇ τραχείᾳ δὲ νήσῳ ἐμίγην σοι ἐν συνουσίᾳ καὶ ἐρωτικῷ συνδυασμῷ,

ὥς σεο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.446
ὡς νῦν σου ἐρῶ, καί με ἐπιθυμία γλυκεῖα νικᾶ.



ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δ' εἵπετ' ἄκοιτις.447
εἶπε δὴ, καὶ προηγεῖτο ἐπὶ τὴν κλίνην ἰών, ἅμα δὲ καὶ ἡ γαμετὴ ἠκολούθει.

τὼ μὲν ἄρ' ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν,448
οὗτοι μὲν δὴ ἐν ἁπαλοῖς κατεκοιμήθησαν λέκτροις .

Ἀτρεΐδης δ' ἀν' ὅμιλον ἐφοίτα θηρὶ ἐοικὼς449
ὁ δὲ υἱὸς τοῦ Ἀτρέως κατὰ τὸ πλῆθος ἐπορεύετο ὅμοιος θηρίῳ,

εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα. 450
εἴ που θεάσαιτο τὸν τοῖς θεοῖς ὅμοιον κατὰ τὸ εἶδος Ἀλέξανδρον·

ἀλλ' οὔ τις δύνατο Τρώων κλειτῶν τ' ἐπικούρων451
ἀλλ᾽ οὐδεὶς τῶν Τρῴων καὶ τῶν κεκλημένων συμμάχων ἠδύνατο

δεῖξαι Ἀλέξανδρον τότ' ἀρηιφίλῳ Μενελάῳ·452
τότε τὸν Ἀλέξανδρον δεῖξαι τῷ πολεμικῷ Μενελάῳ·

οὐ μὲν γὰρ φιλότητί γ' ἐκεύθανον εἴ τις ἴδοιτο·453
οὐδαμῶς γὰρ αὐτὸν φιλίᾳ ἔκρυπτον, εἴ τις ἴδοι·

ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ.454
ὑπὸ γὰρ πάντων αὐτῶν ἐμισεῖτο ὁμοίως τῇ θανατηφόρῳ μοίρᾳ.



τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· 455
ἐν τούτοις δὲ εἶπεν Ἀγαμέμνων ὁ βασιλεὺς τῶν ἀνδρῶν.

κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδ' ἐπίκουροι·456
ἀκούσατέ μου, ὦ Τρῷες, καὶ Δάρδανοι, καὶ σύμμαχοι·

νίκη μὲν δὴ φαίνετ' ἀρηιφίλου Μενελάου,457
ἡ μὲν δὴ νίκη φαίνεται τοῦ πολεμικοῦ Μενελάου·

ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ458
ὑμεῖς δὲ τὴν Ἑλληνίδα Ἑλένην, καὶ τὰ χρήματα σὺν αὐτῇ

ἔκδοτε, καὶ τιμὴν ἀποτινέμεν ἥν τιν' ἔοικεν,459
ἀπόδοτε, καὶ ἀντέκτισιν ἀποτίσατε, ἥντινα πρέπει,

ἥ τε καὶ ἐσσομένοισι μετ' ἀνθρώποισι πέληται. 460
ἥτις ἂν καὶ ἐν τοῖς μεταγενεστέροις ἀνθρώποις διαμείνειεν.



ὣς ἔφατ' Ἀτρεΐδης, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί.461
οὕτως εἶπεν ὁ υἱὸς τοῦ ᾿Ἀτρέως, οἱ ἄλλοι δὲ Ἕλληνες ἐπῄνουν τὰ εἰρημένα.